Επτά επί Θήβας: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Robot: Removing from Κατηγορία:Αρχαία
μΧωρίς σύνοψη επεξεργασίας
Γραμμή 9:
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·

εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, {{r|5}}

Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις

οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος

ἐπώνυμος γένοιτο Καδμείων πόλει.

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι {{r|10}}

ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε συμπρεπές,

πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

βωμοῖσι, τιμὰς μὴ ᾽ξαλειφθῆναί ποτε· {{r|15}}

τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους

πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. {{r|20}}

καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός·

χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, {{r|25}}

χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·

οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.

ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων {{r|30}}

ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις

μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων

ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. {{r|35}}

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·