Περί της Παραπρεσβείας (Δημοσθένης): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 21:
{{χ|9}} πολλὰ δὲ καὶ δεινὰ κατηγορεῖν ἔχων ἔτι πρὸς τούτοις ἕτερ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν οὐκ ἔσθ᾽ ὅστις ἂν οὐκ εἰκότως μισήσειεν αὐτόν, βούλομαι πρὸ πάντων ὧν μέλλω λέγειν μνημονεύοντας ὑμῶν οἶδ᾽ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν ἑαυτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν, ἵν᾽ εἰδῆθ᾽ ὅτι τοῖς ὑφ᾽ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστ᾽ ἐξελεγχθήσεται δῶρ᾽ ἔχων.
 
{{χ|10}} ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς ελλησιἝλλησι καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων, καὶ ἔχων ισχανδρονἼσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῖ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου,
 
{{χ|11}} καὶ ἀπαγγέλλων μετὰ ταῦθ᾽ ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, οὓς ἐν τοῖς μυρίοις ἐν Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου.
Γραμμή 51:
{{χ|24}} καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε· τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτ᾽ ἔσεσθαι προσδοκῶν ἀγαθά, ἢ ταῦθ᾽ ὡς οὐκ ἔσται λέγοντός τινος, ἢ κατηγοροῦντος τῶν πεπραγμένων τούτοισ πάντα γὰρ τἄλλ᾽, οἶμαι, τότε δεύτερ᾽ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δ᾽ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσι᾽ ἡλίκα καὶ συμφέροντ᾽ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.
 
{{χ|25}} τοῦ χάριν δὴ ταῦθ᾽ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγουσλόγους; ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, εἶτα τότ᾽ οὐκ ἔλεγες παραχρῆμα ταῦτ᾽ οὐδ᾽ ἐδίδασκες ἡμᾶσἡμᾶς;
 
{{χ|26}} θαυμάζῃ, ἀλλὰ μεμνημένοι τὰς ὑποσχέσεις τὰς τούτων, ἃς ἐφ᾽ ἑκάστων ποιούμενοι τῶν καιρῶν ἐξέκλειον λόγου τυγχάνειν τοὺς ἄλλους, καὶ τὴν ἐπαγγελίαν τὴν τούτου ταύτην τὴν καλήν, εἰδῆθ᾽ ὅτι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τοῦτ᾽ ἠδίκησθ᾽ ὑπ᾽ αὐτοῦ, ὅτι τἀληθῆ παραχρῆμα καὶ ἡνίκ᾽ ἔδει πυνθάνεσθαι διεκωλύθητ᾽ ἐλπίσι καὶ φενακισμοῖς καὶ ὑποσχέσεσιν ἐξαπατώμενοι.
Γραμμή 65:
{{χ|31}} δὸς δέ μοι τὸ προβούλευμα, ὃ πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθ᾽ ἡ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵν᾽ εἰδῆθ᾽ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλ᾽ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, ἡ βουλὴ δέ, ἡ μὴ κωλυθεῖσ᾽ ἀκοῦσαι τἀληθῆ παρ᾽ ἐμοῦ, οὔτ᾽ ἐπῄνεσε τούτους οὔτ᾽ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτ᾽, ἀφ᾽ οὗ γέγονεν ἡ πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν ὁ δῆμος.
 
{{χ|32}} ἀλλ᾽ οὗτοι πεπόνθασιν. λέγε δ᾽ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα.ΜαρτυρίαΠροβούλευμαἐνταῦθ᾽ Μαρτυρία Προβούλευμα ἐνταῦθ᾽ οὔτ᾽ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλ᾽ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδέν᾽ ἐπῄνεσεν ἡ βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δ᾽ οἱ μὲν τὰ δίκαι᾽ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι.
 
{{χ|33}} πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτ᾽ ἔσθ᾽ ὁ πονηρόσπονηρός; ἀναμνήσθητε παρ᾽ ὑμῖν αὐτοῖς τίς ἐσθ᾽ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτ᾽ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δ᾽ οὐδεὶς ἐμοῦ.
 
{{χ|34}} ἡ μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δ᾽ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδηἦνἤδη ἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμ᾽ ἀκούειν κἀκεῖνον παρεῖναι καὶ μηδ᾽ ὅ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι.
 
{{χ|35}} πρὸς δὲ τούτοις τοῦτο μὲν οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα, οὐδ᾽ ἤκουσεν ὁ δῆμος, ἀναστὰς δ᾽ οὗτος ἐδημηγόρει ταῦθ᾽ ἃ διεξῆλθον ἄρτι πρὸς ὑμᾶς ἐγώ, τὰ πολλὰ καὶ μεγάλ᾽ ἀγαθά, ἃ πεπεικὼς ἔφη τὸν Φίλιππον ἥκειν καὶ διὰ τοῦτο χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. ὥσθ᾽ ὑμᾶς, ἐκπεπληγμένους τῇ παρουσίᾳ τὸ πρῶτον τῇ τοῦ Φιλίππου καὶ τούτοις ὀργιζομένους ἐπὶ τῷ μὴ προηγγελκέναι, πραοτέρους γενέσθαι τινός, πάνθ᾽ ὅσ᾽ ἐβούλεσθ᾽ ὑμῖν ἔσεσθαι προσδοκήσαντας, καὶ μηδὲ φωνὴν ἐθέλειν ἀκούειν ἐμοῦ μηδ᾽ ἄλλου μηδενός.
Γραμμή 77:
{{χ|37}} ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλ᾽ οὐδὲ μικρόν. καὶ τοῦτ᾽ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλ᾽ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατ᾽ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν οὐκ ἐμέλλεθ᾽ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι·
 
{{χ|38}} ἃ δ᾽ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδ᾽ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτ᾽ ἐν ἐπιστολῇ μήτ᾽ ἄλλοθι μηδαμοῦ τῶν παρ᾽ ἐκείνου τούτων ἐνόντων. λέγε δ᾽ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δ᾽ ἐκεῖνος· καὶ σκοπεῖθ᾽ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθ᾽ ἐγώ. λέγεΛέγε. Ἐπιστολή
 
{{χ|39}} ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. ταύτης τοίνυν οὐδ᾽ ὁτιοῦν ἐσθ᾽ ὑγιές. καὶ τοῦτ᾽ αὐτίκα δὴ μάλ᾽ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστ᾽ ἐξελήλανται καὶ ἀνάστατος ἡ πόλις αὐτῶν γέγονε· τοὺς δ᾽ αἰχμαλώτους ὁ σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδέν᾽ ἐνθυμηθῆναί φησι λύσασθαι.
 
{{χ|40}} μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπ᾽ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται· διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτ᾽ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. ὃ τοίνυν μέγιστον ἁπάντων· ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτι ἔγραφον δ᾽ ἂν καὶ διαρρήδην ἡλίχ᾽ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην, γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδ᾽ ὃ αὐτὸς ὑπέσχετο· τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθ᾽ οὕτω τότ᾽ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε.λέγε Λέγε. Ἐξ ἘπιστολήΣἘπιστολή
 
{{χ|41}} οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν, εἰ καὶ συμμαχία προσγένοιτ᾽ αὐτῷ, γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει· ἐπειδὴ δ᾽ ἀμφότερ᾽ αὐτῷ γέγονεν, οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο, ἂν δ᾽ ὑμεῖς λέγητε, ποιήσειν ὃ μήτ᾽ αἰσχύνην μήτ᾽ ἀδοξίαν αὐτῷ φέρει, εἰς ταύτας τὰς προφάσεις καταφεύγων, κἂν ἄρ᾽ εἴπητέ τι καὶ προαχθῆθ᾽ ὑμεῖς ἐπαγγείλασθαι, ἀναχώρησιν ἑαυτῷ καταλείπων.
 
{{χ|42}} ταῦτα τοίνυν καὶ πόλλ᾽ ἕτερ᾽ ἐνῆν παραχρῆμα τότ᾽ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματ᾽ ἐᾶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν. καίτοι ταῦτα, εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν, ὀρθῶς ἐλέγετο, εἰ δὲ πραχθῆναι τῷ ὄντι, σιωπᾶσθαι συνέφερεν. εἰ μὲν γὰρ ἐνταῦθ᾽ ἦν ἤδη τὰ πράγμαθ᾽ ὥστε μηδ᾽ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσασἐκλαλήσας; οὐχ οὗτοσοὗτος;
 
{{χ|43}} ἀλλ᾽ οὔτ᾽ ἔμελλεν οὔτ᾽ ἐβουλήθη ταῦτ᾽ οὐδ᾽ ἤλπισεν οὗτος, ὥστε τοῦ γ᾽ ἐκλελαληκέναι μηδ᾽ αἰτίαν ἐχέτω· ἀλλὰ φενακισθῆναι τοῖς λόγοις τούτοις ὑμᾶς ἔδει, καὶ ἐμοῦ τἀληθῆ μὴ ᾽θελῆσαι ἀκοῦσαι, καὶ αὐτοὺς οἴκοι καταμεῖναι, καὶ ψήφισμα νικῆσαι τοιοῦτο δι᾽ οὗ Φωκεῖς ἀπολοῦνται. διὰ ταῦτ᾽ ἐσπαθᾶτο ταῦτα καὶ διὰ ταῦτ᾽ ἐδημηγορεῖτο.
Γραμμή 91:
{{χ|44}} ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὅρκους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, ὃ σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι· ἔπειτ᾽ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου,
 
{{χ|45}} ἀλλὰ τοῦτονἐκτοῦτον ἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δ᾽ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε ὅτι ταῦτ᾽ οὔτ᾽ οἶδ᾽ οὔτε κοινωνῶ, προσέθηκα δ᾽ ὡς οὐδὲ προσδοκῶ. τραχέως δ᾽ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, καὶ ὅπως γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἔφην, ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε· ἐγὼ δ᾽ ἀφίσταμαι.
 
{{χ|46}} μὴ νῦν, ὑπολαβὼν Αἰσχίνης οὑτοσί, μὴ νῦν ἀφίστασο, ἔφη, ἀλλ᾽ ὅπως τότε μὴ προσποιήσει. νὴ Δί᾽, ἢ ἀδικήσω γ᾽, ἔφην. ἐπαναστὰς δ᾽ ὁ Φιλοκράτης μάλ᾽ ὑβριστικῶς οὐδὲν, ἔφη, θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτ᾽ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δ᾽ οἶνον πίνω. καὶ ὑμεῖς ἐγελᾶτε.
 
{{χ|47}} σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθ᾽ ὁ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφ᾽ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα. Ψήφισμα
 
{{χ|48}} ὁρᾶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν, καὶ ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν. ἀλλ᾽ οὐδὲν ἐκεῖνός γ᾽ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γ᾽ ἔδει ἐπαγγέλλεσθαι ὥστ᾽ οὐδ᾽ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.
Γραμμή 101:
{{χ|49}} ἀλλ᾽ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτ᾽ εἰς τὸ ψήφισμα, ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.
 
{{χ|50}} οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δ᾽ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατ᾽ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι ποίοισποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί, ἀλλ᾽ οὐ συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας, οὐδ᾽ ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν, οὐδὲ βοηθεῖν Πρόξενον εἰς Φωκέας, οὐδ᾽ ἐξιέναι Ἀθηναίους, οὐδὲ τοιοῦτ᾽ οὐδέν.
 
{{χ|51}} καίτοι καὶ ἐπιστολὰς ἔπεμψ᾽ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵν᾽ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητ᾽ ἂν ἐξελθεῖν, τηνικαῦτ᾽ ἐκάλει· οὐδ᾽ ἂν ἐμέ, ἡνίκα δεῦρ᾽ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθ᾽ ὑμεῖς ἐμέλλετ᾽ ἐξιέναι· ἀλλ᾽ ἵνα, ἃ ἐβούλεσθ᾽ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθ᾽ αὐτῷ, μηδ᾽ ἀμύναιντο μηδ᾽ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρ᾽ ὑμῶν ὑπέχοντες ἐλπίσιν, ἀλλ᾽ ἀπογνόντες ἅπανθ᾽ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δ᾽ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. Ἐπιστολαί
 
{{χ|52}} αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δί᾽ ἤδη γε· τούτοις δ᾽, εἴπερ ἦν ὑγιές τι τούτων, τί ἄλλο προσῆκεν ἢ συνειπεῖν ὅπως ἐξέλθηθ᾽ ὑμεῖς, καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα γράφειν εὐθέως βοηθεῖν πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες. εἰκότως· οὐ γὰρ οἷς ἐπέστελλε προσεῖχον τὸν νοῦν, ἀλλ᾽ ἃ φρονῶν ταῦτ᾽ ἔγραφεν συνῄδεσαν· τούτοις οὖν συνέπραττον καὶ τούτοις συνηγωνίζοντο.
Γραμμή 123:
{{χ|60}} τῷ τοῦτο δῆλον τῇ τετράδι φθίνοντος ἠκκλησιάζετε μὲν τόθ᾽ ὑμεῖς ἐν Πειραιεῖ περὶ τῶν ἐν τοῖς νεωρίοις, ἧκε δὲ Δερκύλος ἐκ Χαλκίδος καὶ ἀπήγγελλεν ὑμῖν ὅτι πάντα τὰ πράγματ᾽ ἐγκεχείρικε Θηβαίοις ὁ Φίλιππος, καὶ πέμπτην εἶναι ταύτην ἡμέραν ἐλογίζετ᾽ ἀφ᾽ οὗ γεγόνασιν αἱ σπονδαί. ὀγδόη τοίνυν, ἑβδόμη, ἕκτη, πέμπτη, τετράς· αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην. οὐκοῦν τοῖς χρόνοις, οἷς ἀπήγγελλον, οἷς ἔγραφον, πᾶσιν ἐξελέγχονται συνηγωνισμένοι Φιλίππῳ καὶ συναίτιοι γεγονότες τοῦ τῶν Φωκέων ὀλέθρου.
 
{{χ|61}} ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδ᾽ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλ᾽ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν· οὐ γὰρ ἐκεῖνόν γ᾽ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθ᾽ ὑφ᾽ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵν᾽ εἰδῆθ᾽ οἵων ὑπαρχόντων αὐτοῖς παρ᾽ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγεΛέγε. Συμμαχία Φωκέων καὶ Ἀθηναίων
 
{{χ|62}} ἃ μὲν τοίνυν ὑπῆρχε παρ᾽ ὑμῶν αὐτοῖς, ταῦτ᾽ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δ᾽ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγεΛέγε. Ὁμολογία Φιλίππου καὶ Φωκέωνἀκούετ᾽Φωκέων ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι. ὁμολογία Φιλίππου καὶ Φωκέων, φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδ᾽ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλιν παραδοῦναι δὲ τὰς πόλεις Φωκέας, φησί, Φιλίππῳ, οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδ᾽ ἄλλῳ οὐδενί.
 
