Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 29:
 
Ἑτεροκρανίης ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ.
 
===Κεφ. γ. Θεραπεία Σκοτωματικῶν===
 
καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη· ἀτὰρ καὶ αὐτὴ πρώτη ἐπ᾽ αἰτίῃσι φύεται, αἱμορρο ΐδων ῥόου ἐπισχέσι· κἢν ἀπὸ ῥινὸς αἷμα μὴ ῥέῃ, πρόσθεν ῥέον, ἢ μὴ διαπνέηται τὸ σκῆνος, ἢ ἱδρῶτι, ἢ πόνῳ, πρόσθεν πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαί ῃ ξυστῇ, τάδε χρὴ πρήσσειν ἐς ἴησιν, ὁκόσα ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τίσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν ἀκέων, ὕστερον φράσω· ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ νοῦσος ἀποβῇ, τὴν ξυνήθη ἔκκρισιν κινέειν. ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη. ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ, ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι, τῇσι διὰ ῥινὸς, ἢ ἱδρώτων, φλέβα τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι· ἢν δ᾽ ἐπὶ ἥπατι πλημμύροντι, ἢ σπληνὶ, ἤ τινι τῶν ἐν τοῖσι μέσοισι σπλάγχνων, ἀρῆγον ἡ σικύη. χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ, τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα. τόδε γὰρ τῆς προφάσιος ἡ τροφὴ, ὥσπερ δὴ καὶ γαστήρ· ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰς ἑκατέρωθεν τῆς ῥινὸς πρὸς τοῖσι κανθοῖσι, σικύην τῇ κορυφῇ προσβάλλειν, ἐκκόπτειν τὰς ἀρτηρίας· ξυρεῖν τὴν κεφαλὴν, φοινίσσειν, φλέγμα ἄγειν διὰ ῥινῶν πταρμικοῖσι, ἢ διὰ στόματος, ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόσον κυκλαμίνου χυλὸς, ἢ ἀναγαλλίδος, ἐγχυτὸς εἰς τὴν ῥῖνα, ἔχει τὴν πρόσθεσιν.
 
ἐπὴν δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἵκγῃ ἐς τέλος, ὁκοσα βιαιότερα ἐς τοὺς σκοτώδεας, τάδε χρὴ πρήσσειν· ἐμέτοισι τοῖσι ἀπὸ δείπνου, ἠδὲ τοῖσι ἀπὸ ῥαφανίδων χρέεσθαι, τὸ ἐκ τοῦδε δέον ἐστὶ, ἀτὰρ ἠδὲ ἐς ἐλλεβόρου παρασκευήν· μελέτῃσι γὰρ χρὴ τοῦ στομάχου ἐμέειν, ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι· ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται, καὶ ἐς τὸν ἐλλέβορον εὔχυτον· ἐλλεβόρου δὲ δόσιες πλεῦνες, τοῖσι μὲν ἰσχυροτέροισι ὀρέξαι ἐς μέγεθος σησάμου, ἢ ὀλίγον ἁδρότερον τετμημένον· ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόσις· σταθμὸς δὲ ὁλκῆς δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀσθενεστέρων καὶ ἰσχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· μέτρον μυστίλαι δύο ἢ τρεῖς· τῆσδε ποιήσιος ὁ τρόπος ἄλλῃ πη λελέξεται. μεσηγὺ δὲ ἑκάστου ἄκεος, ὑπανατρέφειν τὸν νοσέοντα, ἐς τὴν τῶν μέσων ὑπομονήν.
 
ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς· ῥόδινον μύρον ξὺν ὄξεϊ· ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἑρπύλλιον, ἢ σπονδύλιον, ἢ κισσοὺς, ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρησις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθ᾽ ὅπη γὰρ ἐρείδουσι τὰς γνάθους· γαργαλισμὸς παρισθμίων, ἐμετοῦ πρόκλησις. ἐπὶ γὰρ ἐγχύσι κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην, καὶ σκέδασιν τοῦ ζοφώδεος.
 
διαίτης δὲ περὶ ἁπάσης τῆς ἐν τῇ θεραπείῃ καὶ τῆς ἐς αὖθις τάδε γιγνώσκω. ὕπνος πουλὺς κακὸν, καὶ ἀϋπνίη. πουλὺς μὲν γὰρ ναρκᾷ τὰς αἰσθήσιας τῆς κεφαλῆς. ἀτμῶν πλημμύρᾳ, ὄκνος ἁπάσης πρήξιος. τάδε μέντοι βάρεος καὶ ἤχων καὶ μαρμαρυγῶν ἐστι αἴτια, τῆς νούσου τὰ ξύμβολα· ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ σκήνεϊ, ἄθυμον, εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε ῥηϊδίως μαίνονται καὶ μελαγχολέουσι οἵδε· ξύμφορος δὲ ὁ μέτριος, ἐς τὴν τῆς τροφῆς οἰκονομίην, καὶ ἐς ἀνάπαυλαν τῶν δι᾽ ἡμέρας καμάτων. πρόνοια καὶ ἐπιμονή προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν· διαπνοῆς γὰρ ἡ μέζων αἰτίη, κοιλίη. ἀνάτριψις αὖθις σκελῶν δι᾽ ἡμιτυμβίων τρηχέων μέσφι φοινίξιος, ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς· ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι, ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι περιπάτοισι ἔστω. ἀναφωνέειν χρὴ, τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχέειν. ὀξέες γὰρ, κεφαλῆς διαστάσιες, κροτάφων παλμοὶ, ἐγκεφάλου διασφύξιες, ὀφθαλμῶν πρήσιες, ἤχων ἀκοή· μετρίη ὀξυφωνίη κεφαλῇ ὀνήϊστον· ἔπειτα δὲ καιρὸς αἰώρης, ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος, πλῆθος δὲ ἔσται πολλὸν, πλὴν ὁκόσον ἀκάματον ᾖ· μηδὲ ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου, μηδὲ ξυνεχέσι καμπῇσι, αἰώρη γιγνέσθω. ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἔωσι ἀρίστου, ἄρτου μόνου ὀρέγειν, ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι, προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες, καὶ αἱ τῶνδε τρίψιες· ἐπὶ δὲ τοῖσι οἷον πρηέως ἐς ἀνάκλησιν θέρμης, καὶ εὐσαρκίης, καὶ τόνου· ἔπειτα κεφαλὴν τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα· ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου πρήσιας, καὶ ἐς δίωσμον χειρῶν συντείνει, εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν, καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ, ἢ δίσκων βολῇ, ἢ φιλονεικεῦντα πυγμῇ· κακὸν δὲ σφαῖρα, μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε καὶ ἐνστάσιες σκοτώματα ποιέουσν.
 
ἄριστον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα πάντων τονώσιες· ψυχρολουσίη ἀλουσίης κρέσσων· ἀλουσίη δὲ θερμολουσίης· στῦψαι, πυκνῶσαι, ξηρῆναι κεφαλὴν ψυχρολουσίη δυνατωτάτη, ὑγείης ἡ κατάστασις· ὑγρῆναι, λῦσαι, ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη. κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι, βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι, ἐς κατάστασιν τοῦ ταράχου. πίεσις τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξῦσιν.
 
Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος· ἄριστον εὐτελές· λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον, εὔστομον, κοιλίης μαλθακτικὸν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου, ἢ θύμβρης, ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά· ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον, χόνδρος πλυτὸς, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν. ἐπὶ τοῖσδε ἅλες. ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι, ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι, δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἷον ἰτρίον, ἢ ῥόφημα χόνδρου, ἢ πτισάνη ἄφυσος, ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν, μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγὲς, πλὴν φοίνικος, ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἔῃ· ἠδὲ πεμμάτων εὔπεπτα, καὶ ἄκνισα, καὶ κοῦφα. περίπατοι· θυμηδία· ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις.
 
==ΒΙΒΛΙΟΝ Β΄==