Βιβλίον δ΄
Συγγραφέας:
Δειπνοσοφισταί (Σύνοψις)
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1.


1. Ἱππόλοχος ὁ Μακεδῶν, ἑταῖρε Τιμόκρατες, τοῖς χρόνοις μὲν γέγονε κατὰ.Λυγκέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐρεσίου μαθητάς, συνθήκας δ᾽ εἶχε ταύτας πρὸς τὸν Λυγκέα, ὡς ἐκ τῶν αὐτοῦ μαθεῖν ἔστιν ἐπιστολῶν, πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πολυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται δειπνητικαί τινες ἐπιστολαί, Λυγκέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλητρίδος ἐμφανίζοντος δεῖπνον Ἀθήνησι γενόμενον Δημητρίῳ τῷ βασιλεῖ, ἐπίκλην δὲ Πολιορκητῇ ἐρωμένη δ᾽ ἦν ἡ Λάμια τοῦ Δημητρίου, τοῦ δ᾽ Ἱππολόχου τοὺς Καράνου τοῦ Μακεδόνος ἐμφανίζοντος γάμους, καὶ ἄλλαις δὲ περιετύχομεν τοῦ Λυγκέως ἐπιστολαῖς πρὸς τὸν αὐτὸν γεγραμμέναις Ἱππόλοχον, δηλούσαις τό τε Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον Ἀφροδίσια ἐπιτελοῦντος Ἀθήνησι καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως, δώσομεν δέ σοι ἡμεῖς καὶ αὐτὰς τὰς ἐπιστολάς ἐπεὶ δὲ ἡ τοῦ Ἱππολόχου σπανίως εὑρίσκεται, ἐπιδραμοῦμαί σοι τὰ ἐν αὐτῇ γεγραμμένα διατριβῆς ἕνεκα νῦν καὶ ψυχαγωγίας. 2. ἐν Μακεδονίᾳ, ὡς ἔφην, τοῦ Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἄνδρες ἦσαν [p. 92] εἴκοσιν: οἷς καὶ κατακλιθεῖσιν εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά, προεστεφανώκει δὲ καὶ ἕκαστον πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ: πέντε χρυσῶν ἑκάστῃ δ᾽ ἦν τὸ τίμημα. ἐπεὶ δ᾽ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἑκάστῳ ἰσόπλατυς ἐδόθη, ὄρνεις τε καὶ νῆσσαι, προσέτι δὲ καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν αὐτῷ πίνακι τοῖς κατόπιν διεδίδου παισίν. ἄλλα δ᾽ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα, καὶ μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφ᾽ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν. ‘ ἐπεδώκαμεν οὖν, φησί, καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν βρώσεως ἐχερνιψάμεθα. καὶ στέφανοι εἰσηνέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσί τε χρυσαῖ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ.’ ἐπὶ δὲ τούτοις εἰπὼν ὁ Ἱππόλοχος ὡς Πρωτέας ἀπόγονος ἐκείνου Πρωτέου Λανίκης υἱοῦ, ἥτις ἐγεγόνει τροφὸς Ἀλεξάνδρου τοῦ βασιλέως, ἔπιε πλεῖστον ἦν γὰρ πολυπότης ὡς καὶ ὁ πάππος αὐτοῦ Πρωτέας ὁ συγγενόμενος Ἀλεξάνδρῳ καὶ ὅτι πᾶσι προὔπιεν, ἑξῆς γράφει καὶ ταῦτα: ‘3. ἤδη δὲ ἡμῶν ἡδέως ἀπηλλοτριωμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ [p. 94] μουσουργοὶ καὶ σαμβυκίστριαί τινες Ῥόδιαι, ἐμοὶ μὲν γυμναὶ δοκῶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας, ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου ἑκάστη δύο συνδεδεμένας ἱμάντι χρυσῷ, τὴν μὲν ἀργυρᾶν, τὴν δὲ χρυσῆν, κοτυλιαίας, καὶ ἑκάστῳ προσέδωκαν. ἔπειτ᾽ εἰσφέρεται πλοῦτος ἀντὶ δείπνου, πίναξ ἀργυροῦς ἐπὶ πάχος οὐκ ὀλίγον περίχρυσος, ὅσος δέξασθαι μέγεθος χοίρου τινὸς ὀπτοῦ καὶ σφόδρα μεγάλου, ὃς ὕπτιος ἐπέκειτο τὴν γαστέρα δεικνὺς ἄνω πλήρη οὖσαν πολλῶν ἀγαθῶν ἦσαν γὰρ ἐν αὐτῷ συνωπτημέναι κίχλαι καὶ νῆτται καὶ συκαλλίδων πλῆθος ἄπειρον καὶ ᾠῶν ἐπικεχυμέναι λέκιθοι καὶ ὄστρεα καὶ κτένες: καὶ ἑκάστῳ πεπυργωμένα αὐτοῖς πίναξιν ἐδόθη. μετὰ δὲ ταῦτα πιόντες ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφ᾽ ἑτέρῳ πάλιν πίνακι τοιούτῳ σὺν μύστροις χρυσοῖς. ὁρῶν οὖν τὴν δυσχωρίαν ὁ Κάρανος κελεύει σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα διὰ ἱμάντων ἐλεφαντίνων πεπλεγμένα δοθῆναι, ἐφ᾽ οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνασεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προτέροις. ἡσυχίας δὲ γενομένης ἐπεισβάλλουσιν ἡμῖν οἱ κἂν τοῖς Χύτροις τοῖς Ἀθήνησι λειτουργήσαντες. μεθ᾽ οὓς εἰσῆλθον ἰθύφαλλοι καὶ σκληροπαῖκται καί τινες καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί. 4. ἐπεὶ δὲ καὶ [p. 96] τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερμός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ, δίπηχύς που τὴν διάμετρον , ἐν θήκῃ κατακείμενος ἀργυρᾷ, πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συνηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης ὁ Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πληρώσας οἴνου Θασίου ὀλίγον τι ἐπιρράνας ὕδατος ἐξέπιεν ἐπειπών


    ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.

καὶ ὁ Κάρανος ἔφη: ' ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας ἐφ᾽ οἷς λεχθεῖσιν οἱ δ᾽ ἐννέα πάντες ἀνέσταν ἁρπάζοντες κἄλλος ἄλλον φθάνοντες. εἷς δὲ τῶν συνδειπνούντων ἡμῖν ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα. ἐπὶ τούτοις χορὸς εἰσῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς ᾀδόντων γαμικὸν ὕμνον, μεθ᾽ οὓς ὀρχηστρίδες διεσκευασμέναι τρόπον Νηρηίδων, αἱ δὲ Νυμφῶν, 5. τοῦ πότου δὴ προιόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης [p. 98] ἀναπεταννύουσι τὸν οἶκον, ἐν ᾧ κύκλῳ ὀθόναις διείληπτο πάντα λευκαῖς : καὶ ἀναπετασθεισῶν δᾷδες ἐφάνησαν λάθρᾳ κατὰ μηχανὰς σχασθέντων τῶν φραγμάτων καὶ Ἔρωτες καὶ Ἀρτέμιδες καὶ Πᾶνες καὶ Ἑρμαῖ καὶ τοιαῦτα πολλὰ εἴδωλα ἀργυροῖς δᾳδουχοῦντα λαμπτῆρσι. θαυμαζόντων δ᾽ ἡμῶν τὴν τεχνιτείαν Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι κατὰ πινάκων τετραγώνων χρυσομίτρων σιβύναις ἀργυραῖς διαπεπερονημένοι περιεφέροντο ἑκάστῳ. καὶ τὸ θαυμάσιον, ὅτι παρειμένοι καὶ καρηβαροῦντες ὑπὸ τῆς μέθης ὁπότε τι τῶν ἀγομένων θεασαίμεθα πάντες ἐξενήφομεν, ὀρθοὶ τὸ δὴ λεγόμενον ἀνιστάμενοι. ἔναττον οὖν οἱ παῖδες εἰς τὰς εὐτυχεῖς σπυρίδας, ἕως ἐσάλπισε τὸ εἰωθὸς τοῦ τελευταίου δείπνου σημεῖον οὕτω γὰρ τὸ Μακεδονικὸν οἶσθα ἔθος ἐν ταῖς πολυανθρώποις εὐωχίαις γινόμενον. καὶ ὁ Κάρανος ἄρξας πότου μικροῖς ἐκπώμασι περισοβεῖν ἐκέλευε τοῖς παισίν, ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρατοποσίας λαμβάνοντες, ἐν τούτῳ δὲ ὁ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης, ἐκείνου Στράτωνος τοῦ Ἀττικοῦ, ὥς φασιν, ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῖν γέλωτας: καὶ μετὰ ταῦτα ὠρχεῖτο μετὰ τῆς γυναικὸς ἔτη οὔσης ὑπὲρ τὰ ὀγδοήκοντα. καὶ τελευταῖαι ἐπεισῆλθον ἐπιδόρπιαι τράπεζαι, τραγήματὰ τ᾽ ἐν πλεκτοῖς ἐλεφαντίνοις ἐπεδόθη πᾶσι καὶ πλακοῦντες ἕκαστα γένη, Κρητικῶν καὶ τῶν σῶν, ἑταῖρε Λυγκεῦ, Σαμιακῶν καὶ Ἀττικῶν αὐταῖς ταῖς ἰδίαις τῶν πεμμάτων θήκαις. μετὰ δὲ ταῦτα ἐξαναστάντες [p. 100] ἀπηλλαττόμεθα νήφοντες νὴ τοὺς θεοὺς διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν. σὺ δὲ μᾶλλον,1 ἐν Ἀθήναις μένων, εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων, θύμα καὶ εὔζωμα καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. ἡμεῖς δ᾽ ἐκ τοῦ Καράνου δείπνου πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες νῦν ζητοῦμεν οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ ἀνδράποδ᾽ ὠνήσασθαι.’ 6. εἰς ταῦτα, ὦ ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον; ὁπότε καὶ Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ἐν Οἰνομάῳ ἢ Πέλοπι διαπαίζων ἔφη:


    τί δ᾽ ἂν Ἕλληνες μικροτράπεζοι,
    φυλλοτρῶγες δράσειαν; ὅπου
    τέτταρα λήψῃ κρέα μίκρ᾽ ὀβολοῦ.
    παρὰ δ᾽ ἡμετέροις προγόνοισιν ὅλους
    βοῦς ὤπτων, ὗς,2 ἐλάφους, ἄρνας:
    τὸ τελευταῖον δὲ ὁ μάγειρος ὅλον
    τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
    θερμὴν παρέθηκε κάμηλον.

ὁ Ἀριστοφάνης δ᾽ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν:


    πρ. εἶτ᾽ ἐξένιζε παρετίθει θ᾽ ἡμῖν ὅλους
    ἐκ κριβάνου βοῦς. δικ. καὶ τίς εἶδε πώποτε
    βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
    πρ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
    παρέθηκεν ἡμῖν ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.

Ἀναξανδρίδης δ᾽ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο [p. 102] τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί: 7.


    κἂν ταῦτα ποιῆθ᾽ ὥσπερ φράζω,
    λαμπροῖς δείπνοις δεξόμεθ᾽ ὑμᾶς,
    οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους
    τοῖς ἐν Θρᾴκῃ: καίτοι φασὶν
    βουβαυκαλόσαυλα γενέσθαι:
    κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι
    στρώμαθ᾽ ἁλουργῆ μέχρι τῆς ἀκάτου,
    δειπνεῖν δ᾽ ἄνδρας βουτυροφάγους,
    αὐχμηροκόμας μυριοπληθεῖς:
    τοὺς δὲ λέβητας χαλκοῦς εἶναι
    μείζους λάκκων δωδεκακλίνων
    αὐτὸν δὲ Κότυν περιεζῶσθαι
    ζωμόν τε φέρειν ἐν χοὶ χρυσῇ
    καὶ γευόμενον τῶν κρατήρων
    πρότερον μεθύειν τῶν πινόντων.
    αὐλεῖν δ᾽ αὐτοῖς Ἀντιγενείδαν,
    ἀργᾶν δ᾽ ᾁδειν καὶ κιθαρίζειν
    Κηφισόδοτον τὸν Ἀχαρνῆθεν
    μέλπειν δ᾽ ᾠδαῖς
    τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον,
    τοτὲ δ᾽ αὖ Θήβας τὰς ἑπταπύλους,
    τὰς ἁρμονίας μεταβάλλοντας,
    φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν
    ἵππων ἀγέλας αἰγῶν τ᾽ ἀγέλην
    χρυσοῦν τε σάκος
    ... φιάλην τε λεπαστὴν
    χιόνος τε πρόχουν κέρχνων τε χύτραν
    βολβῶν τε σιρὸν δωδεκάπηχυν
    καὶ πουλυπόδων ἑκατόμβην.
    ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι [p. 104]
    Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει.
    τούτων δ᾽ ἔσται πολὺ σεμνότερον
    καὶ λαμπρότερον παρὰ δεσποσύνοις
    τοῖς ἡμετέροις. τί γὰρ ἐλλείπει
    δόμος ἡμέτερος, ποίων ἀγαθῶν;
    οὐ σμύρνης ἐκ Συρίας ὀδμαὶ
    λιβάνου τε πνοαί,2 τερενοχρῶτες
    μαζῶν ὄψεις, ἄρτων, ἀμύλων,
    πουλυποδείων, χολίκων, δημοῦ,
    φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων,
    λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων,
    ἐνθρυμματίδων, πτισάνης, ἀθάρης,
    κυάμων, λαθύρων, ὤχρων, δολίχων,
    μέλιτος, τυροῦ, χορίων, πυῶν,3
    καρύων, χόνδρου,
    κάραβοι ὀπτοί, τευθίδες ὀπταί,
    κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί,


        μύραιν᾽ ἑφθή, κωβιοὶ ἑφθοί,
        θυννίδες ὀπταί, φυκίδες ἑφθαί,
        βάτραχοι, πέρκαι,
        συνόδοντες, ὄνοι, βατίδες, ψῆτται,
        γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι,
        ῥίνης τεμάχη, σχαδόνες, βότρυες,
        σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,
        ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,
        κνῆκος, ἐλᾶαι, στέμφυλ᾽, ἄμητες,
        πράσα, γήτειον, κρόμμυα, φυστή,
        βολβοί, καυλοί, σίλφιον, ὄξος,
        μάραθ᾽, ᾠά, φακῆ, τέττιγες, ὀποί:
        κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,
        πίνναι, λεπάδες, μύες, ὄστρεια,
        κτένες, ὄρκυνες: καὶ πρὸς τούτοις

    [p. 106]
    ὀρνιθαρίων ἄφατον πλῆθος,
    νηττῶν, φαττῶν, χῆνες, στρουθοί,
    κίχλαι, κόρυδοι, κίτται, κύκνοι,
    πελεκάν, κίγκλοι, γέρανος Β. τουδὶ
    τοῦ χάσκοντος διατειναμένη
    διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν
    διακόψειεν τὸ μέτωπον.
    α. οἶνοι δέ σοι, λευκός, ...
    γλυκύς, αὐθιγενής, ἡδύς, καπνίας.

8. Λυγκεὺς δ᾽ ἐν Κενταύρῳ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι:


    μάγειρ᾽, ὁ θύων ἐστὶ δειπνίζων τ᾽ ἐμὲ
    Ῥόδιος, ἐγὼ δ᾽ ὁ κεκλημένος Περίνθιος.
    οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς
    δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ
    ὥσπερ ξενική: παρέθηκε πίνακα γὰρ μέγαν
    ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω:
    τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ᾽ ἐχίνους δύο,
    ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα,
    ὁ δ᾽ ἀντακαίου μικρόν, ἐν ὅσῳ δ᾽ ἐσθίω,
    ἕτερος ἐκεῖν᾽, ἐν ὅσῳ δ᾽ ἐκεῖνος, τοῦτ᾽ ἐγὼ
    ἠφάνισα. βούλομαι δὲ γ᾽, ὦ βέλτιστε σύ,
    κἀκεῖνο καὶ τοῦτ᾽, ἀλλ᾽ ἀδύνατα βούλομαι
    οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντ᾽ ἔχω.
    ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,
    ἀλλ᾽ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα:
    κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ.
    τί οὖν ἔχεις; β. ὄστρεια πολλά. α. πίνακά μοι
    τούτων παραθήσεις αὐτὸν ἐφ᾽ ἑαυτοῦ μέγαν.
    ἔχεις ἐχίνους; β. ἕτερος ἔσται σοι πίναξ:
    αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν. [p. 108]
    α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον.
    ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ᾽ ἕτερος ...

Δρομέας δ᾽ ὁ παράσιτος ἐρωτήσαντός τινος αὐτόν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσανδρος, πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου. 9. Δίφιλος δ᾽ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα:


    πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι
    εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ᾽ Ἀττικοὶ
    ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές; β. τί δαὶ
    τοῦτ᾽ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; α. τῆς τέχνης
    ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ,
    τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι.
    οἷον Ῥοδίους κέκληκας: εἰσιοῦσι δὸς
    εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι
    ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ᾽ ᾧ
    χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας.
    β. ἀστεῖον ὁ σιλουρισμός. α. ἂν Βυζαντίους,
    ἀψινθίῳ σφιν δεῦσον ὅσα γ᾽ ἂν παρατιθῇς,
    κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα.
    διὰ γὰρ τὸ πλῆθος τῶν παρ᾽: αὐτοῖς ἰχθύων
    πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δ᾽ ἐν Τροφωνίῳ:
    ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. β. τίνος;
    ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ.
    οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,
    ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα [p. 110]
    καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
    ἁλίσκετ᾽, ἀλλ᾽ οὕτω παρέργως ἅπτεται:
    τὰς δ᾽ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
    μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον
    ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται:
    Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν
    κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

10. ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὥσπερ ταῖς ἁλμάσιν ἐλάαις, ἃς κολυμβάδας καλοῦσιν: Ἀριστοφάνης γοῦν ἐν Γήρᾳ φησίν


    ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας
    ἢ σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας
    στιφράς;

Φιλήμων δ᾽ ἐν Μετιόντι ἢ Ζωμίῳ:


    ἰχθὺς τί σοι
    ἐφαίνεθ᾽ οὑφθός; β. μικρὸς ἦν, ἀκήκοας;
    ἅλμη τε λευκὴ καὶ παχεῖ᾽ ὑπερβολῇ,
    κοὐχὶ λοπάδος προσῶζεν οὐδ᾽ ἡδυσμάτων.
    ἐβόων δ᾽ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς,

ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης Ἀναγύρῳ:


    πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
    καὶ κερκώπην θηρευσαμένη
    καλάμῳ λεπτῷ.

ἐστὶν δ᾽ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ,4 ὡς Σπεύσιππος παρίστησιν ἐν δευτέρῳ [p. 112] Ὁμοίων, μνημονεύει αὐτῶν Ἐπίλυκος ἐν Κωραλίσκῳ. Ἄλεξις ἐν Θράσωνί φησι:


    σοῦ δ᾽ ἐγὼ λαλιστέραν
    οὐπώποτ᾽ εἶδον οὔτε κερκώπην, γύναι,
    οὐ κίτταν, οὐκ ἀηδόν᾽, οὐ χελιδόνα,1
    οὐ τρυγόν᾽, οὐ τέττιγα.

Νικόστρατος δ᾽ ἐν Ἅβρᾳ:


    πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται
    ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
    θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.

11. ὅτι δ᾽ ἤσθιον διὰ ἀναστόμωσιν καὶ τὰς δι᾽ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως:


    γογγυλίδος δισσὴ γὰρ ἰδ᾽ ἐκ ῥαφάνοιο γενέθλη
    μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
    καὶ τὰς μὲν θ᾽ αὕηνον ἀποπλύνας βορέῃσι,
    προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς:
    θερμοῖς δ᾽ ἰκμανθεῖσαι ἀναζώουσ᾽ ὑδάτεσσι.
    τμῆγε δὲ γογγυλίδος ῥίζας (καὶ ἀκαρφέα φλοιὸν
    ἦκα καθηράμενος) λεπτουργέας, ἠελίῳ δὲ
    αὐήνας ἐπὶ τυτθὸν ὁτὲ ᾿ν ζεστῷ ἀποβάπτων
    ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ,
    ἄλλοτε δ᾽ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει
    ἶσον ἴσῳ, τὰς δ᾽ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις.
    πολλάκι δ᾽ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας
    σπέρματὰ τ᾽ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ
    ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην
    ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης.

[p. 114] Δίφιλος δ᾽ ἢ Σώσιππος ἐν Ἀπολειπούσῃ :


    ἔστιν ἔνδον ὄξος ὀξύ σοι;
    β. ὑπολαμβάνω, παιδάριον ὀπὸν εἰλήφαμεν.
    ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά,
    ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται:
    τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων
    ἀναστομοῖ τάχιστα τᾀσθητήρια,
    τό τε νωκαρῶδες καὶ κατημβλυωμένον
    ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.

12. Ἄλεξις δ᾽ ἐν Ταραντίνοις ἐν τοῖς συμποσίοις φησὶ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαι ὑποπιόντας:


    τοῦτο γάρ νῦν ἐστί σοι
    ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον
    ἅπαντες ὀρχοῦντ᾽ εὐθὺς ἂν οἴνου μόνον
    ὀσμὴν ἴδωσι: συμφορὰν σύ γ᾽ εἰσορᾶν
    φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.
    καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
    χάρις: ἀλλ᾽ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον
    ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον
    βαυκιζόμενον τὰ λευκὰ τ᾽ ἀναβάλλονθ᾽ ἅμα,
    ἥδιστ᾽ ἂν ἀναπήξαιμ᾽ ἐπὶ τοῦ ξύλου λαβών.

μήποτε δὲ καὶ Ἀντιφάνης ἐν Καρσὶ κατὰ τὸ Ἀττικὸν ἔθος τῆς ὀρχήσεως κωμῳδεῖ τινα τῶν σοφῶν ὡς παρὰ δεῖπνον ὀρχούμενον λέγων οὕτως :


    οὐχ ὁρᾷς ὀρχούμενον
    ταῖς χερσὶ τὸν βάκηλον; οὐδ᾽ αἰσχύνεται
    ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος,
    ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην,
    ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ. [p. 116]

τούτοις οὐδ᾽ ἀναρμόστως ἄν τις ἐπενέγκαι τὰ Ἐρίφῳ τῷ κωμικῷ ἐν Αἰόλῳ εἰρημένα τάδε:


    λόγος γάρ ἐστ᾽ ἀρχαῖος οὐ κακῶς ἔχων:
    οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ,
    πείθειν χορεύειν οὐ θέλοντας.

Ἄλεξις δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Ἰσοστάσιόν φησιν


    ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον
    βλέποντες, ἄλλο δ᾽ οὐδέν, ὄψων ὀνόματα
    καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος
    καὶ Κωβιός, Σεμίδαλις.

“Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίτως διαγράφει Μάτρων ὁ παρῳδός, ὅπερ διὰ τὸ σπάνιον οὐκ ἂν ὀκνήσαιμι ὑμῖν, ἄνδρες φίλοι,” ὁ Πλούταρχος ἔφη, “ ἀπομνημονεῦσαι:


    δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,

ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς:
ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός,
οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
λευκοτέρους χιόνος, ἔσθειν δ᾽ ἀμύλοισιν ὁμοίους ...
τάων καὶ Βορέης ἠράσσατο πεσσομενάων
αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος
Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων
ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ᾽ ἀναμεῖναι [p. 118]
ἔνθ᾽ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον,
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην, ἀλλ᾽ ἤσθιον εἴδατα πάντα,
βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις:
οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
ἐν καθαρῷ, ὅθι κύματ᾽ ἐπ᾽ ἠιόνος κλύζεσκε:
πολλὰς δ᾽ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
ἡ δὲ Φαληρικὴ ἦλθ᾽ ἀφύη, Τρίτωνος ἑταίρη,
ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα..,1
τοὺς δ᾽ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει ...
πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ...
ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
τῇ δ᾽ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα
οὐδ᾽ ἔφθην τρώσας μιν, ἄασε δὲ Φοῖβος Ἀπόλλων.
ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο,
τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα,
ἂψ δ᾽ ἑλόμην χάρμῃ, λαιμὸν δ᾽ ἄπληστον ἄμυξα.
ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
καὶ Τιτυὸν ἔιδον, λίμνης ἐρικυδέα γόγγρον [p. 120]
κείμενον ἐν λοπάδεσσ᾽: : ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο τραπέζας.
τῷ δὲ μετ᾽ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς
ἔγχελυς, ἣ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνῃσι μιγῆναι,
ἐκ Κωπῶν,1 ὅθεν ἐγχέλεων γένος ἀγροτεράων,
παμμεγέθης, ἣν οὔ κε δύ᾽ ἀνέρες ἀθλητῆρες,
οἷοι ἄρ᾽ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
ῥηιδίως ἐπ᾽ ἄμαξαν ἀπ᾽ οὔδεος ὀχλίσσειαν
τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
πολλὰ δ᾽ ἄναντα κάταντα κατὰ στέγος ἦλθ᾽ ὁ μάγειρος,
σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον.
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο,
αὐτὰρ ἀπ᾽ Εὐβοίας λοπάδες τόσαι ἐστιχόωντο.
Ἶρις δ᾽ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς,
πέρκη τ᾽ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
ὃς καὶ θνητὸς ἐὼν ἕπετ᾽ ἰχθύσιν ἀθανάτοισιν.
οἴη δ᾽ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων
αἰρομένων: τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι.


    ῥίνη θ᾽, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
    τρηχεῖ᾽ ἀλλ᾽ ἀγαθὴ κουροτρόφος οὐ γὰρ ἔγωγε
    ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
    ὀπταλέος δ᾽ εἰσῆλθε πελώριος ἱππότα κεστρεὺς
    οὐκ οἶος: ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο. [p. 122]
    κυανόχρως δ᾽ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
    πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς,
    καρῖδὲς θ᾽, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδή,1
    αἳ δὴ γήραι κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι.
    χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,

    κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
    ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ᾽ ἐφέντες
    ἐν στόμασὶν τ᾽ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
    τῶν δ᾽ ἄρ᾽ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,

    οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην
    γεύσασθ᾽ ἱμείρων τὸ δὲ γ᾽ ἀμβροσίη μοι ἔδοξεν,
    οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
    μύραιναν δ᾽ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης,

    ζώνην θ᾽, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,

    εἰς λέχος ἡνίκ᾽ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ
    σάνδαλα δ᾽ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
    βούγλωσσὸν θ᾽,6 ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,

    κίχλας δ᾽ ἑξείης ἡβήτορας ὑψιπετήεις
    καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ᾽ ὑδατινούς.
    ἐν δ᾽ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε,
    μόρμυρος ἄντα δ᾽ ἐῆν, γαλέη,7 σπάρος οὓς ὁ μάγειρος [p. 124]
    σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
    τῶν ἔλεγεν δαίνυσθαι: ἐμοὶ δέ γε θηλυτεράων
    εἶναι βρώματ᾽ ἔδοξεν ἔπειθ᾽ ὥρμαινον ἐπ᾽ ἄλλα.
    κεῖτο δέ τις βατάνη, ἧς οὐδεὶς ἥπτετο δειπνῶν,
    ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος ...

    ἑξῆς κόσσυφος ἦλθ᾽ ἐμοί, ὃς γεύσασθαι ἕτοιμος
    ἥμην: οὐδ᾽ ἄρ᾽ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
    κωλῆν δ᾽ ὡς ἔιδον, ὡς ἔτρεμον, ἐν δὲ σίναπυ
    κεῖτ᾽ ἀγχοῦ γλυκερὸν χρυσὸς ὥς, πλείον᾽ ἐρῦκον.
    γευσάμενος δ᾽ ἔκλαιον, ὅτ᾽ αὔριον οὐκ ἔτι ταῦτα
    ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ ...
    νηδὺς δ᾽ οὐχ ὑπέμεινε, βιάζετο γάρ ῥ᾽ ἀχέεσσι:
    δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιὰ θ᾽ ἑφθά.
    παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
    λίμνης ἐξ ἱερῆς, μάλα πίονας: ἃς ὁ μάγειρος
    θῆκε φέρων, ἵν᾽ Ἀθηναίων κατέκειντο φάλαγγες ...
    Χαιρεφόων δ᾽ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
    ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.
    ἤσθιε δ᾽ ὥστε λέων, παλάμῃ δ᾽ ἔχε τὸ σκέλος ἀμνοῦ,
    ὄφρα οἱ οἴκαδ᾽ ἰόντι πάλιν ποτιδόρπιον εἴη.
    χόνδρος δ᾽ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων,
    Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας,
    αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, [p. 126]
    χεῖρας νιψαμένοισιν ἀπ᾽ ' Ὠκεανοῖο ῥοάων
    ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ,
    ἄλλος δ᾽ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
    οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
    κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δ᾽ οἶνος
    Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
    δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι
    ἐν δ᾽ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
    ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
    πρόσφατος ἥν θ᾽ ἁμάμαξυν ἐπίκλησιν καλέουσι.
    τῶν δ᾽ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ᾽ ἀνεκείμην.
    ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, ἔγκυκλον,
    ἁδρὸν
    Δήμητρος παῖδ᾽ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
    πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην.. ..
    οὐδ᾽ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ᾽ εἶεν,
    γαστὴρ δ᾽ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.
    πόρναι δ᾽ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
    ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.

14. Ἄλεξις δ᾽ ἐν Συντρέχουσιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνά φησιν


    ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι
    οὓς ἂν σοφωτάτους δύνωμ᾽ ἐν τῇ πόλει.
    μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν
    οὐκ Ἀττικηρῶς οὐδ᾽ ἀπηκριβωμένως
    λιμῷ με παρατεῖναι τὸν ἄνδρα δεῖ καθ᾽ ἓν
    ἕκαστον αὐτῷ παρατιθέντα ... μεγαλείως δέ ... [p. 128]

εὐτράπεζοι δ᾽ εἰσὶν ὄντως οἱ Θετταλοί, καθὰ καὶ Ἔριφός φησιν ἐν Πελταστῇ οὕτως


    τάδ᾽ οὐ Κόρινθος οὐδὲ Λαίς, ὦ Σύρε,
    οὐδ᾽ εὐτραπέζων Θετταλῶν ξένων τροφαί,
    ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο.

ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους Πτωχοὺς ποιήσας τοὺς Ἀθηναίους φησίν, ὅταν τοῖς Διοσκούροις ἐν πρυτανείῳ ἄριστον προτιθῶνται, ἐπὶ τῶν τραπεζῶν τιθέναι ‘ τυρὸν καὶ φυστὴν δρυπεπεῖς τ᾽ ἐλάας καὶ πράσα,’ ὑπόμνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς. Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. καὶ γὰρ ἐκεῖνος τοὺς ἀριστεῖς συνάγων πρὸς τὸν Ἀγαμέμνονα ‘φύρετο δ᾽ ἄλφιτα’ φησίν. Χρύσιππός τ᾽ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησιν ‘ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιοὺς ὡς οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων τῶν μακρόθεν τὸν δ᾽ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.’ Πλάτων δ᾽ ἐν β᾽ Πολιτείας οὕτως ἑστιᾷ τοὺς αὑτοῦ νεοπολίτας, γράφων ‘ ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας, [p. 130] ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δ᾽ ἐγώ, λέγεις: ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρόν, καὶ βολβοὺς καὶ λάχανά γε, οἷα δὴ ἐν ἀγροῖς ἑψήματα,1 ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ, μετρίως ὑποπίνοντες . καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν.’ 15. ἑξῆς δὲ λεκτέον καὶ περὶ τῶν Λακωνικῶν συμποσίων. Ἡρόδοτος μὲν οὖν ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ τῆς Μαρδονίου παρασκευῆς λέγων καὶ μνημονεύσας Λακωνικῶν συμποσίων φησί: ‘ Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν παρασκευὴν κατέλιπε τὴν αὑτοῦ. Παυσανίαν οὖν ἰδόντα τὴν τοῦ Μαρδονίου παρασκευὴν χρυσῷ καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοις κατεσκευασμένην κελεῦσαι τοὺς ἀρτοποιοὺς καὶ ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάσαι. ποιησάντων δὲ τούτων τὰ κελευσθέντα τὸν Παυσανίαν ἰδόντα κλίνας χρυσᾶς καὶ ἀργυρᾶς ἐστρωμένας καὶ τραπέζας ἀργυρᾶς καὶ παρασκευὴν μεγαλοπρεπῆ δείπνου, ἐκπλαγέντα τὰ προκείμενα κελεῦσαι ἐπὶ γέλωτι τοῖς ἑαυτοῦ διακόνοις παρασκευάσαι Λακωνικὸν δεῖπνον. καὶ παρασκευασθέντος γελάσας ὁ Παυσανίας μετεπέμψατο τῶν Ἑλλήνων τοὺς στρατηγοὺς καὶ ἐλθόντων ἐπιδείξας ἑκατέρου τῶν δείπνων τὴν παρασκευὴν εἶπεν: ἄνδρες Ἕλληνες, συνήγαγον ὑμᾶς βουλόμενος [p. 132] ἐπιδεῖξαι τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην, ὃς τοιαύτην δίαιταν ἔχων ἦλθεν ὡς ἡμᾶς οὕτω ταλαίπωρον ἔχοντας φασὶ δέ τινες καὶ ἄνδρα Συβαρίτην ἐπιδημήσαντα τῇ Σπάρτῃ καὶ συνεστιαθέντα ἐν τοῖς φιδιτίοις εἰπεῖν ' εἰκότως ἀνδρειότατοι ἁπάντων εἰσὶ Λακεδαιμόνιοι: ἕλοιτο γὰρ ἂν τις εὖ φρονῶν μυριάκις ἀποθανεῖν ἢ οὕτως εὐτελοῦς διαίτης μεταλαβεῖν.’ 16.

πολέμων δ᾽ ἐν τῷ παρὰ Ξενοφῶντι κανάθρῳ τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον ἐν Πλούτοις λέγειν


    ἆρ᾽ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσ᾽, ἐκεῖ
    πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς,
    ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι
    κατακρέμανται τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;

καὶ Εὔπολις ἐν Εἵλωσι:


    καὶ γένηται τοῖσδε σάμερον κοπίς.

δεῖπνον δ᾽ ἐστὶν ἰδίως ἔχον ἡ κοπίς, καθάπερ καὶ τὸ καλούμενον ἄικλον. ἐπὴν δὲ κοπίζωσι, πρῶτον μὲν δὴ σκηνὰς ποιοῦνται παρὰ τὸν θεόν, ἐν δὲ ταύταις στιβάδας ἐξ ὕλης, ἐπὶ δὲ τούτων δάπιδας ὑποστρωννύουσιν, ἐφ᾽ αἷς τοὺς κατακλιθέντας εὐωχοῦσιν οὐ μόνον τοὺς ἐκ τῆς ἡμεδαπῆς ἀφικνουμένους, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας τῶν ξένων, θύουσι δ᾽ ἐν ταῖς κοπίσιν αἶγας, ἄλλο δ᾽ οὐδὲν [p. 134] ἱερεῖον καὶ τῶν κρεῶν διδόασι μοίρας πᾶσι καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστιν ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος δὲ τὴν ἰδέαν. διδόασι τῶν συνιόντων ἑκάστῳ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς, κοπίζει δὲ καὶ τῶν ἄλλων Σπαρτιατῶν ὁ βουλόμενος. ἐν δὲ τῇ πόλει κοπίδας ἄγουσι καὶ τοῖς Τιθηνιδίοις καλουμένοις ὑπὲρ τῶν παίδων κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγρόν, καὶ πρὸς τὴν Κορυθαλίαν καλουμένην Ἄρτεμιν, ἧς τὸ ἱερὸν παρὰ τὴν καλουμένην Τίασσόν ἐστιν ἐν τοῖς πρὸς τὴν Κλήταν μέρεσι, τὰς κοπίδας παραπλησίως ταῖς λελεγμέναις ἐπιτελοῦσι. θύουσι δὲ καὶ τοὺς γαλαθηνοὺς ὀρθαγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. ὅτι ἄικλον ὑπὸ τῶν ἄλλων Δωριέων καλεῖται τὸ δεῖπνον. Ἐπίχαρμος γοῦν ἐν Ἐλπίδι φησίν


    ἐκάλεσε γάρ τύ τις
    ἐπ᾽ αἶκλον ἀέκων,3 τὺ δὲ ἑκὼν ᾤχεο τρέχων.

τὰ αὐτὰ εἴρηκε καὶ ἐν Περιάλλῳ. ‘ἐν δὲ τῇ Λακεδαίμονι τοῖς εἰσιοῦσιν εἰς τὸ φιδίτιον μετὰ δεῖπνον τὸ καλούμενον ἄικλον εἰσφέρουσιν ἄρτους ἐν ἀρριχίδι καὶ κρέας ἑκάστῳ, καὶ τῷ νέμοντι τὰς μοίρας ἀκολουθῶν ὁ διάκονος κηρύττει τὸ ἄικλον προστιθεὶς τοῦ πέμψαντος τὴν ὀνομασίαν.’ 17. [p. 136] ταῦτα μὲν ὁ Πολέμων πρὸς ὃν ἀντιλέγων Δίδυμος ὁ γραμματικὸς—καλεῖ δὲ τοῦτον Δημήτριος ὁ Τροιζήνιος βιβλιολάθαν διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων ἐστὶ γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοις—φησὶ τάδε: ‘ Πολυκράτης,’ φησί, “ ἐν τοῖς Λακωνικοῖς ἱστορεῖ ὅτι τὴν μὲν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γινόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν οὔτε ἄλλα πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾁδουσιν οὐδ᾽ ἄλλο τι τοιοῦτον εἰσάγουσιν οὐδὲν καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν, ἀλλὰ μετ᾽ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται, τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος καὶ μεγάλη: παῖδές τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοις καὶ πρὸς αὐλὸν ᾁδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ᾽ ὀξέος δὲ τόνου τὸν θεὸν ᾁδουσιν ἄλλοι δ᾽ ἐφ᾽ ἵππων κεκοσμημένων τὸ θέατρον διεξέρχονται: χοροί τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾁδουσιν, ὀρχησταί τε ἐν τούτοις ἀναμεμιγμένοι τὴν κίνησιν ἀρχαικὴν ὑπὸ τὸν αὐλὸν καὶ τὴν ᾠδὴν ποιοῦνται, τῶν δὲ παρθένων αἱ μὲν ἐπὶ κανάθρων φέρονται πολυτελῶς κατεσκευασμένων , αἱ δ᾽ ἐφ᾽ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα [p. 138] δ᾽ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις καθέστηκεν. ἱερεῖά τε παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ δειπνίζουσιν οἱ πολῖται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους: οὐδεὶς δ᾽ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θέαν. τῆς δὲ κοπίδος μνημονεύει καὶ Ἀριστοφάνης ἢ Φιλύλλιος ἐν ταῖς Πόλεσιν, Ἐπίλυκός τε ἐν Κωραλίσκῳ λέγων οὕτως:


    ποττὰν κοπίδ᾽, οἰῶ, σώμαι
    ἐν Ἀμυκλαῖον παρ᾽ Ἀπέλλω,
    εἷ βάρακες πολλαὶ κἄρτοι
    καὶ δωμὸς τοι μάλα ἁδύς,

διαρρήδην λέγων μάζας ἐν ταῖς κοπίσι παρατίθεσθαι—τοῦτο γὰρ αἱ βάρακες δηλοῦσιν, οὐχὶ τολύπας, ὥς φησι Λυκόφρων, ἢ τὰ προφυράματα τῶν μαζῶν, ὡς Ἐρατοσθένης—καὶ ἄρτους δὲ καὶ ζωμόν τινα καθηδυσμένον περιττῶς. τίς δέ ἐστιν ἡ κοπὶς σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ γράφων οὕτως ' ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας: ἐστὶν δ᾽ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον ὠμόν, - ζωμός, σῦκον, τράγημα, θέρμος ἀλλὰ μὴν οὐδ᾽ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ᾽ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ καὶ Διοσκουρίδης ἐν β᾽ πολιτείας καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ [p. 140] καὶ οὗτος τῆς Λακώνων πολιτείας ἔτι φησὶν ὁ Πολέμων καὶ τὸ δεῖπνον ὑπὸ τῶν Λακεδαιμονίων ἄικλον προσαγορεύεσθαι, παραπλησίως ἁπάντων Δωριέων οὕτως αὐτὸ καλούντων. Ἀλκμὰν μὲν γὰρ οὕτω φησί:


    κἠπὶ τᾷ μύλᾳ δρυφῆται κἠπὶ ταῖς συναικλίαις,

οὕτω τὰ συνδείπνια καλῶν. καὶ πάλιν ' ἄικλον Ἀλκμάων ἁρμόξατο ἄικλον δ᾽ οὐ λέγουσιν οἱ Λάκωνες τὴν μετὰ τὸ δεῖπνον μοῖραν, ἀλλ᾽ οὐδὲ τὰ διδόμενα τοῖς φιδίταις μετὰ τὸ δεῖπνον ἄρτος γάρ ἐστι καὶ κρέας, ἀλλ᾽ ἐπάικλα μὲν λέγεται ταῦτα, ὄντα οἷον ἐπιχορηγήματα τοῦ συντεταγμένου τοῖς φιδίταις ἀίκλον: παρὰ γὰρ τοῦτο οἶμαι τὴν φωνὴν πεποιῆσθαι. καί ἐστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαίκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή: ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ φύλλα δάφνης τραγηματίζεσθαι Καλλίας ἢ Διοκλῆς ἐν τοῖς Κύκλωψί φησιν οὕτως :


    φυλλὰς ἡ δείπνων κατάλυσις ἥδε καθάπερ σχημάτων.

ἣν δ᾽ εἰς τὰ τῶν ἀνδρῶν φιδίτια κομίζουσι, σκευοποιεῖται ἔκ τινων ζῴων ὡρισμένων, [p. 142] παραχορηγοῦντος αὐτὰ τοῖς φιδίταις ἑνὸς τῶν εὐπορούντων, ἔσθ᾽ ὅτε δὲ καὶ πλειόνων. ὁ δὲ Μόλπις καὶ ματτύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάικλα. 18. περὶ δὲ τῶν ἐπαίκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει: : καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημιοῖ εἰς ἐπάικλα: ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα: τοῖς δ᾽ ἀπόροις ἐπιτάττει κάλαμον ἢ στιβάδα ἢ φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐρραμένα. τὸ δ᾽ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίσταται μικρόν, καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι ἢ δεύτερον ἢ ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα. τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει: ' διακούσας δε πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν. ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν ἢ καμματίσιν. ἐστὶ δὲ τὰ μὲν κάμματα ψαιστά, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά 19. περὶ δὲ τοῦ τῶν φιδιτίων δείπνου Δικαίαρχος τάδε ἱστορεῖ ἐν τῷ ἐπιγραφομένῳ Τριπολιτικῷ: ' τὸ δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος ᾖ βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν ᾖ θυμὸς ἑκάστῳ [p. 144] κώθων παρακείμενός ἐστιν. ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὕειον κρέας ἑφθόν, ἐνίοτε δ᾽ οὐδ᾽ ὁτιμενοῦν πλὴν ὄψον τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα, καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σῦκον, ἀλλὰ κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν ἤ τι τοιοῦτον, εἶτ᾽ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα, συμφέρει δ᾽ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα ' Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς Σφαῖρος δ᾽ ἐν τρίτῳ Λακωνικῆς πολιτείας γράφει: : φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φιδίται: καὶ τῶν μὲν ἀγρευομένων ὑφ᾽ αὑτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ᾽ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν ὅσον εἰς αὐτὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλείονα τῶν ἱκανῶν παρασκευάζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι Μόλπις δέ φησι: ῾ μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ᾽ αὐτοῖς κατ᾽ οἶκον ἠρτυμένη ματτύη,5 ὃ καλοῦσιν ἐπάικλον. τῶν δὲ [p. 146] κομιζομένων οὐδεὶς οὐθὲν ἀγοράσας εἴωθεν φέρειν οὔτε γὰρ ἡδονῆς οὐδ᾽ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι, πολλοὶ δὲ καὶ ποίμνια αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἐστὶ δ᾽ ἡ ματτύα φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι. οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες εἰδῶσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν Δημήτριος δ᾽ ὁ Σκήψιος ἐν τῷ α τοῦ Τρωικοῦ διακόσμου τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι θ τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται σκηναῖς ἔχοντες παραπλήσιόν τι: καὶ ἐννέα καθ᾽ ἕκαστον ἄνδρες δειπνοῦσι, πάντα τε ἀπὸ προστάγματος κηρύσσεται,2 ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται ἡ τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέρας ῾.

20. τὴν >δὲ τῆς διαίτης τῆς τοιαύτης σκληρότητα ὕστερον καταλύσαντες οἱ Λάκωνες ἐξώκειλαν εἰς τρυφήν. Φύλαρχος γοῦν ἐν τῇ ε καὶ κ τῶν ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν: ‘ Λακεδαιμόνιοι εἰς μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος: ὅτε δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου χάριν παρεσκευάζετο καὶ σκιάδεια αὐτοῖς στρωμναί τε τοῖς μεγέθεσιν οὕτως [p. 148] ἐξησκημέναι πολυτελῶς καὶ τῇ ποικιλίᾳ διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦντες παρ᾽ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν ... εἰς δὲ τὴν προειρημένην τρυφὴν ἦλθον ποτηρίων τ᾽ ἐκθέσεις πολλῶν καὶ βρωμάτων παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων ἐξηλλαγμένων, ὡς δ᾽ αὕτως οἴνων καὶ τραγημάτων. καὶ τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες: οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν Σπάρτῃ γενομένων κατ᾽ ἐκεῖνον τὸν χρόνον τῇ πολυτελείᾳ τῇ καθ᾽ αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβληκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον. 21. Κλεομένης δὲ πολὺ διενέγκας τῷ τε συνιδεῖν πράγματα, καίτοι νέος ὢν, καὶ κατὰ τὴν δίαιταν ἀφελέστατος γέγονεν. ἤδη γὰρ τηλικούτων πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομένοις πρὸς τὴν θυσίαν ἐποίει διότι τὰ παρὰ ἐκείνοις τῶν παρ᾽ αὐτὸν οὐδὲν καταδεέστερον εἴη παρασκευαζόμενα, πολλῶν δὲ πρεσβειῶν παραγινομένων πρὸς αὐτὸν οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν καιροῦ, πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ ἐγίνετο δι᾽ ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλ᾽ ὁ [p. 150] πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή. τιν᾽ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, ἡ δ᾽ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο εἰ μή τις αἰτήσειεν ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ: καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί, τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε μήθ᾽ ὑπεραίρειν μήτ᾽ ἐλλείπειν,4 ἀλλ᾽ ἱκανὰ ἅπασι γίνεσθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. οὔτε γὰρ οὕτως ᾤετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον τῆς διαίτης, τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ᾽ ὑπερήφανον. ὁ δ᾽ οἶνος ἦν μικρῷ βελτίων ὅτε παρείησάν τινες, ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ὅ τε παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῷ αἰτοῦντι προσέφερε, τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων καὶ τοῦτο προσνεύσαντι προσεφέρετο. ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεπορεύετο, διετέλει δ᾽ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας.’ [p. 152] διακωμῳδῶν δ᾽ Ἀντιφάνης τὰ Λακωνικὰ δεῖπνα ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἄρχων φησὶν οὕτως:


    ἐν Λακεδαίμονι
    γέγονας: ἐκείνων τῶν νόμων μεθεκτέον
    ἐστίν. βάδιζ᾽ ἐπὶ δεῖπνον εἰς τὰ φιδίτια,
    ἀπόλαυε τοῦ ζωμοῦ, φορεῖν τοὺς βύστακας
    μὴ καταφρόνει: μηδ᾽ ἕτερ᾽ ἐπιζήτει καλά:
    ἐν τοῖς δ᾽ ἐκείνων ἔθεσιν ἴσθ᾽ ἀρχαικός.

22. περὶ δὲ τῶν Κρητικῶν συσσιτίων Δωσιάδας ἱστορῶν ἐν τῇ δ τῶν Κρητικῶν γράφει οὕτως: ‘οἱ δὲ Λύττιοι συνάγουσι μὲν τὰ κοινὰ συσσίτια οὕτως, ἕκαστος τῶν γινομένων καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὴν ἑταιρίαν καὶ τὰς τῆς πόλεως προσόδους ἃς διανέμουσιν οἱ προεστηκότες τῆς πόλεως εἰς τοὺς ἑκάστων οἴκους, τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. διῄρηνται δ᾽ οἱ πολῖται πάντες καθ᾽ ἑταιρίας, καλοῦσι δὲ ταύτας ἀνδρεῖα. τὴν δὲ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ τρεῖς ἢ τέτταρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας, ἑκάστῳ δ᾽ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες ξυλοφόροι: καλοῦσι δ᾽ αὐτοὺς καλοφόρους. εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δ᾽ ἄλλον ἐν ᾧ τοὺς ξένους κοιμίζουσι κοιμητήριον προσαγορεύουσι. κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται [p. 154] δύο τράπεζαι ξενικαὶ καλούμεναι, αἷς προκαθίζουσι τῶν ξένων οἱ παρόντες: ἑξῆς δ᾽ εἰσὶν αἱ τῶν ἄλλων. παρατίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ: τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δὲ ἄλλων οὐθενὸς ἅπτονται, εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαρῶς: τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν αὐτὴν τράπεζαν, καὶ δειπνήσασιν ἄλλο παρατίθεται, τοῖς δὲ παισὶ κοινὸς κέκραται κρατήρ: τοῖς δὲ πρεσβυτέροις ἐὰν βούλωνται πλεῖον πιεῖν ἐξουσία δέδοται. ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα παρατίθησι τοῖς κατὰ πόλεμον ἢ κατὰ σύνεσιν δεδοξασμένοις. ἀπὸ δὲ τοῦ δείπνου πρῶτον μὲν εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μετὰ ταῦτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νεωτέρους εἰς ἀνδραγαθίαν.’ Πυργίων δ᾽ ἐν τρίτῳ Κρητικῶν Νομίμων ‘ἐν τοῖς συσσιτίοις, φησίν, οἱ Κρῆτες καθήμενοι συσσιτοῦσι, καὶ ὅτι ἀβαμβάκευστα τοῖς ὀρφανοῖς παρατίθεται: καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες: καὶ ὅτι μετ᾽ εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασι: ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς κατὰ τὸν θᾶκον τὸν τοῦ πατρὸς ὑφιζάνουσιν ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων, τοὺς δ᾽ ὀρφανοὺς [p. 156] ἰσομερεῖς εἶναι: παρατίθεται δ᾽ αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ᾽ ἕκαστα τῶν νενομισμένων. ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα, ἣν Ξενίου τε Διὸς ξενίαν τε προσηγόρευον.’ 23. ῾ Ἡρόδοτος δὲ συγκρίνων τὰ τῶν ῾ Ἑλλήνων συμπόσια πρὸς τὰ παρὰ Πέρσαις φησὶν ‘ ἡμέρην δὲ Πέρσαι ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο. ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἄλλων δικαιεῦσι προτίθεσθαι ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ὄνον καὶ ἵππον καὶ κάμηλον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοις: οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτίθενται, σίτοισί τε ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι. καὶ διὰ τοῦτό φασι Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφίσιν ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. οἴνῳ δὲ κάρτα προσκέαται: καί σφιν οὐκ ἐμέσαι ἔξεστιν, οὐκ οὐρῆσαι ἀντίον ἄλλου. ταῦτα μέν νυν οὕτω φυλάσσεται, μεθυσκόμενοι δὲ εἰώθασι βουλεύεσθαι τὰ σπουδαιότατα τῶν πρηγμάτων τὸ δ᾽ ἂν ἅδῃ σφίσι βουλευομένοισι, τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στεγέαρχος ἐν τοῦ ἂν ἐόντες βουλεύωνται. καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι, χρέονται αὐτῷ εἰ δὲ μή, μετιεῖσιν. τὰ δ᾽ ἂν νήφοντες προβουλεύσωνται, μεθυσκόμενοι ἐπιδιαγινώσκουσι.’ 24. [p. 158] περὶ δὲ τῆς τρυφῆς τῶν ἐν Πέρσαις βασιλέων Ξενοφῶν ἐν Ἀγησιλάῳ οὕτω γράφει: ‘τῷ μὲν γὰρ Πέρσῃ πᾶσαν γῆν περιέρχονται μαστεύοντες τί ἂν ἡδέως πίοι, μυρίοι δὲ τεχνῶνται τί ἂν ἡδέως φάγοι ὅπως γε μὴν καταδάρθοι οὐδ᾽ ἂν εἴποι τις ὅσα πραγματεύονται. Ἀγησίλαος δὲ διὰ τὸ φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν: εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ.’ ἐν δὲ τῷ Ἱέρωνι ἐπιγραφομένῳ λέγων περὶ τῶν τοῖς τυράννοις παρασκευαζομένων καὶ τῶν τοῖς ἰδιώταις εἰς τροφάς φησιν οὕτως: ‘ καὶ οἶδά γε, ἔφη, ὦ Σιμωνίδη, ὅτι τούτῳ κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πίνειν καὶ ἐσθίειν τῶν ἰδιωτῶν ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι τὸ ἡμῖν παρατιθέμενον δεῖπνον ἢ τὸ ἑαυτοῖς. τὸ γὰρ τὰ εἰωθότα ὑπερβάλλον, τοῦτο παρέχει τὰς ἡδονάς, διὸ καὶ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτὰς πλὴν οἱ τύραννοι, ἔκπλεῳ γὰρ αὐτοῖς ἀεὶ παρεσκευασμέναι οὐδεμίαν ἐν ταῖς ἑορταῖς ἐπίδοσιν ἔχουσιν αὐτῶν αἱ τράπεζαι: ὥστε ταύτῃ πρῶτον τῇ εὐφροσύνῃ τῆς ἐλπίδος μειονεκτοῦσι τῶν ἰδιωτῶν. ἔπειτα, ἔφη, ἐκεῖνο εὖ οἶδα ὅτι καὶ σὺ ἔμπειρος εἶ ὅτι ὅσῳ ἂν πλείω τις παραθῆται τὰ περιττὰ τῶν ἱκανῶν, τοσούτῳ καὶ θᾶσσον κόρος ἐμπίπτει τῆς ἐδωδῆς. ὥστε καὶ τῷ χρόνῳ τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων. ἀλλὰ [p. 160] ναὶ μὰ Δία, ἔφη ὁ Σιμωνίδης, ὅσον ἂν χρόνον ἡ ψυχὴ προσίηται, τοῦτον πολὺ μᾶλλον ἥδονται οἱ ταῖς πολυτελεστέραις παρασκευαῖς τρεφόμενοι τῶν τὰ εὐτελέστερα παρατιθεμένων.’ 25. Θεόφραστος δ᾽ ἐν τῷ πρὸς Κάσανδρον περὶ βασιλείας εἰ γνήσιον τὸ σύγγραμμα: πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ ποιητὴς ἐπίνικον ἐλεγειακὸν ἐποίησεν τοὺς Περσῶν φησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴν ἀργυρίου πλῆθος. Θεόπομπος δ᾽ ἐν τῇ τριακοστῇ καὶ πέμπτῃ τῶν ἱστοριῶν τὸν Παφλαγόνων φησὶ βασιλέα Θῦν ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον καὶ ἀναχθέντα αἰχμάλωτον ὡς βασιλέα καὶ ἐν φυλακῇ ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς, διὸ καὶ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν ὅτι οὕτως αὑτῷ δοκοίη ζῆν ὡς ταχέως ἀπολούμενος. ὁ δ᾽ αὐτὸς Θεόπομπος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Φιλιππικῶν “ ὅταν, φησί, βασιλεὺς εἴς τινας ἀφίκηται τῶν ἀρχομένων, εἰς τὸ δεῖπνον αὐτοῦ δαπανᾶσθαι εἴκοσι τάλαντα, ποτὲ δὲ καὶ τριάκοντα: οἱ δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαιοῦ τεταγμένον ἐστίν.” 26. Ἡρακλείδης δ᾽ ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν ‘ καὶ οἱ θεραπεύοντες, φησί, τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες [p. 162] λελουμένοι διακονοῦσιν ἐσθῆτας λευκὰς ἔχοντες καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἱ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἱ δὲ εἴσω μετὰ βασιλέως, καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ᾽ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ θ᾽ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται καὶ ἐν ᾧ οἱ σύνδειπνοι: καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ τῇ θύρᾳ, ἐκεῖνοι δ᾽ αὐτὸν οὐχ ὁρῶσιν. ἐνίοτε μέντοι ἐπειδὰν ἑορτὴ ᾖ, ἐν ἑνὶ οἰκήματι ἅπαντες δειπνοῦσιν, ἐν ᾧ καὶ ὁ βασιλεύς, ἐν τῷ μεγάλῳ οἴκῳ. ὅταν δὲ βασιλεὺς πότον ποιῆται ῾ ποιεῖ δὲ πολλάκις ᾿, συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα, καὶ ὅταν δειπνήσωσιν, ὅ τε βασιλεὺς αὐτὸς καθ᾽ ἑαυτὸν καὶ οἱ σύνδειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων, καὶ ὅταν εἰσέλθωσι συμπίνουσιν μετ᾽ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι, καὶ οἱ μὲν χαμαὶ καθήμενοι, ὁ δ᾽ ἐπὶ κλίνης χρυσόποδος κατακείμενος: καὶ ὑπερμεθυσθέντες ἀπέρχονται, τὰ δὲ πλεῖστα ὁ βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ, ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συνδειπνεῖ καὶ τῶν υἱῶν ἔνιοι. καὶ παρὰ τὸ δεῖπνον ᾄδουσί τε καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ, καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἁθρόως ᾁδουσι. τὸ δὲ δεῖπνον, φησί, τὸ βασιλέως καλούμενον ἀκούσαντι μὲν δόξει μεγαλοπρεπὲς εἶναι, ἐξεταζόμενον δὲ [p. 164] φανεῖται οἰκονομικῶς καὶ ἀκριβῶς συντεταγμένον καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον, ἐστὶ μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα: τούτων δ᾽ εἰσὶ καὶ ἵπποι καὶ κάμηλοι καὶ βόες καὶ ὄνοι καὶ ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα: πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται, οἱ τε στρουθοὶ οἱ Ἀράβιοι—ἐστὶν δὲ τὸ ζῷον μέγα—καὶ χῆνες καὶ ἀλεκτρυόνες. καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν ὅ τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. τὰ δὲ πλεῖστα τούτων τῶν ἱερείων καὶ τῶν σιτίων οὓς τρέφει βασιλεὺς τῶν τε δορυφόρων καὶ τῶν πελταστῶν, τούτοις ἐκφέρεται εἰς τὴν αὐλήν: οὗ ἡμιδεῆ ἅπαντα μερίδας ποιήσαντες τῶν κρεῶν καὶ τῶν ἄρτων ἴσας διαιροῦνται, ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. οὕτω δὲ καὶ παρὰ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσιν ἁθρόα πάντα τὰ σιτία ἐπὶ τὴν τράπεζαν παρατίθεται: ἐπειδὰν δὲ οἱ σύνδειπνοι δειπνήσωσι, τῶν ἀπὸ τῆς τραπέζης καταλειπομένων καταλείπεται δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοι ὁ τῆς τραπέζης ἐπιμελούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν, καὶ ταῦτα λαβὼν τὴν καθ᾽ ἡμέραν ἔχει τροφήν. παρὰ γὰρ τὸν βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ τὸ ἄριστον μόνον διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς πορεύωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑποδέχωνται.’ 27. ῾ Ἡρόδοτος δέ φησιν ἐν τῇ ζ ὡς οἱ ὑποδεχόμενοι [p. 166] Ἑλλήνων τὸν βασιλέα καὶ δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀφίκοντο οὕτως ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγίνοντο: ὅκου Θασίοισιν ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοις τὴν Ξέρξεω στρατιὰν καὶ δειπνίσασι τετρακόσια τάλαντα ἀργυρίου Ἀντίπατρος τῶν ἀστῶν ἀνὴρ δόκιμος ἐδαπάνησε: καὶ γὰρ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ καὶ κρατῆρας παρετίθεντο, καὶ ταῦτα μετὰ τὸ δεῖπνον ... εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο μεταλαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις.

” καὶ ἐν τῇ θ δὲ τῶν ἱστοριῶν φησι: ‘ βασιλήιον δεῖπνον βασιλεὺς προτίθεται, τοῦτο δὲ παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν ἡμέρῃ τῇ ἐγένετο ὁ βασιλεύς, οὔνομα δὲ τῷ δείπνῳ Περσιστὶ μὲν τυκτά, Ἑλληνιστὶ δὲ τέλειον. τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον καὶ Πέρσαις δωρέεται.’ ὁ δὲ μέγας Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος μεταλλαγῆς, ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἢ ἑβδομήκοντα φίλων, ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας καὶ Δίνων ἐν τοῖς Περσικοῖς, ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια. [p. 168] γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυριάσι διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους μεριζόμεναι ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος. ὥστ᾽ εἰς ἴσον καθίστασθαι τῷ τοῦ Ἀλεξάνδρου ἀναλώματι: ἑκατὸν γὰρ μνᾶς ἀνήλισκεν, ὡς ὁ Ἔφιππος ἱστόρησε. Μένανδρος δ᾽ ἐν Μέθῃ τοῦ μεγίστου δείπνου δαπάνημα τάλαντον τίθησι λέγων οὕτως:


    εἶτ᾽ οὐχ ὅμοια πράττομεν καὶ θύομεν
    ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
    δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
    αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
    Μενδαῖον,1 Θάσιον, ἐγχέλεις, τυρόν, μέλι
    μικροῦ ταλάντου, γίνεταί τε κατὰ λόγον ...

ὡς γὰρ ὑπερβολῆς τινος ἀναλώματος τάλαντον ὠνόμασε. καὶ ἐν Δυσκόλῳ δέ φησιν οὕτως:


    ὡς θύουσι δ᾽ οἱ τοιχωρύχοι,
    κίστας φέροντες σταμνία τ᾽ οὐχὶ τῶν θεῶν
    ἕνεκ᾽, ἀλλ᾽ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς
    καὶ τὸ πόπανον: τοῦτ᾽ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
    ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφὺν ἄκραν
    καὶ τὴν χολήν, ὅτι ἔστ᾽ ἄβρωτα,5 τοῖς θεοῖς
    ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι.

