Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 14:
ἀμβλύτητες, ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία τε πολλὴ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπ᾽ ἀσιτίῃσι καὶ βληχρή: καὶ φλέγμα ἐμεῖται συχνόν: ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι: φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν διηνεκέα.
Ἢν δὲ πλησίον ἤδη ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμίη: ὀργίλοι, πικρόχολοι παραλόγως: κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης: μετεξέτεροι δὲ Ρ῾εύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ βέμβικι ἑλισσομένῃ : ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθητε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται: μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε
ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή
χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότ α, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως.
|