Συμποσιακά Β΄: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό |
|||
Γραμμή 320:
Ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῖν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας, ἀλλὰ κἂν ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ κομίζων, « κοινὰ τὰ φίλων, » ἵν´ « ὁμοῦ πάντα χρήματα » γίνηται κατὰ τὸν Ἀναξαγόραν. Εἰ δ´ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες καὶ « τὸν τῆς τύχης παῖδα κλῆρον » ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλ´ ὅπως ἔτυχεν ἄλλως ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει. »
{{DEFAULTSORT:Συμποσιακα 02}}
|