28. Φιλόξενος δ᾽ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ εἴπερ τούτου καὶ ὁ κωμῳδιοποιὸς Πλάτων ἐν τῷ Φάωνι ἐμνήσθη καὶ μὴ τοῦ Λευκαδίου Φιλοξένου—τοιαύτην ἐκτίθεται παρασκευὴν δείπνου: [p. 170]


    εἰς δ᾽ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν
    ἄμμ᾽, ἑτέραν δ᾽ ἕτεροις, ἄλλοι δ᾽ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον.
    ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς
    εὐστέφανοι λεκάναις παροψίσι τ᾽ ὀξυβάφων πλήρεις ... σύν τε χλιδῶσαι
    παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι.
    πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δ᾽ ...
    τοῖς δ᾽ ἔπι πρῶτα παρῆλθ᾽ οὐ κάκκαβος, ὦ φιλότας, ἀλλ᾽ ἁλοπαγές τι μέγιστον.
    πάντ᾽ ἔπαθεν λιπαρόν τ᾽ ἐς ἐγχέλεά τινες ἄριστον
    γογγροπροσωποτόμων πλῆρες θεοτερπές. ἐπ᾽ αὐτῷ δ᾽
    ἄλλο παρῆλθε τόσον, βατὶς δ᾽ ἐνέης ἰσόκυκλος.
    μικρὰ δὲ κακκάβι᾽ ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι,
    ναρκίον ἄλλο ... ..
    παρῆς ἕτερον πίων ἀπὸ τευθιάδων καὶ σηπιοπουλυποδείων..
    ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν
    ἰσοτράπεζος ὅλος νῆστις συνόδων πυρός ...
    ἔπειτα βαθμοὺς ἀτμίζων ἐπὶ τῷ δ᾽ ἐπίπασται
    τευθίδες, ὦ φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον.
    θρυμματίδες δ᾽ ἐπὶ ταύταις εὐπέταλοι χλωραί θ᾽ ἁδυφάρυγγες ... [p. 172]
    πύρνων τε στεγαναὶ φύσται μέγαθος κακκάβου γλυκυόξεις.
    ὀμφαλὸς θοίνας καλεῖται παρὰ γ᾽ ἐμὶν καὶ τίν, σαφ᾽ οἶδα.
    ὕστατα, ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν
    θερμοῦ ὅθι γλυφάνοις τετμημένον εὐθὺς ἀπ᾽ αὐτὰς
    τὰς ὑπογαστριδίας. διανεκέως ἐπαμύνειν
    εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ᾽.
    ἀλλ᾽ ὅθεν ἐλλίπομεν, θοίνα παρέης: ὅσα γ᾽ ἀλλέξαι δυνατά, κρατέω κἄγωγ᾽ ἔτι, κοὒ κε λέγοι τις
    πάνθ᾽ ἃ παρῆν ἐτύμως ὔμμιν παρέπαισε δὲ θερμὸν
    σπλάγχνον ἔπειτα δὲ νῆστις
    δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά.
    καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος γαλακτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε, :
    εἶτα δίεφθ᾽ ἀκροκώλια σχελίδας τε μετ᾽ αὐτῶν
    λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον.
    ἑφθὰ τ᾽ ἔπειτα κρέ᾽ ὀπτὰ τ᾽ ἄλλ᾽ ἐρίφων τε καὶ ἀρνῶν,
    ἃ θ᾽ ὑπερωμόκρεως χορδὰ γλυκίστα
    μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτ᾽, ὦ φιλότας, ... ἔσθοις κε: λαγῷὰ τ᾽ ἔπειτ᾽ ἀλεκτρυόνων τε νεοσσοί,
    περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλά ... [p. 174]
    καὶ μαλακοπτυχέων ἄρτων, ὁμοσύζυγα δὲ ξανθὸν τ᾽ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις
    ἦμεν ἔφασχ᾽ ἁπαλόν, κἠγὼν ἐφάμαν. ὅτε δ᾽ ἤδη
    βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι,
    τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρ᾽ ἔδοσαν κατὰ χειρῶν.

29. Σωκράτης δὲ ὁ Ῥόδιος ἐν τρίτῳ ἐμφυλίου πολέμου τὸ Κλεοπάτρας ἀναγράφων συμπόσιον τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δ᾽ Ἀντωνίῳ τῷ Ῥωμαίων στρατηγῷ ἐν Κιλικίᾳ, φησιν οὕτως: ‘ ἀπαντήσασα τῷ Ἀντωνίῳ ἡ Κλεοπάτρα ἐν Κιλικίᾳ παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις: ἦσαν δέ, φησί, καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. καὶ δώδεκα τρίκλινα διαστρώσασα ἐκάλεσε τὸν Ἀντώνιον μεθ᾽ ὧν ἐβούλετο ἡ Κλεοπάτρα, τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος ὑπομειδιάσασα ταῦτ᾽ ἔφη πάντα δωρεῖσθαι αὐτῷ καὶ εἰς αὔριον παρεκάλει συνδειπνῆσαι πάλιν ἥκοντα μετὰ τῶν φίλων καὶ τῶν ἡγεμόνων ὅτε καὶ πολλῷ κρεῖττον διακοσμήσασα τὸ συμπόσιον ἐποίησε φανῆναι τὰ πρῶτα μικρά, καὶ πάλιν καὶ ταῦτα ἐδωρήσατο. τῶν δ᾽ ἡγεμόνων ἐφ᾽ ᾗ ἕκαστος κατέκειτο κλίνῃ καὶ τὰ κυλικεῖα καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε, καὶ κατὰ τὴν ἄφοδον τοῖς μὲν ἐν ἀξιώμασι φορεῖα σὺν τοῖς κομίζουσι, τοῖς πλείοσι [p. 176] δὲ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπτηροφόρους παῖδας Αἰθίοπας παρέστησε, τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν ταλαντιαίους εἰς ῥόδα μισθοὺς διέδωκε,1 καὶ κατεστρώθη ἐπὶ πηχυαῖα βάθη τὰ ἐδάφη τῶν ἀνδρώνων ἐμπεπετασμένων δικτύων τοῖς ἕλιξιν.’ Ἱστορεῖ δὲ καὶ αὐτὸν τὸν Ἀντώνιον ἐν Ἀθήναις μετὰ ταῦτα διατρίψαντα περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσαντα σχεδίαν χλωρᾷ πεπυκασμένην ὕλῃ, ὥσπερ ἐπὶ τῶν Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδαπὰ ἄλλ᾽ ἀθύρματα Διονυσιακὰ ἐξαρτήσαντα μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινόμενον μεθύσκεσθαι, λειτουργούντων αὐτῷ τῶν ἐξ Ἰταλίας μεταπεμφθέντων ἀκροαμάτων συνηθροισμένων ἐπὶ τὴν θέαν τῶν Πανελλήνων. ‘μετεβαινε δ᾽ ἐνίοτε, φησίν, καὶ ἐπὶ τὴν ἀκρόπολιν, ἀπὸ τῶν τεγῶν λαμπάσι δᾳδουχουμένης πάσης τῆς ι Ἀθηναίων πόλεως, καὶ ἔκτοτε ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνακηρύττεσθαι κατὰ τὰς πόλεις ἁπάσας.’ καὶ Γάιος δὲ ὁ αὐτοκράτωρ ὁ Καλλίκολα προσαγορευθεὶς διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι οὐ μόνον ὠνομάζετο νέος Διόνυσος, ἀλλὰ καὶ τὴν Διονυσιακὴν πᾶσαν ἐνδύνων στολὴν προῄει καὶ οὕτως ἐσκευασμένος ἐδίκαζεν. 30. εἰς ταῦτα ἔστιν ἀποβλέποντας τὰ ὑπὲρ ἡμᾶς ἀγαπᾶν τὴν Ἑλληνικὴν πενίαν, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν [p. 178] Κλείταρχος ἐν τῇ πρώτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν, διηγούμενος καὶ ὅτι ‘ὁ πᾶς αὐτῶν πλοῦτος ηὑρέθη μετὰ τὴν ὑπ᾽ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσσαράκοντα, φησίν, ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι, παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρασιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος: οἷσι Μαρδόνιον εἱστίασε μετὰ τῶν ἄλλων πεντήκοντα Περσῶν Ἀτταγῖνος ὁ Φρύνωνος, ὅν φησιν ῾ Ἡρόδοτος ἐν τῇ ἐνάτῃ μεγάλως πλούτῳ παρεσκευάσθαι. ἡγοῦμαι δ᾽ ὅτι οὐκ ἂν περιεγένοντο οὐδ᾽ ἂν ἐδέησε τοῖς Ἕλλησι περὶ Πλαταιὰς παρατάττεσθαι ἀπολωλόσιν ἤδη ὑπὸ τῶν τοιούτων τροφῶν.’ 31. Ἀρκαδικὸν δὲ δεῖπνον διαγράφων ὁ Μιλήσιος Ἑκαταῖος ἐν τῇ τρίτῃ τῶν Γενεαλογιῶν μάζας φησὶν εἶναι καὶ ὕεα κρέα. Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων ‘ὁ κατασταθείς, φησί, παρὰ Φιγαλεῦσι σίταρχος ἔφερε τῆς ἡμέρας οἴνου τρεῖς χόας καὶ ἀλφίτων μέδιμνον καὶ τυροῦ πεντάμνουν καὶ τἄλλα τὰ πρὸς τὴν ἄρτυσιν τῶν ἱερείων ἁρμόττοντα. ἡ δὲ πόλις παρεῖχεν ἑκατέρῳ τῶν χορῶν τρία πρόβατα καὶ μάγειρον ὑδριαφόρον τε καὶ τραπέζας καὶ βάθρα πρὸς τὴν καθέδραν καὶ τὴν τοιαύτην ἅπασαν παρασκευήν, τὴν δὲ τῶν περὶ τὸν μάγειρον σκευῶν ὁ χορηγός, τὸ δὲ δεῖπνον ἦν τοιοῦτο: τυρὸς καὶ [p. 180] φυστὴ μᾶζα νόμου χάριν ἐπὶ χαλκῶν κανῶν τῶν παρά τισι καλουμένων μαζονόμων, ἀπὸ τῆς χρείας εἰληφότων τὴν ἐπωνυμίαν ὁμοῦ δὲ τῇ μάζῃ καὶ τῷ τυρῷ σπλάγχνον καὶ ἅλες προσφαγεῖν. καθαγισάντων δὲ ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ ὁ προσφέρων ἂν εἶπεν ' εὐδειπνίας: εἶτα δ᾽ εἰς τὸ κοινὸν ζωμὸς καὶ περίκομμα, πρόσχερα δὲ ἑκάστῳ δύο κρέα. ἐνόμιζον δ᾽ ἐν ἅπασι τοῖς δείπνοις, μάλιστα δὲ τοῖς λεγομένοις μαζῶσι τοῦτο γὰρ ἔτι καὶ νῦν ἡ Διονυσιακὴ σύνοδος ἔχει τοὔνομα—τοῖς ἐσθίουσι τῶν νέων ἀνδρικώτερον ζωμὸν τ᾽ ἐγχεῖν πλείω καὶ μάζας καὶ ἄρτους παραβάλλειν. γενναῖος γὰρ ὁ τοιοῦτος ἐκρίνετο καὶ ἀνδρώδης ὑπάρχειν θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ᾽: αὐτοῖς ἡ πολυφαγία. μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ᾽ ἀποματτόμενοι τοῖς ψωμοῖς καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν ταῖς ἀμφόδοις γινομένων νυκτερινῶν φόβων, ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾁδεται. ὅταν δὲ τοῖς ἥρωσι θύωσι, βουθυσία μεγάλη γίνεται καὶ ἑστιῶνται πάντες μετὰ [p. 182] τῶν δούλων οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν .’ Θεόπομπος δ᾽ ἐν τῇ ἕκτῃ καὶ τεσσαρακοστῇ τῶν Φιλιππικῶν ‘οἱ Ἀρκάδες, φησίν, ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι.’

32.


