Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 322:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 175|size=90%}}}}'''
πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν: εἰ μὲν γὰρ τῆς πόλεως, οὐδὲν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλ᾽ ἐκπέφευγεν αὐτοὺς ἀφ᾽ ὧν ἡ πόλις γνωρίζεται: εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείλετο ἡ πόλις νομίζοντες οὕτω μέμφονται ὥστ᾽ ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι τὴν πόλιν ἐγκωμιάζουσι. τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω: προσκείσθω γάρ. ὅταν δ᾽ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τ᾽ εἰ μηδ᾽ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι, οὐκ ἐρῶ πῶς οἱ μετὰ ταῦτα δυνηθέντες προσηνέχθησαν τοῖς αὐτοῖς τούτοις πράγμασιν: οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι, ἀλλ᾽ ἀνεῖται τῷ γένει τῶν Ἑλλήνων ὁ λόγος φιλοτιμία κοινὴ, οὔτ᾽ ἂν ἑτέρους ἐπιδείξω δή που μείζω καὶ δεινότερα εἰργασμένους, ἀπολογία τοῦτ᾽ ἐστὶν ὑπὲρ τῆς πόλεως, ἀλλ᾽ ὁμολογία μᾶλλον εἰς συγγνώμην καταφεύγουσα: οὐδὲν οὖν δέομαι τοιαύτης ἀπολογίας. ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν καὶ ὥσπερ ἔξω οἰκεῖν τῆς οἰκουμένης οἱ τοὺς τοιούτους παραφέροντες λόγους. πῶς γὰρ ἂν καὶ λογίζεσθαι φαίη τις αὐτοὺς περὶ τῶν ὄντων μετρίως, ἢ πῶς ὑπὲρ ἀρχῆς χρῆναι διαλέγεσθαι, εἰ τοῦτο πρῶτον ἠγνοήκασι, τὴν φύσιν αὐτῆς; ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρ᾽ αὐτὸν τὸν τῆς ἰσότητος νόμον: εἰ δὲ μὴ, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τἀκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; ὅλως γὰρ οὐδὲν τούτων
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 176|size=90%}}}}'''
ἀπὸ τοῦ ἴσου γίγνεται. ὥστ᾽ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς: ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθ᾽ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλ᾽ ᾕρηνται κρείττους εἶναι. ἀλλ᾽ οἶμαι ταῦτ᾽ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. εἰ δ᾽ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην ἢ τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δ᾽ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν: οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρ᾽ ἐνίων ἔτυχεν, ἀλλ᾽ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτ᾽ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν: εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρ᾽ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δ᾽ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν: ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 177|size=90%}}}}'''
αὐτὸ τοῦτ᾽ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδ᾽ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ: ἃ γὰρ περὶ Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα δι᾽ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλ᾽ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δ᾽ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλ᾽ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδ᾽ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δ᾽ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθ᾽ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δ᾽ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετ᾽ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ.
 
ὃ δ᾽ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 178|size=90%}}}}'''
ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν δι᾽ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλ᾽ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δ᾽ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε: πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δ᾽ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς: ἐπεὶ δ᾽ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλ᾽ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθ᾽ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δ᾽ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι: τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆς
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 179|size=90%}}}}'''