Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 229:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 150|size=90%}}}}'''
ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι καὶ τοὺς φόβους καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστῆσαι. ὃ καὶ μάλιστ᾽ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται, τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον, τοῦ δ᾽ ἀφαιρεῖ τὴν φιλοτιμίαν ἡ τῆς ἀνάγκης προσθήκη, διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι. ἀλλ᾽ ἀμείνων μὲν ὁ ποιῶν οἶμαι τὰ δίκαια ἀναγκαίως τοῦ παραβαίνοντος ἑκόντος, οὐ μὴν αὐτοῦ γε τὸ πᾶν ὡς εἰπεῖν γίγνεται. καὶ δὴ καὶ τότε τοῦ προτέρου πολέμου τὸ μὲν αἰσχρὸν εἰς τοὺς βαρβάρους ἦλθε, τὸ δ᾽ ὀφειλόμενον παρὰ τῶν Ἑλλήνων ἀπήντησεν: ὥστ᾽ ἐνενικήκεσαν μὲν, τὸ δ᾽ ἐκ περιουσίας οὐ προσῆν. ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς, ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων, δικαιοσύνῃ δὲ τῇ τῶν ἀμυνομένων χρωμένους, τοῦτ᾽ οὖν ἡ πόλις ἐσκέψατο καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ἐπιδεῖξαι τοῖς βαρβάροις, ὅτι οὐκ ἐπ᾽ ἐκείνοις ἐστὶν, ὅταν ἥκωσι, ποιεῖν ἀγαθοὺς τοὺς Ἕλληνας, οὐδ᾽ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφίσιν, ἀλλὰ τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι: νῦν δ᾽ ὅτε ἡ ἀρχὴ περιέστηκεν εἰς δικαίου τάξιν, εὖ καὶ καλῶς εἴσεσθε τίνας κεκινήκατε. οὕτως ἐγώ φημι καὶ πρὸς δικαιοσύνης καὶ πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὰ δεύτερα, ἵνα μηδὲν ἐπαχθὲς εἴπω, τῶν πρότερον οὐχ ἧττον ἐναργῆ πεπρᾶχθαι τῇ πόλει. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἀσφάλειαν εἶναι καὶ σωτηρίαν ὑπελάμβανεν οὐκ εἰ καθείρξασα αὐτοὺς ἐπὶ τῆς ἑστίας τηροίη, οὐδ᾽ εἰ μηδὲν μήτ᾽ αὐτὴ δι᾽ αὐτῶν μήτ᾽ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν, ἀλλ᾽ εἰ τοὺς βαρβάρους ὡς ἐπὶ πλεῖστον ὤσαιντο ἀπὸ τῆς Ἑλλάδος, οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι, ὀρθῶς λογιζομένη καὶ τὰ πράγματα ὡς πέφυκεν ὁρῶσα. μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν οἵτινες ἂν δείξωσι μὴ πάντως ἡσυχίαν ἄγειν δεόμενοι.