Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 106:
===...Κεφ. ιβ᾽. Θεραπεία Ἀρθρίτιδος καὶ Ἰσχιάδος===
σιτίων καὶ ῥαφανίδων πολλάκις. ἔπειτα ἐς τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοῖσδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι· καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη· μάλιστα μὲν ὦν ἅπασι ἀρθριτι κοῖσι ξυνὰ ἄκεα· καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνήσκει ἡ νοῦσος. ἐς δὲ τοὺς παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἰρία μὲν ἔστω ἐξ ὄϊος τὰ οἰσυπώδεα· τέγξιες δὲ διὰ ῥοδίνου καὶ οἴνου· μετεξετέροισι δὲ καὶ σπογγίη ξὺν ὀξυκρήτῳ ὤνησεν. ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι ψύχουσι κολοκύν της, καὶ πέπονος· καὶ σικύη λιτὴ, καὶ ἀρνόγλωσσον ἡ βοτάνη, καὶ ῥόδων τὰ φύλλα. ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ, καὶ βρύον, καὶ συμφύτου ῥίζα, καὶ πεντάφυλλος ἡ βοτάνη, καὶ πράσιος ἡ τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐξάντλημα ἄπονον· αὐτὴ δὲ, ἐπίπλασμα, ξὺν ψιξὶ, ἢ κριθῶν ἀλήτῳ· μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄριστον· σῦκα ξηρὰ, καὶ θάσια ξύν τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιος ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφελέει. λόγος δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν· ἐπὴν δὲ πλησθῇ, διαλείποντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη, καταθῦσαι τὴν αἶγα, ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρμακα δὲ μυρία. καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους τίθησι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται.
 
===Κεφ. ιγ᾽. Θεραπεία Ἐλέφαντος===
τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα ἐς λύσιν αὐτέων ἔμμεναι. ἐλέφαντος δὲ τηλίκου κακοῦ τίς ἀξιόνικος γίγνοιτ᾽ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ, ἢ σπλάγχνῳ ἑνὶ, ἢ ἔνδον ἐνσκήπτει μοῦνον, ἢ ἔξω τὸ κακὸν ἕρπει, ἀλλὰ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει, καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν· θηρίου γὰρ ἰδέη· δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι, οὐ μεῖον ἢ λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν ῥηϊδίη βαφή. τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἄξιον ἔχον ἄκος; ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα, καὶ διαίτην, καὶ σίδηρα, καὶ πῦρ· καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προσβάλῃς, ἐλπὶς ἰήσιος· ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος, καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ, ἀνέλπιστος ὁ νοσέων.
 
τάμνειν ὦν τὰς ἐπ᾽ ἀγκῶνι φλέβας· ἄμφω δέ· τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι μὴ αὐτῆμαρ· κρέσσον γὰρ ἡ διάστασις ἔς τε πολλὴν τὴν τοῦ αἵματος ῥοὴν, καὶ ἐς ἀνάκλησιν τῆς δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν. σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστὸν, τῆς φύσιος ἡ τροφή. ξυντεκμ αίρεσθαι ὦν, ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ ἡ νοῦσος. ἡ γὰρ νεαρὴ, ξυμπλακεῖσα τῷ σώματι, χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν· ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ· ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης. ἔστω καὶ ἡ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ· ἡ ἐπὶ τῷ ἰσχίῳ, ἥν ἔλεξα, ἔστω. ἠδὲ γάλα ἀδιάκρτον — πολλὸν δὲ ἔστω τόδε — ἐς διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν. ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ πρῶτον, ἀπὸ σίτων δ᾽ αὖθις, ἔπειτα ἀπὸ ῥαφανίδων· πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω. ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντὶ, μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι,
 
ἡμέραν ἀφ᾽ ἡμέρας, καὶ αὖθις ἐς νέωτα· κἢν ἡ νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις γιγνώσκει πιπίσκειν· ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν. κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω· κεδρίης κύαθον ἕνα, κράμβης δύο μίσγοντα, διδόναι. ἄλλο· σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἶς, τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι δύο. ἄλλο· ἐλέφαντος τοῦ ὀδόντος ῥινήματος ὁλκῆς δραχμὴ, ξὺν οἴνῳ Κρητὶ ἐς κυάθους δύο· ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι πίνονται· ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου, ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν ἐς διάκρισιν τῶν ἀκανθῶν. τὰς δὲ σάρκας, ἀρτίσκους διαπλάσαντας, ψύχειν ἐν σκιῇ· πιπίσκειν δὲ τούσδε, ὅκως καὶ τὴν σκίλλην· καὶ αὐτοὶ δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ· ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι· ἢν δὲ τὸ δι᾽ ἐχιδνῶν, τὸ ποικίλον, παρέῃ φάρμακον, ἀντὶ πάντων πίνειν τόδε· ἴσχει γὰρ πάντα ὁμοῦ· ῥύπτειν δὲ καὶ τὸ σκῆνος, καὶ τοὺς ὄχθους λεαίνειν. φάρμακα δὲ ἄλλα μυρία... τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας, ᾗσι ῥύπτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην, τῇσι ῥύπτειν τὸ σκῆνος ἐν λουτρῷ ἄριστον· καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου ῥιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ ῥύπτει καλῶς. ποικίλον δὲ, ἁλκυονίου τοῦ λείου, καὶ νίτρου, καὶ τρυγὸς ὄξεος κεκαυμένης, καὶ στυπτηρίης σχιστῆς, καὶ θείου τοῦ ἀπύρου, καὶ κόστου, καὶ ἴριδος, καὶ πεπέριος· τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον· καὶ τόδε καταπάσσοντα ἀνατρίβειν. ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου, κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα χρίειν, λέοντος, ἢ παρδάλιος, ἢ ἄρκτου, ἢν δὲ μὴ, χηναλώπεκος. ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄριστον· καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ, καὶ ἀρνογλώσσου χυλῷ, ἢ πολυγόνου, καὶ ὑποκιστὶς καὶ λύκιον·
 
ἢν δὲ πελιδναὶ ἔωσι αἱ σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν· ἢν δ᾽ ἐπὶ τοῖσι δριμέσι ῥεύμασι ἀναδαρέντα πρηο̈́νειν τὰ μέρεα ἐθέλῃς, τήλιος ἀφέψημα, ἢ πτισάνης χυλὸς, ῥύμμα μαλθακόν· λιπας δὲ ῥόδινον, ἢ σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς διαπνοὴν τῶν κακῶν χυμῶν.
 
τροφὴ δὲ καθαρὴ, εὔχυμος, εὔπεπτος, ἁπλῆ· καὶ δίαιτα εὐκρινὴς πάντη, καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι, καὶ χώρῃσι· γυμνάσια, δρόμοι, καὶ ἀνειλήσιες, καὶ κωρυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι· ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλ᾽ ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι. πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας. ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι· ἐς δὲ δεῖπνον, σταφυλίνου ἡ ῥίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι· χερσαίων δὲ, τὰ θηρία, λαγώς, ἢ σῦς. πετεινῶν, πέρδικες πᾶσαι, φάσσαι, πελειάδες, καὶ ὁκόσα ἡ χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες. λουτρὰ φύσι θερμὰ, θειώδη· καὶ βίος ἐν ὕδασι μακρὸς, ἠδὲ καὶ θάλασσα, καὶ πλοῦς.
 
Ἐλλεβορισμοί· ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις· μέλας δὲ τῆς κάτω· καὶ ἔστιν ὁ λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατος, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος· τόδε γὰρ καὶ χολέρη πρήσσει· — οὐδ᾽ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισὶ, — ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον· ἀλλὰ δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει, καὶ ἐπ᾽ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι· ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων ἐς ῥίξαν ἱδρυμέν ων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριο ν. πυρὶ ἴκελον γὰρ ἐς δύναμιν λευκὸς ἐλλέβορος· καὶ ὅ τί περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβορος εἴσω παρεκθέων πρήσσει, εὔπνοιαν μὲν ἐκ δυσπνοίης, ἐξ ἀχροίης δὲ εὐχροίην, καὶ ἀπὸ σκελετίης εὐσαρκίην.
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]