Περί Αβραάμ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα | τίτλος = Περὶ Ἀβραὰμ | συγγραφέας = Φίλων ο Αλεξανδρεύς | μεταφραστής= | ενότητα...
 
Batchheizer (συζήτηση | Συνεισφορά)
Start
Γραμμή 22:
{{c|De Abrahamo}}
 
{1ΒΙΟΣΒΙΟΣ ΣΟΦΟΥ ΤΟΥ ΚΑΤΑ ΔΙΔΑΣΚΑΛΙΑΝ ΤΕΛΕΙΩΘΕΝΤΟΣ Η ΝΟΜΩΝ ΑΓΡΑΦΩΝ 〈ΤΟ ΠΡΩΤΟΝ〉 Ο ΕΣΤΙ ΠΕΡΙ ΑΒΡΑΑΜ}1
<small>[1&nbsp;M.]</small><small>[1&nbsp;CW]</small> (1.) '''1'''&nbsp;Τῶν ἱερῶν νόμων ἐν πέντε βίβλοις ἀναγραφέντων ἡ πρώτη καλεῖται καὶ ἐπιγράφεται Γένεσις ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, ἣν ἐν ἀρχῇ περιέχει, λαβοῦσα τὴν πρόσρησιν, καίτοι μυρίων ἄλλων ἐμφερομένων πραγμάτων, ὅσα κατ´ εἰρήνην ἢ πόλεμον ἢ φορὰς καὶ ἀφορίας ἢ λιμὸν καὶ εὐθηνίαν ἢ τὰς μεγίστας τῶν ἐπὶ γῆς φθορὰς διὰ πυρὸς καὶ ὕδατος ἢ τοὐναντίον γενέσεις καὶ εὐτροφίας ζῴων καὶ φυτῶν κατὰ τὴν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν εὐκρασίαν καὶ ἀνδρῶν τῶν μὲν ἀρετῇ τῶν δὲ κακίᾳ συμβιωσάντων· '''2'''&nbsp;ἀλλ´ ἐπεὶ τούτων τὰ μέν ἐστι τοῦ κόσμου μέρη, τὰ δὲ παθήματα, τελειότατον δὲ καὶ πληρέστατον ὁ κόσμος, αὐτῷ τὴν ὅλην βίβλον ἀνέθηκεν. Ὃν μὲν οὖν τρόπον ἡ κοσμοποιία διατέτακται, διὰ τῆς προτέρας συντάξεως, ὡς οἷόν τε <small>[2&nbsp;M.]</small>ἦν, ἠκριβώσαμεν. '''3'''&nbsp;ἐπεὶ δὲ <small>[2&nbsp;CW]</small> τοὺς νόμους κατὰ τὸ ἑξῆς 〈καὶ〉 ἀκόλουθον ἀναγκαῖον διερευνᾶσθαι, τῶν ἐπὶ μέρους καὶ ὡς ἂν εἰκόνων ὑπέρθεσιν ποιησάμενοι τοὺς καθολικωτέρους καὶ ὡς ἂν ἀρχετύπους προτέρους διερευνήσωμεν. '''4'''&nbsp;οὗτοι δέ εἰσιν ἀνδρῶν οἱ ἀνεπιλήπτως καὶ καλῶς βιώσαντες, ὧν τὰς ἀρετὰς ἐν ταῖς ἱερωτάταις ἐστηλιτεῦσθαι γραφαῖς συμβέβηκεν, οὐ πρὸς τὸν ἐκείνων ἔπαινον αὐτὸ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ τοὺς ἐντυγχάνοντας προτρέψασθαι καὶ ἐπὶ τὸν ὅμοιον ζῆλον ἀγαγεῖν. '''5'''&nbsp;οἱ γὰρ ἔμψυχοι καὶ λογικοὶ νόμοι ἄνδρες ἐκεῖνοι γεγόνασιν, οὓς δυοῖν χάριν ἐσέμνυνεν· ἑνὸς μὲν βουλόμενος ἐπιδεῖξαι, ὅτι τὰ τεθειμένα διατάγματα τῆς φύσεως οὐκ ἀπᾴδει, δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ´ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο. '''6'''&nbsp;ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι´ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης.<p>
<small>[3&nbsp;CW]</small> (2.) '''7'''&nbsp;Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον“ τὸ κοινὸν τοῦ γένους ὄνομα κατ´ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ. '''8'''&nbsp;Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ´ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον. '''9'''&nbsp;ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος <small>[3&nbsp;M.]</small>γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν. '''10'''&nbsp;καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ´ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ´ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον“ κατ´ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων <small>[4&nbsp;CW]</small> τῆς αὐτῆς προσρήσεως ἐπιλαχεῖν. '''11'''&nbsp;εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις, ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ´ ᾗ τὰς σπουδαίας πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν. '''12'''&nbsp;εἰ μέντοι καταριθμήσειέ τις ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον“ εὑρήσει τέταρτον. '''13'''&nbsp;ἐν ἀριθμοῖς δὲ ἡ τετρὰς τετίμηται παρά τε τοῖς ἄλλοις φιλοσόφοις, ὅσοι τὰς ἀσωμάτους οὐσίας καὶ νοητὰς ἠσπάσαντο, καὶ μάλιστα παρὰ Μωυσεῖ τῷ πανσόφῳ, ὃς σεμνύνων τὸν τέταρτον ἀριθμόν φησιν, ὅτι „ἅγιός ἐστι καὶ αἰνετός“ (Lev. 19, 24)· δι´ ἃς δ´ αἰτίας ἐλέχθη, διὰ τῆς προτέρας συντάξεως εἴρηται. '''14'''&nbsp;ἅγιος δὲ καὶ ἐπαινετὸς ὁ εὔελπις, ὡς τοὐναντίον ἄναγνος καὶ ψεκτὸς ὁ δύσελπις, φόβῳ πρὸς ἅπαντα συμβούλῳ κακῷ χρώμενος· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ φασίν, ὡς ἐλπίδα φόβῳ καὶ φόβον ἐλπίδι· καὶ μήποτ´ εἰκότως· προσδοκία μὲν γὰρ ἑκάτερον, ἀλλ´ ἡ μὲν ἀγαθῶν, ἡ δ´ ἔμπαλιν κακῶν, ἀκατάλλακτοι δ´ αἱ φύσεις τούτων καὶ ἀσύμβατοι. (3.) '''15'''&nbsp;τοσαῦτα μὲν ἀπόχρη περὶ ἐλπίδος εἰπεῖν, ἣν ἐπὶ θύραις οἷα πυλωρὸν ἡ φύσις ἱδρύσατο βασιλίδων τῶν ἔνδον ἀρετῶν, αἷς οὐκ ἔστιν ἐντυχεῖν μὴ ταύτην προθεραπεύσαντας. '''16'''&nbsp;πολλὰ μὲν οὖν οἱ νομοθέται, πολλὰ δὲ οἱ πανταχοῦ νόμοι πραγματεύονται περὶ τοῦ τὰς ψυχὰς τῶν ἐλευθέρων ἐλπίδων χρηστῶν ἀναπλῆσαι· ὁ δ´ ἄνευ παραινέσεως δίχα τοῦ κελευσθῆναι γενόμενος εὔελπις ἀγράφῳ μὲν νόμῳ δὲ πάλιν αὐτομαθεῖ τὴν ἀρετὴν ταύτην πεπαίδευται, ὃν ἡ φύσις ἔθηκε.<p>