Λόγοι Κατά Ιουδαίων: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομποτ: Κλειδί αλφαβητισμού κατηγορίας
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-ῤῥ +ρρ)
Γραμμή 53:
Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου
ἐλαφρόν. Ἀλλ' ὅμως οὐκ ἤνεγκαν διὰ τὴν σκληρότητα τοῦ αὐχένος· καὶ οὐ μόνον
οὐκ ἤνεγκαν, ἀλλὰ καὶ συνέτριψαν καὶ διέῤῥηξανδιέρρηξαν. Ἀπ' αἰῶνος γὰρ, φησὶ, συνέτριψας
τὸν ζυγόν σου, διέῤῥηξαςδιέρρηξας τὸν δεσμόν σου. Οὐχὶ Παῦλος λέγει ταῦτα, ἀλλ' ὁ
προφήτης βοᾷ, ζυγὸν καὶ δεσμὸν τὰ σύμβολα τῆς ἀρχῆς λέγων, ὅτι παρῃτήσαντο τὴν
δεσποτείαν τοῦ Χριστοῦ, λέγοντες· Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
Συνέτριψας τὸν ζυγὸν, διέῤῥηξαςδιέρρηξας τὸν δεσμὸν, ἐξέβαλες σαυτὸν τῆς οὐρανίου
βασιλείας, καὶ ὑπέθηκας ἀνθρωπίναις ἀρχαῖς. Σὺ δέ μοι σκόπει, πῶς ἀκριβῶς αὐτῶν ὁ προφήτης τὸ δυσήνιον ᾐνίξατο. Οὐ γὰρ εἶπεν, Ἀπέθου τὸν ζυγὸν, ἀλλὰ,
Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων,
Γραμμή 94:
 
γʹ. Οἶδα ὅτι πολλοὶ αἰδοῦνται Ἰουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων
πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόῤῥιζονπρόρριζον ἀνασπάσαι ἐπείγομαι. Εἶπον
ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν
μαρτυρίαν· οὐκ εἰσὶν Ἰουδαῖοι τῶν προφητῶν ἀξιοπιστότεροι. Τί οὖν ὁ προφήτης
Γραμμή 107:
Θεόν. Τίς ταῦτά φησιν; Ὁ Υἱὸς τοῦ Θεοῦ. Εἰ τὸν Πατέρα γάρ μου ᾔδειτε, φησὶ, κἀμὲ
ᾔδειτε ἄν· οὔτε δὲ ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου οἴδατε. Ποίαν ταύτης
ἀξιοπιστοτέραν μαρτυρίαν παραγάγω; Εἰ τοίνυν τὸν Πατέρα ἀγνοοῦσι, τὸν Υἱὸν ἐσταύρωσαν, τοῦ Πνεύματος τὴν βοήθειαν ἀπεκρούσαντο, τίς οὐκ ἂν θαῤῥῶνθαρρῶν
ἀποφήνηται, τῶν δαιμόνων καταγώγιον εἶναι τὸν τόπον; Οὐ προσκυνεῖται Θεὸς
ἐκεῖ, μὴ γένοιτο· ἀλλ' εἰδωλολατρείας ἐκεῖνο τὸ χωρίον λοιπόν ἐστιν· ἀλλ' ὅμως
Γραμμή 156:
δʹ. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ὄντως φοβερὰ καὶ φρίκης ἀνάμεστα.
Ἔνθα γὰρ Θεός ἐστι ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχων, οὗτος φοβερὸς ὁ τόπος· ἔνθα
μυρίοι περὶ κολάσεων ἀθανάτων λόγοι, περὶ τῶν πυρίνων ποταμῶν, περὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, περὶ τῶν δεσμῶν τῶν ἀῤῥήκτωνἀρρήκτων, περὶ τοῦ σκότους. τοῦ
ἐξωτέρου. Ἐκεῖνοι δὲ τούτων μὲν οὐδὲν οὐδ' ὄναρ ἴσασι, τῇ γαστρὶ ζῶντες, πρὸς τὰ
παρόντα κεχηνότες, ὑῶν καὶ τράγων οὐδὲν ἄμεινον διακείμενοι, κατὰ τὸν τῆς
Γραμμή 163:
τραυματίζεσθαι. Ταῦτα οὖν, εἰπέ μοι, σεμνὰ καὶ φοβερά; καὶ τίς ἂν τοῦτο εἴποι;
Πόθεν οὖν ἡμῖν ἔδοξαν εἶναι φοβερὰ, πλὴν εἰ μὴ καὶ τοὺς ἠτιμωμένους τῶν
οἰκετῶν, καὶ τοὺς ἀπαῤῥησιάστουςἀπαρρησιάστους, καὶ τῆς δεσποτικῆς οἰκίας ἐκπεσόντας, φοβερούς
τις εἶναι λέγοι τοῖς εὐδοκιμοῦσι καὶ παῤῥησίανπαρρησίαν ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ
ἔστιν· ἐπεὶ μηδὲ πανδοχεῖα τῶν βασιλικῶν αὐλῶν σεμνότερα, μᾶλλον δὲ καὶ
πανδοχείου παντὸς ἀτιμότερον τὸ τῆς συναγωγῆς χωρίον 48.849 ἐστίν. Οὐ γὰρ
Γραμμή 176:
ἰουδαϊσμόν. Καὶ ποίαν ἀπολογίαν ἔχοιμεν ἂν ἡμεῖς οἱ ὑγιαίνοντες; Ἄξιοι μὲν γὰρ
ἐγκλημάτων κἀκεῖνοι οἱ νοσοῦντες· οὐ μὴν οὐδὲ ἡμεῖς ἀπηλλάγμεθα κατηγορίας,
περιορῶντες αὐτοὺς ἐπὶ τῆς ἀῤῥωστίαςἀρρωστίας· ἀμήχανον γὰρ ἦν, σπουδῆς πολλῆς παρ'
ἡμῶν ἀπολαύοντας, μένειν ἐπὶ τῆς ἀσθενείας ἐκείνους. Διὰ τοῦτο προλαβὼν λέγω
νῦν ταῦτα, ἵνα ἕκαστος ὑμῶν ἐπισπάσηται τὸν ἀδελφὸν, κἂν ἀνάγκην ἐπιθεῖναι δέοι,
Γραμμή 417:
τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ σὲ σώματος θεραπεία ἀφίστησι; καὶ ποίας ἂν τύχοιμεν
συγγνώμης; Καὶ γὰρ καὶ γεέννης φοβερώτερον ἡμῖν τὸν Χριστὸν εἶναι δεῖ, καὶ
βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαιςἀρρωστίαις μεῖναι, ἢ διὰ
τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν· κἂν γὰρ θεραπεύσῃ δαίμων,
μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν. Ὠφέλησε μὲν γὰρ τὸ σῶμα, τὸ πάντως
Γραμμή 434:
ἐπείσθη τῇ γυναικί· ἀλλ' ἑλοῦ μᾶλλον ἐγκαρτερῆσαι τῷ νοσήματι, ἢ τὴν πίστιν καὶ
τὴν σωτηρίαν τῆς σῆς ἀπολέσαι ψυχῆς. Οὐ γὰρ ἐγκαταλιμπάνων σε ὁ Θεὸς, ἀλλὰ
λαμπρότερον ποιῆσαι βουλόμενος, ἀφίησι ταῖς ἀῤῥωστίαιςἀρρωστίαις ἐμπεσεῖν πολλάκις. Μένε
τοίνυν καρτερῶν, ἵνα καὶ σὺ ἀκούσῃς, Μὴ ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα
δίκαιος ἀναφανῇς; θʹ. Ἐνῆν μὲν οὖν καὶ τούτων πλείω εἰπεῖν, ἀλλ' ὥστε μὴ τῶν
Γραμμή 444:
ἀπὸ τοῦ αἵματος ὑμῶν πάντων. Οὗτοι οἱ λόγοι παραστήσονται ἐν τῇ ἡμέρᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐμοὶ καὶ ὑμῖν, κἂν μὲν πεισθῆτε, πολλὴν ὑμῖν
παρέξουσι τὴν παῤῥησίανπαρρησίαν· ἂν δὲ παρ48.856 ακούσητε, ἤ τινας τῶν τὰ τοιαῦτα
τολμώντων ἀποκρύψητε, ὥσπερ κατήγοροι σφοδροὶ ἀντικαταστήσονται ὑμῖν. Οὐ
γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ, ἀλλὰ καὶ
Γραμμή 620:
Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν
τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων
ὀδύνης τὸν ἄῤῥωστονἄρρωστον ... λείπει ...
 
γʹ. ... ὁ ἀδελφός σου, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ
Γραμμή 689:
γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα
νενοσηκότα θεραπεύει μετ' ἐπιμελείας ἁπάσης· ἐπεὶ τί τὸ κέρδος, ὅταν τῶν μὲν
θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια, ὑπὸ δὲ τῆς ἀῤῥωστίαςἀρρωστίας κατεσθίηται; Οὕτω
καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων
τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς
Γραμμή 703:
βασιλεία. Εἶδες ὅση τῆς ὁμονοίας ἡ ἰσχύς; ὅση τῆς φιλονεικίας ἡ βλάβη; Βασιλεία
στασιάζουσα καταλύεται, δύο δὲ ἐπὶ ταὐτὸ ὄντες, καὶ συνδεδεμένοι μετ' ἀλλήλων,
παντός εἰσιν ἀῤῥαγέστεροιἀρραγέστεροι τείχους. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πλέον
ἡμῖν τῆς ἀγέλης ταύτης ἀπήλλακται τῆς ἀῤῥωστίαςἀρρωστίας, καὶ εἰς ὀλίγους τὸ νόσημα
περιέστηκε· πλὴν ἀλλ' οὐ διὰ τοῦτο ἀμελητέον τῆς θεραπείας. Καὶ γὰρ καὶ εἰ δέκα
μόνον, καὶ εἰ πέντε, καὶ εἰ δύο, καὶ εἰ εἷς μόνος ὁ κάμνων ἦν, οὐδ' οὕτω
καταφρονῆσαι ἔδει. Εἰ γὰρ καὶ εἷς ἐστι καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένοςἀπερριμμένος, ἀλλ' ἀδελφός
ἐστι, δι' ὃν ὁ Χριστὸς ἀπέθανε. Καὶ πολὺς τῷ Χριστῷ τῶν εὐτελῶν ὁ λόγος. Ὃς ἐὰν
σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα
Γραμμή 714:
ἐποιήσατε· καὶ πάλιν· Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς
οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοῦ Χριστοῦ
τοσαύτην ποιουμένου τῶν μικρῶν πρόνοιαν, ἡμεῖς αὐτῶν καταῤῥᾳθυμήσαιμενκαταρρᾳθυμήσαιμεν; Μὴ
τοῦτο εἴπῃς, ὅτι εἷς ἐστιν, ἀλλ' ὅτι εἷς ἀμελούμενος, καὶ εἰς τοὺς λοιποὺς
παραπέμψει τὸ πάθος· Μικρὰ γὰρ ζύμη, φησὶν, ὅλον τὸ φύραμα ζυμοῖ. Καὶ τοῦτό
Γραμμή 721:
προσηκούσης ἀπολαύοντα ἐπιμελείας. Τοῦτο τοίνυν πρὸς αὐτοὺς λέγομεν πρότερον,
ὅτι οὐδὲν χεῖρον φιλονεικίας καὶ μάχης καὶ τοῦ τὴν Ἐκκλησίαν διασπᾷν, καὶ τὸν
χιτῶνα, ὃν οὐκ ἐτόλμησαν οἱ λῃσταὶ διαῤῥῆξαιδιαρρῆξαι, τοῦτον εἰς πολλὰ κατατεμεῖν μέρη.
Οὐκ ἀρκοῦσιν αἱ λοιπαὶ αἱρέσεις, ἀλλὰ καὶ ἡμεῖς ἑαυτοὺς κατατέμωμεν; Οὐκ ἀκούεις
τοῦ Παύλου λέγοντος· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ
Γραμμή 769:
ἐκκλησίαν εἰσίῃ, καὶ ὁ ἀλαζὼν, καὶ ὁ ὁτιοῦν ἔχων ἐλάττωμα, ταχέως αὐτὸ συνεχοῦς
ἀπολαύων διδασκαλίας ἀπωθήσεται, καὶ πρὸς τὴν ὑγίειαν ἐπανήξει· ὁ μέντοι τῆς
συνόδου ταύτης ἑαυτὸν ἀποῤῥήξαςἀπορρήξας, καὶ τῆς τῶν πατέρων διδασκαλίας ὑπεξαγαγὼν,
καὶ τὸ ἰατρεῖον φυγὼν, κἂν ὑγιαίνειν δοκῇ, ταχέως εἰς ἀῤῥωστίανἀρρωστίαν πεσεῖται. Καὶ
καθάπερ ἰατρὸς ἄριστος τὸν πυρετὸν πρῶτον σβέσας, τότε τὰ ἕλκη καὶ τὰ ῥήγματα
διορθοῦται· οὕτω καὶ Παῦλος ἐποίησε, πρότερον τὴν διάστασιν ἀνελὼν, τότε τὰ καθ'
Γραμμή 795:
περιτομῆς, καταφρονῆσαι Σαββάτων καὶ ἡμερῶν καὶ τῶν ἄλλων τῶν νομίμων
ἁπάντων. Εἶτα, ἐπειδὴ δεδοικότας ἑώρα καὶ φοβουμένους, μήποτε παραβάσεως
κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀπὸ τῶν καθ' ἑαυτὸν πραγμάτων εἰς τὸ θαῤῥεῖνθαρρεῖν
αὐτοὺς ἐνάγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Μὴ γὰρ ἐξ ἐθνῶν ἦλθον;
φησί· μὴ γὰρ 48.865 ἄπειρος ἤμην τῆς νομικῆς πολιτείας, καὶ τῆς τιμωρίας τῆς
Γραμμή 808:
Ὅτι δὲ καὶ σοφίαν πολλὴν καὶ ἀνδρείαν ἐπεδείξαντο τότε, τὰ γεγενημένα ἅπαντα
δηλοῖ. Τὴν μὲν γὰρ σοφίαν αὐτῶν δείκνυσιν ἡ τότε ἐκτεθεῖσα πίστις, καὶ τὰ τῶν
αἱρετικῶν ἐμφράξασα στόματα, καὶ καθάπερ τεῖχος ἀῤῥαγὲςἀρραγὲς τὰς ἐπιβουλὰς αὐτῶν
ἀποκρουσαμένη πάσας· τὴν δὲ ἀνδρείαν ὁ προσφάτως παυσάμενος διωγμὸς, καὶ ὁ
τῶν Ἐκκλησιῶν πόλεμος. Καθάπερ γὰρ ἀριστεῖς τινες μυρία στήσαντες τρόπαια, καὶ
Γραμμή 1.033:
εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα
τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις
ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παῤῥησίαςπαρρησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης,
μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ
Ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ' ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς
Γραμμή 1.075:
ἡμέρας, τῆς νηστείας ἐκείνης ἀπαντᾷν μελλούσης, ἡμεῖς ἐντεῦθεν ἤδη
καθοπλιζόμεθα, καὶ περιφράττομεν τὰς ὑμετέρας ψυχὰς, ἐπεὶ καὶ τῶν γεωργῶν οἱ
φιλόπονοι, ἐπειδὰν ἔχωσι γείτονα χείμαῤῥονχείμαρρον παρασύροντα τὰς γεωργίας, οὐκ ἐν τῷ
48.872.30 καιρῷ τοῦ χειμῶνος, ἀλλὰ πρὸ τῆς ὥρας ἐκείνης, καὶ ὄχθας περιφράττουσι,
καὶ χώματα ἐγείρουσι, καὶ τάφρους ἐλαύνουσι, καὶ παντὶ πρὸς αὐτὸν
Γραμμή 1.351:
ἀρχὴν ὑμῖν δοῦναι τὰς θυσίας ἠβούλετο· καὶ τούτου αὐτὸν τὸν προφήτην παράγω
μάρτυρα, λέγοντα οὕτως· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε
νόμον Θεοῦ ὑμῶν, λαὸς ΓομόῤῥαςΓομόρρας· οὐ πρὸς Σοδομίτας καὶ τοὺς ἐν ΓομόῤῥοιςΓομόρροις
οἰκοῦντας διαλεγόμενος, ἀλλὰ πρὸς Ἰουδαίους. Καλεῖ δὲ αὐτοὺς οὕτως, ἐπειδὴ τῇ
τῆς κακίας μιμήσει τὴν πρὸς ἐκείνους ἐπεσπάσαντο συγγένειαν. Οὕτω γοῦν καὶ
Γραμμή 1.390:
φιάλη δὲ ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος τῶν Ἰουδαίων δῆμος, ἡ δὲ ψυχροποσία ἡ
τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία. Ὥσπερ οὖν ὁ ἰατρὸς ἵστησι τῆς ἀκαίρου ταύτης
αἰτήσεως τὸν ἄῤῥωστονἄρρωστον τὸ σκεῦος ἀφανίσας· οὕτω καὶ ὁ Θεὸς τῶν θυσιῶν ἀπήγαγε,
τὴν πόλιν αὐτὴν καθελὼν, καὶ ποιήσας αὐτὴν ἄβατον πᾶσιν. Εἰ γὰρ μὴ τοῦτο
κατασκευάσαι ἐβούλετο, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην
Γραμμή 1.412:
πολυπραγμονῶ; Ὁ Δεσπότης ἡμῶν δι' ἡμᾶς ἀπέθανε, σὺ δὲ οὐδὲ λόγον προΐεσαι; καὶ
ποίαν ἕξεις συγγνώμην; ποίας ἀπολογίας τεύξῃ; πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ
Χριστοῦ μετὰ παῤῥησίαςπαρρησίας, εἰπέ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν; Εἴθε μοι
δυνατὸν ἦν τοὺς ἐκεῖ τρέχοντας εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν
ταχίστην ἐποιήσαμεν ἂν διόρθωσιν. Ὅταν τὸν ἀδελφὸν δέῃ διορθῶσαι, κἂν τὴν
Γραμμή 1.448:
ἐπαναγάγῃς εἰς σωτηρίαν, τὰ αὐτὰ ἐκείνῳ πείσῃ. Τί μέγα αἰτῶ παρ' ὑμῶν, ἀγαπητοί;
Ἕκαστος ὑμῶν ἕνα μοι τῶν ἀδελφῶν ἀνασωσάτω, περιεργασάσθω,
πολυπραγμονησάτω, ἵνα εἰς τὴν ἐπιοῦσαν σύναξιν μετὰ πολλῆς παῤῥησίαςπαρρησίας
ἀπαντήσωμεν, δῶρα τῷ Θεῷ κομίζοντες, δῶρα πάντων τιμιώτερα, τὰς ψυχὰς τῶν
πεπλανημένων ἐπαναγαγόντες· κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν
Γραμμή 1.454:
λακτιζόντων τῶν νοσούντων καὶ ὑβριζόντων καὶ λοιδορούντων ἀνεχόμεθα, οὐ
δακνόμεθα ταῖς ὕβρεσιν, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν ἰδεῖν, τοῦ τὰ τοιαῦτα
ἀσχημονοῦντος τὴν ὑγίειαν. Καὶ ἰατροῦ πολλάκις ἐσθῆτα διέῤῥηξενδιέρρηξεν ὁ κάμνων· ἀλλ'
οὐ διὰ τοῦτο ἀπέστη ἐκεῖνος τῆς θεραπείας. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν
σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων
Γραμμή 1.507:
ἐπιστομίσαι, καὶ δεῖξαι παρανομοῦντας αὐτοὺς, ἱκανὰ καὶ τὰ τῇ προτέρᾳ διαλέξει
πρὸς τὴν ἀγάπην ὑμῶν εἰρημένα. Ἐπειδὴ δὲ οὐ τοῦτο ἐσπουδάκαμεν μόνον, ἐκείνων
ἀποῤῥάψαιἀπορράψαι τὰ στόματα, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν 48.884 παιδεῦσαι μειζόνως τὰ
οἰκεῖα δόγματα· φέρε ἐκ περιουσίας καὶ τοῦτο ἀποδείξωμεν πάλιν, ὅτι οὔτε
ἀναστήσεται λοιπὸν ὁ ναὸς, οὐδὲ εἰς τὴν προτέραν ἐπανήξουσι πολιτείαν. Οὕτω γὰρ
Γραμμή 1.536:
προεῖπεν καὶ προανεφώνησεν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων ἐκβήσεσθαι
μετὰ μακρὸν ὕστερον χρόνον προανηγόρευσε τότε. Ἀγάγωμεν τοίνυν ἐκείνας τὰς
προῤῥήσειςπρορρήσεις εἰς μέσον, κἂν ἴδῃς ἐν ἐκείναις ψευδόμενον, μηδὲ ταύτην καταδέξῃ,
μηδὲ νομίσῃς εἶναι πιστήν· ἂν δὲ ἴδῃς ἐν ἅπασιν ἀληθεύοντα, καὶ ταύτην τέλος
εἰληφυῖαν τὴν πρόῤῥησινπρόρρησιν, καὶ τὸν ἄφατον μαρτυροῦντα χρόνον τῇ τῶν
προειρημένων ἀληθείᾳ, μὴ ἀναισχύντει περαιτέρω, μηδὲ φιλονείκει τοῖς ἡλίου
φανερωτέροις πράγμασιν. Τί οὖν καὶ ἄλλο προεῖπεν, ἴδωμεν. Προσῆλθεν αὐτῷ γυνὴ,
Γραμμή 1.547:
Εὐαγγέλιον τοῦτο εἰς πᾶσαν τὴν γῆν, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς
μνημόσυνον αὐτῆς. Ἆρ' οὖν ἐψεύσατο, ἢ ἠλήθευσεν; ἔλαβε τέλος ἡ προφητεία, ἢ
διέπεσεν; Ἐρώτησον τὸν Ἰουδαῖον· κἂν μυριάκις ἀναισχυντῇ πρὸς τὴν πρόῤῥησινπρόρρησιν
ταύτην ἀντιβλέψαι οὐχ ἕξει. Καὶ γὰρ ἐν ἐκκλησίαις ἁπάσαις ἀκούομεν τὴν γυναῖκα
λαλουμένην, καὶ ἑστήκασιν ἀκούοντες ὕπατοι, στρατηγοὶ, ἄνδρες, γυναῖκες,
Γραμμή 1.560:
μόνον, πανταχοῦ τῆς οἰκουμένης ᾄδεται, καὶ χρόνου πλῆθος τοσοῦτον οὐκ ἔσβεσεν
αὐτῆς τὴν μνήμην, οὐδὲ σβέσει ποτέ· καίτοι οὐδὲ τὸ ἔργον περιφανές· τί γὰρ ἦν, τὸ
ἔλαιον καταχέειν; οὐδὲ τὸ πρόσωπον ἐπίσημον· γυνὴ γὰρ ἦν ἀπεῤῥιμμένηἀπερριμμένη· οὐδὲ οἱ
μάρτυρες πολλοί· μεταξὺ γὰρ τῶν μαθητῶν ἐποίησεν· οὐδὲ ὁ τόπος κατάδηλος· οὐδὲ
γὰρ ἐν θεάτρῳ παρελθοῦσα τοῦτο εἰργάσατο, ἀλλ' ἐν οἰκίᾳ, δέκα μόνον παρόντων
Γραμμή 1.576:
ἐπιλαβέσθαι τῶν εἰρημένων, ὦ Ἰουδαῖε, καὶ δεῖξαι ψευδῆ ταύτην εἶναι τὴν
προαναφώνησιν; Ἀλλ' οὐκ ἀνέξεται τῶν πραγμάτων ἡ μαρτυρία, κἂν μυριάκις αὐτὸς
φιλονεικῇς. Πόσοι γοῦν πόλεμοι κατὰ τῆς Ἐκκλησίας ἀνεῤῥιπίσθησανἀνερριπίσθησαν; Καὶ
στρατόπεδα πολλὰ παρεσκευάσθησαν, καὶ ὅπλα ἐκινήθη, καὶ πᾶν εἶδος κολάσεως,
καὶ τιμωρίας ἐπενοήθη, καὶ 48.886 τήγανα, καὶ καταπέλται, καὶ λέβητες, καὶ κάμινοι,
Γραμμή 1.584:
κατεῖχε πόλεμος, μᾶλλον δὲ ἐμφυλίου παντὸς χαλεπώτερος. Οὐ γὰρ πολῖται
πολίταις μόνον, ἀλλὰ καὶ συγγενεῖς συγγενέσι, καὶ οἰκεῖοι οἰκείοις, καὶ φίλοι φίλοις
συνεῤῥήγνυντοσυνερρήγνυντο· ἀλλ' ὅμως οὐδὲν τούτων κατέλυσε τὴν Ἐκκλησίαν, οὐδὲ ἐποίησεν
ἀσθενεστέραν· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι ἐν τοῖς προοιμίοις ταῦτα
πάντα ἐκινεῖτο. Εἰ μὲν γὰρ τότε ἐπήγετο τὰ δεινὰ, ὅτε ἐῤῥιζώθηἐρριζώθη, καὶ πανταχοῦ τῆς
οἰκουμένης κατεφυτεύθη τὸ κήρυγμα, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παρατραπῆναι
τὴν Ἐκκλησίαν· τὸ δὲ ἐν ἀρχῇ τῆς διδασκαλίας, ἄρτι τῆς πίστεως καταβληθείσης, καὶ
τῆς διανοίας τῶν ἀκουόντων ἁπαλωτέρας οὔσης, τοσούτους συῤῥαγῆναισυρραγῆναι πολέμους,
καὶ μὴ μόνον μηδὲν ἐλαττωθῆναι τὰ καθ' ἡμᾶς πράγματα, ἀλλὰ καὶ ἐπιδοῦναι
πλέον, τοῦτό ἐστι τὸ παντὸς θαύματος ἔχον ὑπερβολήν. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι νῦν ἡ
Γραμμή 1.623:
παρ' Ἕλλησι θαυμαζομένων ἐποιησάμεθα τὴν ἐξέτασιν. Εἰ δὲ βούλεσθε καὶ ἀπὸ τῶν
παρ' αὐτοῖς τοῦτο ἐγχειρησάντων, καὶ μαθητὰς συναγαγόντων, καὶ εἰς ἄρχοντας, καὶ
εἰς προστάτας ἀναῤῥηθέντωνἀναρρηθέντων, καὶ σβεσθέντων εὐθέως, ἐπιχειρήσωμεν ταῖς
ἀποδείξεσι ταύταις. Οὕτω γοῦν καὶ ὁ Γαμαλιὴλ αὐτοὺς ἐπεστόμισεν. Ἐπειδὴ γὰρ
εἶδεν αὐτοὺς μαινομένους, καὶ ἐπιθυμοῦντας τὸ αἷμα τῶν μαθητῶν ἐκχέειν,
Γραμμή 1.639:
ἐργάζεται, μικρὸν ἀναμείνατε, καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς πιστώσεται ἡ ἔκβασις,
καὶ διὰ τοῦ τέλους εἴσεσθε σαφῶς, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὡς φατὲ, καὶ
παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀποῤῥήτῳἀπορρήτῳ δυνάμει τὰ καθ' ἡμᾶς
οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο. Ἀνέμειναν, καὶ δι' αὐτῶν τῶν
πραγμάτων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις, καὶ τὸ σόφισμα τοῦτο καὶ πρὸς
Γραμμή 1.659:
πάντας 48.888 ὑποκύπτοντας ἔσχε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυόντων; Οὐκ
ἔστιν οὐδείς. Οὐκοῦν δῆλον, ὅτι ὁ Χριστὸς οὐχὶ πλάνος ἦν, ἀλλὰ σωτὴρ, καὶ
εὐεργέτης, καὶ κηδεμὼν, καὶ προστάτης τῆς ζωῆς τῆς ἡμετέρας. Μίαν ἔτι πρόῤῥησινπρόρρησιν
προσθεὶς, ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, φησὶν, ἐπὶ τὴν
γῆν, ἀλλὰ μάχαιραν· οὐ τὴν γνώμην τὴν ἑαυτοῦ λέγων, ἀλλὰ τὸ τέλος τῶν
Γραμμή 1.689:
τῆς οἰκουμένης μετὰ χρόνον τοσοῦτον, οἱ δὲ ἄνθρωποι οἱ πιστεύσαντες αὐτῷ καὶ
πατέρων αὐτῶν καὶ γυναικῶν καὶ τέκνων αὐτὸν προετίμησαν· τίνος ἕνεκεν ταύτῃ
μόνῃ τῇ προῤῥήσειπρορρήσει ἀπιστεῖς, εἰπέ μοι, καὶ ταῦτα τῆς ἀπὸ τοῦ χρόνου μαρτυρίας
ἐπιστομιζούσης σου τὴν ἀναισχυντίαν; Εἰ μὲν οὖν μετὰ τὴν ἅλωσιν δέκα μόνον ἔτη
ἦν, ἢ εἴκοσι, ἢ τριάκοντα, ἢ πεντήκοντα, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν
Γραμμή 1.736:
πιστεύωσιν αὐτοῖς ἀεὶ παραγίνεσθαι, τὰς μὲν διὰ τὰς ἁμαρτίας, τὰς δὲ διὰ
φιλανθρωπίαν, ἄνωθεν αὐτοῖς προὔλεγον οἱ προφῆται τὰ μέλλοντα ἔσεσθαι. Καὶ ἵνα
μάθῃς ὅτι αὕτη ἐστὶν ἡ αἰτίᾳ τῆς 48.890 προῤῥήσεωςπρορρήσεως, ἄκουε τί φησιν ὁ
μεγαλοφωνότατος Ἡσαΐας· Γινώσκω ὅτι σκληρὸς εἶ σὺ πρὸς τὸν λαὸν τὸν
Ἰουδαϊκὸν, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· τουτέστιν ἀκαμπὴς, καὶ τὸ
Γραμμή 1.742:
τοὺς ἐρυθριᾷν μὴ εἰδότας χαλκοπροσώπους καλεῖν. Καὶ ἀνήγγειλά σοι, φησὶν ἃ
μέλλει ἐπὶ σὲ ἔρχεσθαι, πρὶν ἢ γενέσθαι, καὶ ἀκουστά σοι ἐποίησα. Εἶτα τὴν αἰτίαν
τῆς προῤῥήσεωςπρορρήσεως λέγων, ἐπήγαγεν· Μήποτε εἴπῃς, ὅτι Τὰ εἴδωλά μοι ἐποίησε, καὶ τὰ
γλυπτὰ καὶ τὰ φωνευτά μοι ἐνετείλατο. Καὶ πάλιν ἐπειδὴ φιλόνεικοί τινες ὄντες καὶ
ἀλαζόνες, καὶ μετὰ τὴν ἔκβασιν ἠναισχύντουν ὡς μὴ προακηκοότες, οὐ προὔλεγον
Γραμμή 1.758:
 
εʹ. Τρεῖς γοῦν δουλείας ὑπέμειναν χαλεπωτάτας οἱ Ἰουδαῖοι, καὶ οὐδεμίαν
χωρὶς προῤῥήσεωςπρορρήσεως αὐτοῖς ἐπήγαγεν, ἀλλὰ πάσας αὐτοῖς προλεχθῆναι παρεσκεύασεν
ὁ Θεὸς, καὶ τόπον, καὶ χρόνον, καὶ πρόσωπον, καὶ εἶδος κακώσεως, καὶ τὴν
ἐπάνοδον, καὶ τὰ ἄλλα πάντα μετὰ ἀκριβείας προλέγων. Καὶ τὴν πρώτην πρόῤῥησινπρόρρησιν
ἐρῶ τὴν ἐν Αἰγύπτῳ. Πρὸς γοῦν τὸν Ἀβραὰμ διαλεγόμενος, οὕτω πώς φησι·
Γινώσκων γνώσῃ. ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ
Γραμμή 1.772:
δουλεύσωσι, κρινῶ ἐγώ· τὸν καταποντισμὸν τῶν Αἰγυπτίων λέγων, τὸν διὰ τῆς
Ἐρυθρᾶς θαλάσσης, ὃν ἐν ταῖς ᾠδαῖς Μωϋσῆς ἀναγράφων οὕτως ἔλεγεν· Ἵππον καὶ
ἀναβάτην ἔῤῥιψενἔρριψεν εἰς θάλασσαν. Εἶτα καὶ τὸν τρόπον τῆς ἐπανόδου, ὅτι
ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Χρήσασθε, φησὶν, ἕκαστος παρὰ τοῦ
γείτονος αὐτοῦ καὶ συσκήνου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἐπειδὴ γὰρ πολὺν
Γραμμή 1.897:
εἶδον, καὶ ἰδοὺ, κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβὰλ, καὶ αὐτῷ κέρατα ὑψηλὰ, καὶ τὸ ἓν
ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν
κερατίζοντα κατὰ θάλασσαν καὶ βοῤῥᾶνβορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται
ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ
θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη· καὶ ἐγὼ ἤμην συνιών. Τὴν δύναμιν λέγει τὴν
Γραμμή 1.917:
ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ ἐδόθη ἐπὶ τὴν
θυσίαν ἁμαρτία. Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων,
εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμους, καὶ ἐῤῥίφηἐρρίφη
χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Εἶτα ἐκ δευτέρου πάλιν αὐτὴν
ταύτην τὴν βασιλείαν λέγων, τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ τὴν αἰχμαλωσίαν,
καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, καὶ τὸν χρόνον προστίθησιν.
Ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, πάλιν τε πρὸς τῷ τέλει τοῦ βιβλίου
καὶ τὰ μεταξὺ πάντα διηγησάμενος, ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συῤῥαγέντεςσυρραγέντες
ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς νίκας,
τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας· προϊὼν εἰς Ἀντίοχον, τελευτᾷ πάλιν,
Γραμμή 1.992:
συμφορὰς αὐτῶν τραγῳδήσαντα, καὶ τὴν Παλαιὰν Διαθήκην παραφράσαντα πᾶσαν·
ὃς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν γενόμενος, καὶ τὴν αἰχμαλωσίαν τὴν ὑπ' αὐτοῦ
προῤῥηθεῖσανπρορρηθεῖσαν εἰπὼν, καὶ περὶ ταύτης διελέχθη τῆς αἰχμαλωσίας τῆς γενομένης, τὴν
τοῦ προφήτου ἑρμηνεύων ὅρασιν, τὴν ἐπὶ τοῦ κριοῦ καὶ τοῦ τράγου καὶ τῶν
τεσσάρων κεράτων, καὶ τοῦ ὑστέρου τοῦ μετ' ἐκεῖνα ἀνελθόντος. Καὶ ἵνα μή τις
Γραμμή 2.006:
πολλὰς γενεὰς, ἀναστάντι αὐτῷ δειχθῆναι κριὸν μέγαν, πολλὰ μὲν ἐκπεφυκότα
κέρατα, τὸ δὲ τελευταῖον αὐτῶν ὑψηλότερον ἔχοντα. Ἔπειτα ἀναβλέψαι μὲν πρὸς
τὴν δύσιν, θεάσασθαι δὲ τράγον δι' ἀέρος φερόμενον· συῤῥήξαντασυρρήξαντα δὲ τῷ κριῷ, καὶ
τοῖς κέρασι πλήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τῆς γῆς καὶ πατῆσαι. Εἶτα τὸν
τράγον ἰδεῖν ὑψηλότερον, ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας· οὗ
Γραμμή 2.142:
πολιτείαν ἐπανελθεῖν, οὐκ εἰδότες ὅτι ψήφῳ Θεοῦ πολεμοῦσι, κελευούσῃ διὰ παντὸς
ἐρημοῦσθαι τὴν πόλιν· τὸν δὲ Θεῷ πολεμοῦντα περιγενέσθαι ἀμήχανον.
ΣυῤῥήξαντεςΣυρρήξαντες τοίνυν τῷ βασιλεῖ, πάλιν εἰς ἀνάγκην αὐτὸν κατέστησαν παντελοῦς
ἐρημώσεως. Καθελὼν γὰρ αὐτοὺς ἐκεῖνος, καὶ χειρωσάμενος, καὶ τὰ λείψανα
ἀφανίσας πάντα, ἵνα μηδὲ ἀναισχυντεῖν ἔχωσι λοιπὸν, τὸν ἀνδριάντα ἔστησε τὸν
Γραμμή 2.203:
εὐσεβῶν τοῦτο συνέβη, ἵνα μή τινες λέγωσιν, ὅτι Χριστιανοὶ ταῦτα ἐπελθόντες
διεκώλυσαν, ἀλλ' ἡνίκα τὰ ἡμέτερα ἠλαύνετο, ἡνίκα περὶ τοῦ ζῇν πάντες
ἐκινδυνεύομεν, καὶ παῤῥησίαπαρρησία ἀνθρωπίνη πᾶσα παρῃρεῖτο, καὶ τὰ Ἑλληνικὰ ἤνθει,
καὶ τῶν πιστῶν οἱ μὲν ἐν τοῖς οἴκοις ἐκρύπτοντο, οἱ δὲ πρὸς τὰς ἐρημίας
μετῳκίζοντο, καὶ τὰς ἀγορὰς ἔφευγον· τότε δὴ ταῦτα ἐγίνετο, ἵνα μηδεμία
Γραμμή 2.209:
 
ιβʹ. Ἔτι οὖν ἀμφισβητεῖς, ὦ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ
προῤῥήσεωςπρορρήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως
μαρτυρίαν ὁρῶν σου καταψηφιζομένην; Ἀλλ' οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν
τὸ ἔθνος ἄνωθεν 48.902 ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ
Γραμμή 2.251:
λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ
δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα
θαῤῥοῦντεςθαρροῦντες 48.903 ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως
ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι' αἱμάτων καὶ
λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου
Γραμμή 2.307:
πολλῆς ἐπὶ ταύτην τρέχει τὴν τράπεζαν τῆς ἐπιθυμίας. Τοῦτο δὴ καὶ ἡμεῖς
πεπόνθαμεν. Ἐπειδὴ γὰρ τῆς πρὸς Ἰουδαίους ἡψάμεθα μάχης, καὶ ἐπιπηδήσαντες
αὐτῶν ταῖς ἀναισχύντοις ἀντιῤῥήσεσιἀντιρρήσεσι, τοὺς λογισμοὺς αὐτῶν καθείλομεν, καὶ πᾶν
ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τὰ νοήματα ἐξῃχμαλωτίσαμεν
εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπιθυμίαν πλείονά πως ἐσχήκαμεν τῶν πρὸς ἐκείνους
Γραμμή 2.321:
Αἰδοῦμαι καὶ τοῦ πατρὸς τὴν παρουσίαν, αἰδοῦμαι δὲ καὶ τὴν ὑμετέραν προθυμίαν.
Διὸ δὴ καὶ τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῆσαι πειράσομαι, ταῖς εὐχαῖς τούτου καὶ τῇ
ὑμετέρᾳ τὸ πᾶν ἐπιῤῥίψαςἐπιρρίψας ἀγάπῃ. Μηδεὶς δὲ ὑμῶν ἀκαιρίαν καταγινωσκέτω τοῦ
λόγου, εἰ, τῶν μαρτύρων ἡμᾶς καλεσάντων τήμερον, ἡμεῖς τὴν διήγησιν τῶν
ἐκείνων ἄθλων ἀφέντες, πρὸς Ἰουδαίους ἀποδυόμεθα· καὶ γὰρ ἐκείνοις
Γραμμή 2.344:
 
βʹ. Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν
ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προῤῥήσεωςπρορρήσεως δείξαντες
ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ
Ἐπιφανοῦς· ἑκάστῃ γὰρ τούτων καὶ χρόνον καὶ τόπον προανακηρυχθέντα
Γραμμή 2.532:
σταυρὸν, μείζονα ὑπομένετε τιμωρίαν, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων.
 
εʹ. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν τῶν προφητῶν τοῦτο σαφῶς καὶ διαῤῥήδηνδιαρρήδην παριστώντων τὴν
αἰτίαν τῶν παρόντων κακῶν μάθητε, ἀκούσατε τί φησιν Ἡσαΐας, πῶς καὶ τὴν
ἐσομένην εὐεργεσίαν πᾶσι διὰ τοῦ Χριστοῦ προλέγει, καὶ τὴν ὑμετέραν
Γραμμή 2.549:
κατὰ τὸν τοῦ δικαίου λόγον ἐψηφίσατο τότε, ἀλλ' ἐδέξαντο τὰς ψευδεῖς μαρτυρίας
τὰς κατ' αὐτοῦ. Τὸ δὲ αἴτιον διὰ τὸ μὴ βούλεσθαι αὐτὸν ἐπεξελθεῖν· εἰ γὰρ ἐβούλετο,
πάντα ἂν ἐδόνησε καὶ ἔσεισεν. Εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ τότε ὢν, τὰς πέτρας διέῤῥηξεδιέρρηξε,
τὴν οἰκουμένην ἐσκότισε, τὰς ἀκτῖνας ἀπέστρεψε τὰς ἡλιακὰς, νύκτα ἐν ἡμέρᾳ
πανταχοῦ τῆς γῆς ἐποίησε, καὶ ἐν τῷ δικαστηρίῳ δυνατὸς ἦν τοῦτο ποιῆσαι. Ἀλλ'
Γραμμή 2.590:
ἐπωμίδα, ἔζωσεν αὐτὸν, καὶ συνέσφιγξεν, ἐπέθηκε τὸ λογεῖον, καὶ ἐπὶ τὸ λογεῖον
τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ τῆς
μίτρας τὸ πέταλον τὸ χρυσοῦν· εἶτα λαβὼν ἀπὸ τοῦ ἐλαίου, ἐπέῤῥανενἐπέρρανεν ἀπ' αὐτοῦ ἐπὶ
τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ τὰ σκεύη, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν,
καὶ ἡγίασεν αὐτὰ, καὶ ἐπέχεεν ἀπ' αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ τοῖς υἱοῖς
Γραμμή 2.604:
τοῖς υἱοῖς αὐτοῦ οὕτως ἐποίησεν. Εἶτά τινα τῆς θυσίας λαβὼν, ἐπέθηκεν ἐπὶ ταῖς
χερσὶν Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, καὶ οὕτω προσήνεγκε. Καὶ λαβὼν αἷμα πάλιν,
καὶ ἐκ τοῦ ἐλαίου, ἔῤῥανενἔρρανεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ,
καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ. Καὶ ἡγίασεν αὐτοὺς, καὶ ἐκέλευσεν ἑψῆσαι κρέας ἐν
τῇ αὐλῇ τῆς σκηνῆς, καὶ ἐκεῖ φαγεῖν αὐτό· καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ
Γραμμή 2.618:
ἱερωσύνην αὐτοῖς μὴ συνεστάναι. Ὁρᾷς ὅτι δικαίως ἔλεγον ὅτι οὐχὶ τῆς ἀληθείας
μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ὑποκρίσεως τοῦ πράγματος ἐξηκοντίσθησαν μακράν που
καὶ πόῤῥωπόρρω γενόμενοι;
 
ςʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς
Γραμμή 2.680:
φθεγγόμενοι δὲ πολλοὺς ἤμελλον τῶν ἀφελεστέρων ὑποσύρειν καὶ 48.914 πείθειν,
καὶ ἐν τοῖς ἄλλοις αὐτοῖς προσέχειν. Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις,
καὶ τῷ ψεύδει πολλὴν δῶσι παῤῥησίανπαρρησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ
οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα, μέλιτι τὸ στόμα τῆς κύλικος περιχρίοντες,
εὐπαράδεκτον ποιοῦσι τὴν βλάβην. Διὰ τοῦτο δὴ μάλιστα Παῦλος διεπονεῖτο, καὶ
Γραμμή 2.785:
στῆναι δυνήσεται. Πρῶτον μὲν γὰρ ἐκέλευσεν ὁ νόμος τρὶς τοῦ ἐνιαυτοῦ πᾶν
ἀρσενικὸν εἰς τὸν ναὸν ἀναβαίνειν· τοῦ δὲ ναοῦ καταλυθέντος, ἀδύνατον τοῦτο
γενέσθαι. Μετὰ ταῦτα πάλιν ἐπέταττε τὸν γονοῤῥυῆγονορρυῆ, τὸν λεπρὸν, τὴν ἐν καταμηνίοις
γυναῖκα, τὴν λεχῶ, θυσίας ἀναφέρειν· καὶ τοῦτο δὲ πάλιν ἀδύνατον, οὐκ ὄντος τοῦ
τόπου, οὐδὲ τοῦ βωμοῦ φαινομένου. Ἐκέλευσεν ᾄδειν ἱεροὺς ὕμνους· καὶ τοῦτο
Γραμμή 2.856:
ἤχθησαν· καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν
ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ
μετεῤῥύθμισεμετερρύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ
πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς
καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ,
Γραμμή 2.927:
δικαιοσύνην, καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ ὁ Δαυῒδ
οὕτως ἔλεγεν· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου
χιμάῤῥουςχιμάρρους. Τίνος οὖν ἕνεκεν τοσαύτας ἔχων μαρτυρίας εἰπεῖν, δι' ὧν ὁ Θεὸς
φαίνεται τὰς θυσίας παραιτούμενος ἐκείνας, τὰς νουμηνίας, τὰ σάββατα, τὰς ἑορτὰς,
πάσας ἐκείνας ἀφεὶς, ταύτης ἐμνήσθη μόνης; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἤδη
Γραμμή 2.939:
προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ
μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ Δαυῒδ εἰπὼν, ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου
σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥουςχιμάρρους, ἐπήγαγε λέγων· Τῷ δὲ
ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν
διαθήκην μου διὰ τοῦ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς
Γραμμή 3.017:
ἀνθρώπου λέγει· νυνὶ δὲ βασιλεὺς ὢν ἄνθρωπον ἑαυτοῦ Κύριον οὐκ ἂν ἐκάλεσεν.
Πῶς δ' ἂν, εἰ περί τινος τῶν πολλῶν ἀνθρώπων ἔλεγε ταῦτα ὁ Δαυῒδ, εἶπεν ἂν, ὅτι ἐκ
δεξιῶν ἐκάθισε τῆς ἀποῤῥήτουἀπορρήτου καὶ μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον.
Περὶ δὲ τούτου φησίν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν
θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἶτα, ἵνα μὴ νομίσῃς, αὐτὸν ἀσθενῆ
Γραμμή 3.114:
ποιήσασθαι πρόνοιαν. Διὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα
ἁπλῶς εἴπωμεν, οὐδ' ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ' ἵνα
ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀποῤῥαγένταςἀπορραγέντας. Καὶ μή μοι λεγέτω
τις, ὅτι Κοινὸν οὐδὲν ἔχω πρὸς ἐκεῖνον, γένοιτό μοι τὰ ἐμαυτοῦ κατορθῶσαι
πράγματα. Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται χωρὶς τῆς τοῦ πλησίον ἀγάπης καὶ
Γραμμή 3.127:
ἐνταῦθα, ὁσάκις ἂν συντύχωμεν, πολλὴν δεξόμεθα τὴν εὐφροσύνην ἀπὸ τῆς
συντυχίας, τῶν κατορθωμάτων ἀναμιμνησκόμενοι τῶν κατ' αὐτοὺς, καὶ ἐπὶ τοῦ
βήματος αὐτοὺς ἐκεῖ θεασάμενοι τοῦ φοβεροῦ, μεγάλης μεθέξομεν τῆς παῤῥησίαςπαρρησίας.
Καὶ καθάπερ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες καὶ ἁρπάζοντες, καὶ μυρία τοῖς
πλησίον διατιθέντες κακὰ, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες
Γραμμή 3.135:
τοὺς ποταμοὺς ἀπενεχθήσονται τοῦ πυρός· οὕτως οἱ ζῶντες καὶ διδάσκοντες καὶ
κατηχοῦντες, ἰδόντες τοὺς ὑπ' αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ,
πολλῆς ἐμπλησθήσονται τῆς παῤῥησίαςπαρρησίας. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγε, Καύχημα
ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Πότε, εἰπέ; Ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ὁ Χριστὸς παραινεῖ λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ
μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν
σκηνάς. Ὁρᾷς ὅτι πολλὴ παῤῥησίαπαρρησία ἡμῖν γενήσεται ἐκ τῶν νῦν εὐεργετουμένων παρ'
ἡμῶν. Εἰ δὲ, ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς,
τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ καὶ μεγάλα ἡμῖν ἔσται τὰ
Γραμμή 3.159:
παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι. Ἵν' οὖν καὶ τοὺς
ἀδελφοὺς διασώσωμεν, καὶ ἑαυτοῖς συγγνώμην ἐπὶ τοῖς ἡμαρτημένοις, μᾶλλον δὲ
παῤῥησίανπαρρησίαν πολλὴν προαποθώμεθα, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὸ ὄνομα τοῦ Θεοῦ
δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν
ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος
Γραμμή 3.275:
σύνεσιν. Διὰ τοῦτο δέδοικας, φησὶ, μή σε τῆς προεδρίας τῶν πρωτοτόκων ἀφέληται
διὰ τὴν παρ' ἐμοῦ τιμὴν, μὴ τὴν ἀρχὴν ἁρπάσῃ τήν σοι προσήκουσαν· τοὺς γὰρ
πρωτοτόκους τῶν δευτεροτόκων σεμνοτέρους εἶναι ἐχρῆν. ΘάῤῥειΘάρρει, φησὶ, καὶ μὴ
φοβοῦ, μηδὲ ἀγωνία περὶ τούτου· Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ 48.930 αὐτοῦ
ἄρξεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· μένε ἐπὶ τῆς τιμῆς τῆς τοῦ πρωτοτόκου, καὶ γενοῦ
Γραμμή 3.286:
σφαγὴν ἐτόλμησε, τοσαύτης καὶ τοιαύτης ἀπολαύσας προνοίας καὶ διδασκαλίας καὶ
συμβουλῆς· πάντα ἐξέβαλεν ἐκεῖνα ἀπὸ τῆς διανοίας, καὶ πρὸς οὐδὲν ἐπεστράφη.
Ἀφείσθω τοίνυν καὶ ἐῤῥίφθωἐρρίφθω λοιπὸν, καὶ μηδὲ λόγου τινὸς ἀξιούσθω παρ' ἐμοῦ.
Οὐδὲν τοιοῦτον ὁ Θεὸς οὐκ εἶπεν, οὐκ ἔπραξεν· ἀλλὰ καὶ πρὸς αὐτὸν ἔρχεται πάλιν,
καὶ διορθοῦται τὸν ἄνθρωπον, καί φησι· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ οὐδὲ
Γραμμή 3.340:
Οὕτω καὶ ἰατροὶ ποιοῦσι· λέγουσι μὲν γὰρ καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται
διατηρῆσαι τὴν ὑγίειαν αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον· ἀμελήσαντας δὲ
τῶν ἐπιταγμάτων, καὶ ἀῤῥωστίᾳἀρρωστίᾳ περιπεσόντας οὐ παρορῶσιν, ἀλλὰ καὶ πολλὴν
μάλιστα τότε ἐπιδείκνυνται πρόνοιαν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῶν νοσημάτων.
Οὕτω καὶ ὁ Παῦλος ἐποίησε· τὸν γοῦν πεπορνευκότα μετὰ τὴν ἁμαρτίαν ἐκείνην,
Γραμμή 3.363:
δὲ ὑπέσχετο ὑπὲρ τῆς τοῦ μηδὲν αὐτῷ προσήκοντος θεραπείας. Καὶ οὐκ εἶπε πρὸς
ἑαυτὸν, Τί δέ μοι μέλει περὶ τούτου; Σαμαρείτης εἰμὶ, οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν·
πόῤῥωπόρρω τῆς πόλεώς ἐσμεν, οὐδὲ βαδίσαι δύναται. Τί δὲ, ἐὰν μὴ πρὸς τὸ μῆκος ἀρκέσῃ
τῆς ὁδοιπορίας, μέλλω νεκρὸν ἐπιφέρεσθαι, μέλλω σφαγῆς ἁλίσκεσθαι, μέλλω τοῦ
φόνου ὑπεύθυνος εἶναι; Καὶ γὰρ πολλοὶ πολλάκις παριόντες καὶ ὁρῶντες ἀνθρώπους
Γραμμή 3.376:
περιέπεσον τοῖς Ἰουδαίοις, μᾶλλον δὲ λῃστῶν ἁπάντων χαλεπωτέροις, καὶ μείζονα
τοὺς εἰς αὐτοὺς ἐμπίπτοντας ἐργαζομένοις κακά. Οὐ γὰρ τὰ ἱμάτια αὐτῶν
περιέῤῥηξανπεριέρρηξαν, οὐδὲ τῷ σώματι πληγὰς ἐπήγαγον, καθάπερ ἐκεῖνοι τότε, ἀλλὰ τὴν
ψυχὴν κατέτρωσαν, καὶ μυρία αὐτῇ τραύματα δόντες, οὕτως ἀπῆλθον, ἀφέντες ἐν
τῷ λάκκῳ τῆς ἀσεβείας κειμένους.
Γραμμή 3.386:
ὥσπερ τι θήραμα μέγιστον εὑρὼν, οὕτως ἥρπασε τὸ κέρδος. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς
τινὰ δεόμενον θεραπείας ἢ σωματικῆς ἢ ψυχικῆς, μὴ λέγε πρὸς ἑαυτόν· Τίνος ἕνεκεν
ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸν οὐκ ἐθεράπευσεν; ἀλλ' ἀπάλλαξον τῆς ἀῤῥωστίαςἀρρωστίας, καὶ μὴ
ἀπαίτει ἐκείνους εὐθύνας τῆς ἀμελείας. Ἐὰν εὕρῃς χρυσίον, εἰπέ μοι, κείμενον, μὴ
λέγεις πρὸς σεαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸ οὐκ ἀνείλοντο, ἀλλ' οὐ
Γραμμή 3.473:
ἀγνωμοσύνης· εἰπὲ τὴν παρανομίαν ἅπασαν ἣν ἐν ταῖς ἔμπροσθεν ἡμέραις διῆλθον
πρὸς τὴν ὑμετέραν ἀγάπην, τὴν ἀπὸ τοῦ τόπου, τὴν ἀπὸ τοῦ και48.935 ροῦ, τὴν ἀπὸ
τοῦ ἱεροῦ, τὴν ἀπὸ τῆς προῤῥήσεωςπρορρήσεως τῶν προφητῶν ἐλεγχομένην· δεῖξον πῶς εἰκῆ
καὶ μάτην ἅπαντα πράττουσι, καὶ οὐδέποτε ἐπὶ τὴν προτέραν ἐπανήξουσι πολιτείαν,
καὶ ὅτι οὐ θέμις αὐτοῖς ἔξω τῶν Ἱεροσολύμων οὐδὲν τοιοῦτον ἐπιτελεῖν. Καὶ πρὸς
Γραμμή 3.524:
τελεύτα. Βλασφήμησον, φησὶ, καὶ ἀπαλλαγήσῃ τῶν ἐπικειμένων πόνων. Τί οὖν;
παρέτρεψε τὸν ἅγιον ἐκεῖνον ἡ συμβουλή; Τοὐναντίον μὲν οὖν καὶ ἐποίησε, καὶ
ἐπέῤῥωσεἐπέρρωσε μειζόνως αὐτὸν, ὡς καὶ ἐπιτιμῆσαι τῇ γυναικί. Ἡρεῖτο γὰρ μᾶλλον
ὀδυνᾶσθαι καὶ ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἣ μετὰ βλασφημίας
ἀπαλλαγήν τινα τῶν τοσούτων εὑρέσθαι κακῶν. Οὕτω καὶ ὁ τριακονταοκτὼ ἔτη
Γραμμή 3.559:
μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν
παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ
εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παῤῥησίανπαρρησίαν. Καὶ τί λέγω περὶ
οἰκετῶν καὶ δεσποτῶν; υἱὸς οὐ δυνήσεται τοῦτο ποιῆσαι διὰ τὰς παρὰ τοῦ πατρὸς
μάστιγας, οὐδὲ ἀρνήσασθαι τὴν πρὸς ἐκεῖνον συγγένειαν. Καὶ γὰρ οἱ τῆς φύσεως καὶ
Γραμμή 3.574:
δεσποτείας, καὶ ἐπὶ τοὺς δαίμονας τρέχεις, καὶ πρὸς τὰς συναγωγὰς αὐτομολεῖς; Καὶ
ποίας τεύξῃ συγγνώμης λοιπόν; πῶς δὲ δυνήσῃ αὐτὸν παρακαλέσαι πάλιν; Μᾶλλον
δὲ τίς ἕτερος, κἂν τὴν Μωσέως σχῇ παῤῥησίανπαρρησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι; Οὐκ
ἔστιν οὐδείς. Ἢ οὐκ ἀκούεις, τί περὶ Ἰουδαίων ὁ Θεός φησι πρὸς τὸν Ἱερεμίαν; Μὴ
προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ
Γραμμή 3.583:
τοῦ λογισμοῦ σε καθ' ἑκάστην κεντοῦντος τὴν ἡμέραν, τοῦ συνειδότος μαστίζοντος
καὶ λέγοντος· Ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστὸν,
διὰ μικρὰν ἀῤῥωστίανἀρρωστίαν τὴν εὐσέβειαν προέδωκας. Μὴ γὰρ σὺ μόνος ταῦτα πέπονθας;
οὐχὶ πολλῷ σου χαλεπώτερα πεπόνθασιν ἕτεροι; Ἀλλ' ὅμως οὐδεὶς ἐκείνων
τοιοῦτον οὐδὲν ἐτόλμησε· σὺ δὲ ὁ χαῦνος καὶ διαλελυμένος τὴν ψυχήν σου
Γραμμή 3.612:
ἀποχρησώμεθα. Αὕτη γὰρ ἡ φθορὰ, καὶ αὐτὸ τὸ θνητὸν εἶναι τὸ σῶμα, ἐὰν νήφωμεν,
ὑπόθεσις εὐδοκιμήσεως ἡμῖν γενήσεται, καὶ πολλὴν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν
δώσει τὴν παῤῥησίανπαρρησίαν, οὐ κατ' ἐκείνην δὲ μόνον, ἀλλὰ καὶ κατὰ τὴν παροῦσαν ζωήν.
Ὅταν γὰρ ἐκβάλῃς τοὺς ἐπωδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες
ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· Ὁ δεῖνα
ἀῤῥωστῶνἀρρωστῶν καὶ κάμνων, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ
συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ' εἶπε·
Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Ἐπὶ τούτοις ἕψονται κρότοι
Γραμμή 3.648:
ἕλῃ τοῦτον μεθ' ὑπομονῆς ἁπάσης ἐνεγκεῖν· ἀναμνήσθητι τῶν ἀποστόλων, ὅσα
ἔπασχον· ἀναμνήσθητι τῶν δικαίων, ὅτι διαπαντὸς ἦσαν ἐν θλίψεσιν· ἀναμνήσθητι
τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίαςἀρρωστίας ἀνέπνευσεν, ἀλλὰ
σύντροφος ἦν νοσήματι διηνεκεῖ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἴνῳ ὀλίγῳ
χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος καὶ
Γραμμή 3.700:
Θεοῦ. Πῶς δὲ καὶ εἰσελεύσῃ εἰς τὴν συναγωγήν; Ἂν μὲν σφραγίσῃς τὸ πρόσωπον,
εὐθέως ἀπεπήδησεν ἡ πονηρὰ δύναμις ἡ τὴν συναγωγὴν οἰκοῦσα· ἂν δὲ μὴ
σφραγίσῃς, ἀπὸ τῶν θυρῶν εὐθέως τὸ ὅπλον ἔῤῥιψαςἔρριψας· εἶτα γυμνὸν καὶ ἄοπλόν σε
λαβὼν ὁ διάβολος, μυρία διαθήσει δεινά. Καὶ τί χρὴ λέγεσθαι ταῦτα παρ' ἡμῶν; Ὅτι
γὰρ καὶ αὐτὸς σὺ μεγίστην ἁμαρτίαν εἶναι νομίζεις τὸ δραμεῖν εἰς τὸ πονηρὸν ἐκεῖνο
Γραμμή 3.723:
ὅταν μὴ προσῇ τῇ τῶν λόγων ἀκροάσει καὶ ἔργον. Διὰ τοῦτο Χριστιανὸς εἶ, ἵνα τὸν
Χριστὸν μιμῇ, καὶ τοῖς ἐκείνου πείθῃ νόμοις. Τί δαὶ ἐκεῖνος ἐποίησεν; Οὐκ ἐν
Ἱεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀῤῥώστουςἀρρώστους, ἀλλὰ περιῄει πόλεις
καὶ κώμας, ἑκατέρων τὴν ἀῤῥωστίανἀρρωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς
ψυχῆς. Καίτοι γε ἐδύνατο ἐν ἑνὶ καθήμενος τόπῳ πάντας ἑλκύσαι πρὸς ἑαυτόν· ἀλλ'
οὐκ ἐποίησε τοῦτο, ἡμῖν διδοὺς ὑπόδειγμα εἰς τὸ περιιέναι καὶ ζητεῖν τοὺς
Γραμμή 3.731:
πλανώμενον ἐλθεῖν πρὸς αὐτὸν, ἀλλ' αὐτὸς ἀπῆλθε, καὶ εὗρε, καὶ εὑρὼν καὶ
ἐβάστασεν ἐπὶ τῶν ὤμων, καὶ ἀπεκόμισεν. Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς αὐτὸ τοῦτο
ποιοῦντας; οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστουςἀρρώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς
τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους. Τοῦτο καὶ σὺ
ποίησον, ἀγαπητὲ, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος, κἂν μὴ ταῦτα κερδάνωμεν τὰ