Διογένους Λαερτίου επιγράμματα
Διογένους Λαερτίου Eπιγράμματα Συγγραφέας: Επιγράμματα στην Παλατινή Ανθολογία |
- VII 57 καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον
- VII 85 γυμνικὸν αὖ ποτ΄ ἀγῶνα θεώμενον͵ ἠέλιε Ζεῦ
- VII 87 σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ
- VII 88 Φωσφόρε͵ σοί͵ Πολύδευκες͵ ἔχω χάριν͵ οὕνεκεν υἱὸς
- VII 91 τῇδε Βίαντα κέκευθα͵ τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς
- VII 92 ἐς Σκυθίην Ἀνάχαρσις ὅτ΄ ἤλυθε͵ πολλὰ πλανηθεὶς
- VII 95 ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν
- VII 96 πῖνέ νυν ἐν Διὸς ὤν͵ ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως
- VII 97 οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον
- VII 98 εἰ καὶ σέ͵ Ξενοφῶν͵ Κραναοῦ Κέκροπός τε πολῖται
- VII 101 ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι
- VII 102 χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
- VII 104 Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς
- VII 105 καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὺ
- VII 106 χαίρετε, καὶ μέμνησθε τὰ δόγματα· τοῦτ' Ἐπίκουρος
- VII 107 Εὐρυμέδων ποτ' ἔμελλεν Ἀριστοτέλην ἀσεβείας
- VII 108 καὶ πῶς͵ εἰ μὴ Φοῖβος ἀν΄ Ἑλλάδα φῦσε Πλάτωνα
- VII 109 Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα
- VII 110 οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη
- VII 111 λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν
- VII 112 οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς
- VII 113 :ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
- VII 114 ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη
- VII 115 τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς
- VII 116 :{α.} Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος
- VII 118 τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως
- VII 121 οὐ μόνος ἀψύχοις ἔπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς
- VII 122 αἴ, αἴ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη;
- VII 123 καὶ σύ ποτ', Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
- VII 124 ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτ' ἀμάξης
- VII 126 τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν
- VII 127 πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
- VII 129 ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον
- VII 130 καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνέων
- VII 133 πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι
- VII 620 μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος
- VII 706 ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν
- VII 744 ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην
VII 57 Διογένους Λαερτίου
Επεξεργασία- καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
- ὃς θάνατον παρεόντα τρί' ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
VII 85 Διογένους Λαερτίου
Επεξεργασία- γυμνικὸν αὖ ποτ΄ ἀγῶνα θεώμενον͵ ἠέλιε Ζεῦ͵ τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.
- αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθ΄ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.
VII 87 Διογένους Λαερτίου
Επεξεργασία- σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ· ὀστὰ δ΄ ἔχει Σαλαμίς͵ ὧν κόνις ἀστάχυες.
- ψυχὴν δ΄ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.
VII 88 Διογένους Λαερτίου
Επεξεργασία- Φωσφόρε͵ σοί͵ Πολύδευκες͵ ἔχω χάριν͵ οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον.
- εἰ δ΄ ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς͵ οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος.
VII 91 Διογένους Λαερτίου
Επεξεργασία- τῇδε Βίαντα κέκευθα͵ τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην͵ πολιῷ γήραϊ νιφόμενον.
- εἶπε γάρ͵ εἶπε δίκην ἑτάρου τινός· εἶτ΄ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.
VII 92 Διογένους Λαερτίου
Επεξεργασία- ἐς Σκυθίην Ἀνάχαρσις ὅτ΄ ἤλυθε͵ πολλὰ πλανηθεὶς πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς.
- τὸν δ΄ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.
VII 95 Διογένους Λαερτίου
Επεξεργασία- ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν͵ καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·
- ἀλλ΄ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον͵ ὁ δ΄ αὑτὸν ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.
VII 96 Διογένους Λαερτίου
Επεξεργασία- πῖνέ νυν ἐν Διὸς ὤν͵ ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως καὶ σοφὸν εἶπε θεός͵ καὶ θεὸς ἡ σοφίη.
- πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω· αὐτοὶ δ΄ ἐξέπιον τοῦτο τεῷ στόματι.
VII 97 Διογένους Λαερτίου
Επεξεργασία- οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον͵ ἀλλ΄ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι͵
- παιδείης παρ΄ ἑῆς Ἑλληνικὰ πράγματα δείξας͵ ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
VII 98 Διογένους Λαερτίου
Επεξεργασία- εἰ καὶ σέ͵ Ξενοφῶν͵ Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων͵ τοῦ φίλου χάριν Κύρου·
- ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος͵ ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως.
VII 101 Διογένους Λαερτίου
Επεξεργασία- ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,
- ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν κάτθανεν ἂν διά τι σφόδρα μικρόν.
VII 102 Διογένους Λαερτίου
Επεξεργασία- χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
- πλήξας ἴαχεν ὦ σύντονον, εἶτ' ἔθανεν,
- ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.