{{χ|63}} διὰ τί ὅτι Φίλιππος ἀπηγγέλλετο πρὸς ὑμᾶς ὑπὸ τούτου ἐπὶ τῇ τῶν Φωκέων σωτηρίᾳ παρεληλυθέναι. τούτῳ δὴ πάντ᾽ ἐπίστευον, καὶ πρὸς τοῦτον πάντ᾽ ἐσκόπουν, πρὸς τοῦτον ἐποιοῦντο τὴν εἰρήνην. λέγε δὴ τἀπίλοιπα. καὶ σκοπεῖτε τί πιστεύσαντες τί ἔπασχον. ἆρά γ᾽ ὅμοι᾽ ἢ παραπλήσι᾽ οἷς οὗτος ἀπήγγελλεν λέγε. Δόγματα Ἀμφικτυόνων
 
{{χ|64}} τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερ᾽ οὐ γέγονεν οὐδὲ μείζω πράγματ᾽ ἐφ᾽ ἡμῶν ἐν τοῖς ελλησινἝλλησιν, οἶμαι δ᾽ οὐδ᾽ ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων πραγμάτων κύριος εἷς ἀνὴρ Φίλιππος γέγονεν διὰ τούτους, οὔσης τῆς Ἀθηναίων πόλεως, ᾗ προεστάναι τῶν Ἑλλήνων πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν,
 
{{χ|65}} ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἃ πέπρακται, θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθ᾽ εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν πάντα ταῦτα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρι᾽ ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς· οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων. ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ψῆφον ἔθενθ᾽ οὗτοι περὶ ἡμῶν ὑπὲρ ἀνδραποδισμοῦ προτεθεῖσαν, ὑμῶν ἔγωγ᾽ ἀκούω πάντων.
 
{{χ|66}} τίν᾽ ἂν οὖν οἴεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν, εἰ λάβοιεν αἴσθησιν, ψῆφον ἢ γνώμην θέσθαι περὶ τῶν αἰτίων τοῦ τούτων ὀλέθρου ἐγὼ μὲν γὰρ οἶμαι κἂν καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶν καθαροὺς ἔσεσθαι νομίζειν. πῶς γὰρ οὐκ αἰσχρόν, μᾶλλον δ᾽ εἴ τις ἔστιν ὑπερβολὴ τούτου, τοὺς σεσωκότας ἡμᾶς τότε καὶ τὴν σῴζουσαν περὶ ἡμῶν ψῆφον θεμένους, τούτους τῶν ἐναντίων τετυχηκέναι διὰ τούτους, καὶ περιῶφθαι τοιαῦτα πεπονθότας οἷ᾽ οὐδένες ἄλλοι τῶν Ἑλλήνων τίς οὖν ὁ τούτων αἴτιοσαἴτιος; τίς ὁ ταῦτα φενακίσασφενακίσας; οὐχ οὗτοσοὗτος;
 
{{χ|67}} πολλὰ τοίνυν ἄν τις, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον εὐδαιμονίσας τῆς τύχης εἰκότως, τοῦτο μάλιστ᾽ ἂν εὐδαιμονίσειεν ἁπάντων, ὃ μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐκ ἔχω λέγειν ἔγωγ᾽ ἄλλον ὅστις ηὐτύχηκεν ἐφ᾽ ἡμῶν. τὸ μὲν γὰρ πόλεις μεγάλας εἰληφέναι καὶ χώραν πολλὴν ὑφ᾽ ἑαυτῷ πεποιῆσθαι καὶ πάντα τὰ τοιαῦτα ζηλωτὰ μέν ἐστιν, οἶμαι, καὶ λαμπρά· πῶς γὰρ οὔ ἔχοι δ᾽ ἄν τις εἰπεῖν πεπραγμένα καὶ ἑτέροις πολλοῖς.
Γραμμή 141:
{{χ|69}} καὶ ὁ μὲν Ἀντίπατρος καὶ ὁ Παρμενίων, δεσπότῃ διακονοῦντες καὶ οὐ μέλλοντες ὑμῖν μετὰ ταῦτ᾽ ἐντεύξεσθαι, ὅμως τοῦθ᾽ εὕροντο, μὴ δι᾽ αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι· οἱ δέ, Ἀθηναῖοι, τῆς ἐλευθερωτάτης πόλεως, πρέσβεις ταχθέντες ὑμᾶς, οἷς ἀπαντῶντας ἐμβλέπειν, οἷς συζῆν ἀνάγκη τὸν λοιπὸν βίον καὶ ἐν οἷς εὐθύνας ἔμελλον δώσειν τῶν πεπραγμένων, τούτους ἐξαπατᾶν ὑπέστησαν. πῶς ἂν ἄνθρωποι κακίους ἢ μᾶλλον ἀπονενοημένοι τούτων γένοιντο
 
{{χ|70}} ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι καὶ κατάρατός ἐστιν ὑφ᾽ ὑμῶν, καὶ οὐδ᾽ ὅσιον ὑμῖν οὐδ᾽ εὐσεβές ἐστι τοιαῦτ᾽ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί. Ἀράταῦθ᾽ ὑπὲρ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καθ᾽ ἑκάστην τὴν ἐκκλησίαν ὁ κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν ἡ βουλὴ καθῆται, παρ᾽ ἐκείνῃ πάλιν. καὶ ταῦτ᾽ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει· ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι.
 
{{χ|71}} πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἴητε, εἰ ἃ προστάττετε, μᾶλλον δ᾽ ἀξιοῦτε ποιεῖν ὑπὲρ ὑμῶν τοὺς θεούς, ταῦτ᾽ αὐτοὶ κύριοι γεγενημένοι τήμερον μὴ ποιήσαιτε, ἀλλ᾽ ὃν ἐκείνοις εὔχεσθ᾽ ἐξώλη ποιεῖν αὐτὸν καὶ γένος καὶ οἰκίαν, τοῦτον ἀφείητ᾽ αὐτοί μηδαμῶς· ὃς γὰρ ἂν ὑμᾶς λάθῃ, τοῦτον ἀφίετε τοῖς θεοῖς κολάζειν· ὃν δ᾽ ἂν αὐτοὶ λάβητε, μηκέτ᾽ ἐκείνοις περὶ τούτου προστάττετε.
Γραμμή 147:
{{χ|72}} εἰς τοίνυν τοῦτ᾽ ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω, ὥστε πάντων τῶν πεπραγμένων ἐκστάντα, ὧν ἀπήγγειλεν, ὧν ὑπέσχετο, ὧν πεφενάκικε τὴν πόλιν, ὥσπερ ἐν ἄλλοις τισὶ κρινόμενον καὶ οὐκ ἐν ὑμῖν τοῖς ἅπαντ᾽ εἰδόσι, πρῶτον μὲν Λακεδαιμονίων, εἶτα Φωκέων, εἶθ᾽ Ἡγησίππου κατηγορήσειν. ἔστι δὲ ταῦτα γέλως, μᾶλλον δ᾽ ἀναισχυντία δεινή.
 
{{χ|73}} ὅσα γὰρ νῦν ἐρεῖ περὶ τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ τοῦ Ἡγησίππου, ὡς Πρόξενον οὐχ ὑπεδέξαντο, ὡς ἀσεβεῖς εἰσίν, ὡσὅὡς - ὅ τι ἂν δήποτ᾽ αὐτῶν κατηγορῇ, πάντα δήπου ταῦτα πρὸ τοῦ τοὺς πρέσβεις τούτους δεῦρ᾽ ἥκειν ἐπέπρακτο, καὶ οὐκ ἦν ἐμποδὼν τῷ τοὺς Φωκέας σῴζεσθαι, ὡς τίς φησιν
 
{{χ|74}} Αἰσχίνης αὐτὸς οὑτοσί. οὐ γὰρ ὡς εἰ μὴ διὰ Λακεδαιμονίους, οὐδ᾽ ὡς εἰ μὴ Πρόξενον οὐχ ὑπεδέξαντο, οὐδ᾽ ὡς εἰ μὴ δι᾽ Ἡγήσιππον, οὐδ᾽ ὡς εἰ μὴ διὰ τὸ καὶ τὸ ἐσώθησαν ἂν οἱ Φωκεῖς, οὐχ οὕτω τότ᾽ ἀπήγγειλεν, ἀλλὰ πάντα ταῦθ᾽ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον Φωκέας σῴζειν, τὴν Βοιωτίαν οἰκίζειν, ὑμῖν τὰ πράγματ᾽ οἰκεῖα ποιεῖν· ταῦτα πεπράξεσθαι δυοῖν ἢ τριῶν ἡμερῶν· διὰ ταῦτα χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.
Γραμμή 165:
{{χ|81}} οὐ γὰρ ἔγωγ᾽ ἂν ἔδωκ᾽ οὐδενὶ οὐδὲν ὥστε μοι παραστάντας ἐνταυθὶ βοᾶν οἷα πεπόνθασιν· ἡ γὰρ ἀλήθεια καὶ τὰ πεπραγμέν᾽ αὐτὰ βοᾷ. ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Φωκέων οὕτω κακῶς καὶ ἐλεινῶς διάκειται ὥστε μὴ περὶ τοῦ κατηγορεῖν ἑκάστῳ τὰς Ἀθήνησιν εὐθύνας εἶναι τὸν λόγον, ἀλλὰ δουλεύειν καὶ τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους, οὓς ἀναγκάζονται τρέφειν, διῳκισμένοι κατὰ κώμας καὶ παρῃρημένοι τὰ ὅπλα.
 
{{χ|82}} μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε, ἀλλ᾽ ὡς οὐκ ἀπολώλασι Φωκεῖς δεικνύναι, ἢ ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον. τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι, τί πέπρακται τί ἀπήγγειλασἀπήγγειλας; εἰ μὲν ἀληθῆ, σῴζου· εἰ δὲ ψευδῆ, δίκην δός. εἰ δὲ μὴ πάρεισι Φωκεῖς, τί τοῦτο οὕτω γὰρ διέθηκας αὐτούς, οἶμαι, τὸ μέρος σύ, ὥστε μήτε τοῖς φίλοις βοηθεῖν μήτε τοὺς ἐχθροὺς ἀμύνεσθαι δύνασθαι.
 
{{χ|83}} καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας, ἣν τὰ πεπραγμέν᾽ ἔχει, καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τ᾽ ἀπὸ Θηβαίων ἄδει᾽ ὑπῆρχεν ἡμῖν, καὶ τὸ μηδέποτ᾽ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδ᾽ εἰς Εὔβοιαν μηδ᾽ εἰς τὴν Ἀττικὴν Φίλιππον μηδὲ Θηβαίους
Γραμμή 173:
{{χ|85}} ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν οὗτος ὑπηρέτηκε Φιλίππῳ, πλείστην ὕβριν ὡς ἀληθῶς ἔχει κατὰ τῆς πόλεως καὶ ἁπάντων ὑμῶν, τοῦτ᾽ ἀκούσατέ μου, ὅτι τοῖς Θηβαίοις ἐγνωκότος ἐξ ἀρχῆς τοῦ Φιλίππου πάνθ᾽ ἃ πεποίηκε ποιεῖν, οὗτος ἀπαγγείλας τἀναντία καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς οὐχὶ βουλομένους, ὑμῖν μὲν τὴν ἔχθραν τὴν πρὸς Θηβαίους μείζω, Φιλίππῳ δὲ τὴν χάριν πεποίηκεν. πῶς ἂν οὖν ὑβριστικώτερον ἄνθρωπος ὑμῖν ἐχρήσατο
 
{{χ|86}} λέγε δὴ τὸ ψήφισμα λαβὼν τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους, ἵν᾽ εἰδῆθ᾽ ὅτι, ὅτε μὲν τὰ δέοντ᾽ ἐποιεῖτε, θυσιῶν καὶ ἐπαίνων ἠξιοῦσθε παρ᾽ ὑμῖν αὐτοῖς καὶ παρὰ τοῖς ἄλλοις, ἐπειδὴ δ᾽ ὑπὸ τούτων παρεκρούσθητε, παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατεκομίζεσθε καὶ τὰ Ἡράκλει᾽ ἐντὸς τείχους θύειν ἐψηφίζεσθε, εἰρήνης οὔσης. ὃ καὶ θαυμάζω, εἰ τὸν μηδὲ τοὺς θεούς, καθ᾽ ὃ πάτριον ἦν, τιμᾶσθαι ποιήσαντα, τοῦτον ἀτιμώρητον ἀφήσετε. λέγε τὸ ψήφισμα.Ψήφισματαῦτα Ψήφισμα ταῦτα μὲν τότ᾽ ἄξι᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πεπραγμένων ἐψηφίσασθε. λέγε δὴ τὰ μετὰ ταῦτα. Ψήφισμα
 
{{χ|87}} ταῦτα τότ᾽ ἐψηφίζεσθ᾽ ὑμεῖς διὰ τούτους, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν οὔτε κατ᾽ ἀρχὰς ποιησάμενοι τὴν εἰρήνην καὶ τὴν συμμαχίαν, οὔθ᾽ ὕστερον ἐγγράψαι πεισθέντες εἰς αὐτὴν καὶ τοῖς ἐγγόνοις, ἀλλ᾽ ὡς θαυμάσι᾽ ἡλίκα πεισόμενοι διὰ τούτους ἀγαθά. καὶ μὴν καὶ μετὰ ταῦθ᾽ ὁσάκις πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις ἀκούοντες δύναμιν Φιλίππου καὶ ξένους ἐθορυβεῖσθε, πάντες ἐπίστασθε. οὐ τοίνυν εἰ μήπω τῆς Ἀττικῆς ἐπιβαίνει, δεῖ σκοπεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλ᾽ εἰ διὰ τούτους ἐξουσία γέγονεν αὐτῷ τοῦθ᾽ ὅταν βούληται ποιῆσαι, τοῦθ᾽ ὁρᾶν, καὶ πρὸς ἐκεῖνο τὸ δεινὸν βλέπειν, καὶ τὸν αἴτιον καὶ παρασκευάσαντα τὴν ἐξουσίαν ταύτην ἐκείνῳ μισεῖν καὶ τιμωρεῖσθαι.
Γραμμή 185:
{{χ|91}} ὅλως δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτ᾽ ἂν εἶναι, μήτ᾽ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότ᾽ ἐστὶ τῇ πόλει, μηδενὸς δ᾽ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτ᾽ εἴ τι τῶν δεόντων πέπρακται δι᾽ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλ᾽ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος ᾖ, καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε.
 
{{χ|92}} πῶς οὖν εὑρήσετε ταῦτα δικαίωσδικαίως; ἐὰν μὴ πάνθ᾽ ἅμ᾽ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλ᾽ ἕκαστον ἐφ᾽ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον ἦν. ἐνταῦθ᾽ ἐγκαλεῖ τις Αἰσχίνῃ βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γ᾽ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμεν᾽ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς· οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε.
 
{{χ|93}} μετὰ ταῦτ᾽ εἰρήνην τινὲς ἡμᾶς ἔπειθον ποιήσασθαι· ἐπείσθημεν· πρέσβεις ἐπέμψαμεν· ἤγαγον οὗτοι δεῦρο τοὺς ποιησομένους τὴν εἰρήνην. πάλιν ἐνταῦθα περὶ τούτου μέμφεταί τις Αἰσχίνην φησί τις εἰσηγήσασθαι τοῦτον εἰρήνην, ἢ ἀδικεῖν ὅτι δεῦρ᾽ ἤγαγε τοὺς ποιησομένουσποιησομένους; οὐδὲ εἷς. οὔκουν οὐδ᾽ ὑπὲρ αὐτοῦ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην οὐδὲν αὐτῷ λεκτέον· οὐ γὰρ οὗτος αἴτιος.
 
{{χ|94}} τί οὖν, ἄνθρωπε, λέγεις, εἴ τις ἔροιτό με, καὶ πόθεν ἄρχει κατηγορεῖν ὅθεν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευομένων ὑμῶν, οὐ περὶ τοῦ εἰ ποιητέον εἰρήνην ἢ μή ἐδέδοκτο γὰρ ἤδη τοῦτό γε ἀλλ᾽ ὑπὲρ τοῦ ποίαν τινά, τοῖς τὰ δίκαια λέγουσιν ἀντειπὼν τῷ μισθοῦ γράφοντι συνεῖπε δῶρα λαβών, καὶ μετὰ ταῦτ᾽ ἐπὶ τοὺς ὅρκους αἱρεθείς, ὧν μὲν ὑμεῖς προσετάξατε, οὐδ᾽ ὁτιοῦν ἐποίησε, τοὺς δ᾽ ἐπὶ τοῦ πολέμου διασωθέντας ἀπώλεσε τῶν συμμάχων, καὶ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἐψεύσαθ᾽ ἡλίκ᾽ οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων οὔτε πρότερον οὔθ᾽ ὕστερον. τὸ μὲν γὰρ ἐξ ἀρχῆς ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ, ἐπειδὴ δ᾽ εἰς τὸ πράττειν ἤδη τὰ πράγμαθ᾽ ἧκεν, Φιλοκράτει καὶ τούτῳ παρέδωκαν, δεξάμενοι δ᾽ οὗτοι πάντ᾽ ἀπώλεσαν.
Γραμμή 207:
{{χ|102}} ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, ἢ διαρρήδην ἀκούσανθ᾽ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, ἢ εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτ᾽ ἐλπίσαντα παρ᾽ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς.
 
{{χ|103}} ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί ὅτι τὸ μὲν ἐκείνου μέρος πάντ᾽ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητ᾽ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου τί δ᾽ ἐξελέγχοντ᾽ ἢ λέγοντά τι τοῦτον ἑόρακεν αδ;
 
{{χ|109}} οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ ὁ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δ᾽ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθ᾽ ὅ τι βούλεσθε· ἐπίστευσ᾽, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δ᾽ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθ᾽ οἷα πεποίηκεν ἐμέ οἷ᾽ ἐξηπάτηκεν τούτων οὐδέν᾽ ἀκούω τῶν λόγων, οὐδ᾽ ὑμεῖς.
Γραμμή 239:
{{χ|123}} ἐφοβοῦντο δὴ μὴ σύγκλητος ἐκκλησία γένοιτ᾽ ἐξαίφνης, εἶτ᾽ ἀκούσαντες ὑμεῖς ἐμοῦ τἀληθῆ ψηφίσαισθέ τι τῶν δεόντων ὑπὲρ τῶν Φωκέων, καὶ τὰ πράγματ᾽ ἐκφύγοι τὸν Φίλιππον. εἰ γὰρ ἐψηφίσασθε μόνον καὶ μικρὰν ὑπεφήνατ᾽ ἐλπίδ᾽ ἡντινοῦν αὐτοῖς, ἐσώθησαν ἄν. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν μὴ παρακρουσθέντων ὑμῶν μεῖναι Φιλίππῳ. οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ, ἀσπόρῳ διὰ τὸν πόλεμον γεγονυίᾳ, οὔθ᾽ ἡ σιτοπομπία δυνατὴ τριήρων οὐσῶν ὑμετέρων ἐκεῖ καὶ τῆς θαλάττης κρατουσῶν, αἵ τε πόλεις πολλαὶ καὶ χαλεπαὶ λαβεῖν αἱ τῶν Φωκέων, μὴ οὐ χρόνῳ καὶ πολιορκίᾳ· εἰ γὰρ ἐν ἡμέρᾳ πόλιν ᾕρει, δύο καὶ εἴκοσίν εἰσιν ἀριθμῷ.
 
{{χ|124}} διὰ δὴ ταῦτα πάντα, ἵνα μηδὲν μετάθησθ᾽ ὧν ἐξηπάτησθε, τοῦτον αὐτοῦ κατέλιπον. ἐξομόσασθαι μὲν δὴ μὴ μετ᾽ αἰτίας τινὸς δεινὸν ἦν καὶ ὑποψία μεγάλη· τί λέγεισλέγεις; ἐπὶ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἀγαθὰ οὐχὶ βαδίζεις ἀπαγγείλας οὐδὲ πρεσβεύεισπρεσβεύεις; ἔδει δὲ μένειν. πῶς οὖν ἀρρωστεῖν προφασίζεται, καὶ λαβὼν Ἐξήκεστον τὸν ἰατρὸν ἁδελφὸς αὐτοῦ καὶ προσελθὼν τῇ βουλῇ ἐξώμοσεν ἀρρωστεῖν τουτονὶ καὶ αὐτὸς ἐχειροτονήθη.
 
{{χ|125}} ἐπειδὴ δ᾽ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντ᾽ ἢ ἕξ, καὶ τέλος εἶχε τὸ μίσθωμ᾽ ὥσπερ ἂν ἄλλο τι τούτῳ, καὶ ὁ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι, καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτ᾽ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε, καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούρι᾽ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλει᾽ ἐν ἄστει θύειν,
Γραμμή 251:
{{χ|129}} καὶ ταῦτ᾽ οὐκ ἔνεστιν ἐμοὶ μὲν οὕτω, τούτῳ δ᾽ ἄλλως πως εἰπεῖν· ἀλλ᾽ ὑπὲρ μὲν τῆς ἐξωμοσίας ἐν τοῖς κοινοῖς τοῖς ὑμετέροις γράμμασιν ἐν τῷ μητρῴῳ ταῦτ᾽ ἐστίν, ἐφ᾽ οἷς ὁ δημόσιος τέτακται, καὶ ψήφισμ᾽ ἄντικρυς περὶ τούτου τοῦ ὀνόματος γέγραπται· ὑπὲρ δ᾽ ὧν ἐκεῖ διεπράξατο, οἱ συμπρεσβεύοντες καὶ παρόντες καταμαρτυρήσουσιν, οἵπερ ἐμοὶ ταῦτα διηγοῦντο· οὐ γὰρ ἔγωγ᾽ αὐτοῖς συνεπρέσβευσα, ἀλλ᾽ ἐξωμοσάμην.
 
{{χ|130}} καί μοι λέγε τὸ ψήφισμα καὶ τὰ γράμματα, καὶ τοὺς μάρτυρας κάλει.ΨήφισμαΜάρτυρεςτίνας Ψήφισμα Μάρτυρες τίνας οὖν εὐχὰς ὑπολαμβάνετ᾽ εὔχεσθαι τοῖς θεοῖς τὸν Φίλιππον, ὅτ᾽ ἔσπενδεν, ἢ τοὺς ΘηβαίουσΘηβαίους; ἆρ᾽ οὐ κράτος πολέμου καὶ νίκην αὑτοῖς καὶ τοῖς συμμάχοις διδόναι, καὶ τἀναντία τοῖς τῶν Φωκέων οὐκοῦν ταῦτα συνηύχεθ᾽ οὗτος καὶ κατηρᾶτο τῇ πατρίδι, ἃ νῦν εἰς κεφαλὴν ὑμᾶς αὐτῷ δεῖ τρέψαι.
 
{{χ|131}} οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δ᾽ ἐκεῖσε ἑτέρων θανάτων ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ πεπρεσβευμέν᾽ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως. σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ὃ ταύτην ἕξει τὴν ἀξίαν ὥστε τοσούτων πραγμάτων ἀξιόχρεων φαίνεσθαι.
Γραμμή 283:
{{χ|145}} τῇ μὲν δὴ πόλει ταῦτ᾽ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδ᾽ εὑρεῖν αἰσχίω ῥᾴδιον· τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν τὰ μὲν ἄλλα σιωπῶ πάνθ᾽, ὅσ᾽ ἑοράκαθ᾽ ὑμεῖς, οἰκίας, ξύλα, πυρούς, ἀλλ᾽ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς, Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον, τούτῳ δὲ Αἰσχίνῃ τριάκοντα μνᾶς.
 
{{χ|146}} καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τὰς τῶν ὑμετέρων συμμάχων συμφορὰς προσόδους τοῖς πρέσβεσι τοῖς ὑμετέροις γεγενῆσθαι, καὶ τὴν αὐτὴν εἰρήνην τῇ μὲν ἐκπεμψάσῃ πόλει τῶν μὲν συμμάχων ὄλεθρον, τῶν δὲ κτημάτων ἀπόστασιν, ἀντὶ δὲ δόξης αἰσχύνην γεγενῆσθαι, τῶν δὲ πρέσβεων τοῖς κατὰ τῆς πόλεως ταῦτα πράξασι προσόδους, εὐπορίας, κτήματα, πλοῦτον ἀντὶ τῶν ἐσχάτων ἀποριῶν εἰργάσθαι ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τοὺς Ὀλυνθίους μάρτυρας. Μάρτυρες
 
{{χ|147}} οὐ τοίνυν θαυμάσαιμ᾽ ἂν εἰ καὶ τοιοῦτό τι τολμήσει λέγειν, ὡς οὐκ ἦν καλὴν οὐδ᾽ οἵαν ἠξίουν ἐγὼ τὴν εἰρήνην ποιήσασθαι, κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων. ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατ᾽ αὐτὸν μεμνημένοι, πότερ᾽ ἐξ ἑτέρας ᾤχετο πρεσβεύων πόλεως ἢ ταύτης αὐτῆς. εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματ᾽ εἴληφεν· εἰ δ᾽ ἐκ ταύτης αὐτῆς, τίνος εἵνεκ᾽ ἐφ᾽ οἷς ἡ πέμψασα πόλις τῶν αὑτῆς ἀπέστη, ἐπὶ τούτοις οὗτος δωρειὰς προσλαβὼν φαίνεται τῶν γὰρ αὐτῶν ἔδει τήν τε πέμψασαν πόλιν τυγχάνειν καὶ τοὺς ἐκ ταύτης πρέσβεις, εἴπερ τι τῶν δικαίων ἐγίγνετο.
Γραμμή 299:
{{χ|153}} καὶ ταῦτ᾽ εἰκότως οὕτως ὑπελάμβανον ἕξειν. εἰ γὰρ ἦσαν, ὡς ἦσαν τότε, Φωκεῖς σῷοι καὶ Πύλας εἶχον, ἐκεῖνος μὲν οὐδὲν ἂν ὑμῖν εἶχ᾽ ἀνατείνασθαι φοβερόν, δι᾽ ὃ τῶν δικαίων ἄν τι παρείδετε· οὔτε γὰρ κατὰ γῆν παρελθὼν οὔτε ναυσὶ κρατήσας εἰς τὴν Ἀττικὴν ἥξειν ἔμελλεν· ὑμεῖς δ᾽ ἐκείνου παραχρῆμα, εἰ μὴ τὰ δίκαια ποιοίη, κλείσειν τὰ ἐμπόρια, καὶ χρημάτων τ᾽ ἐν σπάνει καὶ τῶν ἄλλων ἐν πολιορκίᾳ πάλιν αὐτὸν καταστήσειν, ὥστ᾽ ἐκεῖνος ὁ δουλεύσων ἔμελλεν ἔσεσθαι τοῖς ἀπὸ τῆς εἰρήνης λυσιτελοῦσιν, οὐχ ὑμεῖς.
 
{{χ|154}} καὶ ταῦθ᾽ ὅτι οὐκ ἐπὶ τοῖς συμβεβηκόσι νῦν πλάττομαι καὶ προσποιοῦμαι, ἀλλὰ τότ᾽ εὐθὺς ἐγνώκειν καὶ προεωρώμην ὑπὲρ ὑμῶν καὶ τούτοις ἔλεγον, ἐκεῖθεν εἴσεσθε. ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτ᾽ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι, οὗτοι δ᾽ οὐκ ἀπῇσαν, ἀλλ᾽ αὐτοῦ διέτριβον, γράφω ψήφισμα βουλεύων, τὴν βουλὴν ποιήσαντος τοῦ δήμου κυρίαν, ἀπιέναι τοὺς πρέσβεις τὴν ταχίστην, τὸν δὲ στρατηγὸν Πρόξενον κομίζειν αὐτοὺς ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνηται, γράψας ὥσπερ νῦν λέγω, τοῖς ῥήμασιν οὕτως ἄντικρυς. καί μοι λέγε τοῦτο τὸ ψήφὶσμαψήφισμα λαβών. Ψήφισμα
 
{{χ|155}} ἐνθένδε μὲν τοίνυν αὐτοὺς ἐξήγαγον οὕτως ἄκοντας, ὡς καθαρῶς οἷς μετὰ ταῦτ᾽ ἐποίουν εἴσεσθε. ἐπειδὴ δ᾽ ἀφικόμεθ᾽ εἰς Ὠρεὸν καὶ συνεμείξαμεν τῷ Προξένῳ, ἀμελήσαντες οὗτοι τοῦ πλεῖν καὶ τὰ προστεταγμένα πράττειν ἐπορεύοντο κύκλῳ, καὶ πρὶν εἰς Μακεδονίαν ἐλθεῖν, τρεῖς καὶ εἴκοσιν ἡμέρας ἀνηλώσαμεν· τὰς δ᾽ ἄλλας πάσας καθήμεθ᾽ ἐν Πέλλῃ, πρὶν Φίλιππον ἐλθεῖν, σὺν αἷς ἐπορεύθημεν ὁμοῦ πεντήκονθ᾽ ὅλας.
Γραμμή 313:
{{χ|160}} οὔτε μάρτυρας γενέσθαι τῶν ὑποσχέσεων, ἐφ᾽ αἷς εὑρίσκετο τὴν εἰρήνην, οὐδὲ τοῦτο δειχθῆναι πᾶσιν, ὅτι οὐκ ἄρ᾽ ἡ πόλις ἡ τῶν Ἀθηναίων ἥττητο τῷ πολέμῳ, ἀλλὰ Φίλιππός ἐστιν ὁ τῆς εἰρήνης ἐπιθυμῶν καὶ ὁ πόλλ᾽ ὑπισχνούμενος τοῖς Ἀθηναίοις ἂν τύχῃ τῆς εἰρήνης. ἵνα δὴ μὴ γένοιτο ταῦθ᾽ ἃ λέγω φανερά, διὰ ταῦτ᾽ οὐδαμόσ᾽ ᾤετο δεῖν τούτους βαδίζειν. οὗτοι δ᾽ ἐχαρίζοντο πάντα, ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον.
 
{{χ|161}} καίτοι ταῦθ᾽ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδ᾽ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρ᾽ ἀπηγγελκότες, πῶς ἔνεστι παρ᾽ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου.ΨήφισμαἘπιστολήΨηφίσματα Ψήφισμα Ἐπιστολή Ψηφίσματα
 
{{χ|162}} καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμέν᾽ ὑφ᾽ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας.Μάρτυρεςλέγε Μάρτυρες λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, ἃ πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος. Μαρτυρία
 
{{χ|163}} ὅτι τοίνυν οὐδ᾽ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθ᾽ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχ᾽ ὑμεῖς προαπεστείλαθ᾽ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστ᾽ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδ᾽ ἐνεποίησαν χρόνον οὐδένα, αλουἍλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντ᾽ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότ᾽ ἐχώρουν.
 
{{χ|164}} ἐπειδὴ δ᾽ εἰρήνη μὲν ἦν, ἅπασα δ᾽ ἀσφάλει᾽ ἰέναι καὶ πρόσταγμα παρ᾽ ὑμῶν σπεύδειν, τηνικαῦτ᾽ οὔτ᾽ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτ᾽ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν.
 
{{χ|165}} ἀλλὰ μὴν ὅτι καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρίαἔστιν Μαρτυρία ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθ᾽ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, ἢ τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δ᾽ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι
 
{{χ|166}} ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθ᾽ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρ᾽ ἐμαυτοῦ τε χρήματ᾽ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκ᾽ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθ᾽ ἡμῖν τὸν Φίλιππον διδόναι
Γραμμή 327:
{{χ|167}} ἵνα μηδὲ τοῦτ᾽ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας· τίνα τρόπον ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δ᾽ ἀπετύγχαν᾽ ὁτουδήποτε οὐ γὰρ ἐμέ γ᾽ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμέν᾽ αὐτὰ δηλώσει, τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτ᾽ εὐήθως λήψεσθαι· ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτ᾽ ἐδίδοτο, ξένια δὴ πρόφασιν.
 
{{χ|168}} ἐπειδὴ δ᾽ ἐκώλυσ᾽ ἐγώ, πάλιν προσδιενείμαντο τοῦθ᾽ οὗτοι. τῷ Φιλίππῳ δ᾽, ἐπειδὴ ταῦτ᾽ εἰς τοὺς αἰχμαλώτους ἠξίουν αὐτὸν ἀναλίσκειν ἐγώ, οὔτε κατειπεῖν τούτων εἶχε καλῶς οὐδ᾽ εἰπεῖν ὅτι ἀλλ᾽ ἔχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα, οὔτε φυγεῖν τἀνάλωμα· ὡμολόγησε μὲν δή, διεκρούσατο δ᾽ εἰς τὰ Παναθήναια φήσας ἀποπέμψειν. λέγε τὴν μαρτυρίαν τὴν Ἀπολλοφάνους, εἶτα τὴν τῶν ἄλλων τῶν παρόντων. Μαρτυρία
 
{{χ|169}} φέρε δὴ καὶ ὅσους αὐτὸς ἐλυσάμην τῶν αἰχμαλώτων εἴπω πρὸς ὑμᾶς. ἐν ὅσῳ γὰρ οὐχὶ παρόντος πω Φιλίππου διετρίβομεν ἐν Πέλλῃ, ἔνιοι τῶν ἑαλωκότων, ὅσοιπερ ἦσαν ἐξηγγυημένοι, ἀπιστοῦντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δυνήσεσθαί με ταῦτα πεῖσαι τὸν Φίλιππον, ἑαυτοὺς ἔφασαν βούλεσθαι λύσεσθαι καὶ μηδεμίαν τούτου χάριν ἔχειν τῷ Φιλίππῳ, καὶ ἐδανείζοντο ὁ μὲν τρεῖς μνᾶς, ὁ δὲ πέντε, ὁ δ᾽ ὅπως συνέβαινεν ἑκάστῳ τὰ λύτρα.
 
{{χ|170}} ἐπειδὴ τοίνυν ὡμολόγησ᾽ ὁ Φίλιππος τοὺς λοιποὺς λύσεσθαι, συγκαλέσας ἐγὼ τούτους οἷς αὐτὸς ἔχρησα τἀργύριον, καὶ τὰ πεπραγμέν᾽ ὑπομνήσας, ἵνα μὴ δοκοῖεν ἔλαττον ἔχειν ἐπειχθέντες μηδ᾽ ἐκ τῶν ἰδίων λελυτρῶσθαι πένητες ἄνθρωποι, τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι, ἔδωκα δωρειὰν τὰ λύτρα. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε ταύτας τὰς μαρτυρίας. Μαρτυρίαι
 
{{χ|171}} ὅσα μὲν τοίνυν ἀφῆκα χρήματα καὶ δωρειὰν ἔδωκα τοῖς ἀτυχήσασι τῶν πολιτῶν, ταῦτ᾽ ἔστιν. ὅταν δ᾽ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς τί δήποθ᾽, ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ἡμᾶς ὑγιὲς πράττοντας, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν οὓς ἐλυσάμην καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν.
Γραμμή 343:
{{χ|175}} εἶθ᾽ ὁ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτ᾽ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δ᾽ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδ᾽ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δ᾽ αὐτὸν ἐν Φεραῖς τὴν νύκτ᾽ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδ᾽ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντ᾽ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδ᾽ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον ὁ βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ.
 
{{χ|176}} καὶ ταῦθ᾽ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, ἢ μαρτυρεῖν ἢ ἐξόμνυσθαι ἀναγκάσω. ἂν δ᾽ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρ᾽ ὑμῖν φανερῶς. Μαρτυρία
 
{{χ|177}} οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθ᾽ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθ᾽ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσινσυλλογίσασθαιποιοῦσιν συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημέν᾽ ἀπ᾽ ἀρχῆς, ἵν᾽ ὅσ᾽ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξ᾽ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθ᾽ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.
 
{{χ|178}} ἐπέδειξ᾽ αἴτιον γεγενημένον τοῦ μὴ ᾽θέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντ᾽ ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντ᾽ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδ᾽ εἰ βούλοισθε δύναισθ᾽ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλ᾽ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείν᾽ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρ᾽ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθ᾽ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτ᾽ ἐπέδειξα.
Γραμμή 365:
{{χ|186}} ἐφ᾽ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθ᾽ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρ᾽ ἡμῖν ἐστι πολιτείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθ᾽ ἁπλῶς ἀφῄρηται.
 
{{χ|187}} ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν. πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδέν᾽ ἐρῶ, τὰς δ᾽ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφ᾽ ὧν ἕκαστ᾽ ἐξηπάτησθ᾽ ὑπομνήσω, ἵν᾽ εἰδῆθ᾽ ὅτι τὸ ψυχρὸν τοῦτ᾽ ὄνομα, τὸ ἄχρι κόρου, παρελήλυθ᾽ ἐκεῖνος φενακίζων ὑμᾶς. Ἐπιστολαί Φιλίππου
 
{{χ|188}} οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθ᾽ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, τί δ᾽ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ νὴ Δί᾽, εἴτε βούλομαί γ᾽ εἴτε μή, παρ᾽ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτ᾽ ἐπιβεβουλευμένος, δυοῖν δ᾽ αἱρέσεως οὔσης μοι νυνί, ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, ἢ κατηγορεῖν.
 
{{χ|189}} ἐγὼ δ᾽ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δ᾽ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτ᾽ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. ποῦ δ᾽ ἅλεσἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί; ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας.
 
{{χ|190}} ἐγὼ δ᾽ οἶδ᾽ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθ᾽ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλ᾽ ἐὰν ἀδικοῦντα λάβωσί τιν᾽ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήρι᾽ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρ᾽ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν πολλοῦ γε καὶ δεῖ.
 
{{χ|191}} λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρ᾽ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων ὁ παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερ᾽ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, ἢ οἱ κατηγοροῦντεσκατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.
 
{{χ|192}} ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτ᾽ ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆς πρεσβείας ταύτης. ἐπειδὴ γὰρ εἷλεν ολυνθονὌλυνθον Φίλιππος, Ὀλύμπι᾽ ἐποίει, εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν.
 
{{χ|193}} ἑστιῶν δ᾽ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται ἤ τιν᾽ ἐν αὐτῷ μικροψυχίαν ἢ πρὸς αὑτὸν ἀηδίαν ἐνεορακώσἐνεορακώς; εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, ἃ δ᾽ ἂν αὐτὸς ἐπαγγείλαιθ᾽ ἡδέως, ῥᾷστα μέν ἐστιν Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ.
 
{{χ|194}} κελεύσαντος δ᾽ ἐκείνου λέγειν καί τι καὶ νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν ὅ τι οὐ ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ Ἀπολλοφάνης ὁ Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος, φοβηθέντες οἱ συγγενεῖς αὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδί᾽ ὄντ᾽ εἰς ολυνθονὌλυνθον. αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν ἔχουσαι γάμου.
 
{{χ|195}} ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σ᾽ ἀκοῦσαι καὶ μαθεῖν οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς· ἀφ᾽ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθ᾽ ἡμῶν οὔτε τοῦ πατρός. ὡς δ᾽ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι. καίτοι τῶν ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν Φιλίππου οὗτος ὁ Ἀπολλοφάνης.
Γραμμή 391:
{{χ|199}} καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλ᾽ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφ᾽ οἷς ἔγωγ᾽ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδ᾽ ὄντ᾽ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον
 
{{χ|200}} μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα τὰ τελευταῖα δ᾽ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον ποῖον οὖν ἐρεῖς βίον ὃν ποῦ βεβίωκασβεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρ᾽ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί. Μαρτυρίαι
 
{{χ|201}} τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντ᾽ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδ᾽ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδ᾽ ἕξει δικαίαν οὐδ᾽ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δ᾽ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλ᾽ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλ᾽ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι.
Γραμμή 417:
{{χ|212}} ἐκ δὲ τοῦ δὶς ἔμ᾽ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτ᾽ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερ᾽ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθ᾽ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ, καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότ᾽ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δί᾽ οὐκ ἀπηγόρευε καλεῖν.
 
{{χ|213}} ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλ᾽ οὐκ ἂν εἰκότως ἀκούοιτ᾽ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδ᾽ ἐγχεῖ μετὰ ταῦθ᾽ ὕδωρ οὐδεὶς ἐμοί. τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων ὅ τι ἀπολογήσεται
 
{{χ|214}} ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτ᾽, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δ᾽ Αἰσχίνης οὑτοσί, Φίλιππος δ᾽ ἦν ὁ κρίνων, εἶτ᾽ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατ᾽ αὐτὸ τοῦτ᾽ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρ᾽ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλ᾽ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετ᾽ ἀπολογεῖσθαι. λέγε τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|215}} οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτ᾽ ἐμοὶ καὶ τούτῳ πέπρακται ἢ πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, ἃ μηδ᾽ ᾐτίαται πρότερον πώποτε οὐδαμῶς δήπου. ἀλλ᾽ ὅμως ἐρεῖ, καὶ νὴ Δί᾽ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθ᾽, ὅτι ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθ᾽ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλ᾽ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην.
Γραμμή 433:
{{χ|220}} εἰ δὲ πάντα τἀναντία τούτων καὶ πολλὰ καὶ φιλάνθρωπ᾽ εἰπόντες, Φίλιππον φιλεῖν τὴν πόλιν, Φωκέας σώσειν, Θηβαίους παύσειν τῆς ὕβρεως, ἔτι πρὸς τούτοις μείζον᾽ ἢ κατ᾽ Ἀμφίπολιν εὖ ποιήσειν ὑμᾶς, ἐὰν τύχῃ τῆς εἰρήνης, Εὔβοιαν, Ὠρωπὸν ἀποδώσειν· εἰ ταῦτ᾽ εἰπόντες καὶ ὑποσχόμενοι πάντ᾽ ἐξηπατήκασι καὶ πεφενακίκασι καὶ μόνον οὐ τὴν Ἀττικὴν ὑμῶν περιῄρηνται, καταψηφίσασθε, καὶ μὴ πρὸς τοῖς ἄλλοις οἷς ὕβρισθε οὐ γὰρ ἔγωγ᾽ οἶδ᾽ ὅ τι χρὴ λέγειν ἄλλο καὶ ὑπὲρ ὧν οὗτοι δεδωροδοκήκασιν ὑμεῖς τὴν ἀρὰν καὶ τὴν ἐπιορκίαν οἴκαδ᾽ εἰσενέγκησθε.
 
{{χ|221}} ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτ᾽, ὦ ἄνδρες δικασταί, τίνος εἵνεκ᾽ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν οὐδέ γ᾽ ἀσφαλές. ἀλλ᾽ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τιστις; οὐδεμία. τί οὖν ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν· καὶ γὰρ ταῦτ᾽ ἀκήκο᾽ αὐτὸν λέγειν. καίτοι μηδενός γ᾽ ὄντος, Αἰσχίνη, δεινοῦ μηδ᾽ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτ᾽ ἐρεῖ, σκοπεῖτ᾽, ἄνδρες δικασταί, εἰ ἐφ᾽ οἷς ὁ μηδ᾽ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότασἠδικηκότας; ἀλλ᾽ οὐ διὰ ταῦτα.
 
{{χ|222}} ἀλλὰ διὰ τί σου κατηγορῶ συκοφαντῶ νὴ Δία, ἵν᾽ ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι· οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλ᾽ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα, ἢ παρὰ τούτων ἀφ᾽ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τ᾽ ἐχθρὸν εἶναι καὶ τούτοισ καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δ᾽ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετ᾽ ἔχθρας λαμβάνειν
Γραμμή 439:
{{χ|223}} οὐκ ἔστι ταῦτα, ἀλλ᾽ ἀπήγγειλα μὲν τἀληθῆ καὶ ἀπεσχόμην τοῦ λαβεῖν τοῦ δικαίου καὶ τῆς ἀληθείας εἵνεκα καὶ τοῦ λοιποῦ βίου, νομίζων, ὥσπερ ἄλλοι τινὲς παρ᾽ ὑμῖν, καὶ αὐτὸς ὢν ἐπιεικὴς τιμηθήσεσθαι, καὶ οὐκ ἀνταλλακτέον εἶναί μοι τὴν πρὸς ὑμᾶς φιλοτιμίαν οὐδενὸς κέρδους· μισῶ δὲ τούτους, ὅτι μοχθηροὺς καὶ θεοῖς ἐχθροὺς εἶδον ἐν τῇ πρεσβείᾳ, καὶ ἀπεστέρημαι καὶ τῶν ἰδίων φιλοτιμιῶν διὰ τὴν τούτων δωροδοκίαν πρὸς ὅλην δυσχερῶς ὑμῶν τὴν πρεσβείαν ἐσχηκότων· κατηγορῶ δὲ νυνὶ καὶ ἐπὶ τὰς εὐθύνας ἥκω τὸ μέλλον προορώμενος, καὶ βουλόμενος ἀγῶνι καὶ δικαστηρίῳ μοι διωρίσθαι παρ᾽ ὑμῖν ὅτι τἀναντί᾽ ἐμοὶ καὶ τούτοις πέπρακται.
 
{{χ|224}} καὶ δέδοικα, δέδοικα εἰρήσεται γὰρ πάνθ᾽ ἃ φρονῶ πρὸς ὑμᾶσὑμᾶς; μὴ τότε μὲν συνεπισπάσησθ᾽ ἐμὲ τὸν μηδ᾽ ὁτιοῦν ἀδικοῦντα, νῦν δ᾽ ἀναπεπτωκότες ἦτε. παντάπασι γάρ, ἄνδρες Ἀθηναῖοι, ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθαι, οὐδὲ φροντίζειν τῆς πόλεως πάλαι κατὰ πολλοὺς καὶ δεινοὺς τρόπους διαφθειρομένης.
 
{{χ|225}} οὐκ οἴεσθε δεινὸν εἶναι καὶ ὑπερφυέσὑπερφυές; καὶ γὰρ εἴ τι σιωπᾶν ἐγνώκειν, λέγειν ἐξάγομαι. ἴστε δήπου Πυθοκλέα τουτονὶ τὸν Πυθοδώρου. τούτῳ πάνυ φιλανθρώπως ἐκεχρήμην ἐγώ, καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν εἰς τὴν ἡμέραν ταύτην οὐδέν. οὗτος ἐκτρέπεταί με νῦν ἀπαντῶν, ἀφ᾽ οὗ πρὸς Φίλιππον ἀφῖκται, κἂν ἀναγκασθῇ που συντυχεῖν, ἀπεπήδησεν εὐθέως, μή τις αὐτὸν ἴδῃ λαλοῦντ᾽ ἐμοί· μετὰ δ᾽ Αἰσχίνου περιέρχεται τὴν ἀγορὰν κύκλῳ καὶ βουλεύεται.
 
{{χ|226}} οὐκοῦν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθ᾽ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρ᾽ ἐκείνου πρὸς ἑκάτερ᾽ αἴσθησιν ὑπάρχειν, ὥσθ᾽ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδ᾽ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρ᾽ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρ᾽ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμ᾽ ἀγωνίζεσθαι, καὶ ταῦτα παρ᾽ ὑμῖν τοῖς ἅπαντ᾽ εἰδόσιν.
Γραμμή 457:
{{χ|232}} καὶ τίς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ᾽ ἰδὼν τὸ παράδειγμα, δίκαιον αὑτὸν παρασχεῖν ἐθελήσει τίς προῖκα πρεσβεύειν, εἰ μήτε λαβεῖν μήτε τῶν εἰληφότων ἀξιοπιστότερον παρ᾽ ὑμῖν εἶναι δοκεῖν ὑπάρξει οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ, ἀλλὰ καὶ νόμον τίθεσθ᾽ εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον, πότερον χρημάτων αἰσχρῶς ὑπὲρ τῶν ἐχθρῶν πρεσβεύειν ἅπαντας προσήκει ἢ προῖχ᾽ ὑπὲρ ὑμῶν τὰ βέλτιστ᾽ ἀδωροδοκήτως.
 
{{χ|233}} ἀλλὰ μὴν περὶ μὲν τῶν ἄλλων οὐδενὸς προσδεῖσθε μάρτυρος· ὡς δὲ τὸν υἱὸν ἔπεμψεν ὁ Φρύνων, κάλει μοι τούτων τοὺς μάρτυρας. τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης, ὅτι τὸν αὑτοῦ παῖδ᾽ ἐπ᾽ αἰσχύνῃ πρὸς Φίλιππον ἔπεμψεν. εἰ δέ τις ὢν ἐφ᾽ ἡλικίας ἑτέρου βελτίων τὴν ἰδέαν, μὴ προϊδόμενος τὴν ἐξ ἐκείνης τῆς ὄψεως ὑποψίαν, ἰταμώτερον τῷ μετὰ ταῦτ᾽ ἐχρήσατο βίῳ, τοῦτον ὡς πεπορνευμένον κέκρικεν.
 
{{χ|234}} φέρε δὴ περὶ τῆς ἑστιάσεως καὶ τοῦ ψηφίσματος εἴπω· μικροῦ γ᾽, ἃ μάλιστά μ᾽ ἔδει πρὸς ὑμᾶς εἰπεῖν, παρῆλθεν. τῆς πρώτης ἐκείνης πρεσβείας γράφων τὸ προβούλευμ᾽ ἐγὼ καὶ πάλιν ἐν τῷ δήμῳ ταῖς ἐκκλησίαις, ἐν αἷς ἐμέλλετε βουλεύεσθαι περὶ τῆς εἰρήνης, οὐδενὸς οὔτε λόγου πω παρὰ τούτων οὔτ᾽ ἀδικήματος ὄντος φανεροῦ, τὸ νόμιμον ἔθος ποιῶν, καὶ ἐπῄνεσα τούτους καὶ εἰς πρυτανεῖον ἐκάλεσα.
Γραμμή 463:
{{χ|235}} καὶ νὴ Δί᾽ ἔγωγε καὶ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ἐξένισα, καὶ πάνυ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, λαμπρῶς· ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς καὶ ἐπὶ τοῖς τοιούτοις ἐκεῖ σεμνυνομένους ὡς εὐδαίμονας καὶ λαμπρούς, εὐθὺς ἡγούμην ἐν τούτοις πρῶτον περιεῖναι δεῖν αὐτῶν καὶ μεγαλοψυχότερος φαίνεσθαι. ταῦτα δὴ παρέξεται νῦν οὗτος λέγων ὡς αὐτὸς ἐπῄνεσεν ἡμᾶς, αὐτὸς εἱστία τοὺς πρέσβεις, τὸ πότ᾽ οὐ διορίζων.
 
{{χ|236}} ἔστι δὲ ταῦτα πρὸ τοῦ τὴν πόλιν ἠδικῆσθαί τι καὶ φανεροὺς τούτους πεπρακότας αὑτοὺς γενέσθαι, ὅτ᾽ ἄρτι μὲν ἧκον οἱ πρέσβεις τὸ πρῶτον, ἔδει δ᾽ ἀκοῦσαι τὸν δῆμον τί λέγουσιν, οὐδέπω δ᾽ οὔθ᾽ οὗτος συνερῶν δῆλος ἦν τῷ Φιλοκράτει οὔτ᾽ ἐκεῖνος τοιαῦτα γράψων. ἂν δὴ ταῦτα λέγῃ, μέμνησθε τοὺς χρόνους ὅτι τῶν ἀδικημάτων εἰσὶ πρότεροι. μετὰ ταῦτα δ᾽ οὐδὲν ἐμοὶ πρὸς τούτους οἰκεῖον οὐδὲ κοινὸν γέγονεν. λέγε τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|237}} ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης καὶ Ἀφόβητος· πρὸς οὓς ἀμφοτέρους ὑμῖν πολλὰ καὶ δίκαι᾽ ἔστιν εἰπεῖν. ἀνάγκη δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ παρρησίας διαλεχθῆναι, μηδὲν ὑποστελλόμενον. ἡμεῖς, Ἀφόβητε καὶ σὺ Φιλόχαρες, σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δ᾽ ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλ᾽ οὐδὲ στρατηγίας γ᾽ ἄξια πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν.
Γραμμή 475:
{{χ|241}} τοῦτο τοίνυν, ἄνπερ ὑμεῖς εὖ φρονῆτε, καθ᾽ αὑτοῦ συμβήσεται τούτῳ πεπρᾶχθαι, οὐ μόνον κατὰ τοῦθ᾽ ὅτι παμμέγεθες σημεῖόν ἐστι τῶν πεπρεσβευμένων, ἀλλ᾽ ὅτι καὶ κατηγορῶν ἐκείνους τοὺς λόγους εἶπεν οἳ κατ᾽ αὐτοῦ νῦν ὑπάρχουσιν· ἃ γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες, ταὐτὰ δήπου ταῦτα καὶ κατὰ σοῦ προσήκει τοῖς ἄλλοις ἰσχύειν.
 
{{χ|242}} ἔλεγεν τοίνυν τότε πρὸς τοὺς δικαστὰς ὅτι ἀπολογήσεται δὲ Δημοσθένης ὑπὲρ αὐτοῦ, καὶ κατηγορήσει τῶν ἐμοὶ πεπρεσβευμένων· εἶτ᾽, ἐὰν ὑμᾶς ἀπαγάγῃ τῷ λόγῳ, νεανιεύσεται καὶ περιιὼν ἐρεῖ· πῶς τι τοὺς δικαστὰς ἀπαγαγὼν ἀπὸ τῆς ὑποθέσεως ᾠχόμην τὸ πρᾶγμ᾽ αὐτῶν ὑφελόμενοσὑφελόμενος; μὴ σύ γε, ἀλλ᾽ ὑπὲρ ὧν ἀγωνίζει, περὶ τούτων ἀπολογοῦ· τότε δ᾽, ἡνίκ᾽ ἐκεῖνον ἔκρινες, ἐξῆν σοι κατηγορεῖν καὶ λέγειν ὅ τι ἐβούλου.
 
{{χ|243}} ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρ᾽ ἔχων ἐφ᾽ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι· φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶπολλοὶλαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.ες. -οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματ᾽ ἐκ τῆς πρεσβείας φασὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθεν φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.
 
{{χ|244}} ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ ᾽κεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδ᾽ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθ᾽ ὅστις οὔ φησι χρήματ᾽ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστ᾽, εἴπερ ἐστ᾽ ἀληθὴς ἡ φήμη, καθ᾽ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ θεός νύ τίς ἐστι καὶ αὐτή, καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.
 
{{χ|245}} ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷονὅστιςοἷον ὅστις δ᾽ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτιτοιοῦτόςὅτι τοιοῦτός ἐσθ᾽ οἵοισπερ ἥδεται ξυνών.υνκνοωνεἶτα εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτ᾽ εἰπών, ἀγνοεῖτ᾽, ἔφη, ποῖόν τιν᾽ ἡγεῖσθαι δεῖ οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθ᾽ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· ὅστις δ᾽ ὁμιλῶν ἥδεται, καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι ἀργύριον εἴληφ᾽ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.
 
{{χ|246}} λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖ᾽ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου· τοῦτο δὲ τὸ δρᾶμ᾽ οὐδεπώποτ᾽ οὔτε Θεόδωρος οὔτ᾽ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δ᾽ Ἀριστόδημος ὑποκέκριται, ἐν ᾗ πεποιημέν᾽ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν.
 
{{χ|247}} ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρ᾽ ἔχοντας εἰσιέναι. ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθ᾽ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. λέγεΛέγε. Ἰαμβεῖα Σοφοκλέους ἐξ ἈντιγόνηςἀμήχανονἈντιγόνης ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖνψυχήνἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂνἀρχαῖςἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλινμὴπόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,ἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον᾽ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτραςφίλονπάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί,οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶνστείχουσανὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸςθείμηνχθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδ᾽ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπιπλέοντεςἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.οπη. ντ. -
 
{{χ|248}} τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλ᾽ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζον᾽ ἡγήσαθ᾽ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δ᾽ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν,
Γραμμή 491:
{{χ|249}} οὐκ ἀναμνησθεὶς ὅτι ἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δ᾽ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλ᾽ οὖν ἐν ταύτῃ γ᾽ ἔζη, ὑπογραμματεύοντες δ᾽ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφ᾽ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύ᾽ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δ᾽ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.
 
{{χ|250}} τούτων οὐδὲν ἐσκέψατο, οὐδ᾽ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλ᾽ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθ᾽ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτ᾽ οὐ σὺ σοφιστήσσοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφοσλογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δ᾽ οὐδεπώποτ᾽ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τιν᾽ εἰς μέσον ἤνεγκας.
 
{{χ|251}} φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλων᾽ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντ᾽ ἔτη φάσ᾽ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δ᾽ ὁμοῦ διακόσι᾽ ἐστὶν ἔτη καὶ τετταράκοντ᾽ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθ᾽ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατ᾽ ἐκεῖνον, ἀλλ᾽ οὐδ᾽ ὁ πάππος αὐτοῦ.
Γραμμή 497:
{{χ|252}} τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο, ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γ᾽ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν ἀνέσωσε τῇ πόλει, τὴν δ᾽ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν·
 
{{χ|253}} οὗτος δ᾽, ἣν βασιλεὺς καὶ πάντες οἱ ελληνεςἝλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γ᾽, οὐ γάρ ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτ᾽ ἐποίησεν, ἀλλ᾽ ἐκεῖσ᾽ ἐλθὼν οὐδὲ τοὔνομ᾽ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτ᾽ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντ᾽ αὐτὸν ὅτι περὶ δ᾽ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δ᾽ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.
 
{{χ|254}} ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετ᾽ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν· θᾶττον γὰρ ἂν τοῦ αἵματος ἢ λόγου μεταδοῦναί τινι. ἀλλ᾽, οἶμαι, χρήματ᾽ εἰληφότ᾽ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵν᾽ ἴδηθ᾽ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.
 
{{χ|255}} οὐ λέγειν εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρ᾽ ἔχοντα. σὺ δ᾽ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ λέγε σύ.Ἐλεγεῖαἡμετέρη Ἐλεγεῖα ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ᾽ ὀλεῖταιαἶσανὀλεῖται αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων· τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρηΠαλλὰςὀβριμοπάτρη Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει. αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσινἀστοὶἀφραδίῃσιν ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,δήμου θ᾽ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμονὕβριοςἑτοῖμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν. οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσαςεὐφροσύναςπαρούσας εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ. πλουτοῦσιν δ᾽ ἀδίκοις ἔργμασι πειθόμενοι. οὔθ᾽ ἱερῶν κτεάνων οὔτε τι δημοσίωνφειδόμενοιδημοσίων φειδόμενοι κλέπτουσιν ἐφ᾽ ἁρπαγῇ ἄλλοθεν ἄλλος,οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ᾽ ἐόντα,τῷ δὲ χρόνῳ πάντως ἦλθ᾽ ἀποτεισομένη. τοῦτ᾽ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,ἢ στάσιν ἔμφυλον πόλεμόν θ᾽ εὕδοντ᾽ ἐπεγείρει,ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην. ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυτρύχεταιἄστυ τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις. ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶνἱκνοῦνταιπενιχρῶν ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,πραθέντες δεσμοῖσί τ᾽ ἀεικελίοισι δεθέντες. οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ᾽ ἑκάστῳ,αὔλειοι δ᾽ ἔτ᾽ ἔχειν οὐκ ἐθέλουσι θύραι,ὑψηλὸν δ᾽ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου. ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,εὐνομίη δ᾽ εὔκοσμα καὶ ἄρτια πάντ᾽ ἀποφαίνει,καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,αὐαίνει δ᾽ ἄτης ἄνθεα φυόμενα,εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ᾽ ἔργαπραΰνειἔργα πραΰνει, παύει δ᾽ ἔργα διχοστασίης,παύει δ᾽ ἀργαλέης ἔριδος χόλον· ἔστι δ᾽ ὑπ᾽ αὐτῆςπάντααὐτῆς πάντα κατ᾽ ἀνθρώπους ἄρτια καὶ πινυτά. ολον
 
{{χ|256}} ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δ᾽ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρ᾽ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν· τρόπον δέ τιν᾽ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντ᾽ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι.
Γραμμή 511:
{{χ|259}} νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα, καὶ χαλεπὸν καὶ πολλῆς τινὸς εὐτυχίας καὶ παρ᾽ ὑμῶν ἐπιμελείας δεόμενον. οἱ γὰρ ἐν ταῖς πόλεσι γνωριμώτατοι καὶ προεστάναι τῶν κοινῶν ἀξιούμενοι, τὴν αὑτῶν προδιδόντες ἐλευθερίαν οἱ δυστυχεῖς, αὐθαίρετον αὑτοῖς ἐπάγονται δουλείαν, Φιλίππῳ ξενίαν καὶ ἑταιρίαν καὶ φιλίαν καὶ τοιαῦθ᾽ ὑποκοριζόμενοι· οἱ δὲ λοιποὶ καὶ τὰ κύρι᾽ ἅττα ποτ᾽ ἔστ᾽ ἐν ἑκάστῃ τῶν πόλεων, οὓς ἔδει τούτους κολάζειν καὶ παραχρῆμ᾽ ἀποκτιννύναι, τοσοῦτ᾽ ἀπέχουσι τοῦ τοιοῦτόν τι ποιεῖν ὥστε θαυμάζουσι καὶ ζηλοῦσι καὶ βούλοιντ᾽ ἂν αὐτὸς ἕκαστος τοιοῦτος εἶναι.
 
{{χ|260}} καίτοι τοῦτο τὸ πρᾶγμα καὶ τὰ τοιαῦτα ζηλώματα Θετταλῶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μέχρι μὲν χθὲς ἢ πρώην τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμ᾽ ἀπωλωλέκει, νῦν δ᾽ ἤδη καὶ τὴν ἐλευθερίαν παραιρεῖται· τὰς γὰρ ἀκροπόλεις αὐτῶν ἐνίων Μακεδόνες φρουροῦσιν· εἰς Πελοπόννησον δ᾽ εἰσελθὸν τὰς ἐν ηλιδιἬλιδι σφαγὰς πεποίηκε, καὶ τοσαύτης παρανοίας καὶ μανίας ἐνέπλησε τοὺς ταλαιπώρους ἐκείνους ὥσθ᾽, ἵν᾽ ἀλλήλων ἄρχωσι καὶ Φιλίππῳ χαρίζωνται, συγγενεῖς αὑτῶν καὶ πολίτας μιαιφονεῖν.
 
{{χ|261}} καὶ οὐδ᾽ ἐνταῦθ᾽ ἕστηκεν, ἀλλ᾽ εἰς Ἀρκαδίαν εἰσελθὸν πάντ᾽ ἄνω καὶ κάτω τἀκεῖ πεποίηκε, καὶ νῦν Ἀρκάδων πολλοί, προσῆκον αὐτοῖς ἐπ᾽ ἐλευθερίᾳ μέγιστον φρονεῖν ὁμοίως ὑμῖν μόνοι γὰρ πάντων αὐτόχθονες ὑμεῖς ἐστε κἀκεῖνοι Φίλιππον θαυμάζουσι καὶ χαλκοῦν ἱστᾶσι καὶ στεφανοῦσι, καὶ τὸ τελευταῖον, ἂν εἰς Πελοπόννησον ἴῃ, δέχεσθαι ταῖς πόλεσιν εἰσὶν ἐψηφισμένοι.
Γραμμή 519:
{{χ|263}} οὐχ ὁρᾶθ᾽ ὡς ἐναργές, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφὲς παράδειγμ᾽ οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι οἳ παρ᾽ οὐδὲν οὕτως ὡς τὸ τοιαῦτα ποιεῖν ἀπολώλασιν οἱ δείλαιοι. ἔχοιτε δ᾽ ἂν ἐξετάσαι καθαρῶς ἐκ τῶν συμβεβηκότων αὐτοῖς. ἐκεῖνοι γάρ, ἡνίκα μὲν τετρακοσίους ἱππέας ἐκέκτηντο μόνον καὶ σύμπαντες οὐδὲν ἦσαν πλείους πεντακισχιλίων τὸν ἀριθμόν, οὔπω Χαλκιδέων πάντων εἰς ἓν συνῳκισμένων,
 
{{χ|264}} Λακεδαιμονίων ἐπ᾽ αὐτοὺς ἐλθόντων πολλῇ καὶ πεζῇ καὶ ναυτικῇ δυνάμει (ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι γῆς καὶ θαλάττης ἦρχον ὡς ἔπος εἰπεῖν Λακεδαιμόνιοι κατ᾽ ἐκείνους τοὺς χρόνουσχρόνους), ἀλλ᾽ ὅμως τηλικαύτης ἐπ᾽ αὐτοὺς ἐλθούσης δυνάμεως οὔτε τὴν πόλιν οὔτε φρούριον οὐδὲν ἀπώλεσαν, ἀλλὰ καὶ μάχας πολλὰς ἐκράτησαν καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν καὶ τὸ τελευταῖον, ὅπως ἐβούλοντο, οὕτω τὸν πόλεμον κατέθεντο.
 
{{χ|265}} ἐπειδὴ δὲ δωροδοκεῖν ἤρξαντό τινες, καὶ δι᾽ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν, τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὑτῶν λεγόντων, καὶ Λασθένης μὲν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις, Εὐθυκράτης δὲ βοῦς ἔτρεφεν πολλὰς τιμὴν οὐδενὶ δούς, ἕτερος δέ τις ἧκεν ἔχων πρόβατα, ἄλλος δέ τις ἵππους, οἱ δὲ πολλοί, καὶ καθ᾽ ὧν ταῦτ᾽ ἐγίγνετο, οὐχ ὅπως ὠργίζοντο ἢ κολάζειν ἠξίουν τοὺς ταῦτα ποιοῦντας, ἀλλ᾽ ἀπέβλεπον, ἐζήλουν, ἐτίμων, ἄνδρας ἡγοῦντο·
Γραμμή 525:
{{χ|266}} ἐπειδὴ ταῦθ᾽ οὕτω προήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους μὲν ἱππέας κεκτημένοι, πλείους δ᾽ ὄντες ἢ μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριήρεσι πεντήκονθ᾽ ὑμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐτοὺς τούτων ἐδυνήθη σῶσαι, ἀλλὰ πρὶν μὲν ἐξελθεῖν ἐνιαυτὸν τοῦ πολέμου τὰς πόλεις ἁπάσας ἀπωλωλέκεσαν τὰς ἐν τῇ Χαλκιδικῇ προδιδόντες, καὶ Φίλιππος οὐκέτ᾽ εἶχεν ὑπακούειν τοῖς προδιδοῦσιν, οὐδ᾽ εἶχεν ὅ τι πρῶτον λάβῃ.
 
{{χ|267}} πεντακοσίους δ᾽ ἱππέας προδοθέντας ὑπ᾽ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις ὁ Φίλιππος, ὅσους οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθ᾽ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδ᾽ οὖσαν, ἐφ᾽ ἧς ἕστασαν, οὔθ᾽ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις· οὕτως ἔκφρονας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείν᾽ ἐψηφίσασθε, τοὺς δὲ παρ᾽ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων. Ψήφισμα
 
{{χ|268}} ταῦθ᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν ελλησιἝλλησι καὶ βαρβάροις δοκεῖτ᾽ ἐψηφίσθαι κατ᾽ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ δι᾽ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντ᾽ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δ᾽ ὁ μὲν καιρούς, ὁ δὲ πράγματα, ὁ δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει· μισεῖν δ᾽ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει.
 
{{χ|269}} ἔστι δ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τούτων μόνοις τῶν πάντων ἀνθρώπων οἰκείοις χρῆσθαι παραδείγμασι, καὶ τοὺς προγόνους, οὓς ἐπαινεῖτε δικαίως, ἔργῳ μιμεῖσθαι. καὶ γὰρ εἰ μὴ τὰς μάχας μηδὲ τὰς στρατείας μηδὲ τοὺς κινδύνους, ἐν οἷς ἦσαν ἐκεῖνοι λαμπροί, συμβαίνει καιρός, ἀλλ᾽ ἄγεθ᾽ ἡσυχίαν ὑμεῖς ἐν τῷ παρόντι, ἀλλὰ τό γ᾽ εὖ φρονεῖν αὐτῶν μιμεῖσθε.
 
{{χ|270}} τούτου γὰρ πανταχοῦ χρεία, καὶ οὐδέν ἐστι πραγματωδέστερον οὐδ᾽ ὀχληρότερον τὸ καλῶς φρονεῖν τοῦ κακῶς, ἀλλ᾽ ἐν τῷ ἴσῳ χρόνῳ νυνὶ καθήμενος ὑμῶν ἕκαστος, ἂν μὲν ἃ χρὴ γιγνώσκῃ περὶ τῶν πραγμάτων καὶ ψηφίζηται, βελτίω τὰ κοινὰ ποιήσει τῇ πόλει καὶ ἄξια τῶν προγόνων πράξει, ἂν δ᾽ ἃ μὴ δεῖ, φαυλότερα, καὶ ἀνάξια τῶν προγόνων ποιήσει. τί οὖν ἐκεῖνοι περὶ τούτων ἐφρόνουν ταυτὶ λαβὼν ἀνάγνωθι, γραμματεῦ· δεῖ γὰρ ὑμᾶς ἰδεῖν ὅτι ἐπὶ τοῖς τοιούτοις ἔργοις ῥᾳθυμεῖτε, ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι. λέγεΛέγε. Στήλη
 
{{χ|271}} ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν γραμμάτων λεγόντων αρθμιονἌρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος πᾶν. διὰ τί ὅτι τὸν χρυσὸν τὸν ἐκ τῶν βαρβάρων εἰς τοὺς ελληναςἝλληνας ἤγαγεν. οὐκοῦν ἔστιν, ὡς ἔοικεν, ἐκ τούτων ἰδεῖν ὅτι οἱ πρόγονοι μὲν ὑμῶν, ὅπως μηδ᾽ ἄλλος ἀνθρώπων μηδεὶς ἐπὶ χρήμασι μηδὲν ἐργάσεται κακὸν τὴν Ἑλλάδα, ἐφρόντιζον, ὑμεῖς δ᾽ οὐδὲ τὴν πόλιν αὐτὴν ὅπως μηδεὶς τῶν πολιτῶν ἀδικήσει προορᾶσθε.
 
{{χ|272}} νὴ Δί᾽, ἀλλ᾽ ὅπως ἔτυχεν ταῦτα τὰ γράμμαθ᾽ ἕστηκεν. ἀλλ᾽ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν, ἣν ἀριστεῖον ἡ πόλις τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, δόντων τῶν Ἑλλήνων τὰ χρήματα ταῦτα, ἀνέθηκεν. τότε μὲν τοίνυν οὕτω σεμνὸν ἦν τὸ δίκαιον καὶ τὸ κολάζειν τοὺς τὰ τοιαῦτα ποιοῦντας ἔντιμον, ὥστε τῆς αὐτῆς ἠξιοῦτο στάσεως τό τ᾽ ἀριστεῖον τῆς θεοῦ καὶ αἱ κατὰ τῶν τὰ τοιαῦτ᾽ ἀδικούντων τιμωρίαι· νῦν δὲ γέλως, ἄδεια, εἰ μὴ τὴν ἄγαν ταύτην ἐξουσίαν σχήσετε νῦν ὑμεῖς.
Γραμμή 543:
{{χ|275}} ἐκεῖνοι μὲν τοίνυν οὕτως ἐχθρὸν ἡγοῦντο τὸ δωροδοκεῖν καὶ ἀλυσιτελὲς τῇ πόλει, ὥστε μήτ᾽ ἐπὶ πράξεως μηδεμιᾶς μήτ᾽ ἐπ᾽ ἀνδρὸς ἐᾶν γίγνεσθαι· ὑμεῖς δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν εἰρήνην ἑορακότες τὰ μὲν τῶν συμμάχων τῶν ὑμετέρων τείχη καθῃρηκυῖαν, τὰς δὲ τῶν πρέσβεων οἰκίας οἰκοδομοῦσαν, καὶ τὰ μὲν τῆς πόλεως κτήματ᾽ ἀφῃρημένην, τούτοις δ᾽ ἃ μηδ᾽ ὄναρ ἤλπισαν πώποτε κτησαμένην, οὐκ αὐτοὶ τούτους ἀπεκτείνατε, ἀλλὰ κατηγόρου προσδεῖσθε, καὶ λόγῳ κρίνεθ᾽ ὧν ἔργῳ τἀδικήματα πάντες ὁρῶσιν.
 
{{χ|276}} οὐ τοίνυν τὰ παλαί᾽ ἄν τις ἔχοι μόνον εἰπεῖν καὶ διὰ τούτων τῶν παραδειγμάτων ὑμᾶς ἐπὶ τιμωρίαν παρακαλέσαι· ἀλλ᾽ ἐφ᾽ ὑμῶν τουτωνὶ τῶν ἔτι ζώντων ἀνθρώπων πολλοὶ δίκην δεδώκασιν, ὧν ἐγὼ τοὺς μὲν ἄλλους παραλείψω, τῶν δ᾽ ἐκ πρεσβείας, ἣ πολὺ ταύτης ἐλάττω κακὰ τὴν πόλιν εἴργασται, θανάτῳ ζημιωθέντων ἑνὸς ἢ δυοῖν ἐπιμνησθήσομαι. καί μοι λέγε τουτὶ τὸ ψήφισμα λαβών. Ψήφισμα
 
{{χ|277}} κατὰ τουτὶ τὸ ψήφισμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πρέσβεων ἐκείνων ὑμεῖς θάνατον κατέγνωτε, ὧν εἷς ἦν Ἐπικράτης, ἀνήρ, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, σπουδαῖος καὶ πολλὰ χρήσιμος τῇ πόλει, καὶ τῶν ἐκ Πειραιῶς καταγαγόντων τὸν δῆμον καὶ ἄλλως δημοτικός. ἀλλ᾽ ὅμως οὐδὲν αὐτὸν ὠφέλησε τούτων, δικαίως· οὐ γὰρ ἐφ᾽ ἡμισείᾳ χρηστὸν εἶναι δεῖ τὸν τὰ τηλικαῦτα διοικεῖν ἀξιοῦντα, οὐδὲ τὸ πιστευθῆναι προλαβόντα παρ᾽ ὑμῶν εἰς τὸ μείζω δύνασθαι κακουργεῖν καταχρῆσθαι, ἀλλ᾽ ἁπλῶς μηδὲν ὑμᾶς ἀδικεῖν ἑκόντα.
 
{{χ|278}} εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφ᾽ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμ᾽ ἀποκτείνατ᾽ ἤδη. σκοπεῖτε γάρ. ἐπειδὴ παρὰ τὰ γράμματα φησὶν ἐπρέσβευσαν ἐκεῖνοι. καὶ τοῦτ᾽ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δ᾽ οὐ παρὰ τὰ γράμματα οὐ τὸ μὲν ψήφισμα Ἀθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις, οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν οὐ τὸ μὲν ψήφισμα τοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν, οὗτοι δ᾽, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν οὐ τὸ μὲν ψήφισμα οὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ, οὗτοι δ᾽ οὐδὲν ἐπαύσαντ᾽ ἰδίᾳ χρηματίζοντεσχρηματίζοντες;
 
{{χ|279}} καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες. οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ τοῦτο γάρ ἐστι τὸ λαμπρόν· ὑπ᾽ αὐτῶν τῶν πραγμάτων· οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. οὐδ᾽ ἐπιστέλλοντες φησὶ τἀληθῆ. οὐκοῦν οὐδ᾽ οὗτοι. καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες. ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες· πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρ᾽ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δ᾽ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν.
Γραμμή 559:
{{χ|283}} οὐκ ἀναμνησθήσεσθ᾽ ὧν κατηγορῶν ἔλεγεν Τιμάρχου, ὡς οὐδέν ἐστ᾽ ὄφελος πόλεως ἥτις μὴ νεῦρ᾽ ἐπὶ τοὺς ἀδικοῦντας ἔχει, οὐδὲ πολιτείας ἐν ᾗ συγγνώμη καὶ παραγγελία τῶν νόμων μεῖζον ἰσχύουσιν· οὐδ᾽ ἐλεεῖν ὑμᾶς οὔτε τὴν μητέρα δεῖν τὴν Τιμάρχου, γραῦν γυναῖκα, οὔτε τὰ παιδί᾽ οὔτ᾽ ἄλλον οὐδένα, ἀλλ᾽ ἐκεῖν᾽ ὁρᾶν, ὅτι, εἰ προήσεσθε τὰ τῶν νόμων καὶ τῆς πολιτείας, οὐχ εὑρήσετε τοὺς ὑμᾶς αὐτοὺς ἐλεήσοντας.
 
{{χ|284}} ἀλλ᾽ ὁ μὲν ταλαίπωρος ἄνθρωπος ἠτιμώσεται, ὅτι τοῦτον εἶδεν ἀδικοῦντα, τούτῳ δ᾽ ἀθῴῳ δώσετ᾽ εἶναι διὰ τί εἰ γὰρ παρὰ τῶν εἰς ἑαυτοὺς ἐξαμαρτόντων τηλικαύτην ἠξίωσε δίκην Αἰσχίνης λαβεῖν, παρὰ τῶν εἰς τὰ τῆς πόλεως τηλικαῦθ᾽ ἡμαρτηκότων, ὧν εἷς οὗτος ὢν ἐξελέγχεται, πηλίκην ὑμᾶς προσήκει λαβεῖν τοὺς ὀμωμοκότας καὶ δικάζοντασδικάζοντας;
 
{{χ|285}} νὴ Δί᾽, οἱ νέοι γὰρ ἡμῖν δι᾽ ἐκεῖνον ἔσονται τὸν ἀγῶνα βελτίους. οὐκοῦν καὶ διὰ τόνδ᾽ οἱ πολιτευόμενοι, δι᾽ ὧν τὰ μέγιστα κινδυνεύεται τῇ πόλει· προσήκει δὲ καὶ τούτων φροντίζειν. ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι καὶ τοῦτον ἀπώλεσεν, τὸν Τίμαρχον, οὐ μὰ Δί᾽ οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν (εἰσὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νῦν σώφρονες· μὴ γὰρ οὕτω γένοιτο κακῶς τῇ πόλει ὥστ᾽ Ἀφοβήτου καὶ Αἰσχίνου σωφρονιστῶν δεηθῆναι τοὺς νεωτέρουσνεωτέρους),
 
{{χ|286}} ἀλλ᾽ ὅτι βουλεύων ἔγραψεν, ἄν τις ὡς Φίλιππον ὅπλ᾽ ἄγων ἁλῷ ἢ σκεύη τριηρικά, θάνατον εἶναι τὴν ζημίαν· σημεῖον δέ· πόσον γὰρ ἐδημηγόρει χρόνον ΤίμαρχοσΤίμαρχος; πολύν. οὐκοῦν τοῦτον ἦν Αἰσχίνης ἅπαντ᾽ ἐν τῇ πόλει, καὶ οὐδεπώποτ᾽ ἠγανάκτησεν οὐδὲ δεινὸν ἡγήσατ᾽ εἶναι τὸ πρᾶγμα, εἰ ὁ τοιοῦτος λέγει, ἕως εἰς Μακεδονίαν ἐλθὼν ἑαυτὸν ἐμίσθωσεν· λέγε δή μοι τὸ ψήφισμα λαβὼν αὐτὸ τὸ τοῦ Τιμάρχου. Ψήφισμα
 
{{χ|287}} ὁ μὲν τοίνυν ὑπὲρ ὑμῶν γράψας μὴ ἄγειν ἐν τῷ πολέμῳ πρὸς Φίλιππον ὅπλα, εἰ δὲ μή, θανάτῳ ζημιοῦσθαι, ἀπόλωλε καὶ ὕβρισται· ὁ δὲ καὶ τὰ τῶν ὑμετέρων συμμάχων ὅπλ᾽ ἐκείνῳ παραδοὺς οὑτοσὶ κατηγόρει, καὶ περὶ πορνείας ἔλεγεν, ὦ γῆ καὶ θεοί, δυοῖν μὲν κηδεσταῖν παρεστηκότοιν, οὓς ἰδόντες ἂν ὑμεῖς ἀνακράγοιτε, Νικίου τε τοῦ βδελυροῦ, ὃς ἑαυτὸν ἐμίσθωσεν εἰς Αἴγυπτον Χαβρίᾳ, καὶ τοῦ καταράτου Κυρηβίωνος, ὃς ἐν ταῖς πομπαῖς ἄνευ τοῦ προσώπου κωμάζει. καὶ τί ταῦτα ἀλλὰ τὸν ἀδελφὸν ὁρῶν Ἀφόβητον. ἀλλὰ δῆτ᾽ ἄνω ποταμῶν ἐκείνῃ τῇ ἡμέρᾳ πάντες οἱ περὶ πορνείας ἐρρύησαν λόγοι.
 
{{χ|288}} καὶ μὴν εἰς ὅσην ἀτιμίαν τὴν πόλιν ἡμῶν ἡ τούτου πονηρία καὶ ψευδολογία καταστήσασ᾽ ἔχει, πάντα τἄλλ᾽ ἀφείς, ὃ πάντες ὑμεῖς ἴστ᾽ ἐρῶ. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τί παρ᾽ ὑμῖν ἐψήφισται, τοῦτ᾽ ἐπετήρουν οἱ ἄλλοι πάντες ελληνεςἝλληνες· νῦν δ᾽ ἤδη περιερχόμεθ᾽ ἡμεῖς τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες, καὶ ὠτακουστοῦντες τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων, ποῖ πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν.
 
{{χ|289}} οὐ τοιαῦτα ποιοῦμεν ἐγὼ δ᾽ οὐ δέδοικ᾽ εἰ Φίλιππος ζῇ, ἀλλ᾽ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι. οὐδὲ φοβεῖ με Φίλιππος, ἂν τὰ παρ᾽ ὑμῶν ὑγιαίνῃ, ἀλλ᾽ εἰ παρ᾽ ὑμῖν ἄδεια γενήσεται τοῖς παρ᾽ ἐκείνου μισθαρνεῖν βουλομένοις, καὶ συνεροῦσί τινες τούτοις τῶν ὑφ᾽ ὑμῶν πεπιστευμένων, καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἀρνούμενοι μὴ πράττειν ὑπὲρ Φιλίππου νῦν ἀναβήσονται, ταῦτα φοβεῖ με.
Γραμμή 573:
{{χ|290}} τί γὰρ δή ποτ᾽, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδ᾽ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημ᾽ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδ᾽ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί εἶθ᾽ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις,
 
{{χ|291}} ὑπὲρ Αἰσχίνου δ᾽ ἀναβήσει, ὅς, ἡνίκ᾽ ἔκρινεν Ἀριστοφῶν ΦιλόνικονκαὶΦιλόνικον καὶ δι᾽ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετ᾽ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματ᾽ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, ἢ χειροτονεῖν ἃ συνεῖπε μὲν οὗτος, ἔγραψε δ᾽ ὁ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντ᾽ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην,
 
{{χ|292}} οὗτοι δὲ τοῖς μετὰ ταῦτ᾽ ἀδικήμασι πάντ᾽ ἀπολωλέκασι, τηνικαῦτα διήλλαξαι καὶ ἐν μὲν τῷ δήμῳ κατηρῶ Φιλίππῳ καὶ κατὰ τῶν παίδων ὤμνυες ἦ μὴν ἀπολωλέναι Φίλιππον ἂν βούλεσθαι· νῦν δὲ βοηθήσεις τούτῳ πῶς οὖν ἀπολεῖται, ὅταν τοὺς παρ᾽ ἐκείνου δωροδοκοῦντας σὺ σῴζῃσσῴζῃς;
 
{{χ|293}} τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλ᾽ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρ᾽ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς· τοὺς δ᾽ ἔχοντας, ὁμολογοῦντας, ἐξελεγχομένους ἐπ᾽ αὐτοφώρῳ ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας, τούτους οὐ κρίνεις, ἀλλὰ καὶ σῴζειν κελεύεισκελεύεις;
 
{{χ|294}} καὶ μὴν ὅτι ταῦτα μέν ἐστιν φοβερὰ καὶ προνοίας καὶ φυλακῆς πολλῆς δεόμενα, ἐφ᾽ οἷς δ᾽ ἐκείνους σὺ ἔκρινες, γέλως, ἐκείνως ὄψεσθε. ἦσαν ἐν ηλιδιἬλιδι κλέπτοντες τὰ κοινά τινεστινες; καὶ μάλ᾽ εἰκός γε. ἔστιν οὖν ὅστις μετέσχεν αὐτόθι νῦν τούτων τοῦ καταλῦσαι τὸν δῆμον οὐδὲ εἷς. τί δ᾽ ἐν Μεγάροις οὐκ οἴεσθ᾽ εἶναί τινα καὶ κλέπτην καὶ μὲν οἴομαι. ἆρ᾽ οὖν διὰ τούτους ἀπώλετ᾽ ολυνθοσὌλυνθος; οὔ. τί δ᾽ ἐν Μεγάροις οὐκ οἴεσθ᾽ εἶναί τινα καὶ κλέπτην καὶ παρεκλέγοντα τὰ κοινά ἀνάγκη. καὶ πέφηνέ τις αἴτιος αὐτόθι νῦν τούτων τῶν συμβεβηκότων πραγμάτων οὐδὲ εἷς.
 
{{χ|295}} ἀλλὰ ποῖοί τινες οἱ τὰ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἀδικοῦντεσἀδικοῦντες; οἱ νομίζοντες αὑτοὺς ἀξιόχρεως εἶναι τοῦ Φιλίππου ξένοι καὶ φίλοι προσαγορεύεσθαι, οἱ στρατηγιῶντες καὶ προστασίας ἀξιούμενοι, οἱ μείζους τῶν πολλῶν οἰόμενοι δεῖν εἶναι. οὐ Πέριλλος ἐκρίνετ᾽ ἔναγχος ἐν Μεγάροις ἐν τοῖς τριακοσίοις, ὅτι πρὸς Φίλιππον ἀφίκετο, καὶ παρελθὼν Πτοιόδωρος αὐτὸν ἐξῃτήσατο, καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ πρῶτος Μεγαρέων, καὶ πάλιν ὡς Φίλιππον ἐξέπεμψε, καὶ μετὰ ταῦθ᾽ ὁ μὲν ἧκεν ἄγων τοὺς ξένους, ὁ δ᾽ ἔνδον ἐτύρευε τοιαῦτα.
 
{{χ|296}} οὐ γὰρ ἔστιν, οὐκ ἔσθ᾽ ὅ τι τῶν πάντων μᾶλλον εὐλαβεῖσθαι δεῖ ἢ τὸ μείζω τινὰ τῶν πολλῶν ἐᾶν γίγνεσθαι. μή μοι σῳζέσθω μηδ᾽ ἀπολλύσθω μηδείς, ἂν ὁ δεῖνα βούληται, ἀλλ᾽ ὃν ἂν τὰ πεπραγμένα σῴζῃ καὶ τοὐναντίον, τούτῳ τῆς προσηκούσης ψήφου παρ᾽ ὑμῶν ὑπαρχέτω τυγχάνειν· τοῦτο γάρ ἐστι δημοτικόν.
 
{{χ|297}} ἔτι τοίνυν πολλοὶ παρ᾽ ὑμῖν ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί, Καλλίστρατος, αὖθις Ἀριστοφῶν, Διόφαντος, τούτων ἕτεροι πρότερον. ἀλλὰ ποῦ τούτων ἕκαστος ἐπρώτευεν ἐν τῷ δήμῳ· ἐν δὲ τοῖς δικαστηρίοις οὐδείς πω μέχρι τῆς τήμερον ἡμέρας ὑμῶν οὐδὲ τῶν νόμων οὐδὲ τῶν ὅρκων κρείττων γέγονεν. μὴ τοίνυν μηδὲ νῦν τοῦτον ἐάσητε. ὅτι γὰρ ταῦτα φυλάττοισθ᾽ ἂν εἰκότως μᾶλλον ἢ πιστεύοιτε, τῶν θεῶν ὑμῖν μαντείαν ἀναγνώσομαι, οἵπερ ἀεὶ σῴζουσι τὴν πόλιν πολλῷ τῶν προεστηκότων μᾶλλον. λέγε τὰς μαντείας. Μαντείαι
 
{{χ|298}} ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν θεῶν οἷ᾽ ὑμῖν προλέγουσιν. εἰ μὲν τοίνυν πολεμούντων ὑμῶν ταῦτ᾽ ἀνῃρήκασι, τοὺς στρατηγοὺς λέγουσι φυλάττεσθαι· πολέμου γάρ εἰσιν ἡγεμόνες οἱ στρατηγοί· εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας· οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθ᾽ ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. καὶ τὴν πόλιν συνέχειν φησὶν ἐν τῇ μαντείᾳ, ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες καὶ μὴ τοῖς ἐχθροῖς ἡδονὴν ποιῶσι.
Γραμμή 597:
{{χ|302}} παντὶ μὲν γὰρ εἰκότως ἂν ὀργισθείητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦτα πεποιηκότι καὶ προδεδωκότι συμμάχους καὶ φίλους καὶ καιρούς, μεθ᾽ ὧν ἢ καλῶς ἢ κακῶς ἑκάστοις ἔχει τὰ πάντα, οὐ μὴν οὐδενὶ μᾶλλον οὐδὲ δικαιότερον ἢ τούτῳ. ὃς γὰρ ἑαυτὸν τάξας τῶν ἀπιστούντων εἶναι Φιλίππῳ, καὶ μόνος καὶ πρῶτος ἰδὼν ὅτι κοινὸς ἐχθρὸς ἐκεῖνός ἐστιν ἁπάντων τῶν Ἑλλήνων, ηὐτομόλησε καὶ προὔδωκε καὶ γέγονεν ἐξαίφνης ὑπὲρ Φιλίππου, πῶς οὐ πολλάκις οὗτος ἄξιός ἐστ᾽ ἀπολωλέναι
 
{{χ|303}} ἀλλὰ μὴν ὅτι ταῦθ᾽ οὕτως ἔχει, αὐτὸς οὐχ οἷός τ᾽ ἀντειπεῖν ἔσται. τίς γάρ ἐσθ᾽ ὁ τὸν ισχανδρονἼσχανδρον προσάγων ὑμῖν τὸ κατ᾽ ἀρχάς, ὃν παρὰ τῶν ἐν Ἀρκαδίᾳ φίλων τῇ πόλει δεῦρ᾽ ἥκειν ἔφη τίς ὁ συσκευάζεσθαι τὴν Ἑλλάδα καὶ Πελοπόννησον Φίλιππον βοῶν, ὑμᾶς δὲ καθεύδειν τίς ὁ τοὺς μακροὺς καὶ καλοὺς λόγους ἐκείνους δημηγορῶν, καὶ τὸ Μιλτιάδου καὶ τὸ Θεμιστοκλέους ψήφισμ᾽ ἀναγιγνώσκων καὶ τὸν ἐν τῷ τῆς Ἀγλαύρου τῶν ἐφήβων ὅρκον
 
{{χ|304}} οὐχ οὗτοσοὗτος; τίς ὁ πείσας ὑμᾶς μόνον οὐκ ἐπὶ τὴν ἐρυθρὰν θάλατταν πρεσβείας πέμπειν, ὡς ἐπιβουλευομένης μὲν ὑπὸ Φιλίππου τῆς Ἑλλάδος, ὑμῖν δὲ προσῆκον προορᾶν ταῦτα καὶ μὴ προΐεσθαι τὰ τῶν Ἑλλήνων οὐχ ὁ μὲν γράφων τὸ ψήφισμ᾽ Εὔβουλος ἦν, ὁ δὲ πρεσβεύων εἰς Πελοπόννησον Αἰσχίνης οὑτοσί ἐλθὼν δ᾽ ἐκεῖσε ἅττα μέν ποτε διελέχθη καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰδείη, ἃ δ᾽ ἀπήγγειλε πρὸς ὑμᾶς, ὑμεῖς οἶδ᾽ ὅτι μέμνησθε πάντες.
 
{{χ|305}} βάρβαρόν τε γὰρ πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον ἀποκαλῶν ἐδημηγόρει, καὶ τοὺς Ἀρκάδας ὑμῖν ἀπήγγελλεν ὡς ἔχαιρον, εἰ προσέχει τοῖς πράγμασιν ἤδη καὶ ἐγείρεται ἡ τῶν Ἀθηναίων πόλις. ὃ δὲ πάντων μάλιστ᾽ ἀγανακτῆσαι ἔφη· συντυχεῖν γὰρ ἀπιὼν Ἀτρεστίδᾳ παρὰ Φιλίππου πορευομένῳ, καὶ μετ᾽ αὐτοῦ γύναια καὶ παιδάρι᾽ ὡς τριάκοντα βαδίζειν, αὐτὸς δὲ θαυμάσας ἐρέσθαι τινὰ τῶν ὁδοιπόρων τίς ἅνθρωπός ἐστι καὶ τίς ὄχλος ὁ μετ᾽ αὐτοῦ,
Γραμμή 625:
{{χ|316}} ἐπειδὴ δ᾽ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων ἡμῶν πράττειν περιέσται, συνέγραψε δ᾽ ἐπιστολὴν ὡς ὑμᾶς, ᾗ μάλιστ᾽ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν.
 
{{χ|317}} ἦν δ᾽ οὐδὲν μᾶλλον μέγ᾽ αὐτῷ καθ᾽ ὑμῶν οὐδ᾽ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δ᾽ οὐκ ἦν εὔπορον· συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστ᾽ ἢ μηδὲν ὧν ἐβούλετ᾽ εἶναι διαπράξασθαι, ἢ ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας ελληναςἝλληνας καὶ βαρβάρους ποιήσασθαι.
 
{{χ|318}} εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθ᾽ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν· εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατ᾽ ἄν· εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο.
 
{{χ|319}} καὶ τοῦτ᾽ οὐ παρ᾽ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλ᾽ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος· ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντ᾽ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθ᾽ ελληνοςἝλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθ᾽ ὧν ἐβουλήθη τι παρελθών, ἀλλ᾽ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη.
 
{{χ|320}} ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθ᾽ ὅτι νῦν, ἡνίκ᾽ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπ᾽ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθ᾽ ὑμεῖς, οὐδ᾽, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτ᾽ ἐπιορκεῖν δόξας πάνθ᾽ ἃ βούλομαι διαπράξωμαι πῶσπῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτ᾽ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ.
 
{{χ|321}} ἐντεῦθεν οἱ μὲν παρ᾽ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δ᾽ ἐκδεχόμενοι τοιαῦτ᾽ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε.
Γραμμή 637:
{{χ|322}} τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρ᾽ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφ᾽ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵν᾽, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθ᾽ ὑμεῖς. πῶς οὖν
 
{{χ|323}} τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτησταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματ᾽ ἀγαγόντας ἄφνω, ἵνα μηδ᾽ ἂν βούλησθε δύνησθ᾽ ἐξελθεῖν. οὐκοῦν τοῦθ᾽ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δ᾽, ὥσπερ ἀκηκόατ᾽ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι.
 
{{χ|324}} ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδ᾽ ἐναντίον ἔλθῃ ψήφισμα παρ᾽ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ· τοὺς δ᾽ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθ᾽ ἡμεῖς, ἵνα πάνθ᾽, ὅσ᾽ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται· οὗτοι δὲ τοιαῦτ᾽ ἀπαγγελοῦσι παρ᾽ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδ᾽ ἂν ὁτιοῦν ᾖ κινηθήσονται.
Γραμμή 651:
{{χ|329}} ὅτι γὰρ ταῦθ᾽ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγ᾽ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ, σφόδρ᾽ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτ᾽ αὐτοὺς ὑμᾶς εἰδότας· ὅμως δ᾽ ἔτι καὶ τόδ᾽ ἀκούσατε.
 
{{χ|330}} ἔσθ᾽ ὅντιν᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτ᾽ ἂν ἐν ἀγορᾷ τί δέ δοίητ᾽ ἂν ἐν πρυτανείῳ σίτησιν ἢ ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτασεὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί οὔτε γὰρ ὑμεῖς γ᾽ ἀχάριστοί ἐστ᾽ οὔτ᾽ ἄδικοι ἄνθρωποι οὔτε κακοί. ὅτι πάνθ᾽ ὑπὲρ Φιλίππου καὶ οὐδ᾽ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτ᾽ ἄν, καὶ ἀληθῆ καὶ δίκαια.
 
{{χ|331}} εἶτ᾽ οἴεσθ᾽ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετ᾽ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσ᾽ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτ᾽ οὖν μαρτύρων, ταῦτ᾽ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων ταῦτ᾽ ἀφαιρήσεταί τις ὑμῶν
Γραμμή 659:
{{χ|333}} ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι, οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλ᾽ ἄχρι τούτου πάντ᾽ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, καὶ τοῦ δῶρ᾽ εἰληφέναι, τοῦ μετὰ ταῦτ᾽ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθ᾽ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντ᾽ ἐλπίδας, ὡς ὅσα βουλόμεθ᾽ ἡμεῖς Φίλιππος πράξει, πάντ᾽ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθ᾽, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτ᾽ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν.
 
{{χ|334}} ταῦτα κατηγορῶ, ταῦτα μέμνησθε, ἐπεὶ δικαίαν εἰρήνην καὶ ἴσην καὶ μηδὲν πεπρακότας ἀνθρώπους μηδὲ ψευσαμένους ὕστερον κἂν ἐπῄνουν καὶ στεφανοῦν ἐκέλευον. στρατηγὸς δ᾽ εἴ τις ἠδίκηκεν ὑμᾶς, οὐχὶ κοινωνεῖ ταῖς νῦν εὐθύναις. ποῖος γὰρ στρατηγὸς αλονἍλον, τίς δὲ Φωκέας ἀπολώλεκε τίς δὲ Δορίσκον τίς δὲ Κερσοβλέπτην τίς δ᾽ Ἱερὸν ὄροσὄρος; τίς δὲ ΠύλασΠύλας; τίς δὲ πεποίηκεν ἄχρι τῆς Ἀττικῆς ὁδὸν διὰ συμμάχων καὶ φίλων εἶναι Φιλίππῳ τίς δὲ Κορώνειαν, τίς δ᾽ Ὀρχομενόν, τίς Εὔβοιαν ἀλλοτρίαν
 
{{χ|335}} τίς Μέγαρα πρώην ὀλίγου τίς Θηβαίους ἰσχυρούσἰσχυρούς; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺς στρατηγοὺς ἀπώλετο, οὐδ᾽ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιππος, ἀλλὰ διὰ τούτους ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνως αὐτὸν δέχεσθε. οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγ᾽ εἴ τις αἴτιός ἐστι καὶ ἄλλος τοῦ Φωκέων ὀλέθρου, ἀλλ᾽ ὡς οὐ σὺ αἴτιος δεῖξον. τί οὖν, εἴ τι Δημοσθένης ἠδίκει, νῦν λέγεις, ἀλλ᾽ οὐχ ὅτε τὰς εὐθύνας ἐδίδου κατηγόρεισκατηγόρεις; δι᾽ αὐτὸ γὰρ εἶ τοῦτ᾽ ἀπολωλέναι δίκαιος.
 
{{χ|336}} μὴ λέγ᾽ ὡς καλὸν εἰρήνη, μηδ᾽ ὡς συμφέρον· οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην· ἀλλ᾽ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλ᾽ ὕστερον ἐξηπατήμεθα, καὶ πάντ᾽ ἀπώλετο, ταῦτα λέγε. τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότ᾽ ἐπαινεῖσἐπαινεῖς; ἂν οὕτω φυλάττητ᾽ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴν ἄλλως ἐνταῦθ᾽ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.
 
{{χ|337}} καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτ᾽ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκ᾽ ἠγωνίζετο, ἐξεβάλλετ᾽ αὐτὸν καὶ ἐξεσυρίττετ᾽ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθ᾽ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δ᾽ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλ᾽ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρί᾽ εἴργασται κακά, τηνικαῦθ᾽ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.
Γραμμή 677:
{{χ|342}} εἴτ᾽ ἐπὶ τῆς αὐτῆς ἧσπερ νῦν ἐξουσίας καὶ ἀσελγείας μενεῖ, τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε, ἂν τούτους ἀνέλητε· οἳ γὰρ οἰόμενοι δίκην ὑφέξειν τοιαῦτ᾽ ἔπραξαν, τούτους, ἂν τὰ παρ᾽ ὑμῶν αὐτοῖς ἐφεθῇ, τί οἴεσθε ποιήσειν ποῖον Εὐθυκράτη, ποῖον Λασθένη, τίν᾽ οὐχ ὑπερβαλεῖσθαι προδότην
 
{{χ|343}} τίνα δ᾽ οὐ πάντων τῶν ἄλλων χείρω πολίτην ὑπάρξειν, ὁρῶντα τοῖς μὲν ἅπαντα πεπρακόσι χρήματα, δόξαν, ἀφορμὴν τὴν Φιλίππου ξενίαν περιοῦσαν, τοῖς δὲ δικαίους τε παρέχουσιν ἑαυτοὺς καὶ προσανηλωκόσι χρήματα πράγματα, ἀπεχθείας, φθόνον περιόντα παρ᾽ ἐνίων μηδαμῶς· οὔτε γὰρ πρὸς δόξαν οὔτε πρὸς εὐσέβειαν οὔτε πρὸς ἀσφάλειαν οὔτε πρὸς ἄλλ᾽ οὐδὲν ὑμῖν συμφέρει τοῦτον ἀφεῖναι, ἀλλὰ τιμωρησαμένους παράδειγμα ποιῆσαι πᾶσι, καὶ τοῖς πολίταις καὶ τοῖς ἄλλοις ελλησινἝλλησιν.
 
{{DEFAULTSORT:Περι της Παραπρεσβειας, Δημοσθενης}}