Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 60:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 210|size=90%}}}}'''
ἑαυτοῖς ὑφέξοντες λόγον, κληρούχων τε σφίσιν ἐπὶ τὴν γῆν πεμπομένων καὶ παρὰ τοὺς φόρους ἀργυρολόγων, εἴ που χρεία κατάσχοι ἑτέρα: προσέτι τάς τε ἀκροπόλεις ἐλευθέρας ἔχειν οὐ δυνάμενοι καὶ ἐπὶ τοῖς δημαγωγοῖς ὄντες τοῖς ἐκείνων, εὖ καὶ χεῖρον φρονοῦσιν ὁμοίως, στρατεύσασθαί τε ἀναγκαζόμενοι στρατείας οὐκ ἀναγκαίας ἐν ἱερομηνίαις καὶ ἑορταῖς πολλάκις, ὡς δ᾽ εἰπεῖν ἁπλῶς, οὐδὲν τηλικοῦτον τῆς προστασίας ἀπολαύοντες ἀνθ᾽ ὅτου ταῦτα ἄξιον ἦν ὑπομεῖναι. δυσχεραίνοντες δ᾽ ἐκ τούτων τοὺς Ἀθηναίους οἱ πολλοὶ καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν μεταστάντες τὸν αὐτὸν τρόπον ὅνπερ πρότερον ἀπ᾽ ἐκείνων πρὸς τοὺς Ἀθηναίους, ὑπ᾽ ἐκείνων πάλιν ἐξηπατήθησαν. προειπόντες γὰρ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πολεμήσειν Ἀθηναίοις καὶ τούτῳ προσαγόμενοι τοὺς πολλοὺς, ἐπειδὴ καθεῖλον ἐκεῖνοι τὰ τείχη καὶ κύριοι τῶν πραγμάτων καὶ τοῦ ταῦτα ποιεῖν ἐγένοντο, τοσοῦτον ὑπερεβάλλοντο ὥστε τυραννίδας ἐν πάσαις ταῖς Ἑλληνίσι πόλεσι κατέστησαν, ἃς προσεῖπον εὐφήμως δεκαρχίας: καὶ μίαν καθελόντες τὴν Ἀθηναίων δυναστείαν πολλὰς τὰς παρ᾽ αὑτῶν ἀντεισῆγον, αἳ οὐκ Ἀθήνησιν οὐδ᾽ ἐν Σπάρτῃ διὰ τέλους κακῶς ἐποίουν τοὺς ἀρχομένους, ἀλλ᾽ ἐν αὐτοῖς τοῖς σφετέροις ἑκάστου χωρίοις συνεχῶς ἱδρυμέναι καὶ οἷον συμπεπλεγμέναι. ὥστ᾽ εἰ ἀρχόμενοι τοῦ πολέμου προεῖπον τοῖς Ἕλλησιν ὅτι ὑπὲρ τούτου πολεμήσουσιν Ἀθηναίοις, ὅπως μείζω καὶ πλείω σφᾶς ἐκείνων κακὰ ἐργάσαιντο καὶ δείξαιεν ἐλευθερίαν αὐτοῖς ὄντα τὰ ἀπ᾽ ἐκείνων, μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν. καὶ γὰρ οὖν ἡττῶντο μὲν εὐθέως ἑνὸς φυγάδος, κατελείποντο δὲ ὑπὸ Θηβαίων, ἐμισοῦντο δὲ ὑπὸ Κορινθίων, ἐπίμπλατο δὲ ἡ θάλαττα τῶν ἁρμοστῶν ἐκπιπτόντων, ἅτε ἀναρμόστων καὶ οὐ κατὰ τοὔνομα ἐγκατασταθέντων τε καὶ ἐχόντων τὰς
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]