Απολογία δωροδοκίας: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Christina Nicolaou (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{πολυτονικό}} {{Κεφαλίδα| | τίτλος = Ἀπολογία δωροδοκίας ἀπαράσημος | συγγραφέας = Λυσίας | με...
 
μ Robot: Adding Category:Ομιλίες
Γραμμή 19:
 
οὔκουν ἄξιον, ὦ ἄνδρες δικασταί, πειθομένους κατηγόροις τοιούτοις ἐμοῦ καταψηφίσασθαι, οἳ περὶ ἀσεβείας μὲν ἀγωνιζόμενοι τηλικοῦτοι γεγόνασιν, οὐκ ἂν δυνάμενοι δ᾽ ὑπὲρ τῶν σφετέρων ἁμαρτημάτων ἀπολογήσασθαι ἑτέρων κατηγορεῖν τολμῶσι. καὶ ὧν Κινησίας οὕτω διακείμενος πλείους στρατείας ἐστράτευται, οὗτοι περὶ τῶν τῆς πόλεως ἀγανακτοῦσι. καὶ ἐξ ὧν μὲν ἡ πόλις εὐδαίμων ἔσται, οὐ συμβάλλονται, πάντα δὲ ποιοῦσιν ὅπως ὑμεῖς τοῖς εὖ πεποιηκόσιν ὀργισθήσεσθε. {{χ|21}} οὗτοι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐν τῷ δήμῳ κατείποιεν ὑμῖν τὰ σφέτερ᾽ αὐτῶν ἐπιτηδεύματα: οὐ γὰρ ἂν ἔχοιμι ὅ τι τούτου μεῖζον αὐτοῖς εὐξαίμην κακόν: ἐγὼ δ᾽ ὑμῶν δέομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ καταγνῶναι δωροδοκίαν ἐμοῦ, μηδ᾽ ἡγήσασθαι τοσαῦτα χρήματα εἶναι, <δι᾽> ἃ ἐγὼ βουληθείην ἄν τι κακὸν τῇ πόλει γενέσθαι. {{χ|22}} μαινοίμην γὰρ <ἄν>, ὦ ἄνδρες δικασταί, εἰ τὴν μὲν πατρῴαν οὐσίαν φιλοτιμούμενος εἰς ὑμᾶς ἀναλίσκοιμι, ἐπὶ δὲ τῷ τῆς πόλεως κακῷ παρὰ τῶν ἄλλων δωροδοκοίην. ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐκ οἶδ᾽ οὕστινας ἢ ὑμᾶς ἐβουλήθην περὶ ἐμοῦ δικαστὰς γενέσθαι, εἴπερ χρὴ τοὺς εὖ πεπονθότας περὶ τῶν εὖ πεποιηκότων εὔχεσθαι τὴν ψῆφον φέρειν. {{χ|23}} καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, (ἐπιθυμῶ γὰρ καὶ τούτων μνησθῆναι) οὐδεπώποτε λῃτουργεῖν ὑπὲρ ὑμῶν δέον <δεινὸν ἡγούμην>, εἰ τοσούτῳ πενεστέρους τοὺς παῖδας καταλείψω, ἀλλὰ πολὺ μᾶλλον εἰ μὴ προθύμως ποιήσω τὰ προσταχθέντα: {{χ|24}} οὐδ᾽ εἴ ποτε κινδυνεύσειν ἐν ταῖς ναυμαχίαις μέλλοιμι, οὐδεπώποτ᾽ ἠλέησα οὐδ᾽ ἐδάκρυσα οὐδ᾽ ἐμνήσθην γυναικὸς οὐδὲ παίδων τῶν ἐμαυτοῦ, οὐδ᾽ ἡγούμην δεινὸν εἶναι εἰ τελευτήσας ὑπὲρ τῆς πατρίδος τὸν βίον ὀρφανοὺς καὶ πατρὸς ἀπεστερημένους αὐτοὺς καταλείψω, ἀλλὰ πολὺ μᾶλλον εἰ σωθεὶς αἰσχρῶς ὀνείδη καὶ ἐμαυτῷ καὶ ἐκείνοις περιάψω. {{χ|25}} ἀνθ᾽ ὧν ὑμᾶς ἀπαιτῶ νῦν τὴν χάριν, καὶ ἀξιῶ, ἐν τοῖς κινδύνοις ἐμοῦ τοιαύτην περὶ ὑμῶν γνώμην ἔχοντος, ὑμᾶς νυνὶ ἐν τῷ θαρραλέῳ ὄντας ἐμὲ καὶ τοὺς παῖδας τούτους περὶ πολλοῦ ποιήσασθαι, ἡγουμένους ἡμῖν μὲν δεινὸν ὑμῖν δὲ αἰσχρὸν εἶναι, εἰ ἀναγκασθησόμεθα ἐπὶ τοιαύταις αἰτίαις ἄτιμοι γενέσθαι, ἢ στερηθέντες τῶν ὑπαρχόντων πένητες εἶναι καὶ πολλῶν ἐνδεεῖς ὄντες περιιέναι, ἀνάξια μὲν ἡμῶν αὐτῶν πεπονθότες, ἀνάξια δὲ τῶν εἰς ὑμᾶς ὑπηργμένων. μηδαμῶς, ὦ ἄνδρες δικασταί: ἀλλ᾽ ἀποψηφισάμενοι τοιούτοις ἡμῖν χρῆσθε πολίταις οἵοισπερ ἐν τῷ πρόσθεν χρόνῳ.
 
[[Κατηγορία:Ομιλίες]]