Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
218
Γραμμή 88:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 218|size=90%}}}}'''
τήνδε τὴν λειτουργίαν: καὶ ὡς εὕρετε, ὁμοῦ τῆς τε πατρίδος ἀπηλλάξατε καὶ τὴν ὑμετέραν αὐτῶν πόλιν ἀντέδοτε αὐτοῖς: ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς ἐκείνους γ᾽ ἂν εἰπεῖν, ὅθεν ἦσαν τὸ ἀρχαῖον. ποιησάμενοι δὲ πολίτας, οὕτως καὶ στρατιώτας ἐποιήσατε ὥστε τούς τε ἀπὸ τῆς πόλεως μὴ στρατεύεσθαι καὶ τοὺς στρατευομένους μηδ᾽ ὁτιοῦν ἧττον εἶναι πολίτας, τῆς μὲν ἀρχαίας ἀπόλιδας γεγενημένους ἅμα τῇ στρατείᾳ, τῆς δ᾽ ὑμετέρας πολίτας τε καὶ φρουροὺς ἀπὸ τῆς αὐτῆς ἡμέρας. καὶ πάντες τε οὕτως ἕπονται καὶ πόλις οὐδεμία δυσμεναίνει, ἀλλὰ τοσούτους γε ἀφ᾽ ἑκάστων ᾐτήσατε, ὅσοι μήτε τοῖς διδοῦσιν ἔμελλον ἄχθος ποιήσειν μήτε αὐτάρκεις ἔσεσθαι πλήρωμα ἑνὸς οἰκείου στρατεύματος παρασχέσθαι: ὥστε εὔνοιαν μὲν ἅπασαν ἔχειν τὰς πόλεις τοῖς ἐκπεμφθεῖσιν, ὡς κοινοῖς ἑαυτῶν, ἰδίᾳ δὲ ἑκάστῃ μηδ᾽ ἡντινοῦν εἶναι δύναμιν ἀπὸ τῶν αὑτῆς, μηδὲ βλέπειν ἄλλοσε τοὺς ἐξελθόντας ἢ πρὸς ὑμᾶς, διὰ τὸ πρὸς τοῦτο μόνον καλῶς συντετάχθαι. καὶ μὴν τούς γε ἐπιτηδειοτάτους ἑκασταχόθεν ἐπιλέξαντες κέρδος οὐ μικρὸν τοῦτο εὕρεσθε: οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις καὶ τοὺς στεφανίτας ἀγῶνας τοὺς ἄριστα πεφυκότας καὶ τοῖς σώμασι προὔχοντας ἐγκριθέντας ἀσκεῖσθαι, τοὺς δὲ τῶν μεγίστων καὶ ἀληθινῶν ἔργων ἀγωνιστὰς καὶ νικηφόρους ἐσομένους ὁπόσοις ἂν τύχῃ νικᾶν ὑπὲρ ἀρχῆς τοιαύτης, τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν τοὺς μεγίστους τε καὶ μάλιστα ἐπιτηδειοτάτους ἐξ ἁπάντων ἐπιλεχθέντας ἀσκεῖσθαι, ὅπως εὐθὺς ἑστῶτες ὑπερέχοιεν. τούτους δὴ ἄρα καθάραντες καὶ φυλοκρινήσαντες τὸ κοινὸν τῶν ἀρχόντων, οὐ χωρὶς ὧν εἶπον οὐδ᾽ ὥστε φθονεῖν ἐξεῖναι μᾶλλον τοῖς ἄλλοις τοῖς ἐπὶ τῆς πόλεως μένουσιν, ἅτε οὐκ οὖσιν ὁμοτίμοις τὸ ἀρχαῖον, ἀλλ᾽ ἐν τιμῆς αὐτοὺς μέρει λήψεσθαι τὴν μετουσίαν τῆς πολιτείας, οὕτως εὑρόντες τε καὶ διαθέντες αὐτοὺς ἠγάγετε ἐπὶ τὰ πέρατα τῆς ἀρχῆς, κἀνταῦθα διαστήσαντες ἄλλοις ἄλλα φυλάττειν ἀπενείματε.
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 219|size=90%}}}}'''