Κατά Αφόβου Επιτροπής Β: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 43:
{{χ|17}} ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατ᾽ αὐτῶν, ἀντίδοσιν ἐπ᾽ ἐμὲ παρεσκεύασαν, ἵν᾽ εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵν᾽ ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην. Καὶ τοῦτ᾽ αὐτοῖς ὑπηρέτησε Θρασύλοχος ὁ Ἀναγυράσιος· ᾧ τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δ᾽ ὡς διαδικασίας τευξόμενος· οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.
 
{{χ|18}} ἆρ᾽ οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δ᾽, ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπ᾽ αὐτῶν βλάπτομαι τίς δ᾽ οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δ᾽ ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν ἢ δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους; ποῖ δ᾽ ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθ᾽ ὑμεῖς περὶ αὐτῶν εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν ἀλλὰ τῶν ὑποθεμένων ἐστίν. Ἀλλ᾽ εἰς τὰ περιόντ᾽ αὐτῶν ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν.
 
{{χ|19}} Μηδαμῶς, ὦ ἄνδρες δικασταί, γένησθ᾽ ἡμῖν τοσούτων αἴτιοι κακῶν· μηδὲ τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφὴν ἀνάξια παθόντας περιίδητε, οὓς ὁ πατὴρ οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν κατέλιπεν, ἀλλὰ τὴν μὲν ὡς Δημοφῶντι συνοικήσουσαν ἐπὶ δυοῖν ταλάντοιν προικί, τὴν δ᾽ ἐπ᾽ ὀγδοήκοντα μναῖς τούτῳ τῷ σχετλιωτάτῳ πάντων ἀνθρώπων, ἐμὲ δ᾽ ὑμῖν διάδοχον ἀνθ᾽ αὑτοῦ τῶν λῃτουργιῶν ἐσόμενον.