Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
226
227
Γραμμή 127:
οὐδέ γε δεῖ νῦν περιήγησιν γῆς γράφειν, οὐδ᾽ οἷς ἕκαστοι χρῶνται νόμοις ἀπαριθμεῖν, ἀλλ᾽ ὑμεῖς ἅπασι περιηγηταὶ κοινοὶ γεγόνατε, ἀναπετάσαντες ἁπάσας τῆς οἰκουμένης τὰς πύλας καὶ παρασχόντες ἐξουσίαν αὐτόπτας πάντων τοὺς θέλοντας γίγνεσθαι, νόμους τε κοινοὺς ἅπασι τάξαντες καὶ τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δ᾽ εἰ λαμβάνοι τις, ἀφόρητα παύσαντες, γάμους τε κοινοὺς ποιήσαντες καὶ συντάξαντες ὥσπερ ἕνα οἶκον ἅπασαν τὴν οἰκουμένην. ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, πρὸ τῆς Διὸς ἀρχῆς ἅπαντα στάσεως καὶ θορύβου καὶ ἀταξίας εἶναι μεστὰ, ἐλθόντος δὲ ἐπὶ τὴν ἀρχὴν Διὸς πάντα δὴ καταστῆναι, καὶ τοὺς Τιτᾶνας εἰς τοὺς κατωτάτω μυχοὺς τῆς γῆς ἀπελθεῖν, συνωσθέντας ὑπ᾽ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ θεῶν, οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφ᾽ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι, ὡς πρὸ μὲν τῆς ὑμετέρας ἀρχῆς ἄνω καὶ κάτω συνετετάρακτο καὶ εἰκῆ ἐφέρετο, ἐπιστάντων δὲ ὑμῶν ταραχαὶ καὶ στάσεις ἔληξαν, τάξις δὲ πάντων καὶ φῶς λαμπρὸν εἰσῆλθε βίου καὶ πολιτείας, νόμοι τε ἐξεφάνησαν καὶ θεῶν βωμοὶ πίστιν ἔλαβον. πρότερον γὰρ ὥσπερ τοὺς γονέας ἐκτέμνοντες καὶ τὴν γῆν ἔτεμον, παῖδάς τε οὐ κατέκτεινον, ἀλλ᾽ ἀπώλλυσαν τοὺς ἀλλήλων τε καὶ τοὺς ἑαυτῶν ἐν ταῖς στάσεσι καὶ πρὸς ἱεροῖς. νῦν δὲ κοινὴ καὶ σαφὴς πᾶσι πάντων ἄδεια δέδοται αὐτῇ τε τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ κατοικοῦσι, καὶ τοῦ μὲν κακῶς πάσχειν ἅπαντα ἀφεῖσθαι, τοῦ δὲ καλῶς ἄγεσθαι πολλὰς
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 227|size=90%}}}}'''
τὰς ἀφορμὰς εἰληφέναι μοι δοκοῦσι, καὶ οἱ θεοὶ καθορῶντες συγκατορθοῦν ὑμῖν εὐμενῶς τὴν ἀρχὴν καὶ διδόναι βέβαιον τὴν κτῆσιν αὐτῆς, Ζεὺς μὲν, ὅτι αὐτῷ τῆς οἰκουμένης καλοῦ, φασὶν, ἔργου καλῶς ἐπιμέλεσθε, Ἥρα δὲ γάμων νόμῳ γιγνομένων τιμωμένη, Ἀθηνᾶ δὲ καὶ Ἥφαιστος τεχνῶν τιμωμένων, Διόνυσος δὲ καὶ Δημήτηρ, ὅτι αὐτοῖς οἱ καρποὶ οὐχ ὑβρίζονται, Ποσειδῶν δὲ ναυμαχιῶν μὲν καθαρευούσης τῆς θαλάττης αὐτῷ, τὰς δ᾽ ὁλκάδας ἀντὶ τῶν τριήρων μετειληφυίας: ὅ γε μὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Μουσῶν χορὸς οὔποτε διαλείπει τοὺς ὑπηρέτας ἐν τοῖς θεάτροις καθορῶν: Ἑρμῆς δὲ ἀγώνων οὐκ ἄμοιρος οὐδὲ πρεσβείων: Ἀφροδίτῃ δὲ σπόρων καὶ χαρίτων πότε μᾶλλον καιρὸς ὑπῆρξεν; ἢ πότε πλείονα μοῖραν ἔσχον αἱ πόλεις; αἱ δ᾽ Ἀσκληπιοῦ χάριτες καὶ τῶν κατ᾽ Αἴγυπτον θεῶν νῦν πλεῖστον εἰς ἀνθρώπους ἐπιδεδώκασιν. οὐ μὴν οὐδ᾽ Ἄρης γε ὑμῖν ἠτίμασται, οὐδὲ δέος μὴ συνταράξῃ τὰ πάντα, ὥσπερ ἐν Λαπιθῶν δείπνῳ παροφθεὶς, ἀλλ᾽ ἐπὶ ταῖς ὄχθαις ἔξω τῶν ποταμῶν χορεύει τὴν ἄπαυστον χορείαν, αἵματος καθαρὰ σώζων τὰ ὅπλα. ὅ γε μὴν πάντ᾽ ἐφορῶν Ἥλιος οὐδὲν εἶδεν ἐφ᾽ ὑμῶν βίαιον οὐδ᾽ ἄδικον οὐδ᾽ οἷα πολλὰ ἐν τοῖς πρόσθεν χρόνοις: ὥστ᾽ εἰκότως ἥδιστα ἐφορᾷ τὴν ὑμετέραν ἀρχήν. δοκεῖ δέ μοι καὶ Ἡσίοδος, εἰ ὁμοίως Ὁμήρῳ τέλειος ἦν τὰ ποιητικὰ καὶ μαντικὸς, ὥσπερ ἐκεῖνος οὐκ ἠγνόησε τὴν ὑμετέραν ἀρχὴν ἐσομένην, ἀλλὰ προεῖδε καὶ ἀνεφθέγξατο ἐν τοῖς ἔπεσιν, οὕτως καὶ αὐτὸς οὐκ ἂν ὥσπερ νῦν ἀπὸ χρυσοῦ γένους ἀρξάμενος γενεαλογεῖν, ἢ, ἡνίκα ταύτην ἀρχὴν ἐνεστήσατο, περί γε τοῦ τελευταίου καὶ σιδηροῦ γένους διαλεγόμενος τοῦτον ἂν αὐτοῦ φάναι γενέσθαι τὸν ὄλεθρον,
 
<blockquote>εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν,</blockquote>
 
ἀλλ᾽ ἡνίκ᾽ ἂν ἡ ὑμετέρα προστασία τε καὶ ἀρχὴ καταστῇ, τότ᾽ ἂν φάναι φθαρῆναι τὸ σιδηροῦν φῦλον ἐν τῇ γῇ,
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 227|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 228|size=90%}}}}'''