VII 104 Διογένους Λαερτίου
Επεξεργασία- Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
- οἰκτείρω σ' οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ' ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.
VII 105 Διογένους Λαερτίου
Επεξεργασία- καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὺ Βάκχου ἑλὼν Ἀΐδην ποσσὶν ἔσυρες ἄκροις.
- ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;
VII 106 Διογένους Λαερτίου
Επεξεργασία- χαίρετε, καὶ μέμνησθε τὰ δόγματα· τοῦτ' Ἐπίκουρος ὕστατον εἶπε φίλοις τοὔπος ἀποφθίμενος·
- θερμὴν δὲ πύελον γὰρ ἐληλύθεεν καὶ ἄκρατον ἔσπασεν, εἶτ' Ἀΐδην ψυχρὸν ἐπεσπάσατο.
VII 107 Διογένους Λαερτίου
Επεξεργασία- Εὐρυμέδων ποτ' ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος,
- ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτ' ἀκονιτὶ ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους
VII 108 Διογένους Λαερτίου
Επεξεργασία- καὶ πῶς͵ εἰ μὴ Φοῖβος ἀν΄ Ἑλλάδα φῦσε Πλάτωνα͵ ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
- καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ σώματος͵ ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.
VII 109 Διογένους Λαερτίου
Επεξεργασία- Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα͵ τὸν μὲν ἵνα ψυχήν͵ τὸν δ΄ ἵνα σῶμα σάοι.
- δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν͵ ἥν ποθ΄ ἑαυτῷ ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.
VII 110 Διογένους Λαερτίου
Επεξεργασία- οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·
- δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος ἦν δέμας, εἶτ' ἀνεθεὶς κάτθανε πηρομελής.
VII 111 Διογένους Λαερτίου
Επεξεργασία- λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν· Στράτωνα τοῦτόν φημί σοι,
- Λάμψακος ὅν ποτ' ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνῄσκει λαθών, οὐδ' ᾔσθετο.
VII 112 Διογένους Λαερτίου
Επεξεργασία- οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ' ἐγώ,
- τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.
VII 113 Διογένους Λαερτίου
Επεξεργασία- ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν
- ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ' ὀμμάτων ἀλλ' ἀΐδην μέλανα.
VII 114 Διογένους Λαερτίου
Επεξεργασία- ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων.
- ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὤν, ἑάλως.
VII 115 Διογένους Λαερτίου
Επεξεργασία- τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν·
- ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως· "τί δὲ τοῦτο; πάντως εἰς Ἀΐδην δεῖ τιν' ὁδηγὸν ἔχειν."
VII 116 Διογένους Λαερτίου
Επεξεργασία- {α.} Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος. {Δ.} ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.
VII 118 Διογένους Λαερτίου
Επεξεργασία- τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·
- οἱ δ' ὅτι προσκόψας ποτ' ἔφη χερὶ γαῖαν ἀλοίσας ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;
VII 121 Διογένους Λαερτίου
Επεξεργασία- οὐ μόνος ἀψύχοις ἔπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς· τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρα;
- ἀλλ' ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ, δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν.
VII 122 Διογένους Λαερτίου
Επεξεργασία- αἴ, αἴ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη; καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις.
- χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ, ἐξ Ἀκραγαντίνων κάτθαν' ἐνὶ τριόδῳ.
VII 123 Διογένους Λαερτίου
Επεξεργασία- καὶ σύ ποτ', Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθανάτων·
- οὐκ ἐρέω δ' ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
VII 124 Διογένους Λαερτίου
Επεξεργασία- ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτ' ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν·
- εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτ' ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
VII 126 Διογένους Λαερτίου
Επεξεργασία- τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
- οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.
VII 127 Διογένους Λαερτίου
Επεξεργασία- πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ' ἔθανεν·
- σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.
VII 129 Διογένους Λαερτίου
Επεξεργασία- ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.
- ἀλλ' ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.
VII 130 Διογένους Λαερτίου
Επεξεργασία- καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνέων ἔκ ποτ' ἰὼν καθ' ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
- εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δ' οὐκ ἔφυγες.
VII 133 Διογένους Λαερτίου
Επεξεργασία- πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι· πτίσσετ'· Ἀνάξαρχος δ' ἐν Διός ἐστι πάλαι.
- καί σε διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει ῥήματα Φερσεφόνη, "ἔρρε μυλωθρὲ κακέ."
VII 620 Διογένους Λαερτίου
Επεξεργασία- μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος· ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
- καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη͵ οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.
VII 706 Διογένους Λαερτίου
Επεξεργασία- ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδ' ἐφείσατο
- οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρης, οὐ τῆς ψυχῆς, ἀλλ' ἦλθε δῶμ' ἐς Ἀΐδεω.
VII 744 Διογένους Λαερτίου
Επεξεργασία- ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω
- ταύρου. κοὐδὲν ἔλεξεν· βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
- παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν, προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν
- ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος, δεκάκις πέντ' ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας.