Βιβλίον γ΄
Συγγραφέας:
Δειπνοσοφισταί (Σύνοψις)
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1.


1. ὁτι Καλλίμαχος ὁ γραμματικὸς το μέγα βιβλίον ἴσον ἔλεγεν εἶναι τῷ μεγάλῳ κακῷ.

κιβώρια. Νίκανδρος ἐν Γεωργικοῖς:


    σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
    ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
    ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
    εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
    ῥίζας δὲ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.

ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ᾽ Ἀλεξανδρέων κολοκάσια καλούμενα: ὡς ὁ αὐτός:


    κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.

ἐστὶ δ᾽ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν. ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου. 2. Θεόφραστος δ᾽ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει: ‘ὁ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ᾽ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς δ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ: διαφύσεις δ᾽ ἔνδοθεν ἔχει δι᾽ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ᾽ ἡ κωδύα καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος: χρῶμα δ᾽ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται [p. 316] δὲ φύλλα μεγάλα: ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ᾽ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ᾽ οὐκ ἐκπέττουσιν αἱ χῶραι: καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ.’ Δίφιλος δὲ ὁ Σίφνιός φησιν ‘ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομὸς τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν κρεῖττον δ᾽ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ μέν εἰσι δύσπεπτοι, ὀλιγότροφοι, διαχωρητικοί, πνευματικώτατοι, ξηρανθέντες δὲ ἧττον πνευματοῦσι.’ γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. καλοῦσι δ᾽ Αἰγύπτιοι μὲν αὐτὸ λωτόν, Ναυκρατῖται δὲ οἱ ἐμοί, λέγει οὗτος ὁ Ἀθήναιος, μελίλωτον ἀφ᾽ οὗ καὶ μελιλώτινοι στέφανοι πάνυ εὐώδεις καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι. 3. Φύλαρχος δέ φησιν ‘ οὐδέποτε πρότερον ἐν οὐδενὶ τόπῳ κυάμων Αἰγυπτίων οὔτε σπαρέντων οὔτε εἰ σπείρειέ τις τικτομένων εἰ μὴ κατὰ Αἴγυπτον, ἐπὶ τοῦ βασιλέως Ἀλεξάνδρου τοῦ Πύρρου παρὰ τὸν Θύαμιν ποταμὸν τῆς ἐν Ἠπείρῳ Θεσπρωτίας ἐν ἕλει τινὶ συνέβη φυῆναι. δύο μὲν οὖν ἤνεγκέ πως ἔτη καρπὸν ἐκτενῶς καὶ ηὔξησε: τοῦ δ᾽ Ἀλεξάνδρου φυλακὴν ἐπιστήσαντος καὶ κωλύοντος οὐχ ὅτι λαμβάνειν τὸν βουλόμενον, ἀλλὰ μηδὲ προσέρχεσθαι πρὸς τὸν τόπον, ἀνεξηράνθη τὸ ἕλος καὶ τὸ λοιπὸν οὐχ ὅτι τὸν προειρημένον ἤνεγκε [p. 318] καρπόν, ἀλλ᾽ οὐδὲ ὕδωρ εἴ ποτε ἔσχε φαίνεται. τὸ παραπλήσιον ἐγένετο καὶ ἐν Αἰδηψῷ. χωρὶς γὰρ τῶν ἄλλων ὑδάτων ναμάτιόν τι ἐφάνη ψυχρὸν ὕδωρ προιέμενον οὐ πόρρω τῆς θαλάσσης, τούτου πίνοντες οἱ ἀρρωστοῦντες τὰ μέγιστα ὠφελοῦντο διὸ πολλοὶ παρεγίνοντο καὶ μακρόθεν τῷ ὕδατι χρησόμενοι. οἱ οὖν τοῦ βασιλέως Ἀντιγόνου στρατηγοὶ βουλόμενοι οἰκονομικώτεροι εἶναι διάφορόν τι ἔταξαν διδόναι τοῖς πίνουσι, καὶ ἐκ τούτου ἀπεξηράνθη τὸ νᾶμα. καὶ ἐν Τρῳάδι δὲ ἐξουσίαν εἶχον οἱ βουλόμενοι τὸν πρὸ τοῦ χρόνον τὸν Τραγασαῖον ἅλα λαμβάνειν. Λυσιμάχου δὲ τέλος ἐπιβαλόντος ἠφανίσθη. θαυμάσαντος δὲ καὶ ἀφέντος τὸν τόπον ἀτελῆ πάλιν ηὐξήθη.’ 4.

σίκυος. παροιμία:


    σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.

Μάτρων ἐν παρῳδίαις:


    καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
    κείμενον ἐν λαχάνοις: ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο τραπέζας.

καὶ Λάχης:


    ὡς δ᾽ ὅτ᾽ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.

Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ ‘δάκῃ, φησί, τῶν σικύων’ ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος. Γ στελεόν, ῥαφανίδας ... , σικυοὺς τέτταρας. σικύδιον δ᾽ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ:


    κἀντραγεῖν σικύδιον. [p. 320]

5. Θεόφραστος δέ φησι σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ᾽ ἄλλους ἀνύδρους. ‘ γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἢ ἐν μελικράτῳ.’ ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς αἰτίοις: θᾶττον αὔξεσθαι, κἂν ἐν ὕδατι κἂν ἐν γάλακτι πρότερον ἢ εἰς τὴν γῆν κατατεθῆναι βραχῇ. Εὐθύδημος δ᾽ ἐν τῷ περὶ λαχάνων εἶδος σικυῶν εἶναι τοὺς προσαγορευομένους δρακοντίας. ὠνομάσθαι δὲ σικυούς φησι Δημήτριος ὁ Ἰξίων ἐν πρώτῃ Ἐτυμολογουμένων ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν ὁρμητικὸν γὰρ ὑπάρχειν. Ἡρακλείδης δ᾽ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ἡδύγαιον καλεῖ τὸν σικυόν. Διοκλῆς δ᾽ ὁ Καρύστιος τὸν σικυόν φησι μετὰ σίων ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν ‘ὁ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητός ἐστι καὶ δυσυποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός.’ αὔξονται δ᾽ ἐν τοῖς κήποις οἱ σικυοὶ κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχουσι τὴν ἐπίδοσιν, καθάπερ καὶ οἱ θαλάττιοι ἐχῖνοι. 6. σῦκα. ‘ἡ συκῆ,’ φησὶν ὁ Μάγνος: ‘ οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ: φιλόσυκος γάρ εἰμι δαιμονίως: λέξω τά μοι προσπίπτοντα—ἡ συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου [p. 322] τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρέθη, τὸν δ᾽ ἀπ᾽ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς, τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις: ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει:


    οἷα δ᾽ ἡ χώρα φέρει
    διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
    τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ τὸν Δία,
    πάνυ φέρει.

Ἴστρος δ᾽ ἐν τοῖς Ἀττικοῖς οὐδ᾽ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ᾽ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες: καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ᾽ ἐν Ποιητῇ φησιν


    ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
    ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
    ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ᾽ ἀνήρ,
    τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον
    νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
    ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ᾽ οὕτως ἔχει.

Φιλόμνηστος δ᾽ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν ‘ ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ᾽ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.’ 7. [p. 324] Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων


    συκᾶς φυτεύω, πάντα πλὴν Λακωνικῆς:
    τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
    οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα,

μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ᾽ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί


    τό τε θειοφανὲς μητρῷον ἐμοὶ
    μελέδημ᾽ ἰσχάς,
    Φρυγίας εὑρήματα συκῆς

. τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις:


    ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
    καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
    κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας:
    κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.

Τηλεκλείδης δ᾽ ἐν Ἀμφικτύοσι:


    ὡς καλοὶ καὶ φιβάλεῳ.

καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί:


    πρώτιστα δὲ
    τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
    ἃς διαμασῶμ᾽ ὅταν τι βουλεύειν δέῃ,
    τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ...

χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ,

    [p. 326]
    εἶτ᾽ ἔρχεται
    χελιδονείων μετ᾽ ὀλίγον σκληρῶν ἁδρὸς
    πινακίσκος.

Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ ῾ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως: ‘ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων ὀπωροβασιλίδας δὲ πανταχοῦ, ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος: ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.’ 8. τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως: ‘τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ᾽ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ᾽ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.’ τῶν δ᾽ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου: τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα, ἐπαινεῖται δὲ καὶ ἄλλα. σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος ὁ Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι. 9. Παρμένων δ᾽ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν: [p. 328]


    ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
    Καναῖα φόρτον.

ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε:


    πλὴν τὸ γ᾽ οἰνάριον πάνυ
    ἦν ὀξὺ καὶ πονηρόν, ὥστ᾽ ᾐσχυνόμην.
    τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
    συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.

τῶν δ᾽ ἐν Πάρῳ τῇ νήσῳ—διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν Ἀρχίλοχος μνημονεύει λέγων οὕτως :


    ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.

τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου σῦκα κρέας πρὸς τὰ ἄλλα, τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα. 10. λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα, μνημονεύει δ᾽ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως


    τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.

τῶν δ᾽ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι:


    ἢ προσπηγνύναι
    κράδαις ἐριναῖς.

καὶ Ἐπίχαρμος ἐν Σφιγγί:


    ἀλλ᾽ οὐχ ὅμοιὰ γ᾽ ἐρινοῖς οὐδαμῶς. [p. 330]

Σοφοκλῆς δ᾽ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών


    πέπων ἐρινὸς ... ἀχρεῖος ὢν
    ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.

πέπων δ᾽ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι:


    καὶ τί δεῖ
    λέγειν ἔθ᾽ ἡμᾶς τοὺς τὰ σῦχ᾽ ἑκάστοτε
    ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
    τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
    τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
    εἶθ᾽ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ᾽ ὠνούμενος
    τιμήν, ὁ δ᾽ ἐγκάψας τὸ κέρμ᾽ εἰς τὴν γνάθον
    ἐρίν᾽ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων,

τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ:


    ἐρινὸν οὖν τιν᾽ αὐτῆς πλησίον
    νενόηκας ὄντα;

καὶ Ὅμηρος:


    τῷ δ᾽ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.

Ἀμερίας δ᾽ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους. 11. Ἑρμῶναξ δ᾽ ἐν Γλώτταις Κρητικαῖς σύκων γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. Φιλήμων δ᾽ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαι φησί τινα σῦκα βασίλεια, ἀφ᾽ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δ᾽ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν, φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων [p. 332] ὁ κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι. τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κωδωναῖα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς Γλώσσαις. κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων


    τῶν φιβάλεων μάλιστ᾽ ἂν ἢ τῶν κοράκεων.

Θεόφραστος δ᾽ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἷον ἡ Ἀράτειος καλουμένη, ἐν δὲ τῷ τρίτῳ περὶ τὴν Τρωικήν φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας :’ φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. περὶ δὲ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς ὁ αὐτὸς Θεόφραστος ἐν τῷ τετάρτῳ τῆς φυτικῆς ἱστορίας τάδε γράφει ‘ἡ ἐν Κρήτῃ καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων, βλαστὸν δέ τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥίζιον, πρὸς ᾧ ὁ καρπός, τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις, ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς: μέγεθος δὲ ἡλίκον κοκκύμηλον.’ 12. τῶν δὲ προδρόμων καλουμένων σύκων ὁ αὐτὸς Θεόφραστος μνημονεύει ἐν εφυτικῶν αἰτίων οὕτως: ‘τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς [p. 334] καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν ὅθεν καὶ οἱ πρόδρομοι.’ καὶ προελθὼν τάδε λέγει: ‘ πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν, ἥ τε Λακωνικὴ καὶ ἡ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ᾽ οὐ φέρουσι.’ Σέλευκος δ᾽ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις:


    ὑμᾶς δὲ τέως θρῖα λαβόντας
    διφόρου συκῆς.

καὶ Ἀντιφάνης ἐν Σκληρίαις:


    ἔστι γὰρ παρ᾽ αὐτὴν τὴν δίφορον συκῆν κάτω.

ὁ Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ᾽ ἀμπέλους βότρυς, τὰς δ᾽ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν ὁ Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον οἱ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ. 13. λέγει δὲ καὶ τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι: καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ, φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι, πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ β τῶν αἰτίων ‘ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν [p. 336] βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.’ ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν ‘ ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἱ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ᾽ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων ἡ δ᾽ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.’ οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα: βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια. 14. περὶ δὲ τῆς προσηγορίας τῶν σύκων λέγων. Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας Ἀνδροτίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα ἕνα τινὰ τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ᾽ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ, Φερένικος δ᾽ ὁ ἐποποιός, Ἡρακλεώτης δὲ γένος, ἀπὸ Συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι: Ὄξυλον γὰρ τὸν Ὀρείου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα μετ᾽ ἄλλων γεννῆσαι Καρύαν, Βάλανον, Κράνειαν, Μορέαν, Αἴγειρον, Πτελέαν, Ἄμπελον, Συκῆν καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ᾽ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ τὸν Ἱππώνακτα φάναι: [p. 338]


    συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.

Σωσίβιος δ᾽ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους Συκίτην Διόνυσον τιμᾶν. Νάξιοι δέ, ὡς Ἀνδρίσκος, ἔτι δ᾽ Ἀγλαοσθένης, ἱστοροῦσι Μειλίχιον καλεῖσθαι τὸν Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι. 15. ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησὶν


    ἢν δ᾽ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
    τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,

ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων, ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων: ‘ βασιλεῦ, σὺ δ᾽ ἐπ᾽ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταὶ τ᾽ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ᾽ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ᾽ ὑδροποτέουσιν: οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο [p. 340] οὐθὲν ἀγαθόν.’ Πολύβιος δ᾽ ὁ Μεγαλοπολίτης ἐν τῇ ισ᾽ τῶν ἱστοριῶν ‘ Φίλιππος, φησίν, ὁ Περσέως πατήρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.’ καὶ Ἀνάνιος δ᾽ ὁ ἰαμβοποιὸς ἔφη:


    εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν
    καὶ σῦκα βαιὰ καὶ δύ᾽ ἢ τρεῖς ἀνθρώπους,
    γνοίη χ᾽ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.

τοσαῦτα 16. τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη: ‘ Φυλότιμος ἐν γ᾽ περὶ τροφῆς τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ᾽ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ᾽ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ᾽ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ᾽ ὑπερβολήν. ἀδύνατον δ᾽ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς. [p. 342] ὀπώρας ἀλύπως διάγομεν, ἀλλ᾽ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας: τὴν μὲν κολλώδη τε καὶ τὴν ἁλυκὴν ἐκ τοῦ κολλᾶν τε καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων τε καὶ ταραχῆς καὶ πλείω καὶ θάττω καὶ μαλακωτέραν ὅτι παρασκευάζει, λόγου προσδεῖν οὐθὲν νομίζομεν. ἀλλοιοῦται δ᾽ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ᾽ ὅτι καταπίνομέν τε ταχέως οὐ λεάναντες, καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ᾽ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμύν, ἐκ τῶν ἐπιπινομένων. οἱ μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ᾽ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.’ 17. ῾ Ἡρακλείδης δ᾽ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ' ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι ‘ἡ τοῦ ψυχροῦ,’ φασί, [p. 344] ‘ πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει: τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι ' τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται, μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ.’ δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων ι18. ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας ι νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν. Ἀριστοφάνης δ᾽ ἐν Προαγῶνι:


    κάμνοντα δ᾽ αὐτὸν τοῦ θέρους ἰδών ποτε
    ἔτρωγ᾽ ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.

καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι::


    νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ,
    φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.

Νικοφῶν δ᾽ ἐν Σειρῆσιν


    ἐὰν δὲ γ᾽ ἡμῶν σῦκά τις μεσημβρίας
    τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
    ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου
    κᾆθ᾽ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.

19. Δίφιλος δ᾽ ὁ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν, τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει: τὰ δ᾽ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα. [p. 346] τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ. 'τὰ σπάνυδρα δ᾽ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα. πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν: ‘ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἷον ἄπιοι καὶ σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει.’ Δημήτριος δ᾽ ὁ Σκήψιος ἐν τῷ ιε᾽ τοῦ Τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ᾽ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδὸν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον. καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε:


    σῦκον μετ᾽ ἰχθύν, ὄσπρεον μετὰ κρέα.
    σῦκα φίλ᾽ ὀρνίθεσσι, φυτεύειν δ᾽ οὐκ ἐθέλουσι.

20. μῆλα: ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ. Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα, [p. 348] προσλαμβάνοντα δ᾽ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ τὰ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα. Γλαυκίδης δέ φησιν ἄριστα τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δ᾽ ἐν γ᾽ καὶ ι᾽ περὶ τροφῆς τὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν ὁ λεγόμενος ὑπὸ Πραξαγόρου ὑαλώδης, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς: ἀπεδείχθη δὲ καθόλου τὰ [p. 350] μῆλα δυσκατεργαστότερα τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἴωθεν αὐτούς. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία τοὺς χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. 21. κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως


    πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
    πολλὰ δὲ μύρσινα φύλλα
    καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας,

καὶ Ἀλκμάν, ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ:


    κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.

καὶ Φιλήμων δ᾽ ἐν Ἀγροίκῳ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ᾽ ἐν τῇ σ᾽ τῶν ἱστοριῶν τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν,’ φησίν, ‘ εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ [p. 352] τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.’ 22. Ἕρμων δ᾽ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. πολέμων δ᾽ ἐν ε᾽ τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ: ‘ μεῖον ἢ κοδύμαλον.’ Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β᾽ τῆς ἱστορίας. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ᾽ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησὶν


    ὥριον οἷά τε μῆλον, ὅ τ᾽ ἀργιλώδεσιν ὄχθαις
    πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.

μνημονεύει δ᾽ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως :


    αὐτίχ᾽ ὅ γ᾽ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων
    μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.

ὅτι δ᾽ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν α᾽ Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν ε᾽ περὶ νεῶν καταλόγου. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν


    ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων
    πορφυρέων, Ἐφύρῃ τὰ τ᾽ ἀέξεται ἠνεμοέσσῃ.

23. Φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως: [p. 354]


    ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι
    φαυλίων μήλων.

καὶ Θεόπομπος ἐν Θησεῖ. Ἀνδροτίων δὲ ἐν τῷ Γεωργικῷ ‘ τὰς δὲ μηλέας,’ φησί, ‘ φαυλίας καὶ στρουθίας: οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.’ ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων, τούτων δ᾽ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων


    μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
    κρατὶ δ᾽ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.

Νεοπτόλεμος δ᾽ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ‘ἐπιμηλὶς δὲ καλεῖται,’ φησὶ Πάμφιλος, ‘τῶν ἀπίων τι γένος.’ Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ᾽ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα: εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δὲ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ᾽ Λακωνικῶν ‘ ἔτι δὲ μῆλα καὶ μηλέας τὰς λεγομένας ἑσπερίδας.’ 24. [p. 356] Περσικά. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε: ‘ ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου, τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου δ᾽ ἥκιστα: καὶ πάλιν βόας, ἀπίου, μηλέας’ Δίφιλος δ᾽ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν: ‘τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.’ Φυλότιμος δ᾽ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ᾽ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀφιέναι. Ἀριστοφάνης δ᾽ ὁ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.

25. κίτριον. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γάρ ἔφασκεν ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς δὲ λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων ὁ Πλούταρχος ‘ ἀλλὰ μὴν ἔγωγε,’ φησί, ‘ διορίζομαι μηδ᾽ ὅλως τὸν ῾ Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι᾽ αὐτὸ τοῦτ᾽ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ᾽ ἔχειν [p. 358] οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου: ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα.’ Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν αὐτὸ παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικόν, ἀφ᾽ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. τὰ δὲ τῶν Ἑσπερίδων λεγόμενα μῆλα ὅτι ἐς τοὺς Διὸς καὶ Ἥρας λεγομένους γάμους ἀνῆκεν ἡ γῆ Ἀσκληπιάδης εἴρηκεν ἐν ἑξηκοστῷ Αἰγυπτιακῶν, πρὸς τούτους ἀποβλέψας ὁ Δημόκριτος ἔφη: “εἰ μέν τι τούτων Ἰόβας ἱστορεῖ, χαιρέτω Λιβυκαῖσι βίβλοις ἔτι τε τοῖς Ἄννωνος πλάναις. ἐγὼ δὲ τὸ μὲν ὄνομα οὔ φημι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς τοῦτο, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτως λεγόμενον ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ ἀναγκάζει με ἐπὶ τῶν κιτρίων ἀκούειν τὰ σημαινόμενα, 26. φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως: ‘ἡ δὲ Μηδία χώρα καὶ ἡ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ᾽ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μὲν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου: κἂν [p. 360] εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ, χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον καὶ πρὸς στόματος εὐωδίαν ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ , ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς: εἶτ᾽ ἄρδεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας, ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ᾽ ἀνθεῖ, τὰ δ᾽ ἐκπέττει. τῶν δ᾽ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα: ὅσα δὲ μή, ἄγονα.’ κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ὦ ἑταῖροι, ὧν φησιν ὁ Θεόφραστος περὶ χρόας, περὶ ὀδμῆς, περὶ φύλλων, τὸ κιτρίον εἶναι λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν χρόνων οὐδεὶς ἤσθιεν, ἀλλ᾽ ὥς τι μέγα κειμήλιον ἀπετίθεντο ἐν ταῖς κιβωτοῖς μετὰ τῶν ἱματίων.

