Κύριαι Δόξαι: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομποτ: Κλειδί αλφαβητισμού κατηγορίας
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-ρρ +ῤῥ)
Γραμμή 2:
{{Τίτλος|[[Επίκουρος|Ἐπίκουρος]]| |Κύριαι Δόξαι}}
<div title="titre"></div>
1 Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει· ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον. (ἐν ἄλλοις δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς͵ οὓς μὲν κατ΄ ἀριθμὸν ὑφεστῶτας͵ οὓς δὲ κατὰ ὁμοείδειαν͵ ἐκ τῆς συνεχοῦς ἐπιρρύσεωςἐπιῤῥύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένων͵ ἀνθρωποειδεῖς.)
 
2 Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ͵ τὸ δ΄ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.
Γραμμή 8:
3 Ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις. ὅπου δ΄ ἂν τὸ ἡδόμενον ἐνῇ͵ καθ΄ ὃν ἂν χρόνον ᾖ͵ οὐκ ἔστι τὸ ἀλγοῦν ἢ λυπούμενον ἢ τὸ συναμφότερον.
 
4 Οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί͵ ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι͵ τὸ δὲ μόνον ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλὰς ἡμέρας συμβαίνει· αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶνἀῤῥωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκὶ ἤπερ τὸ ἀλγοῦν.
 
5 Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως ἄνευ τοῦ ἡδέως· ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει͵ οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.
 
6 Ἕνεκα τοῦ θαρρεῖνθαῤῥεῖν ἐξ ἀνθρώπων ἦν κατὰ φύσιν ἀρχῆς καὶ βασιλείας ἀγαθόν͵ ἐξ ὧν ἄν ποτε τοῦτο οἷός τ΄ ᾖ παρασκευάζεσθαι.
 
7 Ἔνδοξοι καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι͵ τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι ὥστε͵ εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος͵ ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν· εἰ δὲ μὴ ἀσφαλής͵ οὐκ ἔχουσιν οὗ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖον ὠρέχθησαν.
Γραμμή 57:
27 Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις.
 
28 Ἡ αὐτὴ (γνώμη) θαρρεῖνθαῤῥεῖν τε ἐποίησεν ὑπὲρ τοῦ μηθὲν αἰώνιον εἶναι δεινὸν μηδὲ πολυχρόνιον καὶ τὴν ἐν αὐτοῖς τοῖς ὡρισμένοις ἀσφάλειαν φιλίας μάλιστα κατεῖδε συντελουμένην.
 
29 Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ (ἀναγκαῖαι͵ αἱ δὲ φυσικαὶ καὶ) οὐκ ἀναγκαῖαι͵ αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι͵ ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι. (φυσικὰς καὶ ἀναγκαίας ἡγεῖται ὁ Ἐπίκουρος τὰς ἀλγηδόνος ἀπολυούσας͵ ὡς ποτὸν ἐπὶ δίψους· φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τὰς ποικιλλούσας μόνον τὴν ἡδονὴν͵ μὴ ὑπεξαιρουμένας δὲ τὸν ἄλγημα͵ ὡς πολυτελῆ σιτία· οὔτε δὲ φυσικὰς οὔτε ἀναγκαίας͵ ὡς στεφάνους καὶ ἀνδριάντων ἀναθέσεις).
Γραμμή 79:
38 Ἔνθα μὴ καινῶν γενομένων τῶν περιεστώτων πραγμάτων ἀνεφάνη μὴ ἁρμόττοντα εἰς τὴν πρόληψιν τὰ νομισθέντα δίκαια ἐπ΄ αὐτῶν τῶν ἔργων͵ οὐκ ἦν ταῦτα δίκαια· ἔνθα δὲ καινῶν γενομένων τῶν πραγμάτων οὐκέτι συνέφερε τὰ αὐτὰ δίκαια κείμενα͵ ἐνταῦθα δὴ τότε μὲν ἦν δίκαια ὅτε συνέφερεν εἰς τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν συμπολιτευομένων͵ ὕστερον δ΄ οὐκ ἦν ἔτι δίκαια ὅτε μὴ συνέφερεν.
 
39 Ὁ (τὰ ἑαυτοῦ πρὸς) τὸ μὴ θαρροῦνθαῤῥοῦν ἀπὸ τῶν ἔξωθεν ἄριστα συστησάμενος͵ οὗτος τὰ μὲν δυνατὰ ὁμόφυλα κατε σκευάσατο͵ τὰ δὲ μὴ δυνατὰ οὐκ ἀλλόφυλά γε· ὅσα δὲ μηδὲ τοῦτο δυνατὸς ἦν͵ ἀνεπίμεικτος ἐγένετο καὶ ἐξηρείσατο ὅσα πρὸς τοῦτ΄ ἐλυσιτέλει πράττειν.
 
40 Ὅσοι τὴν δύναμιν ἔσχον τοῦ τὸ θαρρεῖνθαῤῥεῖν μάλιστα ἐκ τῶν ὁμορρούντωνὁμοῤῥούντων παρασκευάσασθαι͵ οὗτοι καὶ ἐβίωσαν μετ΄ ἀλλήλων ἥδιστα τὸ βεβαιότατον πίστωμα ἔχοντες͵ καὶ πληρεστάτην οἰκειότητα ἀπολαβόντες οὐκ ὠδύραντο ὡς πρὸς ἔλεον τὴν τοῦ τελευτήσαντος προκαταστροφήν.