Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 30:
Ἑτεροκρανίης ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ.
 
===Κεφ. γγ΄. Θεραπεία Σκοτωματικῶν===
 
καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη· ἀτὰρ καὶ αὐτὴ πρώτη ἐπ᾽ αἰτίῃσι φύεται, αἱμορρο ΐδων ῥόου ἐπισχέσι· κἢν ἀπὸ ῥινὸς αἷμα μὴ ῥέῃ, πρόσθεν ῥέον, ἢ μὴ διαπνέηται τὸ σκῆνος, ἢ ἱδρῶτι, ἢ πόνῳ, πρόσθεν πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαί ῃ ξυστῇ, τάδε χρὴ πρήσσειν ἐς ἴησιν, ὁκόσα ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τίσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν ἀκέων, ὕστερον φράσω· ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ νοῦσος ἀποβῇ, τὴν ξυνήθη ἔκκρισιν κινέειν. ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη. ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ, ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι, τῇσι διὰ ῥινὸς, ἢ ἱδρώτων, φλέβα τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι· ἢν δ᾽ ἐπὶ ἥπατι πλημμύροντι, ἢ σπληνὶ, ἤ τινι τῶν ἐν τοῖσι μέσοισι σπλάγχνων, ἀρῆγον ἡ σικύη. χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ, τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα. τόδε γὰρ τῆς προφάσιος ἡ τροφὴ, ὥσπερ δὴ καὶ γαστήρ· ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰς ἑκατέρωθεν τῆς ῥινὸς πρὸς τοῖσι κανθοῖσι, σικύην τῇ κορυφῇ προσβάλλειν, ἐκκόπτειν τὰς ἀρτηρίας· ξυρεῖν τὴν κεφαλὴν, φοινίσσειν, φλέγμα ἄγειν διὰ ῥινῶν πταρμικοῖσι, ἢ διὰ στόματος, ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόσον κυκλαμίνου χυλὸς, ἢ ἀναγαλλίδος, ἐγχυτὸς εἰς τὴν ῥῖνα, ἔχει τὴν πρόσθεσιν.