Αποκάλυψις Εσδράμ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 5
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 6
Γραμμή 167:
'''27''' καὶ κατήγαγόν με κατώτερον ἐν ταρτάροις, καὶ ἴδον πάντας θρηνοῦντας καὶ κλαίοντας καὶ κακὸν πένθος τοὺς ἁμαρτωλούς.
'''28''' ἔκλαυσα κἀγὼ ὁρῶν τὸ γένος τῶν ἀνθρώπων οὕτως κολαζομένους.
 
===VI===
'''1''' τότε λέγει μοι ὁ θεός· γινώσκεις, Ἐσδράμ, τὰ ὀνόματα τῶν ἀγγέλων τῶν ἐπὶ τῆς συντελείας;
'''2''' Μιχαήλ· Γαβριήλ· Οὐριήλ· Ῥαφαήλ· Γαβουθελῶν· Ἀκήρ· Ἀρφουγιτόνος· Βεβουρός· Ζεβουλεῶν.
'''3''' τότε ἦλθεν φωνὴ πρός με· δεῦρο τελεύτα, Ἐσδράμ, ἀγαπητέ μου· δὸς τὴν παρακαταθήκην.
'''4''' καὶ εἶπεν ὁ προφήτης· καὶ πόθεν τὴν ψυχήν μου ἔχετε ἐξενεγκεῖν;
'''5''' καὶ εἶπον οἱ ἄγγελοι· διὰ τοῦ στόματος ἔχομεν ἐκβαλεῖν αὐτήν.
'''6''' καὶ εἶπεν ὁ προφήτης· στόμα πρὸς στόμα ἐλάλουν τοῦ θεοῦ, καὶ οὐκ ἐξέρχεται ἔνθεν.
'''7''' καὶ εἶπον οἱ ἄγγελοι· διὰ ῥινῶν σου ἐξενέγκωμεν αὐτήν.
'''8''' καὶ εἶπεν ὁ προφήτης· αἱ ῥῖνές μου ὠσφράνθησαν τὴν δόξαν τοῦ θεοῦ.
'''9''' καὶ εἶπον οἱ ἄγγελοι· διὰ τῶν ὀφθαλμῶν σου ἔχομεν αὐτὴν ἐξενέγκαι.
'''10''' καὶ εἶπεν ὁ προφήτης· οἱ ὀφθαλμοί μου ἴδον τὰ ὀπίσθια τοῦ θεοῦ.
'''11''' καὶ εἶπον οἱ ἄγγελοι· διὰ τὴν κορυφήν σου ἔχομεν αὐτὴν ἐξενέγκαι.
'''12''' καὶ εἶπεν ὁ προφήτης· μετὰ Μωσῆ καὶ ἐν τῷ ὄρει ἐπεριπάτησα, καὶ οὐκ ἐξέρχεται ἔνθεν.
'''13''' καὶ εἶπον οἱ ἄγγελοι· διὰ τῶν ἀκρωνύχων σου ἔχομεν αὐτὴν ἐκβαλεῖν.
'''14''' καὶ εἶπεν ὁ προφήτης· καὶ οἱ πόδες μου ἐν τῷ θυσιαστηρίῳ περιεπάτησαν.
'''15''' καὶ ἀπῆλθον οἱ ἄγγελοι ἄπρακτοι, λέγοντες· κύριε, οὐ δυνάμεθα παραλαβεῖν τὴν ψυχὴν αὐτοῦ.
'''16'''  τότε λέγει πρὸς τὸν μονογενῆν αὐτοῦ υἱόν· κάτελθε, υἱέ μου ἀγαπητέ, μετὰ στρατιὰν ἀγγέλων πολλὴν λαβὼν τὴν ψυχὴν τοῦ ἀγαπητοῦ μου Ἐσδράμ.
'''17''' λαβὼν γὰρ ὁ κύριος στρατιὰν ἀγγέλων πολλὴν λέγει τῷ προφήτῃ· δός μοι παρακαταθήκην ἣν παρεθέμην σοι· ὁ στέφανός σοι ἡτοίμασται.
'''18''' καὶ εἶπεν ὁ προφήτης· κύριε, ἐὰν ἄρῃς τὴν ψυχήν μου ἀπ´ ἐμοῦ, τίς σοι λείψει δικάζεσθαι ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων;
'''19''' καὶ εἶπεν ὁ θεός· θνητὸς ὢν καὶ ἐκ γῆς μὴ δικάζου μου.
'''20''' καὶ εἶπεν ὁ προφήτης· οὐ μὴ παύσωμαι δικαζόμενος.
'''21''' καὶ εἶπεν ὁ θεός· δὸς τέως τὴν παρακαταθήκην· ὁ στέφανός σοι ἡτοίμασται·
'''22''' δεῦρο τελεύτα, ἵνα ἐπιτύχῃς αὐτοῦ.
'''23''' τότε ἤρξατο λέγειν ὁ προφήτης μετὰ δακρύων· ὦ δέσποτα, τί ὠφέλησα δικαζόμενός σε, καὶ μέλλω εἰς γῆν καταπίπτειν;
'''24''' οἴμμοι, οἴμμοι, ὅτι ὑπὸ σκωλήκων μέλλω ἀναλίσκεσθαι.
'''25''' κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, τὸν πολλὰ δικασάμενον καὶ θανάτῳ παραδιδόμενον·
'''26''' κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, ὅτι εἰς τὸ τρύβλιον τοῦ ᾅδου εἰσῆλθον.
 
[[Κατηγορία:Θρησκευτικά κείμενα]]