Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 90:
 
ἀπουλώσει σίνηπι, καὶ ἐκ πυρὸς ἐσχάραι, καὶ ἐπιθήματα ἃ πρόσθεν μοι λέλεκται· δίαιτα δὲ καὶ ἄλειψις, καὶ πλοῦς, καὶ ἡ ἐν θαλάσσῃ βιοτὴ, ἅπαντα τοῖσι ἐπὶ νεφρῶν ἐστι ἄκεα.
 
===Κεφ. ε΄. Θεραπεία Γονορροίης===
καὶ τοῦ ἀτερπέος τοῦ πάθεος εἵνεκεν, καὶ τοῦ κατὰ σύντηξιν κινδυνώδεος, καὶ τῆς ἐς διάδεξιν γένεος χρείης, λύειν χρὴ μὴ βραδέως τὴν γονόρροιαν, πάντων κακῶν οὖσαν αἰτίην. πρώτιστα μὲν ὦν ὅκως ῥεῦμα κοινὸν ἰῆσθαι· στύψεσι τῶν ἀμφὶ τὴν κύστιν καὶ τὴν ῥοὴν χωρίων· καὶ ἐμψύξεσι ψυῶν, λαγόνος, αἰδοίων, διδύμων, ὅκως μὴ ῥέῃ ἐς πολλὸν ἡ γονή· εἶτα αὖθις ἀλεῇναι τὸ πᾶν, ἐς τὸ τὰς ἀφόδους ξηραίνειν. στύψεσι μὲν ὦν καὶ τέγξεσι· ἔριον μὲν τὸ ἀπὸ τῆς ὄϊος ξὺν τοῖς λύμασι. λίπας δὲ τὸ ῥόδινον μύρον, ἢ τὸ διὰ τῆς οἰνάνθης, ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προσαγωγῆς δε ἀλεαίνοντα λίπας τὸ καινὸν, καὶ μελίλωτ ον ἐκζεσθὲν σὺν αὐτῷ, καὶ σάμψυχον, καὶ λιβανωτὶς, ἢ κόνυζα. ἄριστον καὶ ἀνήθου κόμη, καὶ ἔτι μᾶλλον ἡ ῥυτή. τοῖσδε ἐς τὰ ἐπιπλάσματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοισι, καὶ ἐρυσίμου τοῦ σπέρματος καὶ νίτρῳ· μέλι δὲ ἐς τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάσμα τα ὁκόσα φοινίσσει, καὶ ἰόνθους ἐγείρει καὶ τὸ ῥεῦμα παροχετεύει, καὶ ἀλεαίνει τὰ χωρία· τοιόνδε τὸ χλωρὸν ἐπίπλασμα, καὶ τὸ διὰ τοῦ καρποῦ τῆς δάφνης. πιπίσκειν δὲ καὶ τοῦ κάστορος συχνὸν, καὶ τῆς ῥίζης τοῦ ἁλικακκ άβου ὁκόσον δραχμὴν ὁλκῆς, καὶ τῆς ἡδυόσμου τὸ ἕψημα· ποικίλων δὲ, τὸ διὰ τῶν δύο πεπερέων, ἡ Σύμφωνος, ἡ Φίλωνος· ἄριστον καὶ τὸ διὰ τοῦ σκίγκου τοῦ θηρίου φάρμακον ποτὸν, καὶ ἡ τοῦ Βηστίνου, καὶ ἡ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι· ἐπιτρέπειν τε καὶ πιστεύειν χρὴ καὶ γυμνασίοις, καὶ περιπάτοισι καὶ αἰώρῃσι. τάδε γὰρ τὴν ἕξιν ἐς θερμασίην τρέπει, ὅπερ ἐστὶ τῷ πάθεϊ χρέος· εἰ δὲ καὶ σώφρων ἔοι ἐπὶ τοῖσι ἀφροδισίοισι, καὶ λούοιτο ψυχρῷ, ἐλπὶς ὡς ὤκιστα ἀνδρωθῆναι τὸν ἄνθρωπον.