Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 205:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 144|size=90%}}}}'''
προσεπεῖν. ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον. τί δὲ τοῦτο ἦν; ἐσκέψαντο μεταστῆσαι πρὸς αὑτοὺς τὴν πόλιν καὶ ψιλῶσαι τὸ Ἑλληνικὸν αὐτῆς, οὐ μόνον τὰ παρελθόντα συνειδότες, ἀλλὰ καὶ τὰ παρόντα ὁρῶντες ὡς δι᾽ ἐκείνων ἤγετο: πρὸς δὲ τούτοις καὶ τῶν ἐκ Δελφῶν λογίων, ὡς λέγεται, διαρρήδην μαρτυρούντων, εἰ γένοιντο Ἀθηναῖοι μετὰ τούτων, οἰχήσεσθαι τοῖς Ἕλλησι τὰ πράγματα. ἐδόκει δὴ τῷ βασιλεῖ καὶ τὸν φόβον ὠνουμένῳ καὶ τὸ κέρδος ἐνθυμουμένῳ πειρᾶσθαι τῆς πόλεως: καὶ πέμπει δὴ κήρυκας τἀναντία τοῖς πρόσθεν λέγοντας. ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε, οὐκ ἀπὸ ἴσου τοῦ μέτρου, ἀλλὰ τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν, τοῦτο δὲ τὴν λοιπὴν Ἑλλάδα δωρεὰν προσετίθει. χωρὶς δὲ τούτων ἐπῆν χρήματα ὑπὲρ πάνθ᾽ ὅσ᾽ ἐν Ἕλλησι καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως: ἐξ ὧν ὅτι καὶ μόνους ἐδεδίει καὶ μόνοις ἐθάρρει μᾶλλον ἢ πᾶσιν οἷς εἶχεν, εἰ πείσειεν, ἐμαρτύρει. καὶ τὸ μὲν κεφάλαιον τῆς πρεσβείας τοιοῦτον ἦν. ἐκηρύκευε δὲ Ἀλέξανδρος βασιλεὺς Μακεδονίας. οἱ δὲ τοσοῦτον ἀπέσχον τοῦ θαυμάσαι τὰς ἐπαγγελίας, ἢ καὶ σύμπαντα ἃ κέκτηται διδόντα ἄξια σφῶν εἶναι νομίσαι, ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας. οὐ μὴν οὐδὲ οὕτως ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἀλλ᾽ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη, καὶ τοῦ λοιποῦ προειπόντες ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα: καὶ ἅμα ἀγωγοὶ διὰ τῆς χώρας αὐτὸν ἦγον, ὅπως μήτε τις ἅψηται μήτε τῳ διαλέξηται. ταύτην ἐγὼ τὴν ἀπόκρισιν τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῶν τροπαίων οὐχ ἧττον ἀξίαν ἡγοῦμαι θαυμάσαι οὐδὲ ἐλάττω φιλοτιμίαν παρέχειν οὔτε τοῖς δοῦσιν οὔτε τῷ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 145|size=90%}}}}'''