    ‘παρὰ δὲ Ναυκρατίταις,’ ὥς φησιν Ἑρμείας ἐν τῷ δευτέρῳ τῶν περὶ τοῦ Γρυνείου Ἀπόλλωνος, ‘ἐν τῷ πρυτανείῳ δειπνοῦσι γενεθλίοις Ἑστίας Πρυτανίτιδος καὶ Διονυσίοις, ἔτι δὲ τῇ τοῦ Κωμαίου Ἀπόλλωνος πανηγύρει, εἰσιόντες πάντες ἐν στολαῖς λευκαῖς, ἃς μέχρι καὶ νῦν καλοῦσι πρυτανικὰς ἐσθῆτας. καὶ κατακλιθέντες ἐπανίστανται εἰς γόνατα τοῦ ἱεροκήρυκος τὰς πατρίους εὐχὰς καταλέγοντος συσπένδοντες. μετὰ δὲ ταῦτα κατακλιθέντες λαμβάνουσιν ἕκαστος οἴνου κοτύλας δύο πλὴν τῶν ἱερέων τοῦ τε Πυθίου Ἀπόλλωνος καὶ τοῦ Διονύσου: τούτων γὰρ ἑκατέρῳ διπλοῦς ὁ οἶνος μετὰ καὶ τῶν ἄλλων μερίδων δίδοται. ἔπειτα ἑκάστῳ παρατίθεται ἄρτος καθαρὸς εἰς πλάτος πεποιημένος, ἐφ᾽ ᾧ ἐπίκειται ἄρτος ἕτερος, ὃν κριβανίτην καλοῦσι, καὶ κρέας ὕειον καὶ λεκάριον πτισάνης ἢ λαχάνου τοῦ κατὰ καιρὸν γινομένου ᾠά τε δύο καὶ τυροῦ τροφαλὶς σῦκά τε ξηρὰ καὶ πλακοῦς καὶ στέφανος, καὶ ὃς ἂν ἔξω τι τούτων ἱεροποιὸς παρασκευάσῃ ὑπὸ τῶν τιμούχων ζημιοῦται, ἀλλὰ μὴν οὐδὲ τοῖς σιτουμένοις ἐν πρυτανείῳ ἔξωθεν προσεισφέρειν τι βρώσιμον ἔξεστι, μόνα δὲ ταῦτα καταναλίσκουσι, τὰ ὑπολειπόμενα τοῖς [p. 184] οἰκέταις μεταδιδόντες, ταῖς δ᾽ ἄλλαις ἡμέραις πάσαις τοῦ ἐνιαυτοῦ ἔξεστι τῶν σιτουμένων τῷ βουλομένῳ ἀνελθόντι εἰς τὸ πρυτανεῖον δειπνεῖν, οἴκοθεν παρασκευάσαντα αὑτῷ λάχανόν τι ἢ τῶν ὀσπρίων καὶ τάριχος ἢ ἰχθύν, κρέως δὲ χοιρείου βραχύτατον, καὶ τούτων μεταλαμβάνων..,1 κοτύλην οἴνου. γυναικὶ δὲ οὐκ ἔξεστιν εἰσιέναι εἰς τὸ πρυτανεῖον ἢ μόνῃ τῇ αὐλητρίδι. οὐκ εἰσφέρεται δὲ οὐδὲ ἀμὶς εἰς τὸ πρυτανεῖον. ἐὰν δέ τις Ναυκρατιτῶν γάμους ἑστιᾷ, ὡς ἐν τῷ γαμικῷ νόμῳ γέγραπται, ἀπείρηται ᾠὰ καὶ μελίπηκτα δίδοσθαι.’ τίς δὲ ἡ τούτων αἰτία Οὐλπιανὸς ἡμᾶς διδάσκειν δίκαιος. 33. Λυκέας δ᾽ ἐν τοῖς Αἰγυπτιακοῖς προκρίνων τὰ Αἰγυπτιακὰ δεῖπνα τῶν Περσικῶν ‘ Αἰγυπτίων ἐπιστρατευσάντων, φησίν, ἐπὶ Ὦχον τὸν Περσῶν βασιλέα καὶ νικηθέντων, ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὁ Ὦχος αὐτὸν φιλανθρώπως ἄγων ἐκάλεσε καὶ ἐπὶ δεῖπνον. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. ' εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλέας, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ ‘ κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὅστις δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης εὐτελεστέρας.’ ’ τίνα δ᾽ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ α περὶ Δαφνικῶν [p. 186] ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως:: ‘ τρίτη δὲ ἐστιν ἰδέα δείπνων Αἰγυπτιακὴ τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.’ 34. παρὰ δὲ Γαλάταις φησὶ Φύλαρχος ἐν τῇ ἕκτῃ ἐπὶ ταῖς τραπέζαις ἄρτους πολλοὺς κατακεκλασμένους παρατίθεσθαι χύδην καὶ κρέατα ἐκ τῶν λεβήτων, ὧν οὐδεὶς γεύεται εἰ μὴ πρότερον θεάσηται τὸν βασιλέα εἰ ἥψατο τῶν παρακειμένων, ἐν δὲ τῇ τρίτῃ ὁ αὐτὸς Φύλαρχος Ἀριάμνην φησὶ τὸν Γαλάτην πλουσιώτατον ὄντα ἐπαγγείλασθαι ἑστιᾶσαι Γαλάτας πάντας ἐνιαυτόν, καὶ τοῦτο συντελέσαι ποιήσαντα οὕτως, κατὰ τόπους τῆς χώρας τὰς ἐπικαιροτάτας τῶν ὁδῶν διέλαβε σταθμοῖς ἐπί τε τούτοις ἐκ χαράκων καὶ τῶν καλάμων τῶν τε οἰσυίνων ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας καὶ πλείους ἔτι, καθὼς ἂν ἐκποιῶσιν οἱ τόποι τό τ᾽ ἀπὸ τῶν πόλεων δέξασθαι καὶ τῶν κωμῶν μέλλον ἐπιρρεῖν πλῆθος, ἐνταῦθα δὲ λέβητας ἐπέστησε κρεῶν παντοδαπῶν μεγάλους, οὓς πρὸ ἐνιαυτοῦ καὶ πρὸ τοῦ μέλλειν μεταπεμψάμενος τεχνίτας ἐξ ἄλλων πόλεων ἐχαλκεύσατο. θύματα δὲ καταβάλλεσθαι ταύρων καὶ συῶν καὶ προβάτων τε καὶ τῶν λοιπῶν κτηνῶν ἑκάστης ἡμέρας πολλά, πίθους τε οἴνου παρεσκευάσθαι καὶ πλῆθος ἀλφίτων πεφυραμένων. ‘καὶ οὐ μόνον, φησίν, οἱ παραγινόμενοι τῶν Γαλατῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν πόλεων ἀπέλαυον,4 ἀλλὰ καὶ οἱ παριόντες ξένοι ὑπὸ τῶν ἐφεστηκότων παίδων οὐκ ἠφίεντο ἕως ἂν μεταλάβωσι τῶν παρασκευασθέντων.’ 35. [p. 188] Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ζ Ἀναβάσεως τὸ παρὰ Σεύθῃ διαγράφων συμπόσιον ἐν τούτοις: ‘ ἐπειδὴ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον πάντες τὸ δὲ δεῖπνον ἦν καθημένοις κύκλῳ, ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν. οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων καὶ ἄρτοι ζύμητες μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι. μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο: νόμος γὰρ ἦν. καὶ πρῶτος τοῦτ᾽ ἐποίει Σεύθης: ἀνελόμενος τοὺς παρ᾽ αὑτῷ κειμένους ἄρτους διέκλα κατὰ μικρὰ καὶ διερρίπτει οἷς αὐτῷ ἐδόκει καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών. καὶ οἱ ἄλλοι δὲ κατὰ τὰ αὐτὰ ἐποίουν, καθ᾽ οὓς καὶ αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν, λαβὼν δ᾽ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει. κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο. ὁ δὲ Ἀρύστας ἐπεὶ παρ᾽ αὐτὸν φέρων τὸ κέρας ὁ οἰνοχόος ἦν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα: ' ἐκείνῳ, ἔφη, δός: σχολάζει γὰρ ἤδη, ἐγὼ δ᾽ οὔπω ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο. ἐπεὶ δὲ προὐχώρει ὁ πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκὸν καὶ λαβὼν κέρας μεστὸν ' προπίνω σοι, ὦ Σεύθη, ἔφη, καὶ τὸν ἵππον δωροῦμαι, ἐφ᾽ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ ἀποχωρῶν οὐ μὴ δείσῃς τὸν πολέμιον.' ἄλλος παῖδα εἰσαγαγὼν οὕτως ἐδωρήσατο [p. 190] προπίνων καὶ ἄλλος ἱμάτια τῇ γυναικί, καὶ Τιμασίων προπίνων φιάλην τε ἀργυρᾶν καὶ κοπίδα ἀξίαν δέκα μνῶν. Γνήσιππος δὲ τις Ἀθηναῖος ἀναστὰς εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ξενοφῶν δὲ ἀνέστη θαρσαλέως καὶ δεξάμενος τὸ κέρας εἶπεν ἐγώ σοι, ὦ Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστοὺς καὶ οὐδένα ἄκοντα, καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν βουλόμενοι.' καὶ ὁ Σεύθης ἀναστὰς συνέπιε καὶ συγκατεσκεδάσατο μετ᾽ αὐτοῦ τὸ κέρας, μετὰ δὲ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις σημαίνουσιν αὐλοῦντες καὶ σάλπιγξιν ὠμοβοείαις ῥυθμούς τε καὶ οἱονεὶ μάγαδιν σαλπίζοντες.’ 36. Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν ταῖς ἱστορίαις αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προῄρητο φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων ‘ Κελτοί, φησί, τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων, ἡ τροφὴ δ᾽ ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ᾽ ἀνθράκων ἢ ὀβελίσκων, προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντωδῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δὲ ᾖ τι δυσαπόσπαστον, [p. 192] μαχαιρίῳ μικρῷ παρατέμνοντες, ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. προσφέρονται δὲ καὶ ἰχθῦς οἵ τε παρὰ τοὺς ποταμοὺς οἰκοῦντες καὶ παρὰ τὴν ἐντὸς καὶ τὴν ἔξω θάλασσαν, καὶ τούτους δὲ ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου: τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίῳ δ᾽ οὐ χρῶνται διὰ σπάνιν καὶ διὰ τὸ ἀσύνηθες ἀηδὲς αὐτοῖς φαίνεται, ὅταν δὲ πλείονες συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλῳ, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυφαῖος χοροῦ, διαφέρων τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον. ὁ δ᾽ ὑποδεχόμενος παρ᾽ αὐτόν, ἐφεξῆς δ᾽ ἑκατέρωθε κατ᾽ ἀξίαν ἧς ἔχουσιν ὑπεροχῆς, καὶ οἱ μὲν τοὺς θυρεοὺς ὁπλοφοροῦντες ἐκ τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντικρὺ καθήμενοι κύκλῳ καθάπερ οἱ δεσπόται συνευωχοῦνται. τὸ δὲ ποτὸν οἱ διακονοῦντες ἐν ἀγγείοις περιφέρουσιν ἐοικόσι μὲν ἀμβίκοις, ἢ κεραμέοις ἢ ἀργυροῖς: καὶ γὰρ τοὺς πίνακας ἐφ᾽ ὧν τὰς τροφὰς προτίθενται τοιούτους ἔχουσιν οἱ δὲ χαλκοῦς, οἱ δὲ κάνεα ξύλινα καὶ πλεκτά, τὸ δὲ πινόμενόν ἐστι παρὰ μὲν τοῖς πλουτοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν χώρας παρακομιζόμενος, ἄκρατος δ᾽ οὗτος: ἐνίοτε δὲ ὀλίγον ὕδωρ παραμίγνυται: παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθ᾽ αὑτό: καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς ἐπὶ τὰ δεξιὰ καὶ [p. 194] τὰ λαιά: οὕτως διακονοῦνται. καὶ τοὺς θεοὺς προσκυνοῦσιν ἐπὶ τὰ δεξιὰ στρεφόμενοι.’ 37. ἔτι ὁ Ποσειδώνιος διηγούμενος καὶ τὸν Λουερνίου τοῦ Βιτύιτος πατρὸς πλοῦτον τοῦ ὑπὸ ῾ Ῥωμαίων καθαιρεθέντος, φησὶ δημαγωγοῦντα αὐτὸν τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ διασπείρειν χρυσὸν καὶ ἄργυρον ταῖς ἀκολουθούσαις τῶν Κελτῶν μυριάσι φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ᾧ πληροῦν μὲν ληνοὺς πολυτελοῦς πόματος, παρασκευάζειν δὲ τοσοῦτο βρωμάτων πλῆθος ὥστε ἐφ᾽ ἡμέρας πλείονας ἐξεῖναι τοῖς βουλομένοις εἰσερχομένοις τῶν παρασκευασθέντων ἀπολαύειν, ἀδιαλείπτως διακονουμένους. ἀφορίσαντος δ᾽ αὐτοῦ προθεσμίαν ποτὲ τῆς θοίνης ἀφυστερήσαντά τινα τῶν. βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ᾠδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ᾽ ἀποθρηνεῖν ὅτι ὑστέρηκε, τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῷ παρατρέχοντι. ἀνελόμενον δ᾽ ἐκεῖνον πάλιν ὑμνεῖν λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ᾽ ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ταῦτα μὲν οὖν ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ ἱστόρησεν. 38. ἐν δὲ τῇ πέμπτῃ περὶ Πάρθων διηγούμενός φησιν ‘ὁ δὲ καλούμενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δ᾽ ὑποκαθήμενος ἐφ᾽ ὑψηλῆς κλίνης κατακειμένῳ τῷ βασιλεῖ τὸ παραβληθὲν ὑπ᾽ αὐτοῦ [p. 196] κυνιστὶ σιτεῖται καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου ῥάβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς μαστιγοῦται καὶ γενόμενος αἱμόφυρτος τὸν τιμωρησάμενον ὡς εὐεργέτην ἐπὶ τὸ ἔδαφος πρηνὴς προσπεσὼν προσκυνεῖ.’ ἐν δὲ τῇ ις ' περὶ Σελεύκου διηγούμενος τοῦ βασιλέως, ὡς εἰς Μηδίαν ἀνελθὼν καὶ πολεμῶν Ἀρσάκει ᾐχμαλωτίσθη ὑπὸ τοῦ βαρβάρου καὶ ὡς πολὺν χρόνον παρὰ τῷ Ἀρσάκει διέτριψεν ἀγόμενος βασιλικῶς, γράφει καὶ ταῦτα: ‘ παρὰ Πάρθοις ἐν τοῖς δείπνοις ὁ βασιλεὺς τήν τε κλίνην ἐφ᾽ ἧς μόνος κατέκειτο μετεωροτέραν τῶν ἄλλων καὶ κεχωρισμένην εἶχε καὶ τὴν τράπεζαν μόνῳ καθάπερ ἥρωι πλήρη βαρβαρικῶν θοιναμάτων παρακειμένην.’ ἱστορῶν δὲ καὶ περὶ Ἡρακλέωνος τοῦ Βεροιαίου, ὃς ὑπὸ τοῦ Γρυποῦ καλουμένου Ἀντιόχου τοῦ βασιλέως προαχθεὶς μικροῦ δεῖν τῆς βασιλείας ἐξέβαλε τὸν εὐεργέτην, γράφει ἐν τῇ λδ τῶν ἱστοριῶν τάδε: ‘ἐποιεῖτό τε τῶν στρατιωτῶν τὰς κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν ὑπαίθρῳ ἀνὰ χιλίους δειπνίζων. τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκραμένος οἶνος οἷος δήποτε ὕδατι ψυχρῷ. διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι καὶ σιωπὴ ἦν εὔτακτος.’ ἐν δὲ τῇ β ‘ἐν τῇ Ῥωμαίων, φησίν, πόλει ὅταν εὐωχῶνται ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, δειπνίζοντος τοῦ κατὰ καιρὸν θριαμβεύοντος, καὶ ἡ παρασκευὴ τῆς εὐωχίας Ἡρακλεωτική ἐστι. [p. 198] διοινοχοεῖται μὲν γὰρ οἰνόμελι, τὰ δὲ βρώματα ἄρτοι μεγάλοι καὶ καπνιστὰ κρέα ἑφθὰ καὶ τῶν προσφάτως καθιερευθέντων ὀπτὰ δαψιλῆ. παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς παρασκευάζονται ἀνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων.’ Τίμαιος δ᾽ ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ τὰς θεραπαίνας φησὶ παρ᾽ αὐτοῖς μέχρι οὗ ἂν αὐξηθῶσι γυμνὰς διακονεῖσθαι. 39. Μεγασθένης δ᾽ ἐν τῇ δευτέρᾳ τῶν Ἰνδικῶν τοῖς Ἰνδοῖς φησιν ἐν τῷ δείπνῳ παρατίθεσθαι ἑκάστῳ τράπεζαν, ταύτην δ᾽ εἶναι ὁμοίαν ταῖς ἐγγυθήκαις, καὶ ἐπιτίθεσθαι ἐπ᾽ αὐτῇ τρυβλίον χρυσοῦν, εἰς ὃ ἐμβάλλειν αὐτοὺς πρῶτον μὲν τὴν ὄρυζαν ἑφθὴν ὡς ἄν τις ἑψήσειε χόνδρον, ἔπειτα ὄψα πολλὰ κεχειρουργημένα ταῖς Ἰνδικαῖς σκευασίαις. Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος ἐν τῇ τριακοστῇ, ἄριστον προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον. Καμπανῶν δέ τινες παρὰ τὰ συμπόσια μονομαχοῦσι. Νικόλαος δ᾽ ὁ Δαμασκηνός, εἷς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων, ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Ῥωμαίους ἱστορεῖ παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως : ‘ τὰς τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεάτροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρρηνῶν παραλαβόντες τὸ ἔθος, ἀλλὰ κἀν ταῖς ἑστιάσεσιν. ἐκάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς [p. 200] φίλους ἐπί τε ἄλλοις καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, ὅτε καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους, καὶ ὁ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δ᾽ ἐκρότουν ἐπὶ τούτῳ ἡδόμενοι. ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφεν γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυτοῦ, ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ᾽ ἄκυρον τὴν διαθήκην ἐποίησεν.’ Ἐρατοσθένης δ᾽ ἐν πρώτῳ Ὀλυμπιονικῶν τοὺς Τυρρηνούς φησι πρὸς αὐλὸν πυκτεύειν. 40. Ποσειδώνιος δ᾽ ἐν τρίτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν ‘ Κελτοί, φησίν, ἐνίοτε παρὰ τὸ δεῖπνον μονομαχοῦσιν. ἐν γάρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύματος προίασιν καὶ ἐκ τούτου ἐρεθισθέντες, ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως ἔρχονται, τὸ δὲ παλαιόν, φησίν, ὅτι παρατεθέντων κωλήνων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θανάτου, ἄλλοι δ᾽ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρυσίον, οἱ δὲ οἴνου κεραμίων ἀριθμόν τινα, καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησάμενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει’ [p. 202] Εὐφορίων δ᾽ ὁ Χαλκιδεὺς ἐν ἱστορικοῖς ὑπομνήμασιν οὕτω γράφει: ‘ παρὰ δὲ τοῖς Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει, ὥστε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον: καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι καθ᾽ ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι.’ 41. Ἕρμιππος ' ἐν α περὶ νομοθετῶν τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος, καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους. Ἔφορος δ᾽ ἐν ἕκτῃ ἱστοριῶν ‘ἤσκουν, φησί, τὰ πολεμικὰ οἱ Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας μαθήσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος.’ ὅτι δὲ ἀρχαῖον ἦν τὸ περὶ τοὺς μονομάχους καὶ Ἀριστοφάνης εἴρηκεν ἐν Φοινίσσαις οὕτως:


        ἐς Οἰδίπου δὲ παῖδε,1 διπτύχω κόρω,
        Ἄρης κατέσκηψ᾽, ἔς τε μονομάχου πάλης
        ἀγῶνα νῦν ἑστᾶσιν.

    ἔοικεν δὲ πεποιῆσθαι τὸ ὄνομα οὐκ ἐκ τοῦ μάχη, ἀλλ᾽ ἐκ ῥήματος τοῦ μάχεσθαι μᾶλλον συγκεῖσθαι. ὁπότε γὰρ τὸ μάχη συντιθέμενον τὸ τέλος εἰς ος τρέπει, ὡς ἐν τῷ σύμμαχος, πρωτόμαχος, ἐπίμαχος, ἀντίμαχος, ‘ φιλόμαχον γένος ἐκ Περσέος’ παρὰ [p. 204] Πινδάρῳ, τηνικαῦτα προπαροξύνεται: ὁπότε δὲ παροξύνεται, τὸ μάχεσθαι ῥῆμα περιέχει, ὡς ἐν τῷ πυγμάχος, ναυμάχος, ‘αὐτόν σε πυλαμάχε πρῶτον’ παρὰ Στησιχόρῳ, ὁπλομάχος, τειχομάχος, πυργομάχος. ὁ δὲ κωμῳδιοποιὸς Ποσείδιππος ἐν Πορνοβοσκῷ φησιν


        ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακὸν
        τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.

    ὅτι δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες ἐμονομάχουν καὶ ἐκ προκλήσεως τοῦτ᾽ ἐποίουν ἐν ἄλλοις εἰρήκαμεν. Δίυλλος δ᾽ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησιν ὡς Κάσανδρος ἐκ Βοιωτίας ἐπανιὼν καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαίαις καὶ μετ᾽ αὐτῶν τὴν Κύνναν τὴν Εὐρυδίκης μητέρα καὶ τοῖς ἄλλοις τιμήσας οἷς προσήκει καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν. 42. Δημήτριος δ᾽ ὁ Σκήψιος ἐν τῷ ιε τοῦ Τρωικοῦ διακόσμου ‘ παρὰ Ἀντιόχῳ, φησί, τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς, ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος τὸν τὰς [p. 206] ἱστορίας γράψαντα ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε: ' πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενόν ἐμὲ θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροάσασθαι; ' κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ᾽ ἐράνου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι.’ Δοῦρις δ᾽ ὁ Σάμιος ἐν τῇ τῶν ἱστοριῶν ιζ Πολυσπέρχοντά φησιν εἰ μεθυσθείη καίτοι πρεσβύτερον ὄντα ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον. Ἀγαθαρχίδης δ᾽ ὁ Κνίδιος ἐν ὀγδόῃ Ἀσιατικῶν ἱστορεῖ ὡς οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν: ὅτε δὲ θέλοιεν ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖς ἄλλοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δ᾽ οἰκέται κύριοι, ἐπιλελησμένοι δ᾽ ἦσαν οὗτοι, ὡς καὶ Δοῦρις ἱστορεῖ, ὅτι καὶ Φίλιππος ὁ τοῦ Ἀλεξάνδρου πατήρ ποτήριον χρυσοῦν ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς κεκτημένος τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κατετίθετο. Σέλευκος δὲ Θρᾳκῶν φησί τινας ἐν τοῖς συμποσίοις ἀγχόνην παίζειν βρόχον ἀρτήσαντας ἔκ τινος ὕψους,1 πρὸς ὃν κατὰ κάθετον ὑποτίθεσθαι λίθον εὐπερίτρεπτον τοῖς ἐπιβαίνουσι. διαλαγχάνειν οὖν αὐτοὺς [p. 208] καὶ τὸν λαχόντα ἔχοντα δρεπάνιον ἐπιβαίνειν τῷ λίθῳ καὶ τὸν τράχηλον εἰς τὸν βρόχον ἐντιθέναι: παρερχόμενον δὲ ἄλλον ἐγείρειν τὸν λίθον καὶ ὁ κρεμάμενος ὑποτρέχοντος τοῦ λίθου, ἐὰν μὴ ταχὺ φθάσας ἀποτέμῃ τῷ δρεπάνῳ, τέθνηκε, καὶ οἱ ἄλλοι γελῶσι παιδιὰν ἔχοντες τὸν ἐκείνου θάνατον

43. ταῦτ᾽ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται τῶν Ἑλλήνων πολὺ. πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος.

ἀκριβῶς δ᾽ ὁ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως: ‘καὶ οὔτ᾽ ἂν ἐπ᾽ ἀγρῶν 'ἴδοις οὔτ᾽ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδ᾽ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδ᾽ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδ᾽ ἂν Διονύσια πρόφασιν ἔχοντ᾽ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρ᾽ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστ᾽ οὐδὲν τοιοῦτον.’ 44.

” καὶ ὁ Κύνουλκος “ ἀλλ᾽ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης: ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ [p. 210] φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. ‘ ἐγὼ δ᾽ ὁ τάλας’ κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον


    κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.

ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη:


    οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.


καὶ ὁ καλὸς δ᾽ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη :


    ἀλλ᾽ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία,
    ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.

ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν.” γελασάντων δὲ ἡμῶν ἔφη τις: “ ἀλλ᾽ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμίν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.” καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη: “ ὄμνυμι δ᾽ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη:


    ὄμνυμι δ᾽ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,
    ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται,
    ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον
    ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
    ῥοφεῖν φακῆν ἐσθ᾽ ἡδὺ μὴ δεδοικότα,
    μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

45. ἀλλ᾽ ὅ γε Παρμενίσκος οὕτως ὑπήρξατο: [p. 212] ‘ Παρμενίσκος Μόλπιδι χαίρειν. πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρὸς σὲ περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου: προπιὼν δ᾽ ὑσώπου τὴν ὤραν ἐπάναγε ἐπὶ τὴν ἑστίασιν. Διονυσίων γὰρ ὄντων Ἀθήνησι παρελήφθην πρὸς αὐτό. κατέλαβον δὲ κυνικοὺς μὲν ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δείπνου δὲ χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστόν ἐστιν. καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ τῆς Πειρήνης, ὁ Καρνεῖος κατὰ Φιλόξενον εἶπε ' τὸ κατὰ χειρῶν καὶ τῆς τραπέζης παρατεθείσης ἐδειπνοῦμεν ‘ καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, ἡ δ᾽ ἐπεισέρρει.’ εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ ὁ Διιτρέφης δραξάμενος ἔφη:


    Ζεῦ, μὴ λάθοι σε τῶνδ᾽ ὃς αἴτιος φακῶν

καὶ ἄλλος ἑξῆς ἀνεβόησε:


    φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι.

ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον, φησὶν δ᾽ οὗτος ἐν Πελιάσι: [p. 214]


    τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα:
    φακῆς κατ᾽ ἄνδρα τρυβλίον μεστὸν μέγα.
    β. πρώτιστον οὐκ ἀνθηρόν. α. ἐπὶ ταύτῃ φέρων
    εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας
    ὑπό τι δυσώδης. β. οὗτος ἱερὸς ἀνθίας,1
    ὃς πολλὰ χαίρειν ταῖς κίχλαις ἤδη λέγει.᾿

γέλωτος οὖν ἐπιρραγέντος παρῆν ἡ θεατροτορύνη Μέλισσα καὶ ἡ κυνάμυια Νίκιον αὗται δ᾽ ἦσαν τῶν οὐκ ἀσήμων ἑταιρίδων. ἀποβλέψασαι οὖν αὗται εἰς τὰ παρακείμενα καὶ θαυμάσασαι ἐγέλων. καὶ ἡ Νίκιον ἔφη: 'οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλλεκτάδαι, ἰχθὺν ἐσθίει; ἢ καθάπερ ὁ πρόγονος ὑμῶν Μελέαγρος ὁ Γαδαρεὺς ἐν ταῖς Χάρισιν ἐπιγραφομέναις ἔφη τὸν Ὅμηρον Σύρον ὄντα τὸ γένος κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς Ἀχαιοὺς δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον; ἢ μόνον ἀνέγνωτε συγγραμμάτων αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν; ὁρῶ γὰρ πολλὴν παρ᾽ ὑμῖν τῆς φακῆς τὴν σκευὴν εἰς ἣν ἀποβλέπουσα συμβουλεύσαιμ᾽ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτουμένους.' πρὸς ἣν ὁ Καρνεῖος ἔφη: ' Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ [p. 216] τῷ δεῦρο βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλείοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φοβεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι,1 πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσθαι γνώμης, τούτοις τοῖς δόγμασιν ἡμεῖς πειθόμεθα ' ὑμῖν δὲ φθόνος οὐδὲ εἷς ἑλέσθαι ἕν τι τῶν τριῶν ἔχειν κακῶν, οὐ γάρ ἐπίστασθε, ὦ ταλαίπωροι, ὅτι αἱ βαρεῖαι αὗται τροφαὶ φράττουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν αὑτῇ εἶναι.`46.


    Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν

φησι: ‘τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεοφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.’ καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους ‘τί τηνικάδε’ ; ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον. ἡμῖν δὲ αὐτάρκης μερὶς ἣν ἂν παρ᾽ ὑμῶν [p. 218] λάβωμεν, καὶ οὐ χαλεπαίνομεν ὡς ἔλαττον φερόμενοι, καθάπερ ὁ παρὰ Ἀντικλείδῃ ῾ Ἡρακλῆς. φησὶ γὰρ οὗτος ἐν τῷ β τῶν Νόστων ' μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν τινὰ ἐπιτελοῦντος συμπαραληφθέντα καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δ᾽ Ἡρακλεῖ ταπεινοτέραν παραθέντων, ὁ Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παίδων Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον οὐ τοιοῦτοι οὖν τὸν θυμὸν ἡμεῖς, εἰ καὶ πάντα ῾ Ἡρακλέους ζηλωταί.’ 47.


    τραγικὸν γὰρ ἡ φακῆ 'στιν, ἦς καὶ φασιν Ἀγάθαρχὸν ποτὲ γεγραφέναι ῥοφοῦντ᾽ ' Ὀρέστην τῆς νόσου πεπαυμένον,

φησὶ Σώφιλος ὁ κωμῳδιοποιός. στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη: ‘ καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν,’ ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη :


    εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου.

καὶ Κράτης δ᾽ ὁ Θηβαῖος ἔλεγεν


    μὴ πρὸ φακῆς λοπάδ᾽ αὔξων
    εἰς στάσιν ἄμμε βάλῃς.

Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί: [p. 220]


    μηδέποτ᾽ ἐλαίαν ἔσθι᾽, ἀκαλήφην ἔχων.
    χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί.
    βολβοφακῆ δ᾽ οἷον ἀμβροσίη ψύχους κρυόεντος.

ὁ χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη:


    πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;

καὶ ἐν Ἀμφιαράῳ:


    ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς,

Ἐπίχαρμος δὲ ἐν Διονύσοις:


    χύτρα δὲ φακέας ἥψετο.

Ἀντιφάνης Ὁμοίαις:


    εὖ δ᾽ ἐγίνεθ᾽ εἰ φακῆν
    ἕψειν μ᾽ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.

οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων.” 48. ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας ὁ κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειαν “ ἀλλ᾽ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, ὦ Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν ἡ πόλις πλήρης ἐστὶ φακίνων ὧν καὶ Σώπατρος ὁ Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως : [p. 222]


    οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον
    μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. '

ἐπεὶ τί δεῖ βροτοῖσι κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, ' πλὴν δυοῖν μόνον


    Δήμητρος ἀκτῆς πώματός θ᾽ ὑδρηχόου;
    ἅπερ πάρεστι καὶ πέφυχ᾽ ἡμᾶς τρέφειν.
    ὧν οὐκ ἀπαρκεῖ πλησμονή: τρυφῇ γέ τοι
    ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.

κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος -


    ἀρκεῖ μετρία βιοτά μοι
    σώφρονος τραπέζης:
    τὸ δ᾽ ἄκαιρον ἅπαν ... ὑπερβάλλον τε μὴ προσείμαν.

καὶ ὁ Σωκράτης δ᾽ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ᾽ ὅσον οἱ μὲν ζῶσιν ἵν᾽ ἐσθίωσιν, αὐτὸς δ᾽ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν ' εἴθ᾽ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι ὁ δ᾽ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησὶν


    Καπανεὺς ὅδ᾽ ἐστὶν ᾧ βίος μὲν ἦν πολύς,
    ἥκιστα δ᾽ ὄλβῳ γαῦρος ἦν: φρόνημα δὲ
    οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
    ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ᾽ ἄγαν,
    τἀρκοῦν ἐπαινῶν οὐ γὰρ ἐν γαστρὸς βορᾷ
    τὸ χρηστὸν εἶναι, μέτρια δ᾽ ἐξαρκεῖν ἔφη.

49. οὐκ ἦν γὰρ τοιοῦτος ὁ Καπανεὺς οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι᾽ αὑτὰ αἱρετῶν λέγων ὧδε: ' ἐπὶ τοσοῦτόν τινες [p. 224] ἐκπίπτουσι πρὸς τὸ ἀργύριον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας.' οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν


    ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
    ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾽ ἔχει,
    οὐ παῖδες ἐν δόμοισιν,2 οὐ φίλος πατήρ,
    οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι,
    εἰ δ᾽ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
    οὐ θαῦμ᾽ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.

τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ' πρὸς τὸ ἀριθμεῖν.' Διογένης δ᾽ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους, καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε:


    μὴ πλοῦτον εἴπῃς: οὐχὶ θαυμάζω θεὸν
    ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.

Χρύσιππος δ᾽ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα, πυνθανομένου δέ τινος αὐτοῦ [p. 226] ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε:


    ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; β. πλούσιος:
    τούτους δὲ πάντες φασὶν εὐγενεστάτους,
    πένητα δ᾽ εὐπάτριδ᾽ οὐδὲ εἷς ὁρᾷ.

”50. ταῦτ᾽ εἰπὼν ὁ Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶς “ ἀλλ᾽ ἐπειδὴ οὗτοι, ἔφη, ὦ συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν ἢ τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ:


    φέρε δὴ κατακλινῶ: σὺ δὲ τράπεζαν ἔκφερε
    καὶ κύλικα κἀντραγεῖν, ἵν᾽ ἥδιον πίω.
    β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.
    α. μή μοι φακούς, μὰ τὸν Δί᾽, οὐ γὰρ ἥδομαι.
    ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.

ἐπεὶ οὖν διὰ τοῦτο φυλάττονται οἱ σοφοὶ οὗτοι τοὺς φακούς, ἀλλ᾽ ἡμῖν γε ποίησον δοθῆναι ἄρτων,2, μεθ᾽ ὧν μηδὲν τῶν πολυτελῶν, ἀλλὰ κἂν τὴν πολυθρύλητον ἔχῃς φακῆν ἢ τὸν καλούμενον κόγχον.” γελασάντων δὲ πάντων καὶ ἐπὶ τῷ κόγχῳ μάλιστα “ἀπαίδευτοί ἐστε, ἔφη, ἄνδρες δαιτυμόνες, οὐκ ἀναγινώσκοντες βιβλία ἃ μόνα παιδεύει τούς γε ἐπιθυμοῦντας τῶν καλῶν λέγω δὲ τὰ Τίμωνος τοῦ Πυρρωνείου τῶν σίλλων. οὗτος γάρ ἐστιν ὃς καὶ τοῦ κόγχου μνημονεύει ἐν τῷ β τῶν σίλλων λέγων οὕτως : [p. 228]


    οὔτε μοι ἡ Τεΐη μᾶζ᾽ ἁνδάνει οὔτε καρύκκη
    ἡ Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ
    Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς.

διαφόρων γὰρ οὐσῶν καὶ τῶν ἐκ Τέω μαζῶν ὡς καὶ τῶν ἐξ Ἐρετρίας ῾ὡς Σώπατρος ἐν Βακχίδος μνηστῆρσι: φησὶν γάρ:


    Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον

᾿ καὶ τῶν Λυδίων καρυκκῶν προκρίνει ἀμφοτέρων ὁ Τίμων τὸν κόγχον.” 51. πρὸς ταῦτα ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη: “ὦ ἄνδρες κύνες οἱ ... κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ἰοκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησὶν


    παραινέσαι δὲ σφῷν τι βούλομαι σοφὸν
    ὅταν φακῆν ἕψητε, μὴ ' πιχεῖν μύρον.

καὶ ὁ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως:


    Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον,
    πάρεστι: θάρσει, θυμέ.

Κλέαρχος δὲ ὁ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ὁ ἐμὸς προπάτωρ Οὐάρρων ὁ Μενίππειος ἐπικαλούμενος: καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν : Ῥωμαϊκῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν ὁ Οὐάρρων τὸ ἰαμβεῖον, σὺ δέ μοι δοκεῖς, ὦ Κύνουλκε [p. 230] ῾τούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ὃ ἐκ γενετῆς σε ἡ μήτηρ κέκληκε ᾿ κατὰ τὸν σὸν Τίμωνα εἶναὶ ῾ μοι καλὸς τε μέγας τε οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Ἑορτᾷ καὶ Νάσοις Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως:


    κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.

” Ἑξῆς ἁρπάσας τὸν λόγον ὁ Μάγνος “ὁ μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας,


    παρ᾽ οἷς ἔθος ἐστίν, ἡνίκ᾽ ἂν προτέρημά τι
    ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς
    τοὺς αἰχμαλώτους, τοὺς Γαλάτας μιμούμενος
    κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι
    διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.
    καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ᾽ ἀκηκοὼς
    ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ᾽ αἱρουμένους,
    τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων,
    πρῶτον: καπνίζων εἶτ᾽ ἐὰν ὀπτωμένων
    ἴδω τιν᾽ ὑμῶν συσπάσαντα τὸ σκέλος,
    Ζηνωνικῷ πραθήσεθ᾽ οὗτος κυρίῳ
    ἐπ᾽ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.

52. μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς [p. 232] Πυθαγορικοὺς ἐκείνους ζηλοῖς περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε:


    τῶν Πυθαγοριστῶν δ᾽ ἔτυχον ἄθλιοί τινες
    ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ
    τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.

κἀν τῷ κυρίως Κωρύκῳ δ᾽ ἐπιγραφομένῳ φησί


    πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει
    ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ
    μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.

Ἄλεξις δ᾽ ἐν Ταραντίνοις:


    οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,
    οὔτ᾽ ὄψον ἐσθίουσιν οὔτ᾽ ἄλλ᾽ οὐδὲ ἓν
    ἔμψυχον, οἶνὸν τ᾽ οὐχὶ πίνουσιν μόνοι.
    β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
    τῶν Πυθαγορείων εἷς. α. ἀποκτείνας γέ που:
    οὐκ ἔτι γάρ ἐστ᾽ ἔμψυχον.

προελθών τέ φησι:


    πυθαγορισμοὶ καὶ λόγοι
    λεπτοὶ διεσμιλευμέναι τε φροντίδες
    τρέφουσ᾽ ἐκείνους, τὰ δὲ καθ᾽ ἡμέραν τάδε:
    ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον
    ὕδατος: τοσαῦτα ταῦτα. β. δεσμωτηρίου
    λέγεις δίαιταν πάντες οὕτως οἱ σοφοὶ
    διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που;
    α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους, ἆρ᾽ οἶσθ᾽ ὅτι
    Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων
    καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι᾽ ἡμέρας
    δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν; [p. 234]

καὶ ἐν Πυθαγοριζούσῃ:


    ἡ δ᾽ ἑστίασις ἰσχάδες καὶ στέμφυλα
    καὶ τυρὸς ἔσται: ταῦτα γὰρ θύειν νόμος
    τοῖς Πυθαγορείοις. β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν
    ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ᾽, ἔχῃ.

καὶ μετ᾽ ὀλίγα:


    ἔδει θ᾽ ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
    ῥῖγος, σιωπήν, στυγνότητ᾽,1 ἀλουσίαν.

53. τούτων δ᾽ ὑμεῖς, ὦ φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη: οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει:


    κοσμίως ποιῶν τὴν ἔνθεσιν
    μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ᾽ ἔνδοθεν
    τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες—κατέφαγε πάμπολλα καὶ παχύτατα,3

ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα δραχμῆς ὠνήσασθαι


    τὰς προσφόρους ὑμῖν τροφάς,
    σκορόδια, τυρόν, κρόμμυα, κάππαριν ...
    ἅπαντα ταῦτ᾽ ἐστὶν δραχμῆς.

Ἀριστοφῶν δ᾽ ἐν Πυθαγοριστῇ:


    πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ
    τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν
    ἑκόντας ἢ φορεῖν τρίβωνας ἡδέως;
    οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ: [p. 236]
    ἀλλ᾽ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν,
    τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν
    ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους.
    ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας,
    κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
    ἐθέλω κρέμασθαι δεκάκις.

οὐκ ἄκαιρον δ᾽ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων


    ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι,
    σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι,
    εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι,2
    νυκτιλαθραιοφάγοι, νυκταπαταμπλάκιοι,3
    μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί,
    δοξοματαιόσοφοι, ζηταρετησιάδαι.

54. Ἀρχέστρατός τε ὁ Γελῷος ἐν τῇ Γαστρολογίᾳ ἣν μόνην ὑμεῖς ῥαψῳδίαν οἱ σοφοὶ ἀσπάζεσθε, μόνον τοῦτο πυθαγορίζοντες τὸ σιωπᾶν, δι᾽ ἀσθένειαν λόγων τοῦτο ποιοῦντες, ἔτι τε τὴν Σφοδρίου τοῦ κυνικοῦ τέχνην ἐρωτικὴν καὶ τὰς Πρωταγορίδου ἀκροάσεις ἐρωτικὰς Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτικοὺς διαλόγους συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ , ὅπως ἐν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, καὶ πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηνίκα τε εἰσακτέον τοὺς ὡραίους καὶ τὰς ὡραίας εἰς τὸ συμπόσιον καὶ πότε [p. 238] αὐτοὺς προσδεκτέον ὡραιζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοψημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ Σωφρονίσκου φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν Ἕρμιππος, ὑπ᾽ Ἀντιγόνου τὸν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης θεασάμενος αὐτοῦ χαλκῆν εἰκόνα, ἐφ᾽ ἧς ἐπεγέγραπτο ‘ Περσαῖον Ζήνωνος Κιτιᾶ,’ πεπλανῆσθαι εἶπε τὸν ἐπιγράψαντα: δεῖν γὰρ οὕτως ἔχειν ‘ Περσαῖον Ζήνωνος οἰκετιᾶ.’ ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπηντήκαμεν τῆς σοφῆς ταύτης πραγματείας, τοιοῦτον ἔχουσι τὸ ἐπίγραμμα, συμποτικῶν διαλόγων 55. Κτησίβιος δ᾽ ὁ Χαλκιδεὺς ὁ Μενεδήμου γνώριμος, [p. 240] ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς βίοις, ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφη ‘ἀσυμβόλως δειπνεῖν.’ διὸ καὶ ὁ Τίμων που πρὸς αὐτὸν ἔφη: δειπνομανές, νεβροῦ ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἀκύλιστον. ἦν δ᾽ εὔστοχος ὁ Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισιν, ἀλλ᾽ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ὁ Σικυώνιος ἐν ἐπιγράμμασιν


    ἅδ᾽ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι
    ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους,
    θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν
    ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.

Βάτων δ᾽ ὁ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί:


    τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
    τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
    τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
    καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
    ἄνθρωπ᾽ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
    νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;
    τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
    σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;
    ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ:
    τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
    ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ. [p. 242]
    ἔπειθ᾽ ἕωθεν περιάγεις τὴν λήκυθον
    καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
    ὡρολόγιον δόξεις τι,1 οὐχὶ λήκυθον.

56. Ἀρχέστρατος δέ, ὦ Κύνουλκε, ὃν ἀντὶ τοῦ Ὁμήρου προσκυνεῖς διὰ τὴν γαστέρα ‘ἧς οὐ λαμυρώτερον οὐδέν,’ ὁ Τίμων σου—περὶ τοῦ κυνὸς τοῦ θαλαττίου ἱστορῶν γράφει καὶ ταῦτα


    ἀλλ᾽ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
    οὐδ᾽ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
    ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ᾽ ἀπόπληκτοι,
    ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος: ἅπας δὲ
    ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ:
    ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι
    τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας
    τὸν σοφὸν ἐγκρατέως μετ᾽ ἐκείνου πυθαγορίζειν.

ἦν δ᾽ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν, ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος. Τίμαιος δ᾽ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως : “Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι [p. 244] προσποιηθέντος: πρὸς ὃν ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι


    τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον
    στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.

” Σωσικράτης δ᾽ ἐν τρίτῳ φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ καὶ τρίβωνα ἀναλαβεῖν κόμην τε φορῆσαι κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσαγαγόντα,2 τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων. 57. εἰ δ᾽ ὑμεῖς ὄντως, ὦ φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τὰ τῶν δείπνων εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ἦ ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ἢ ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε


    μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι.

ὅτι δ᾽ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν αἰτῆσαι ἢ ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων ῾ οὐδὲ γὰρ ‘ χαριτογλωσσεῖν’ ἡμᾶς θέμισ᾽, δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ, ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ [p. 246] κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δ᾽ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως ὁ Λίνος:


    βιβλίον
    ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ:
    ἔπειτ᾽ ἀναγνώσει πάνυ γε διασκοπῶν
    ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
    Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι,
    Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα
    παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν
    ἐπὶ τί μάλισθ᾽ ὥρμηκε. ηπ. τουτὶ λαμβάνω.
    λιν. δεῖξον τί ἐστι πρῶτον, ηπ. ὀψαρτυσία,
    ὥς φησι τοὐπίγραμμα. λιν. φιλόσοφός τις εἶ,
    εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα
    Σίμου τέχνην ἔλαβες. ηπ. ὁ Σῖμος δ᾽ ἐστὶ τίς;
    λιν. μάλ᾽ εὐφυὴς ἄνθρωπος, ἐπὶ τραγῳδίαν
    ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
    κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
    τοῖς χρωμένοις, τῶν δ᾽ ὀψοποιῶν ὑποκριτής
    κάκιστός ἐστι τοῖς θεωμένοις..,1
    λιν. βούλιμός ἐσθ᾽ ἅνθρωπος. ηπ. ὅτι βούλει λέγε:
    πεινῶ γάρ, εὖ τοῦτ᾽ ἴσθι.

”58. ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη:


    “ εἶδες τὴν Θασίαν ἅλμην οἰ̔̂ ἄττα βαύζει, [p. 248]
    ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα.
    οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι, ” ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη. ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ ‘ μέλη πάραυλα κἀκρότητα κύμβαλα.’ καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι:


        αἰεὶ γ᾽ ὁ Χαιρεφῶν τιν᾽ εὑρίσκει τέχνην
        καὶ νῦν πορίζεται γε τὰ δεῖπν᾽ ἀσύμβολα.
        ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
        ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
        ἕστηκεν ἐλθών κἂν ἴδῃ μισθούμενον
        εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
        τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
        ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.

    οὐκ ὀκνεῖ δ᾽ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς ὁ αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν


        ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
        ἄκλητος: ἤδη γὰρ πέτεται διαπόντιος:
        οὕτω τι τἀλλότρι᾽ ἐσθίειν ἐστὶ γλυκύ.

    καὶ Θεόπομπος δ᾽ ἐν Ὀδυσσεῖ ἔφη:


        Εὐριπίδου τἄρ᾽ ἐστὶν οὐ κακῶς ἔχον,
        τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.

59. [p. 250] γελασάντων οὖν πάντων ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη: “ πόθεν δὲ καὶ ἡδυλογία τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις;” πρὸς ὃν ὁ Κύνουλκος: “ ἀλλ᾽, ὦ χοιρίον εὐάρτυτον, Φρύνιχος ὁ κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλογεῖν διὰ τούτων


    ἐστὶν δ᾽ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον.
    ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,
    μισάνθρωπον ἄνθος ἥβης:
    εἶθ᾽ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες,
    ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς
    ἡδυλογοῦσι
    μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκρούσαντες
    ἅπαντες
    γελῶσι.

τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ:


    γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
    χαριτογλωσσεῖν ἔνι μοι.

” πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ: “ τίνα δ᾽ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημόνευσαν ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων. καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους: ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ: [p. 252]


    Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
    σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν
    οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.

ἐν δὲ Φαίδρῳ φησί:


    σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις.
    Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ᾽ ἡμέραις
    σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν
    οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.

60. καὶ Κτήσιππος δ᾽ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι:


    εἰ μὴ συνήθης, Φαίδιμ᾽, ὢν ἐτύγχανεν
    ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην
    νόμον ἂν τιν᾽ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
    ὥστ᾽ ἐπιτελεσθῆναὶ ποτ᾽ αὐτῷ τοῦ πατρὸς
    τὸ μνῆμα κατ᾽ ἐνιαυτὸν ἕνα.., λίθον
    ἁμαξιαῖον, καὶ σφόδρ᾽ εὐτελὲς λέγω.

Τιμοκλῆς δ᾽ ἐν Δημοσατύροις φησίν


    οὐδ᾽ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,
    ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.

καὶ Μένανδρος δ᾽ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει:


    καίτοι νέος ποτ᾽ ἐγενόμην κἀγώ, γύναι:
    ἀλλ᾽ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
    τότ᾽, ἀλλὰ νῦν: οὐδὲ χλανίδ᾽ εἶχον, ἀλλὰ νῦν
    οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν καὶ βάψομαι
    καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι [p. 254]
    Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ,
    κᾆθ᾽ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
    ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

τάχ᾽ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν. χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ:


    ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ᾽ εἶ
    τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ᾽ ἄξιον,
    ὡς δῆτ᾽ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν
    γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
    καὶ μηδ᾽ ἐπιβαίνειν γῆς, ἵν᾽ οὕτως ᾔσθετο
    οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

61. Πυθοδήλου δέ τινος ἀσώτου μνημονεύει Ἀξιόνικος ἐν Τυρρηνῷ οὕτως:


    ὁ Πυθόδηλος οὑτοσὶ
    ὁ Βαλλίων προσέρχετ᾽ ἐπικαλούμενος,
    μεθύουσά τ᾽ ἐξόπισθεν ἡ σοφωτάτη
    Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται,

Πολύευκτον δ᾽ Ἀναξανδρίδης ἐν Τηρεῖ κωμῳδῶν


    ὄρνις κεκλήσῃ (φησί). β. διὰ τί, πρὸς τῆς Ἑστίας;
    πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν,
    ὥσπερ Πολύευκτος ὁ καλός; α. οὐ δῆτ᾽, ἀλλ᾽ ὅτι
    ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.

Θεόπομπος δ᾽ ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν, ἀφ᾽ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, [p. 256] ἐν ᾧ ἐστι τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, ... εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι, τῇ λέξει δὲ ταύτῃ ἐχρήσατο: ' καὶ τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον ὁ μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, ὁ δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε. Καλλίστρατος δέ, φησίν, ὁ Καλλικράτους δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων ἦν ἐπιμελής περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῇ δευτέρα καὶ πεντηκοστῇ τῶν ἱστοριῶν γράφει οὕτως: ' ἡ πόλις ἡ τῶν Ταραντίνων σχεδὸν καθ᾽ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλ᾽ ἤδη βιῶναι 62. περὶ δὲ τῆς ἀσωτίας καὶ τοῦ βίου Φιλίππου καὶ τῶν ἑταίρων αὐτοῦ ἐν τῇ μθ τῶν ἱστοριῶν ὁ Θεόπομπος τάδε γράφει: ' Φίλιππος ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο χρημάτων οὐκ ἀνάλωσεν αὐτὰ ταχέως, ἀλλ᾽ ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ περὶ αὐτὸν ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν. τοῦ δ᾽ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς [p. 258] ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. στρατιώτης γὰρ ὢν λογίζεσθαι τὰ προσιόντα καὶ τἀναλισκόμενα δι᾽ ἀσχολίαν οὐκ ἠδύνατο. ἔπειτα δ᾽ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες: οἱ μὲν γὰρ ἐξ αὐτῆς τῆς χώρας, οἱ δὲ ἐκ Θετταλίας, οἱ δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλ᾽ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἀθροισθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ὢν ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆς διαίτης τῆς Μακεδονικῆς ταχέως ἐκείνοις ὅμοιος ἐγίνετο. τὰ μὲν γὰρ οἱ πόλεμοι καὶ αἱ στρατεῖαι, τὰ δὲ καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως, ἀλλ᾽ ἀσώτως καὶ τοῖς λῃσταῖς παραπλησίως.'63. Δοῦρις δ᾽ ἐν ζ Μακεδονικῶν περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως ὅτι ἄσωτος ἦν γράφει καὶ τάδε: ' Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον ὃ ᾐτήσατο. πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι᾽ ἀσωτίαν πεντήκοντα ταλάντων Πυγμαλίωνι τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν καὶ λαβὼν τὰ χρήματα κατεγήρασεν ἐν Ἀμαθοῦντι τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, [p. 260] ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος, ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετ᾽ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτ᾽ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. '64. εἰς τοσοῦτον δ᾽ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος, ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. ἀνακαλεσαμένων δ᾽ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ' ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλ᾽ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ᾽ ὀνόματός τινας κατέλεξε. ταῦτα δ᾽ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρᾳ μετεωρότερον τῶν Ἑρμῶν, Ἐλευσῖνί τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας. 65. ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ [p. 262] Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος καὶ Φιλόχορος ἄλλοι τε πλείους. Μενέδημον γοῦν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς ὅλας τὰς ἡμέρας τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι: καὶ οἱ ἐκέλευσαν μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δ᾽ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες οἱ Ἀρεοπαγῖται διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημόκριτον δ᾽ Ἀβδηρῖται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν Ἅιδου εἰπὼν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη. 66. οἱ δὲ μὴ οὕτως ἄσωτοι κατὰ τὸν Ἄμφιν


    πίνουσ᾽ ἑκάστης ἡμέρας δι᾽ ἡμέρας,

διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον ‘ κεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτεμίσιον,’ ‘ πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς περὶ χαρακτήρων εἴρηκεν, κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, [p. 264] χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.’ Ἀγαθαρχίδης δ᾽ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ πρὸς ταῖς κ τῶν Εὐρωπιακῶν “Γνώσιππον, φησίν, ἄσωτον γενόμενον ἐν τῇ Σπάρτῃ ἐκώλυον οἱ ἔφοροι συναναστρέφεσθαι τοῖς νέοις.” παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν, Ἀπίκιόν τινα ἐπὶ ἀσωτίᾳ πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ᾽ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλήνων φωνῇ. περὶ δὲ Ἀπικίου τοῦ καὶ αὐτοῦ ἐπὶ ἀσωτίᾳ διαβοήτου ἐν τοῖς πρώτοις εἰρήκαμεν. 67. Διογένης δ᾽ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας ‘ τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ' ὦ καταισχύνας τὸ γένος πάντα γὰρ ἀνάλωσε τὸ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνυχίας:: ἐφ᾽ ᾧ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ,' καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν 'εἰς ἀκολασίαν ἦν δ᾽ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις [p. 266] Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι᾽ ἀρωμάτων, οὓς ἰδὼν ὁ πατήρ καλέσας τὸν Φῶκον ' οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην; ' οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί, περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ' ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας ὥστε λέγετε ἐπιζητῶ γὰρ καὶ ὅπερ ὁ Μάγνος εἴρηκε τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν.’” καὶ ὁ Αἰμιλιανὸς ἔφη: “τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως


    εἰ μηδέ χέσαι γ᾽ αὐτῷ σχολὴ γενήσεται
    μηδ᾽ εἰς ἀσώτιον τραπέσθαι μηδ᾽ ἐὰν
    αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.

”68. μαγειρικὰ δὲ σκευή καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως :


    ζωμήρυσιν φέροις, ὀβελίσκους δώδεκα,
    κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν, [p. 268]
    στελεόν, σκαφίδας τρεῖς, δορίδα,1 κοπίδας τέτταρας.
    οὐ μὴ πρότερον οἴσεις,2 θεοῖσιν ἐχθρὲ σύ,
    τὸ λεβήτιον, τἀκ τοῦ νίτρου πάλιν ὑστερεῖς;
    καὶ τὴν κύβηλιν, τὴν ταγηνιστηρίαν:

τὴν χύτραν δ᾽ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως


    τὴν κακκάβην γὰρ κᾶε. β. τοῦ διδασκάλου;

κἀν Δαιταλεῦσι:


    κἄγειν ἐκεῖθεν κακκάβην.

Ἀντιφάνης δ᾽ ἐν Φιλοθηβαίῳ:


    πάντ᾽ ἔστιν ἡμῖν ἥ τε γὰρ συνώνυμος
    τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
    μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
    χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.

βατάνιον δ᾽ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ:


    ἔπειτα πουλύπους τετμημένος
    ἐν βατανίοισιν ἑφθός.

Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ :


    οὕτως δ᾽ ὀψοποιεῖν εὐφυῶς
    περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς
    δειπνοῦντας εἰς τὰ βατάνι᾽ ἐμβάλλειν ποῶ
    ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. [p. 270]

πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ,


    πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,
    κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.

Φιλέταιρος Οἰνοπίωνι:


    ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.

καὶ πάλιν


    πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
    ἕξειν Πατανίων. >

ἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν


    ἄλλος ἐπὶ τούτῳ μέγας
    ἥξει τις ἰσοτράπεζος εὐγενής Β. τίνα
    λέγεις; α. Καρύστου θρέμμα, γηγενής, ζέων
    β. εἶτ᾽ οὐκ ἂν εἴποις; ὕπαγε. α. κάκκαβον λέγω:
    σὺ δ᾽ ἴσως ἂν εἴποις λοπάδ᾽ . β. ἐμοὶ δὲ τοὔνομα
    οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
    χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον,
    πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα;

Εὔβουλος δ᾽ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις:


    τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
    λοπάδια καὶ πατάνια ποικιλόθροα καὶ οὐδ᾽ ἂν λέγων λέξαιμι. [p. 272]

69. ἡδυσμάτων δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως ...


    μὴ προφάσεις ἐνταῦθά μοι, μηδ᾽ ‘οὐκ ἔχω.’
    Β. ἀλλὰ λέγ᾽ ὅτου δεῖ, λήψομαι γὰρ πάντ᾽ ἐγώ.
    α. ὀρθῶς γε: πρῶτον μὲν λάβ᾽ ἐλθὼν σήσαμα.
    β. ἀλλ᾽ ἔστιν ἔνδον. α. ἀσταφίδα κεκομμένην,
    μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
    κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
    ὀρίγανον, γήτειον, σκόροδον, θύμον,
    σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.

ἐν δὲ Παννυχίδι ἢ Ἐρίθοις: μάγειρον δὲ ποιεῖ λέγοντα:


    κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
    ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
    ἤδη παρελθών; οὐκ ἔχων δὲ τυγχάνω
    οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
    οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
    οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον,
    οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
    οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον,
    οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ:
    οὐ στάμνος ἔστι: διακενῆς δ᾽ ἕστηκ᾽ ἐγὼ
    ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.

κἀν Πονήρᾳ:


    τῆς ὀριγάνου
    πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
    τὸ τρίμμ᾽ ἐπιπολῆς εὐρύθμως διειμένον
    ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ,
    πυκνῷ πατάξας.

[p. 274] ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως: ‘ τυρίον ἐπεσθίοντα.’ ἐπιφαγεῖν δ᾽ Εὔπολις Ταξιάρχοις:


    ἐπιφαγεῖν
    μηδὲν ἄλλ᾽ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.

καὶ Ἀριστοφάνης Πλούτῳ:


    πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπαντ᾽ ἐπήσθιεν.

70. τῶν δὲ μαγείρων διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί. εἰς ὃ δὲ οὗτοι παρελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ:


    προσέλαβον ἐλθὼν τουτονὶ
    τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους
    ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ᾽ ὅσα
    τούτῳ προσήκει.

ζητητέον δὲ εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτὸς ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ᾧ ἐπιγραφὴ Πότος:


    εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα.
    τραπεζοποιὸν, δημιουργὸν λήψομαι:
    ἐπὶ τοῦτ᾽ ἀπέστειλ᾽ ἐξ ἀγροῦ μ᾽ ὁ δεσπότης.

ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι:


    περὶ τοὐπτάνιον οὐ γίνεθ᾽ ἡ σκευωρία:
    τραπεζοποιὸς ἐστ᾽ ἐπὶ τοῦ διακονεῖν. [p. 276]

ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ:


    ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.

ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δ᾽ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων οὑτωσὶ λέγων ‘ διάκονον δ᾽ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν;’ παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ :


    φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.

ὀψώνην δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων


    ὡς οὑψώνης διατρίβειν
    ἡμῖν τἄριστον ἔοικε.

παροψωνεῖν δ᾽ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως ... παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ. εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δ᾽ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει, 71. ἐκάλουν δέ, φησί, καὶ τοὺς προγεύστας ἐδεάτρους,1 ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν. νῦν δὲ ὁ ἐδέατρος ἐπιστάτης γέγονε τῆς ὅλης διακονίας, ἦν δ᾽ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία. Χάρης γοῦν ἐν τῇ γ τῶν ἱστοριῶν [p. 278] Πτολεμαῖόν φησι τὸν Σωτῆρα ἐδέατρον ἀποδειχθῆναι Ἀλεξάνδρου, μήποτε δὲ καὶ ὃν νῦν καλοῦσι Ῥωμαῖοι πρωτογεύστην τότε οἱ Ἕλληνες προτένθην ὠνόμαζον, ὡς Ἀριστοφάνης ἐν προτέραις Νεφέλαις διὰ τούτων


    στρ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
    ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ᾽ ἕνῃ τε καὶ νέᾳ;
    φειδ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν
    ἵν᾽ ὡς τάχιστα τὰ πρυτανεῖ᾽ ὑφελοίατο,
    διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.

μνημονεύει αὐτῶν καὶ Φερεκράτης ἐν Ἀγρίοις:


    μὴ θαυμάσῃς:
    τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ᾽ οὐκ οἶσθα σύ.

καὶ Φιλύλλιος ἐν Ἡρακλεῖ:


    βούλεσθε δῆτ᾽ ἐγὼ φράσω τίς εἰμ᾽ ἐγώ;
    ἡ τῶν προτενθῶν Δορπία καλουμένη.

εὑρίσκω δὲ καὶ ψήφισμα ἐπὶ Κηφισοδώρου ἄρχοντος Ἀθήνησι γενόμενον, ἐν ᾧ ὥσπερ τι σύστημα οἱ προτένθαι εἰσί, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι, ἔχον οὕτως: ‘ Φῶκος εἶπεν ὅπως ἂν ἡ βουλὴ ἄγῃ τὰ Ἀπατούρια μετὰ τῶν ἄλλων Ἀθηναίων κατὰ τὰ πάτρια, ἐψηφίσθαι τῇ βουλῇ ἀφεῖσθαι τοὺς βουλευτὰς τὰς ἡμέρας ἅσπερ καὶ [p. 280] αἱ ἄλλαι ἀρχαὶ αἱ ἀφεταὶ ἀπὸ τῆς ἡμέρας ἧς οἱ προτένθαι ἄγουσι πέντε ἡμέρας.’ ὅτι δ᾽ εἶχον οἱ ἀρχαῖοι καὶ τοὺς προγεύστας καλουμένους Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ φησιν ‘ὁ τύραννος οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν.’ Ἀναξίλας δ᾽ ἐν Καλυψοῖ φησιν


    προγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.

72. τοὺς δὲ τὰ πέμματα προσέτι τε τοὺς ποιοῦντας τοὺς πλακοῦντας οἱ πρότερον δημιουργοὺς ἐκάλουν. Μένανδρος Ψευδηρακλεῖ: καταμεμφόμενος δὲ τοὺς μαγείρους ὡς ἐπιχειροῦντας καὶ οἷς μὴ δεῖ φησιν


    μάγειρ᾽, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα,
    πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
    ἤδη μ᾽ ἐρωτᾷς, χοιρίδιον ἓν θύομεν,
    ὀκτὼ ποιήσοντες τραπέζας δ᾽ ἢ μίαν,
    τί σοι διαφέρει τοῦτο; παράθες σήμερον.
    οὐκ ἔστι κανδύλους ποεῖν οὐδ᾽ οἷα σὺ
    εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι,
    σεμίδαλιν, ᾠά: πάντα γὰρ τἀναντία
    νῦν ἐστιν ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ,
    πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
    μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς: [p. 282]
    ἡ δημιουργὸς δ᾽ ἀντιπαρατεταγμένη
    κρεᾴδι᾽ ὀπτᾷ καὶ κίχλας τραγήματα.
    ἔπειθ᾽ ὁ δειπνῶν μὲν τραγηματίζεται,
    μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
    δειπνεῖ μελίπηκτα ταῖς κίχλαις.

ὅτι δὲ ἐκεχώριστο τὰ τῆς ὑπουργίας, πεμμάτων μὲν προνοουσῶν τῶν δημιουργῶν, ὀψαρτυτικῆς δὲ τῶν μαγείρων, Ἀντιφάνης διεσάφησεν ἐν Χρυσίδι οὕτως:


    τέτταρες δ᾽ αὐλητρίδες
    ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα
    καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.

Μένανδρος Δημιουργῷ:


    τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία,
    προελήλυθας. β. ναί: : πλάττομεν γὰρ πλάσματα,
    τὴν νύκτα τ᾽ ἠγρυπνήκαμεν καὶ νῦν ἔτι
    ἀποίητα πάμπολλ᾽ ἐστὶν ἡμῖν.

πεμμάτων δὲ πρῶτόν φησιν μνημονεῦσαι Πανύασσιν Σέλευκος, ἐν οἷς περὶ τῆς παρ᾽ Αἰγυπτίοις ἀνθρωποθυσίας διηγεῖται, πολλὰ μὲν ἐπιθεῖναι λέγων πέμματα, ‘ πολλὰς δὲ νοσσάδας ὄρνις,’ προτέρου Στησιχόρου ἢ Ἰβύκου ἐν τοῖς Ἄθλοις ἐπιγραφομένοις εἰρηκότος φέρεσθαι τῇ παρθένῳ δῶρα


    σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας,
    ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. [p. 284]

ὅτι δὲ τὸ ποίημα τοῦτο Στησιχόρου ἐστὶν ἱκανώτατος μάρτυς Σιμωνίδης ὁ ποιητής, ὃς περὶ τοῦ Μελεάγρου τὸν λόγον ποιούμενός φησιν


    ὃς δουρὶ πάντας
    νίκασε νέους δινάεντα βαλὼν Ἄναυρον
    ὕπερ πολυβότρυος ἐξ Ἰωλκοῦ:
    οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἄεισε λαοῖς.

ὁ γὰρ Στησίχορος οὕτως εἴρηκεν ἐν τῷ προκειμένῳ ᾁσματι τοῖς Ἄθλοις:


    θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν
    Μελέαγρος.

73. οὐκ ἀγνοῶν δὲ καὶ περὶ Δηλίων ἃ Ἀπολλόδωρος ὁ Ἀθηναῖος εἴρηκεν ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μαγίδες καὶ Γογγύλοι, ἐπειδὴ τὰς μάζας, φησὶν Ἀριστοφάνης,2 ἐν ταῖς θοίναις δι᾽ ἡμέρας τρίβοντες παρεῖχον ὥσπερ γυναιξὶ γογγύλας μεμαγμένας. καλοῦνται δὲ καὶ μέχρι νῦν τινες αὐτῶν Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Κρεωκόροι καὶ Ἰχθυβόλοι, τῶν δὲ γυναικῶν Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς [p. 286] θοίναις. ἐλεὸς δ᾽ ἐστὶν ἡ μαγειρικὴ τράπεζα. Ὅμηρος:


    αὐτὰρ ἐπεὶ ῥ᾽ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε.

ὅθεν καὶ Πολυκράτων ὁ Κρίθωνος Ῥηναιεὺς δίκην γραφόμενος οὐ Δηλίους αὐτοὺς ὀνομάζει, ἀλλὰ τὸ κοινὸν τῶν Ἐλεοδυτῶν ἐπῃτιάσατο. καὶ ὁ τῶν Ἀμφικτυόνων δὲ νόμος κελεύει ὕδωρ παρέχειν ἐλεοδύτας, τοὺς τραπεζοποιοὺς καὶ τοὺς τοιούτους διακόνους σημαίνων. Κρίτων δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Φιλοπράγμονι παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους διὰ τούτων


    Φοίνικα μεγάλου κύριον βαλλαντίου
    ναύκληρον ἐν τῷ λιμένι ποιήσας ἄπλουν
    καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο,1
    εἰς Δῆλον ἐλθεῖν ἠθέλησ᾽ ἐκ Πειραιῶς,
    πάντων ἀκούων διότι παρασίτῳ τόπος
    οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ,
    εὔοψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντ᾽ ὄχλον,
    αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.

74. Ἀχαιὸς δ᾽ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι τῷ σατυρικῷ καρυκκοποιοὺς καλεῖ τοὺς Δελφοὺς διὰ τούτων


    καρυκκοποιοὺς προσβλέπων βδελύττομαι,

παρόσον τὰ ἱερεῖα περιτέμνοντες δῆλον ὡς ἐμαγείρευον αὐτὰ καὶ ἐκαρύκκευον. εἰς ταῦτα δὲ ἀποβλέπων καὶ Ἀριστοφάνης ἔφη:


    ἀλλ᾽ ὦ Δελφῶν πλείστας ἀκονῶν, [p. 288]
    Φοῖβε, μαχαίρας
    καὶ προδιδάσκων τοὺς σοὺς προπόλους.

