Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 38:
ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς· ῥόδινον μύρον ξὺν ὄξεϊ· ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἑρπύλλιον, ἢ σπονδύλιον, ἢ κισσοὺς, ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρησις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθ᾽ ὅπη γὰρ ἐρείδουσι τὰς γνάθους· γαργαλισμὸς παρισθμίων, ἐμετοῦ πρόκλησις. ἐπὶ γὰρ ἐγχύσι κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην, καὶ σκέδασιν τοῦ ζοφώδεος.
 
διαίτης δὲ περὶ ἁπάσης τῆς ἐν τῇ θεραπείῃ καὶ τῆς ἐς αὖθις τάδε γιγνώσκω. ὕπνος πουλὺς κακὸν, καὶ ἀϋπνίη. πουλὺς μὲν γὰρ ναρκᾷ τὰς αἰσθήσιας τῆς κεφαλῆς. ἀτμῶν πλημμύρᾳ, ὄκνος ἁπάσης πρήξιος. τάδε μέντοι βάρεος καὶ ἤχων καὶ μαρμαρυγῶν ἐστι αἴτια, τῆς νούσου τὰ ξύμβολα· ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ σκήνεϊ, ἄθυμον, εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε ῥηϊδίως μαίνονται καὶ μελαγχολέουσι οἵδε· ξύμφορος δὲ ὁ μέτριος, ἐς τὴν τῆς τροφῆς οἰκονομίην, καὶ ἐς ἀνάπαυλαν τῶν δι᾽ ἡμέρας καμάτων. πρόνοια καὶ ἐπιμονή προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν· διαπνοῆς γὰρ ἡ μέζων αἰτίη, κοιλίη. ἀνάτριψις αὖθις σκελῶν δι᾽ ἡμιτυμβίων τρηχέων μέσφι φοινίξιος, ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς· ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι, ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι περιπάτοισι ἔστω. ἀναφωνέειν χρὴ, τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχέειν. ὀξέες γὰρ, κεφαλῆς διαστάσιες, κροτάφων παλμοὶ, ἐγκεφάλου διασφύξιες, ὀφθαλμῶν πρήσιες, ἤχων ἀκοή· μετρίη ὀξυφωνίη κεφαλῇ ὀνήϊστον· ἔπειτα δὲ καιρὸς αἰώρης, ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος, πλῆθος δὲ ἔσται πολλὸν, πλὴν ὁκόσον ἀκάματον ᾖ· μηδὲ ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου, μηδὲ ξυνεχέσι καμπῇσι, αἰώρη γιγνέσθω. ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἔωσι ἀρίστου, ἄρτου μόνου ὀρέγειν, ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι, προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες, καὶ αἱ τῶνδε τρίψιες· ἐπὶ δὲ τοῖσι οἷον πρηέως ἐς ἀνάκλησιν θέρμης, καὶ εὐσαρκίης, καὶ τόνου· ἔπειτα κεφαλὴν τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα· ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου πρήσιας, καὶ ἐς δίωσμον χειρῶν συντείνει, εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν, καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ, ἢ δίσκων βολῇ, ἢ φιλονεικεῦντα πυγμῇ· κακὸν δὲ σφαῖρα, μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε καὶ ἐνστάσιες σκοτώματα ποιέουσνποιέουσιν.
 
ἄριστον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα πάντων τονώσιες· ψυχρολουσίη ἀλουσίης κρέσσων· ἀλουσίη δὲ θερμολουσίης· στῦψαι, πυκνῶσαι, ξηρῆναι κεφαλὴν ψυχρολουσίη δυνατωτάτη, ὑγείης ἡ κατάστασις· ὑγρῆναι, λῦσαι, ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη. κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι, βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι, ἐς κατάστασιν τοῦ ταράχου. πίεσις τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξῦσιν.