Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 13:
ἐν τῇσι χρονίῃσι νούσοισι ἡ ἀμβολὴ τῆς ἰητρείης κακόν. ὑπ᾽ ἀμβλακίης γὰρ ὀκέλλει ἐς ἀνήκεστα πάθεα. φύσι γὰρ ὡδὶ ἴσχει, ὡς μὴ ῥηϊδίως ἀποφοιτῆσαι, ἢν ἐσβάλλῃ ἅπαξ. ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνήσκειν γίγνεταί κοτε· καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας· κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς ᾖ, ὁ τόκος τῶνδε γίγνεται ὀλέθριος. χρὴ ὦν μήτε τὸν νοσέοντα σιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆς νούσου, μηδὲ ὑποδιδρήσκειν δέει τῆς ἰητρείης, μήτε τὸν ἰητρὸν καταμβλακεύειν. ἄμφω γὰρ ἐς τὸ ἀνήκεστον ξυνᾴδοι. μετεξέτεροι δὲ τῶν καμνόντων, ὑπ᾽ ἀγνωσίης τε τῶν παρεόντων καὶ τῶν αὖθις ἐσομένων ἐς τέλος ξυνδιαιτέονται τῇ νούσῳ. ἐπὶ γὰρ τοῖσι πλείστοισι οὔτε ὄλλυνται, οὔτε ὀρρωδέουσι θάνατον. διὰ τάδε ὦν ἰητρῷ σφεας αὐτοὺς οὐδ᾽ ἐπιτρέπουσι. πίστις δὲ τουτέων κεφαλαίη, ἧς ἄμφι πρότερον φράσω.
 
===Κεφ. ββ΄. Θεραπεία Κεφαλαίης===
κεφαλὴ δὲ, ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη· καὶ τῶν ἀμφὶ τήνδε νούσων ἡ μὲν ἐσβολὴ εὐπαθὴς, ἐπὶ σμικρῷ ἄλγεϊ καὶ ἤχοισι ὤτων καὶ βάρεϊ. εἰ δὲ αὔξησιν προσλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ σμικρὰ ὑπερορῆν ἄλγεα· σμικροῖσι γὰρ καὶ τοῖσι ἄκεσι μετεξετέροισι ἰήθη. ἢν δὲ πρόσω μὲν ἥκῃ χρόνου, μέζω γὰρ προσεπιγίγνεται ἄχθεα, τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι φλέβα· πρόσθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίσκειν. ξυντεκμαιρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθος ἀφαιρέειν. ἄριστον δὲ μὴ ἐσάπαξ, ὡς ἡ δύναμίς τε ἀνέχηται τὴν πληθὺν τῆς ἀφαιρέσιος, ξυνεχές τε τοῖσι αὐτέοισι μοχλεύηται ἡ νοῦσος. ὧδε μέντοι πάσῃσι τῇσι χρονίῃσι νούσοισι ξυνῳδόν· μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἁδροτέρως διαιτᾶν, ἔπειτα τὴν ἱερὴν, τὸ καθαρτήριον, ξὺν μελικρή τῳ πιπίσκειν. ἀπάγει γὰρ μάλιστα ἥδε ἀπὸ τῆς κεφαλῆς τῆς νούσου τὴν τροφήν. πλῆθος δὲ τοῦ φαρμάκου, ὁκόσον τέσσαρες ἢ πέντε ὁλκῆς δραχμαί· κἢν εὖ καθαίρηται, λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν· ἔπειτα αὖθις τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν. κυριωτάτη γὰρ ἥδε ἡ ἀφαίρεσις· τὸ δὲ πλῆθος ὅσον κοτύλης ἢ σμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω, κενεαγγέειν γὰρ οὐ χρή· ἔπειτα τὰς κόμας ξυρῷ ἀφαιρέοντα σικύην τῇ κορυφῇ προσβάλλειν προτέρην. τὴν δὲ ἑτέρην τὴν μεσηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον, σχάζειν τε τὴν ἐπὶ τῆς κορυφῆς ἀφειδέως ἔς τε πλήθεος ὁλκὴν καὶ ἐς τὴν τοῦ βάθεος ἐντομήν· κεφαλαίην γὰρ τὰ μέχρις ὀστέων ὀνίνησι ἰήματα. ἢν δὲ ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰς ἀρτηρίας ἐκτάμνειν διπλαῖ δέ· αἱ μὲν κατόπιν εἰσὶ ὤτων σμικρόντι προσωτέρω, δῆλαι δὲ ταῖς διασφύξεσι· αἱ δὲ τοῦ ὠτὸς ἐς τοὔμπρος θεν, αὐτῶν πλησίον. παράγεται γὰρ τῷ ἀντιτράγῳ, ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι. τάμνειν δὲ πρὸς τοῖς ὀστέοις τὰς μέζονας· αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ, ἃς οὐδ᾽ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ ἐπιληψίῃ, καὶ σκοτώμασι, καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι.