Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 95:
 
===Κεφ. ς΄. Θεραπεία Στομαχικῶν===
Ἡ ἐν τοῖσι ἄλλοισι πάθεσι μετὰ τὴν θεραπείην δίαιτα ἐς ἰσχὺν καὶ κράτος τοῦ σώματος εὐπεψίῃ ἀγαθή· στομαχικοῖσι δὲ μούνοις ἥδε γίγνεται πλημμελής. ὅκως ὦν αὕτη γίγνοιτο, φράσω. ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνασίη, φωνασκίη, τροφαὶ ἐς πέψιν ἀγαθαὶ, ἀναμαχέσασθαι τὴν τοῦ στομάχου κακοσιτίην· ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦσαι μακρὴν, καὶ τὴν σκελετίην τοῦ σκήνεος εὔογκον σάρκα ποιῆσαι· πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔστων αἱ τοῖσι κάμνουσι χάριτες, καὶ τὸ καθαρῶς ἅπαν δρᾶν, καὶ τῇσι ἐπιθυμίῃσι ἕπεσθαι τὸν ἰητρὸν, μὴ μεγάλα βλάπτοντα· ἄριστον γὰρ τόδε, ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξις ἥκῃ. φάρμακα δὲ ποτὰ, χυλοὶ, ἀψίνθιον, καὶ νάρδος τὸ μύρον, καὶ ἡ διὰ τῶν θηρίων, καὶ τοῦ ἐν πέτραις ὁ καρπὸς, καὶ ζιγγιβέριος, καὶ πεπέριος, καὶ σεσέλιος. τάδε πεπτήρια· καὶ κατὰ τοῦ στέρνου ἐς στῦψιν ἐπίθημα, νάρδοι, μαστίχαι, ἀλόαι, ἀκακίαι, καὶ μήλων κυδωνίων ὁ χυλὸς, καὶ αὐταὶ δὲ τῶν μήλων αἱ σάρκες ἀμφιθλασθεῖσαι ξὺν φοίνιξι ἐπίθημα στῦφον. ἀτὰρ καὶ τἄλλα ὁκόσα μοι ἐς διαβήτεω γεγράφαται, ἐς δίψεος ἄκος. τὰ ωὐτὰ γὰρ καὶ τοῖσι δίψος γίγνεται· ὁ δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχι κοῖσιστομαχικοῖσι.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]