κἀν τοῖς ἑξῆς δ᾽ ὁ Ἀχαιός φησιν


    τίς ὑποκεκρυμμένος μένει,
    σαραβάκων κοπίδων συνομώνυμε;

ἐπισκώπτουσι γὰρ οἱ Σάτυροι τοὺς Δελφοὺς ὡς περὶ τὰς θυσίας καὶ τὰς θοίνας διατρίβοντας. Σῆμος δ᾽ ἐν δ Δηλιάδος ‘ Δελφοῖς, φησί, παραγινομένοις εἰς Δῆλον παρεῖχον Δήλιοι ἅλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.’ Ἀριστοτέλης δ᾽ ἢ Θεόφραστος ἐν τοῖς ὑπομνήμασι περὶ Μαγνήτων λέγων τῶν ἐπὶ τοῦ Μαιάνδρου ποταμοῦ ὅτι Δελφῶν εἰσιν ἄποικοι τὰς αὐτὰς ἐπιτελοῦντας αὐτοὺς ποιεῖ χρείας τοῖς παραγιγνομένοις τῶν ξένων, λέγων οὕτως: ‘ Μάγνητες οἱ ἐπὶ τῷ Μαιάνδρῳ ποταμῷ κατοικοῦντες ἱεροὶ τοῦ θεοῦ, Δελφῶν ἄποικοι, παρέχουσι τοῖς ἐπιδημοῦσι στέγην, ἅλας, ἔλαιον, ὄξος, ἔτι λύχνον, κλίνας, στρώματα, τραπέζας.’ Δημήτριος δ᾽ ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ Τρωικοῦ διακόσμου ἐν τῇ Λακωνικῇ φησιν ἐπὶ τῆς ὁδοῦ τῆς καλουμένης Ὑακινθίδος ἱδρῦσθαι ἥρωας Μάττωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φιδιτίοις ποιούντων τε τὰς μάζας καὶ κεραννύντων τὸν οἶνον διακόνων, ὁ δ᾽ αὐτὸς ἱστορεῖ κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείας Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν [p. 290] Μίμνερμον. κἀν Κύπρῳ δέ φησι τιμᾶσθαι Ἡγήσανδρος ὁ Δελφὸς Δία Εἰλαπιναστήν τε καὶ Σπλαγχνοτόμον. 75. πολλῶν δὲ τοιούτων ἔτι λεγομένων ἐκ τῶν γειτόνων τις ἐξηκούσθη ὑδραύλεως ἦχος πάνυ τι ἡδὺς καὶ τερπνός, ὡς πάντας ἡμᾶς ἐπιστραφῆναι θελχθέντας ὑπὸ τῆς ἐμμελείας. καὶ ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν μουσικὸν Ἀλκείδην ‘ ἀκούεις, ἔφη, μουσικώτατε ἀνδρῶν, τῆς καλῆς ταύτης συμφωνίας,1 ἥτις ἡμᾶς ἐπέστρεψεν πάντας κατακηληθέντας ὑπὸ τῆς μουσικῆς; καὶ οὐχ ὡς ὁ παρ᾽ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι πολὺς ὁ μόναυλος ἀλγηδόνα μᾶλλον τοῖς ἀκούουσι παρέχων ἤ τινα τέρψιν μουσικήν.’ καὶ ὁ Ἀλκείδης ἔφη: “ἀλλὰ μὴν καὶ τὸ ὄργανον τοῦτο ἡ ὕδραυλις, εἴτε τῶν ἐντατῶν αὐτὸ θέλεις εἴτε τῶν ἐμπνευστῶν, Ἀλεξανδρέως ἐστὶν ἡμεδαποῦ εὕρημα, κουρέως τὴν τέχνην Κτησίβιος δ᾽ αὐτῷ τοὔνομα. ἱστορεῖ δὲ τοῦτο Ἀριστοκλῆς ἐν τῷ περὶ χορῶν οὑτωσί πως λέγων : ζητεῖται δὲ πότερα τῶν ἐμπνευστῶν ἐστιν ὀργάνων ἡ ὕδραυλις ἢ τῶν ἐντατῶν. Ἀριστόξενος μὲν οὖν τοῦτο οὐκ οἶδε: λέγεται δὲ Πλάτωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσματος νυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ οἷον κλεψύδραν μεγάλην λίαν. καὶ τὸ ὑδραυλικὸν δὲ ὄργανον δοκεῖ κλεψύδρα εἶναι. ἐντατὸν οὖν καὶ καθαπτὸν οὐκ ἂν νομισθείη, ἐμπνευστὸν δὲ ἂν ἴσως ῥηθείη διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. κατεστραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ καὶ ἀρασσομένου τοῦ ὕδατος ὑπό τινος [p. 292] νεανίσκου, ἔτι δὲ διικνουμένων ἀξινῶν διὰ τοῦ ὀργάνου ἐμπνέονται οἱ αὐλοὶ καὶ ἦχον ἀποτελοῦσι προσηνῆ, ἔοικεν δὲ τὸ ὄργανον βωμῷ στρογγύλῳ, καί φασι τοῦτο εὑρῆσθαι ὑπὸ Κτησιβίου κουρέως ἐνταῦθα οἰκοῦντος ἐν τῇ Ἀσπενδίᾳ ἐπὶ τοῦ δευτέρου εὐεργέτου, διαπρέψαι τέ φασι μεγάλως. τουτονὶ οὖν καὶ τὴν αὑτοῦ διδάξαι γυναῖκα Θαίδα.' Τρύφων δ᾽ ἐν τρίτῳ περὶ ὀνομασιῶν ἐστὶ δὲ τὸ σύγγραμμα περὶ αὐλῶν καὶ ὀργάνων συγγράψαι φησὶ περὶ τῆς ὑδραύλεως Κτησίβιον τὸν μηχανικόν. ἐγὼ δὲ οὐκ οἶδα εἰ περὶ τὸ ὄνομα σφάλλεται. ὁ μέντοι Ἀριστόξενος προκρίνει τὰ ἐντατὰ καὶ καθαπτὰ τῶν ὀργάνων τῶν ἐμπνευστῶν, ῥᾴδια εἶναι φάσκων τὰ ἐμπνευστά πολλοὺς γὰρ μὴ διδαχθέντας αὐλεῖν τε καὶ συρίζειν, ὥσπερ τοὺς ποιμένας, 76. καὶ τοσαῦτα μὲν ἔχω σοι ἐγὼ λέγειν περὶ τοῦ ὑδραυλικοῦ ὀργάνου, Οὐλπιανέ. γιγγραΐνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν ὁ Ξενοφῶν,3 ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ πῶν περὶ Ἄδωνιν θρήνων τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. μνημονεύει τῶν [p. 294] γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ἰατρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τ᾽ ἐν Διθυράμβῳ λέγων οὕτως


    ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.
    β. τίς δ᾽ ἔσθ᾽ ὁ γίγγρας; α. καινὸν ἐξεύρημά τι
    ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε
    ἔδειξ᾽,2 Ἀθήνησιν δὲ κατακεχρημένον
    ἐν συμποσίοις ἤδη ' στί: Β. διὰ τί δ᾽ οὐκ ἄγεις
    εἰς τὸν ὄχλον αὐτό; α. διότι φυλὴν περιμένω
    σφόδρα φιλονικοῦσαν λαχεῖν τιν᾽. οἶδα γὰρ
    ὅτι πάντα πράγματ᾽ ἀνατριαινώσει κρότοις.

καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ:


    οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
    ἄμφω νοσοῦσιν, ὥστε τἄλλ᾽ αὐτοῖς δοκεῖν
    εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.

77. πόσῳ δὲ κρεῖττον, ὦ Οὐλπιανὲ σοφώτατε, τὸ ὑδραυλικὸν τοῦτο ὄργανον τοῦ καλουμένου νάβλα, ὅν φησι Σώπατρος ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Πύλαι Φοινίκων εἶναι καὶ τοῦτον εὕρημα. λέγει δ᾽ οὕτως :


    οὔτε τοῦ Σιδωνίου νάβλα
    λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.

καὶ ἐν Μυστάκου δὲ θητίῳ φησί: [p. 296]


    νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής,
    ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς
    ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις
    τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.

Φιλήμων ἐν Μοιχῷ:


    ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ᾽ ἢ
    νάβλαν τιν᾽. π. ὁ δὲ νάβλας τί ἐστιν; ...
    α ... οὐκ οἶδας, ἐμβρόντητε σύ;
    π. μὰ Δία. α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν
    οἶσθ᾽ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;

καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα ... σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν α ῝ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ᾽ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ. 78. Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι [p. 298] μνημονεύοντα ἐλλόγιμον ἄνδρα. ἐπιχωριάζει γὰρ καὶ ὁ φῶτιγξ αὐλὸς παρ᾽ ἡμῖν. τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως: :


    οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη,
    λύραι μόναυλοί θ᾽ οἷς ἐχαίρομεν τέως
    ναούς τ᾽ ἐρημοῖ πισσοκωνίας Ἄρης.

Ἀραρὼς δ᾽ ἐν Πανὸς γοναῖς:


    ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς
    κούφως ἀνήλλετο.

Ἀναξανδρίδης δ᾽ ἐν Θησαυρῷ:


    ἀναλαβὼν
    μόναυλον ηὔλουν τὸν ὑμέναιον.

καὶ ἐν Φιαληφόρῳ: ...


    τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.
    β. ποῖον μόναυλον; α. τὸν κάλαμον.

Σώπατρος Βακχίδι:


    καὶ τὸ μόναυλον μέλος ἤχησε.

Πρωταγορίδης δ᾽ ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησιν ‘ παντὸς δὲ ὀργάνου κατὰ μίτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ,4 πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ' ἁρμονίας ἀναμινυρίζει.’ Ποσειδώνιος δ᾽ ὁ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε: ‘ παραζωνίδια καὶ λογχάρι ἀνειληφότες ἰῷ καὶ ῥύπῳ [p. 300] κεκρυμμένα, πετάσια δ᾽ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ᾽ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.’ οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον.᾿ 'ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων


    τοῦτο Θέων ὁ μόναυλος ὑπ᾽ ἠρίον ὁ γλυκὺς οἰκεῖ
    αὐλητής, μίμων ἡ ᾿ν θυμέλῃσι Χάρις,
    τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν,
    νήπιον ὅντ᾽ ἐκάλει Σκίρπαλον Εὐπαλάμου,
    ἀείδων αὐτοῦ τὰ γενέθλια: τοῦτο γὰρ εἶχεν
    τὴν παλαμῶν ἀρετὴν τοὔνομα σημανέων.
    ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων
    ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην
    ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον, ἀλλὰ Θέωνα
    τὸν καλαμαυλήτην εἴπατε “χαῖρε Θέων.”

ὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇ 79. ῥάππῃ τῇ καλάμῃ αὐλοῦντας. [p. 302]

79. γινώσκειν δὲ βούλομαί σε, ἀνδρῶν λῷστε Οὐλπιανέ, ὅτι Ἀλεξανδρέων μουσικώτεροι ἄλλοι γενέσθαι οὐχ ἱστόρηνται, καὶ οὐ λέγω περὶ κιθαρῳδίαν μόνην, ἧς καὶ ὁ εὐτελέστατος παρ᾽ ἡμῖν ἰδιώτης προσέτι τε καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ παρὰ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι οὐ μόνον τοὺς παρθενίους καλουμένους καὶ παιδικούς, ἀλλὰ καὶ τοὺς ἀνδρείους, οἵτινες καλοῦνται τέλειοί τε καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους δὲ καὶ τοὺς δακτυλικούς, τοὺς γὰρ ἐλύμους αὐλούς, ὧν μνημονεύει Σοφοκλῆς ἐν Νιόβῃ τε κἀν Τυμπανισταῖς, οὐκ ἄλλους τινὰς εἶναι ἀκούομεν ἢ τοὺς Φρυγίους, ὧν καὶ αὐτῶν ἐμπείρως ἔχουσιν Ἀλεξανδρεῖς. οἴδασι δὲ καὶ τοὺς διόπους ἔτι τε μεσοκόπους καὶ τοὺς καλουμένους ὑποτρήτους. τῶν δ᾽ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις. Ἰόβας δὲ τούτους Φρυγῶν μὲν εἶναι εὕρημα, ὀνομάζεσθαι δὲ καὶ σκυταλείας, κατ᾽ ἐμφέρειαν τοῦ πάχους, χρῆσθαι δ᾽ αὐτοῖς καὶ Κυπρίους φησὶ Κρατῖνος ὁ νεώτερος ἐν Θηραμένει. οἴδαμεν δὲ καὶ τοὺς ἡμιόπους καλουμένους, περὶ ὧν φησιν Ἀνακρέων


    τίς ἐρασμίην
    τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ᾽ αὐλῶν
    ὀρχεῖται; [p. 304]

εἰσὶ δ᾽ οἱ αὐλοὶ οὗτοι ἐλάσσονες τῶν τελείων. Αἰσχύλος γοῦν κατὰ μεταφορὰν ἐν Ἰξίονί φησι:


    τὸν δ᾽ ἡμίοπον καὶ τὸν ἐλάσσονα
    ταχέως ὁ μέγας καταπίνει.

εἰσὶν δ᾽ οἱ αὐτοὶ τοῖς παιδικοῖς καλουμένοις, οἷς οὐκ οὖσιν ἐναγωνίοις πρὸς τὰς εὐωχίας χρῶνται. διὸ καὶ τέρενας αὐτοὺς κέκληκεν ὁ Ἀνακρέων. 80. οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν τραγικῶν τε καὶ λυσιῳδικῶν καὶ κιθαριστηρίων , ὧν μνημονεύουσιν Ἔφορός τ᾽ ἐν τοῖς εὑρήμασι καὶ Εὐφράνωρ ὁ Πυθαγορικὸς ἐν τῷ περὶ αὐλῶν, ἔτι δὲ καὶ Ἄλεξις ὧν καὶ αὐτὸς ἐν τῷ περὶ αὐλῶν. ὁ δὲ καλάμινος αὐλὸς τιτύρινος καλεῖται παρὰ τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, ὡς Ἀρτεμίδωρος ἱστορεῖ ὁ Ἀριστοφάνειος ἐν β περὶ Δωρίδος. ‘ὁ δὲ μάγαδις καλούμενος αὐλός.’ καὶ πάλιν: “ὁ μάγαδις ὀνομαζόμενος ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησί:


    μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.

” οἱ δὲ καλούμενοι λώτινοι αὐλοὶ οὗτοί εἰσιν οἱ ὑπὸ Ἀλεξανδρέων καλούμενοι φώτιγγες. κατασκευάζονται δ᾽ ἐκ τοῦ καλουμένου λωτοῦ ξύλον δ᾽ ἐστὶ τοῦτο γινόμενον ἐν Λιβύῃ. Θηβαίων δ᾽ [p. 306] εὕρημά φησιν εἶναι Ἰόβας τὸν ἐκ νεβροῦ κώλων κατασκευαζόμενον αὐλόν. ὁ δὲ Τρύφων φησὶ καὶ τοὺς καλουμένους ἐλεφαντίνους αὐλοὺς παρὰ Φοίνιξιν ἀνατρηθῆναι.

οἶδα δὲ ὅτι καὶ μάγαδις ὄργανόν ἐστιν ἐντατὸν καθάπερ καὶ κιθάρα, λύρα, βάρβιτον. Εὐφορίων δὲ ὁ ἐποποιὸς ἐν τῷ περὶ Ἰσθμίων ‘οἱ νῦν, φησίν, καλούμενοι ναβλισταὶ καὶ πανδουρισταὶ καὶ σαμβυκισταὶ καινῷ μὲν οὐδενὶ χρῶνται ὀργάνῳ: τὸν γὰρ βάρωμον καὶ βάρβιτον, ὧν Σαπφὼ καὶ Ἀνακρέων μνημονεύουσι, καὶ τὴν μάγαδιν καὶ τὰ τρίγωνα καὶ τὰς σαμβύκας ἀρχαῖα εἶναι, ἐν γοῦν Μιτυλήνῃ μίαν τῶν Μουσῶν πεποιῆσθαι ὑπὸ Λεσβοθέμιδος ἔχουσαν σαμβύκην.’ Ἀριστόξενος δ᾽ ἔκφυλα ὄργανα καλεῖ φοίνικας καὶ πηκτίδας καὶ μαγάδιδας σαμβύκας τε καὶ τρίγωνα καὶ κλεψιάμβους καὶ σκινδαψοὺς καὶ τὸ ἐννεάχορδον καλούμενον. Πλάτων δ᾽ ἐν τρίτῳ Πολιτείας φησίν: ‘οὐκ ἄρα, ἦν δ᾽ ἐγώ, πολυχορδίας γε οὐδὲ παναρμονίου ἡμῖν δεήσει ἐν ταῖς ᾠδαῖς τε καὶ μέλεσιν. οὔ μοι, ἔφη, φαίνεται. τριγώνων ἄρα καὶ πηκτίδων καὶ πάντων ὀργάνων ὅσα πολύχορδα καὶ παναρμόνια ... ’ 81. ἐστὶν δ᾽ ὁ σκινδαψὸς τετράχορδον ὄργανον, ὡς ὁ παρῳδός φησι Μάτρων ἐν τούτοις:


    οὐδ᾽ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
    σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός. [p. 308]

μνημονεύει αὐτοῦ καὶ Θεόπομπος ὁ Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ:


    σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων,
    οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος:

καὶ Ἀναξίλας ἐν Λυροποιῷ:


    ἐγὼ δὲ βαρβίτους, τριχόρδους, πηκτίδας,
    κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.

Σώπατρος δ᾽ ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστάκου θητίῳ δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως :


    πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ
    δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.

τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως:


    Σεμέλα δὲ χορεύει:
    καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάρᾳ παριαμβίδας:
    ἃ δὲ γεγάθει
    πυκινῶν κρεγμῶν ἀκροαζομένα.

Τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ᾽ ὁ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου , ὃ νῦν εἰς ψαλτήριον ὄρθιον [p. 310] μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ᾽ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος: μουσικώτατος δ᾽ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων. 82. Ἀλέξανδρος δὲ ὁ πολίτης μου οὗτος δ᾽ οὐ πρὸ πολλοῦ τετελεύτηκε δημοσίᾳ ἐπιδειξάμενος ἐν τῷ τριγώνῳ ἐπικαλουμένῳ ὀργάνῳ οὕτως ἐποίησε πάντας Ῥωμαίους μουσομανεῖν ὡς τοὺς πολλοὺς καὶ ἀπομνημονεύειν αὐτοῦ τὰ κρούσματα, μνημονεύει δὲ τοῦ τριγώνου τούτου καὶ Σοφοκλῆς ἐν μὲν Μυσοῖς οὕτως :


    πολὺς δὲ Φρύξ τρίγωνος ἀντίσπαστὰ τε
    Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,

καὶ ἐν Θαμύρᾳ. ι Ἀριστοφάνης δ᾽ ἐν Δαιταλεῦσι καὶ Θεόπομπος ἐν Πηνελόπῃ: Εὔπολις δ᾽ ἐν Βάπταις φησὶν


    ὃς καλῶς μὲν τυμπανίζει
    καὶ διαψάλλει τριγώνοις.

τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μὲν, ὡς προείρηται, καὶ Πρωταγορίδης ἐν β περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ᾽ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ᾽ [p. 312] ὁ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλεῖν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ᾽ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ᾽ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς,2 τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον. 83. ταῦτα ἔχεις παρ᾽ ἡμῶν τῶν Ἀλεξανδρέων, Οὐλπιανὲ ὀνοματοθήρα, τῶν περὶ τοὺς μοναύλους ἐσπουδακότων. οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα ἔτι τε Ἄνδρωνα ἐν τοῖς Χρονικοῖς τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰγύπτου Πτολεμαῖον, τὸν κυρίως ὑπὸ τῶν Ἀλεξανδρέων καλούμενον Κακεργέτην. οὗτος γὰρ πολλοὺς τῶν Ἀλεξανδρέων ἀποσφάξας, οὐκ ὀλίγους δὲ καὶ φυγαδεύσας τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ ἐφηβησάντων ἐποίησε πλήρεις τάς τε νήσους καὶ πόλεις ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μουσικῶν, ζωγράφων, παιδοτριβῶν τε καὶ ἰατρῶν καὶ ἄλλων πολλῶν τεχνιτῶν οἳ διὰ τὸ πένεσθαι διδάσκοντες ἃ ἠπίσταντο πολλοὺς κατεσκεύασαν ἄνδρας [p. 314] 84. ἐλλογίμους. ἔμελεν δὲ τοῖς πάλαι πᾶσιν Ἕλλησι μουσικῆς: διόπερ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῷ Πόντῳ καθ᾽ ἑαυτὸν ἔτι Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου. Δοῦρις δ᾽ ἐν τῷ περὶ Εὐριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου τοῦ μεγίστην ἐσχηκότος δόξαν. Ἀριστόξενος δὲ καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον αὐλεῖν μαθεῖν παρὰ Ὀλυμπιοδώρῳ καὶ Ὀρθαγόρᾳ. καὶ τῶν Πυθαγορικῶν δὲ πολλοὶ τὴν αὐλητικὴν ἤσκησαν, ὡς Εὐφράνωρ τε καὶ Ἀρχύτας Φιλόλαός τε ἄλλοι τε οὐκ.ὀλίγοι, ὁ δ᾽ Εὐφράνωρ καὶ σύγγραμμα περὶ αὐλῶν κατέλιπεν ὁμοίως δὲ καὶ ὁ Ἀρχύτας. ἐμφανίζει δὲ καὶ ὁ Ἀριστοφάνης ἐν τοῖς Δαιταλεῦσι τὴν περὶ τὸ πρᾶγμα τοῦτο σπουδὴν ὅταν λέγῃ


    ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος,
    εἶτά με σκάπτειν κελεύεις;

Φρύνιχος Ἐφιάλτῃ:


    οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτὲ
    αὐλεῖν τ᾽ ἐδίδαξας;

καὶ τὴν Ἀθηνᾶν δέ φησιν Ἐπίχαρμος ἐν Μούσαις ἐπαυλῆσαι τοῖς Διοσκόροις τὸν ἐνόπλιον. Ἴων δ᾽ ἐν Φοίνικι ἢ Καινεῖ ἀλέκτορα τὸν αὐλὸν καλεῖ ἐν τούτοις: [p. 316]


    ἐπὶ δ᾽ αὐλὸς ἀλέκτωρ Λύδιον ὕμνον ἀχέων.

ἐν δὲ Φρουροῖς τὸν ἀλεκτρυόνα Ἰδαῖον εἴρηκε σύριγγα διὰ τούτων


    ῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ.

ἐν δὲ τῷ β Φοίνικι ὁ αὐτὸς Ἴων φησίν


    ἔκτυπον ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥυθμῷ,3

οὕτω λέγων τῷ Φρυγίῳ: βαρὺς γὰρ οὗτος: παρ᾽: ὃ καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀναλογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.

” ἐπὶ τούτοις τέλος ἐχέτω καὶ ἥδε ἡ βίβλος, ἑταῖρε Τιμόκρατες, ἱκανὸν εἰληφυῖα μῆκος.