27. ὅτι δ᾽ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίδι:

    [p. 362]
    καὶ περὶ μὲν ὄψου γ᾽ ἠλίθιον τὸ καὶ λέγειν
    ὥσπερ πρὸς ἀπλήστους, ἀλλὰ ταυτὶ λάμβανε,
    παρθένε, τὰ μῆλα. β. καλά γε. α. καλὰ δῆτ᾽,
    ὦ θεοί:
    νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ᾽ ἀφιγμένον
    εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
    β. παρ᾽ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Φωσφόρον,
    φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ᾽ εἶναι: τρία
    μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
    καὶ τίμιον.

Ἔριφος δ᾽ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει:


    β. παρ᾽ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Ἄρτεμιν,
    ξ φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ᾽ εἶναι: τρία
    μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
    καὶ τίμιον. β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
    τίθημι: λογιοῦμαι γάρ. α. αὗται δὲ ῥόαι.
    β. ὡς εὐγενεῖς. α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
    δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
    β. Βέρβεια πολυτίμητε κᾆτα τρεῖς μόνας
    καὶ τάσδ᾽ ἐκόμισας; α. οὐ γάρ εἶχον πλείονας.

28. τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω: καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν : ἐν πέμπτῳ περὶ φυτῶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα, ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον. [p. 364] ὅτι δὲ καὶ προλαμβανόμενον τὸ κιτρίον πάσης τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς ἀντιφάρμακόν ἐστι παντὸς δηλητηρίου εὖ οἶδα, μαθὼν παρὰ πολίτου ἐμοῦ πιστευθέντος τὴν τῆς Αἰγύπτου ἀρχήν. οὗτος κατεδίκασέ τινας γενέσθαι θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἀσπίσι τοῖς ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμωρίαν ἀποδεδειγμένον θέατρον κατὰ τὴν ὁδὸν κάπηλίς τις γυνὴ κατ᾽ ἔλεον ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον καὶ μετ᾽ οὐ πολὺ παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον. ἀπορία δὲ κατέσχε τὸν ἄρχοντα, καὶ τὸ τελευταῖον ἀνακρίνων τὸν αὐτοὺς φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον, ὡς ἔμαθε κατὰ ταὐτὸν ἐξ ἀκεραίου τὸ κιτρίον δεδομέναν, τῇ ἐπιούσῃ τῶν ἡμερῶν τῷ μὲν πάλιν ἐκέλευσε δοθῆναι κιτρίου, τῷ δ᾽ οὔ: καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὁ δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον παντὸς δηλητηρίου φαρμάκου. ἐὰν δέ τις ἐν μέλιτι Ἀττικῷ ὅλον κιτρίον ὡς ἔχει φύσεως συνεψήσῃ μετὰ τοῦ σπέρματος, διαλύεται μὲν ἐν τῷ μέλιτι, καὶ ὁ ἀπ᾽ αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ τρεῖς δακτύλους οὐδ᾽ ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται. 29. τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ, φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ [p. 366] καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν ' ἐπειδὴ οὖν, ' φης1, ‘ πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν.’

” ταῦτ᾽ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δ᾽ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν. 30. ἑξῆς δὲ τοῖς προειρημένοις κατ᾽ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ᾽ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων


    ἄγει δὲ παντοδαπὰ κογχύλια,
    λεπάδας, ἀστάκους, κραβύζους, κικιβάλους, τηθυνάκια, ...
    βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
    τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
    εὐμαρέα:
    μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
    τὰ γλυκέα μὲν ἐντ᾽ ἐπέσθειν, ἐμπαγῆμεν δ᾽ ὀξέα,
    τούς τε μακρογογγύλους σωλῆνας: ἁ μέλαινά τε [p. 368]
    κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ᾽ ἰσωνία:
    θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
    ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
    πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.

31. ἐν δὲ Μούσαις γράφεται ἀντὶ τοῦ


    κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ᾽ ἰσωνία
    κόγχος, ἃν τέλλιν καλέομες: ἐστὶ δ᾽ ἅδιστον κρέας.

τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ᾽ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ᾽ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ᾽ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ., φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή:


    πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,

ἧς ἐπὶ τέλει γεγράφθαι


    ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.

ὁ δ᾽ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας: τὰ παιδάρια δὲ ἡνίκ᾽ Σ32ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ᾽ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ


    ἀλλ᾽ ἴσχε: τελλίνης γὰρ ἐξαίφνης μέ τις
    ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη. [p. 370]

πάλιν δ᾽ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι:


    τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.

παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται: ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν χηράμβας ὀνομάζει, καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται, τοῦ δ᾽ ἀναρίτου Ἴβυκος. καλεῖται δ᾽ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ᾽ ἐν Συνεργαζομέναις:


    προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.

Αἰσχύλος δ᾽ ἐν Πέρσαις τις ἀνηρει τοὺς ‘ νήσους νηριτοτρόφους’ εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται. 32. Διοκλῆς δ᾽ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ᾽ ἐν Ἰχθύσι:


    λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε:

ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας, περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει:


    κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας. [p. 372]

Σπεύσιππος δ᾽ ἐν β᾽ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως:


    ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
    δυναίμεθ᾽ εὑρεῖν ...

ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. ἀραρὼς δὲ Καμπυλίωνί φησιν


    τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
    κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
    καρῖδες ἐξήλλοντο δελφίνων δίκην.

Σώφρων δ᾽ ἐν Μίμοις: ‘ τίνες δ᾽ ἐντί ποκα, φίλα, τοιδέ τοι μακρογόγγυλοι; β. σωλῆνές θην τοῦτοί γα γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.’ τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν ' Ἀρχιλόχοις:


    ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.

Φιλύλλιος δ᾽ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι:


    πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν,
    ὄστρειον,
    χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
    ἐκ Μιτυλήνης:
    αἴρετ᾽ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
    πέρκη, κορακῖνοι.

Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς τοὺς [p. 374] στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν. 33. τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις:


    ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
    ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.

Τηλεκλείδης δ᾽ ἐν Ἡσιόδοις κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις: ‘αἵ γα μὰν κόγχαι, ὥσπερ αἲ κ᾽ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.’ ἀρσενικῶς δὲ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ:


    κόγχοι μύες κὤστρεια.

Ἀριστώνυμος Θησεῖ:


    κόγχος ἦν βάπτων αὐλῶν ὁμοίως.

παραπλησίως δ᾽ εἴρηκε καὶ Φρύνιχος Σατύροις. Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ βασιλικάς καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους: τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ᾽ ἐν ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς, 34. τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ᾽ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε. [p. 376] ‘οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι, εἰσὶ δ᾽ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι, οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοὶ τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν τοῖς δ᾽ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι, τροφιμώτεραι δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν, ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ᾽ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.’ μνημονεύει δ᾽ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν οὕτως [p. 378]


    ὥρα περαίνειν : ἐγχέλεια, καράβους,
    κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
    πίνας, τραχήλους, μύας.

35. αἱ βάλανοι δ᾽ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι. τὰ δ᾽ ὠτάρια—γίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳ τροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα δέ. ' Ἀντίγονος δ᾽ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης, αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα: πολύτροφα δ᾽ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν. Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῴων ‘ ὄστρεα,’ φησίν, ‘ πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος, πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἐστὶ δ᾽ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ πίνη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, δίθυρον δὲ καὶ τραχυόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ᾽ ἐξ ἀμφοῖν κόγχη.’ τὸ δ᾽ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καλεῖσθαί φησι μήκωνα. ἐν δὲ πέμπτῳ ζῴων μορίων ὁ Ἀριστοτέλης [p. 380] ‘ γίνονται’ φησίν, ‘αἱ μὲν πορφύραι περὶ τὸ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος τοῦ χειμῶνος. ὅλως δέ,’ φησί, ‘τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχοντα τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων, οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις αἰεί τε ἰσχύουσι καὶ τὸ πλέον ἐν ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρραίων ἐκεῖνοι δ᾽ ἀμείνονες τοῦ χειμῶνος καί εἰσι μικροί, πλήρεις δὲ ᾠῶν. κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.’ 36. προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος: ‘αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν: τοῦτο δ᾽ ἐστὶν οἷον κηρίον, ἀλλ᾽ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως, τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι: κηριάζουσι γὰρ καὶ οὗτοι, ἀφιᾶσι δ᾽ ἀρχόμεναι κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται, ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ᾽ ἰχῶρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. ἐστὶ δὲ τῶν πορφυρῶν [p. 382] γένη πλείονα: καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἱ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ᾽ ἐρυθρὸν μικρόν, γίνονται δ᾽ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ᾽ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ᾽ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.’ 37. Ἀπολλόδωρος δ᾽ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ ‘λιχνοτέρα τᾶν πορφυρᾶν’ φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ᾽ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγὴν ἄλλοι δ᾽ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ,’ φησὶν ὁ 'ι Ἀριστοτέλης, ‘τοῦ ἔαρος, ὑπὸ κύνα δ᾽ οὐχ ἁλίσκονται: οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα, νέμονται δ᾽ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα, τα δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ᾽ ἐστὶν καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ [p. 384] κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.’ 38. ‘αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἱ μὲν καρίδιον, αἱ δὲ καρκίνιον οὗ στερόμεναι θᾶττον διαφθείρονται.’ τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ᾽ ὁ Σολεὺς ἐκ τοῦ ε᾽ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς: ‘ἡ πίννη,’ φησίν, ‘καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ᾽ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός, καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἡ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.’ φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί ‘ πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.’ 39. ‘τὸν αὐτὸν δὲ τρόπον γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη: αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ᾽ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.’ τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ ἀκαλήφας ὀνομάζει ἔτι τε ' Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως: [p. 386]


    ἔχε τὸν πρῶτον πάντων
    ἴφυα φῦναι
    εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.

καὶ ἐν Σφηξί. Φερεκράτης δ᾽ ἐν Αὐτομόλοις:


    κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.

Δίφιλος δ᾽ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη,’ φησίν, ‘ ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος: κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.’ ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτὴν ὑφ᾽ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται: τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως :


    ὄστρει᾽, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.

τὸ δ᾽ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται:


    ἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.

ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα. 40. καὶ περὶ τῶν ἄλλων ὀστρέων ὁ Δίφιλος τάδε φησί ‘ χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, [p. 388] εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι μὲν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί: κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί, αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι, οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις, καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι: εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλως δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι, λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί: κρείττονες δ᾽ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ᾽ ἀνθράκων ὀπτώμενοι.’ σωληνισταὶ δ᾽ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας, γράφων οὕτως ‘ Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν: ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο.’ ‘τῶν δὲ κτενῶν ἁπαλώτεροι μὲν εἰσιν οἱ λευκοί: ἄβρομοι γάρ καὶ εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζονες καὶ εὔσαρκοι εὔστομοι. κοινῶς δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι, [p. 390] εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.’ μνημονεύει δ᾽ αὐτῶν καὶ Ἄρχιππος ἐν Ἰχθύσι:


    λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.

‘αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι κατὰ τοὺς τόπους, αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι. 41. ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ᾽ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες τι ἀφιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν οἱ δ᾽ ἐπὶ τοῦ σκοπέλου: τῆς Σικελίας κοιλίας λυτικοί.’ Ἀριστοτέλης δέ φησι τῶν ἐχίνων πλείω γένη εἶναι: ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν, μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως: [p. 392]


    δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
    τὸν κάτω σπατάγγην.

καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί:


    καρκίνοι θ᾽ ἵκοντ᾽ ἐχῖνοὶ θ᾽, οἳ καθ᾽ ἁλμυρὰν ἅλα
    νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δὲ ἐμπορεύονται μόνοι.

Δημήτριος δ᾽ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου Λάκωνὰ φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ᾽ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν: ‘ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ᾽ αὖτις ἔτι κα λάβοιμι.’ ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων ὁ Χῖος μαρτυρεῖ ἐν Φοίνικι ἢ Καινεῖ λέγων οὕτως


    ἀλλ᾽ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
    ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας:
    ὃς εὖτ᾽ ἂν ἄλλων κρεισσόνων ὁπμὴν μάθῃ,
    στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
    κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.

‘42. τῶν δὲ λεπάδων,’ φησὶν ὁ Δίφιλος, ‘τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ [p. 394] δὲ σκληροὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ᾽ αὐταῖς καὶ οἱ κήρυκες: ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ: διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι: δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι, τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι, διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος: ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασὶν τ᾽ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ, κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα, τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέος ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ᾽ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.’ 43. Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν: ‘ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν [p. 396] ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν, τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα, καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας δι᾽ ὧν ἔκλυτος ἡ κοιλία γίνεται, τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.’ 44. Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἐν Γεωργικοῖς τάδε τῶν ὀστρέων καταλέγει:


    ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης,
    νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,
    γλίσχρ᾽ Ἁλοσύδνης τέκνα καὶ αὐτῆς φωλεὰ πίνης.

καὶ Ἀρχέστρατος δ᾽ ἐν Γαστρονομίᾳ φησί


    τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ᾽ Ἄβυδος,
    τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη:
    πλείστους δὲ ' Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽
    αὐτῶν ...
    Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας
    κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς. [p. 398]
    τήθεα Καλχηδών, τοὺς κήρυκας δ᾽ ἐπιτρίψαι
    ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
    πλὴν ἑνὸς ἀνθρώπου: κεῖνος δὲ μοί ἐστιν ἑταῖρος
    Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.

καὶ Φιλύλλιος δὲ ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὰς Πόλεις φησί:


    χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
    Μηθύμνης.

Ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος Ἀρχιλόχοις:


    πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.

καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:


    ὄστρεια συμπεφυκότα.

ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ: ‘ ὀστρέου τρόπον,’ φησί, ‘ δεδεσμευμένοι,’ καὶ ἐν Τιμαίῳ: ‘τὸ τῶν ὀστρέων γένος συμπάντων,’ ἐν δὲ τῷ τῆς Πολιτείας δεκάτῳ ὄστρεια εἶπε: ‘προσπεφυκέναι ὄστρειά τε καὶ φυκία.’ Αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ ἐστι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ αὐτὰς γίνεσθαι. τῶν δὲ χημῶν μνημονεύει Ἴων ὁ Χῖος ἐν Ἐπιδημίαις. καὶ ἴσως οὕτως ὠνόμασται τὰ κογχύλια παρὰ τὸ κεχηνέναι. 45. περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων—ου᾽ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν Θεόφραστος μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως : ‘ τῶν θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ ὁ μαργαρίτης [p. 400] καλούμενος, διαφανὴς μὲν τῇ φύσει: ποιοῦσι δ᾽ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος δὲ ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.’ Ἀνδροσθένης δ᾽ ἐν τῷ τῆς Ἰνδικῆς Παράπλῳ γράφει οὕτως: ‘ τῶν δὲ στρόμβων καὶ χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων ποικίλαι αἱ ἰδέαι καὶ πολὺ διάφοροι τῶν παρ᾽ ἡμῖν γίνονται δὲ πορφύραι τε καὶ ὀστρέων πολὺ πλῆθος τῶν λοιπῶν ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται, αὕτη δ᾽ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται περὶ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρυσίον. ἐστὶ δ᾽ ἡ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον τὸ ὄστρακον ἔχει καὶ δασύ, οὐδὲ ὦτα ἔχει δύο ὥσπερ ὁ κτεὶς ἀλλὰ ἕν. ἡ δὲ λίθος γίνεται ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὥσπερ ἐν τοῖς συείοις ἡ χάλαζα, καί ἐστιν ἡ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρατεθῇ παρὰ τὸ χρυσίον, ἡ δὲ ἀργυροειδής, ἡ δὲ τελέως λευκή, ὁμοία τοῖς ὀφθαλμοῖς τῶν ἰχθύων.’ Σ32 Χάρης ' ὁ Μιτυληναῖος ἐν ἑβδόμῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν φησι: ‘ θηρεύεται δὲ κατὰ τὴν Ἰνδικὴν θάλασσαν, ὡσαύτως δὲ καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ Σουσιανὴν καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ: τὸ δ᾽ ἐστὶν ἁδρὸν καὶ πρόμηκες, ἔχον ἐν αὑτῷ σάρκα καὶ μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα, ἐξ ὧν ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσι μὲν μαργαρίτας, κατασκευάζουσι δ᾽ ἐξ αὐτῶν ὁρμίσκους τε καὶ ψέλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας: περὶ ἃ σπουδάζουσιν Πέρσαι καὶ Μῆδοι καὶ πάντες [p. 402] Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων.’ 46. Ἰσίδωρος δ᾽ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρῖτιν εὑρίσκεσθαι. διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπ᾽ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ᾽ ὅταν βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη, τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν αἱ πίνναι: θέρους δὲ τὰς μὲν νύκτας κεχήνασι διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δὲ ἂν πέτραις ἢ σπιλάσι προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα μένουσαι τὴν μαργαρῖτιν γεννῶσι. ζῳογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους, τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πινοφύλαξ. διήκει δ᾽ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ᾽ ἣν ἡ μαργαρῖτις γεννωμένη αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δ᾽ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν ἐμβύθιος πίννα [p. 404] διαυγεστάτην καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερὴς διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι δύσχρους καὶ ἥσσων: κινδυνεύουσι δ᾽ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατ᾽ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα: μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνῄσκουσιν. ὅσοι δ᾽ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀποσπῶσιν.


    Μαράγδων δὲ μνημονεύει Μένανδρος ἐν Παιδίῳ: μάραγδον εἶναι ταῦτ᾽ ἔδει καὶ σάρδια.

ἄνευ δὲ τοῦ ς λεκτέον παρὰ γὰρ τὸ μαρμαίρειν ὠνόμασται τῷ διαυγὴς ὑπάρχειν. 47. μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες τῶν ἐξ ὕδατος κρεῶν πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. ‘ εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ.’ καὶ πάλιν ζητούντων τοὺς ὀνομάσαντάς τι τούτων ὁ μέν τις ἔλεγε: “ τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι ' φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν καὶ ἑξῆς :


    τί μ᾽Σ32, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
    πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς; [p. 406]

καὶ πάλιν


    ἐγὼ δὲ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
    καταβροχθίσας κἆτ᾽ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
    λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω,

καὶ πάλιν:


    ἡ δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας
    καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

σιαγόνος δὲ Κρατῖνος Πλούτοις:


    περὶ σιαγόνος βοείας μαχόμενος,

καὶ Σοφοκλῆς Ἀμύκῳ::


    σιαγόνας τε δὴ μαλθακὰς τίθησι.

Πλάτων δ᾽ ἐν Τιμαίῳ γράφει: “καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.” καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς σιαγόνα μικρὰν συνεσταλμένην οἱ δὲ διὰ τοῦ υ στοιχείου ἐκφέροντες κατ᾽ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός.” χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν. Ἀριστοφάνης ἐν Νεφέλαις:


    ἔκ μου χορδὴν
    τοῖς φροντισταῖς παραθέντων.

Κρατῖνος ἐν Πυτίνῃ:


    ὡς λεπτός, ἦ δ᾽ ὅς, ἔσθ᾽ ὁ τῆς χορδῆς τόμος.

καὶ Εὔπολις ἐν Αἰξίν. Ἄλεξις δ᾽ ἐν Λευκαδίᾳ ἢ Δραπέταις:


    χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.

Ἀντιφάνης ἐν Γάμοις


    ἐκτεμὼν χορδῆς μεσαῖον: [p. 408]

48. ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ: τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι, πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος Παγκρατιαστῇ:


    ἑφθῶν μὲν σχεδὸν
    τρεῖς μνᾶς. β. λέγ᾽ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας
    τέτταρας ὑείους, Β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς.

Ἀναξίλας Μαγείροις:


    τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
    ἰχθύδι᾽ ὀπτᾶν. β. τί σὺ λέγεις; ἰχθύδια;
    συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον
    ἀκροκώλι᾽ ἕψειν ... ῥύγχη, πόδας.

Ἀναξίλας δ᾽ ἐν Κίρκῃ:


    δεινὸν μὲν γὰρ ἔχονθ᾽ ὑὸς
    ῥύγχος, ὦ φίλε Κινησία.

καὶ ἐν Καλυψοῖ:


    ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε. '

Ὠτάρια δ᾽ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ. ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν


    ζωμὸν ποιῶ
    θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
    συντιθείς, οἴνῳ διαίνων, ἔντερ᾽ ἁλὶ καὶ σιλφίῳ
    σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς
    τόμον,
    ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
    τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν. [p. 410]

Ἀριστοφάνης Προαγῶνι:


    ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων
    πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;

Φερεκράτης Λήροις:


    ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ᾽ ὑός;

καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν σ᾽ ἱστοριῶν ' Στησίχορός. τέ φησιν ἐν Συοθήραις:


    κρύψαι δὲ ῥύγχος
    ἄκρον γᾶς ὑπένερθεν.

ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται. ὅτι δὲ καὶ ἐπ᾽ ἄλλων ζῴων Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως:


    καὶ ταῦτ᾽ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν,

καὶ Ἀραρὼς Ἀδώνιδι:


    ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.

49. ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι


    καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα
    ἥψησα τακερά.

καὶ ἐν Γηρυτάδῃ :


    ἀκροκώλι᾽, ἄρτοι, κάραβοι.

Ἀντιφάνης Κορινθίᾳ:


    ἔπειτα κἀκροκώλιον
    ὕειον Ἀφροδίτῃ; γελοῖον. β. ἀγνοεῖς:
    ἐν τῇ Κύπρῳ δ᾽ οὕτω φιληδεῖ ταῖς ὑσίν,
    ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε
    τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν. [p. 412]

ὅτι δ᾽ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε: ‘Ἀργεῖοι Ἀφροδίτῃ ὗν θύουσι, καὶ ἡ ἑορτὴ καλεῖται Ὑστήρια.’ Φερεκράτης δ᾽ ἐν Μεταλλεῦσι:


    σχελίδες δ᾽ ὁλόκνημοι πλησίον τακερώταται
    ἐπὶ πινακίσκοις καὶ δίεφθ᾽ ἀκροκώλια.

Ἄλεξις Κυβευταῖς:


    ἠριστηκότων
    σχεδόν τι δ᾽ ἡμῶν ἐξ ἀκροκωλίου τινός,

κἀν Παννυχίδι ἢ Ἐρίθοισιν ι


    ἡμίοπτα μὲν
    τὰ κρεᾴδι᾽ ἐστί, τὸ περίκομμ᾽ ἀπόλλυται,
    ὁ γόγγρος ἑφθός, τὰ δ᾽ ἀκροκώλι᾽ οὐδέπω.

τῶν δ᾽ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ :


    ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ᾽ ἡμῖν.
    β. καὶ δῆθ᾽ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος,
    ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.

Ἀντιφάνης Παρασίτῳ: :


    χοιρίων
    σκέλη καπύρ᾽. β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν,
    ἄριστον. α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.

Ἐκφαντίδης δ᾽ ἐν Σατύροις::


    πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός. [p. 414]

γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων


    ἅλις ἀφύης μοι: παρατέταμαι γὰρ τὰ λιπαρὰ
    κάπτων.
    ἀλλὰ φέρετ᾽ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου
    κόλλοπὰ τιν᾽ εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
    σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς
    ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
    χλιαρῶν.

50. τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν. ἔφη γὰρ ὁ Διονυσοκλῆς: ‘ Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη: ‘ κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι.’ ’ καὶ ὁ Λεωνίδης: ‘ δήμων ἐν δ᾽ Ἀτθίδος Σ32 ‘Ἀφείδαντα,’ φησί, ‘ βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. ἐφ᾽ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει, ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ᾽ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι: τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.’ 51. ’ μήτρα ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, [p. 416] οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς “ ἄγε δή,” ἔφη, “ ἄνδρες φίλοι, παρὰ τίνι κεῖται ἡ μήτρα; ἱκανῶς γὰρ γεγαστρίσμεθα καὶ καιρὸς ἤδη ' στὶ καὶ λέγειν ἡμᾶς. τοῖς δὲ κυνικοῖς τοῦτο παρακελεύομαι σιωπᾶν κεχορτασμένοις ἀφειδῶς, πλὴν εἰ μὴ καὶ τῶν σιαγόνων καὶ τῶν κεφαλῶν κατατρῶξαι βούλονται καὶ τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς ἀπολαύειν ὡς κυσί τοῦτο γάρ εἰσι καὶ εὔχονται καλεῖσθαι.


    νόμος δὲ λείψαν᾽ ἐκβάλλειν κυσίν,

ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη. πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν ΠρωταγόρᾳΣ32 ' τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι᾽ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ᾽ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι., τοῦτο δ᾽ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε: πίνοντες, μᾶλλον δ᾽ ἐκπίνοντες, αὐλητρίδων καὶ ὀρχηστρίδων δίκην ἐμποδίζετε τὴν διὰ τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν [p. 418] Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν, οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ᾽ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων.



52. καὶ ὁ Κύνουλκος ὀργισθεὶς “γάστρων,” ἔφη, “ καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων,


    ὡς ἀν᾽ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν

ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα ... ς321 εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόλην εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλης εἰπών παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην εἰς βαλανεῖον δέ ποτε [p. 420] πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον ' ποῖ δή; ς32 ' ἀπολούμενος, ἦν δ᾽ ἐγώ, ἐπείγομαι;᾽ κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι ἀχρήστου ζητουμένου φαινόλου. ἄλλοτε δέ, ὦ ἑταῖροι φίλτατοι—πρὸς γὰρ ὑμᾶς εἰρήσεται τἀληθῆ προσέπταισε λίθῳ καὶ τὴν κνήμην ἔλυσε: θεραπευθεὶς οὖν προῄει καὶ πρὸς τοὺς πυνθανομένους ‘τί τοῦτο, Οὐλπιανέ;’ ‘ὑπώπιον’ ἔλεγε. κἀγὼ ξυνῆν γὰρ αὐτῷ τότε τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους ‘τί δὲ σύ;’ ‘ πρόσκομμα’ ἔφασκον.

53. τῆς δὲ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός, ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα ' Στρομβιχίδη, ' ἔφη,κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους: ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ᾽ οὕτως ἀπολούμεθον ὁ δ᾽ [p. 422] αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι—τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατ᾽ ἀναίρεσιν τῶν δειμάτων—ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ' οὐκ εἶδές με, ' ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.' τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι᾽ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ' γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα.: ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκώμιον διεξερχόμενος τῆς βασιλευούσης πόλεως ἔφη ' θαυμαστὴ δ᾽ ἡ ῾ Ῥωμαίων ἀρχὴ ἡ ἀνυπόστατος.'

54. τοιοῦτοὶ τινὲς εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν [p. 424] ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δ᾽ ἐν α᾽ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ ῾ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως: Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτὰ ποτ᾽ ἐπέστειλε: ‘Ἀλέξαρχος Ὁμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.’ τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ νομίζω ' γὼ μηδὲ τὸν Πύθιον ἂν διαγνῶναι κατὰ γὰρ τὸν Ἀντιφάνους Κλεοφάνη :


    τὸ δὲ τυραννεῖν ἐστιν;
    ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς [p. 426]
    ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
    λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ᾽ ὅτι
    τὸ πρᾶγμα τοῦτ᾽ οὐκ ἔστιν, εἴπερ γίνεται,
    οὐδ᾽ ἔστι γάρ πω γινόμενον ὃ γίνεται,
    οὐτ᾽ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται,
    ἔστιν γὰρ οὐκ ὂν οὐδέν ὃ δὲ μὴ γέγονέ πω,
    οὐκ ἔσθ᾽ ἕωσπερ γέγονε, ὅ γε μή γέγονέ πω.
    ἐκ τοῦ γὰρ εἶναι γέγονεν εἰ δ᾽ οὐκ ἦν ὅθεν,
    πῶς ἐγένετ᾽ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.
    εἰ δ᾽ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται
    κηποι δεποτις εἴη, πόθεν γενήσεται
    τοὐκ ὂν εἰς οὐκ ὂν εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.
    ταυτὶ δ᾽ ὅ τι ἐστὶν οὐδ᾽ ἂν Ἀπόλλων μάθοι.

55. οἶδα δ᾽ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Ἅιδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον. διὰ ταῦτα καὶ τὰ τοιαῦτα ὁ θαυμασιώτατος Πλάτων ἐν τῷ Πολιτικῷ εἰπὼν ξηροβατικά τινα ζῷα καὶ ἀεροβατικὰ., . ἄλλα, ξηροτροφικόν τε καὶ ὑγροτροφικὸν καὶ ἀερονομικὸν ἐπὶ ζῴων χερσαίων καὶ ἐνύγρων καὶ ἐναερίων ἐπιλέγει, ὥσπερ παρακελευόμενος τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα, γράφων καὶ κατὰ λέξιν τάδε: κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως οἶδα δὲ καὶ Ἡρῴδην τὸν Ἀττικὸν ῥήτορα ὀνομάζοντα τροχοπέδην τὸ διαβαλλόμενον ξύλον διὰ τῶν [p. 428] τροχῶν, ὅτε κατάντεις ὁδοὺς ὀχούμενος ἐπορεύετο, καίτοι Σιμαρίστου ἐν τοῖς Συνωνύμοις ἐποχέα τὸ ξύλον τοῦτο ἐπονομάσαντος. καὶ Σοφοκλῆς δὲ που ὁ ποιητὴς τὸν φύλακα μοχλὸν φόβου ὠνόμασεν ἐν τούτοις:


    θάρσει, μέγας σοι τοῦδ᾽ ἐγὼ φόβου μοχλός.

κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν


    ναῦται δ᾽ ἐμηρύσαντο νηὸς ἰσχάδα.

καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ δ᾽ ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς ἐπεσχημένα ἦν τὰ γυναικεῖα, πόθεν δέ σοι, ὦ Οὐλπιανέ, καὶ κεχορτασμένοι εἰπεῖν ἐπῆλθε, δέον τῷ κορεσθῆναι χρήσασθαι;

” 56.

πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας “ ἀλλὰ μὴ βάυζε,” εἶπεν, “ὦ ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ᾽ Ἀργείοις ἐπιτελουμένης, χορτασθῆναι εἴρηται, ὦ δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως ι


    ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.

καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ ἔφη χορτασθείς.Ἀριστοφάνης δ᾽ ἐν Γηρυτάδῃ:


    θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν. [p. 430]

Σοφοκλῆς τε ἐν Τυροῖ:


    σίτοισι παγχόρτοισιν ἐξενίζομεν.

Εὔβουλος δ᾽ ἐν Δόλωνι:


    ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
    ἀλλ᾽ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
    ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.

Σώφιλος δ᾽ ἐν Φυλάρχῳ:


    γαστρισμὸς ἔσται δαψιλής: τὰ προοίμια
    ὁρῶ ... χορτασθήσομαι.
    νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.

καὶ Ἄμφις ἐν Οὐρανῷ:


    εἰς τὴν ἑσπέραν χορτάζομαι
    ἐν ἅπασιν ἀγαθοῖς.

ταῦτα μὲν οὖν, ὦ Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἢ ἔνηφι τὴν γὰρ εἰς τρίτην ῾ Ἡσίοδος εἴρηκεν οὕτως πληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς ὁ κοιλιοδαίμων παρὰ τίνι κεῖται.

” σιωπήσαντος δ᾽ ἐκείνου “ἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, ὦ κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι οὕτω κέκληκε: τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστ᾽ ἂν ἀποδῶ σοι τὰς πληγάς.



57. ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων “ ἀλλὰ μήν,” ἔφη ὁ Οὐλπιανός, “ καὶ τὸν περὶ τῆς μήτρας λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν ἦν δ᾽ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων φησὶν [p. 432]


    ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
    ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος
    ἑφθῆς ἴσως προσεῖτ᾽ ἂν ἀποθανεῖν.

ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος, μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως


    ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει:
    μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις:
    μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας:
    Μητρᾶς ὁ Χῖὸς ἐστι τῷ δήμῳ φίλος.

Εὔφρων δ᾽ ἐν Παραδιδομένῃ:


    οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας
    παρέθηκε Καλλιμέδοντι κἀσθίονθ᾽ ἅμα
    ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.

Διώξιππος δ᾽ ἐν Ἀντιπορνοβοσκῷ:


    οἵων δ᾽ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν
    ἤνυστρα, μήτρας, χόλικας.

ἐν δὲ Ἱστοριογράφῳ :


    τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς: μήτρας δύο
    κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.

Εὔβουλος δ᾽ ἐν Δευκαλίωνι:


    ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.

58. Λυγκεὺς δ᾽ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` ' μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος [p. 434]


    ἐκεῖσε δ᾽ οὐ πλέω
    ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων
    ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,
    καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.

τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις:


    ἀλλὰ λοπὰς μ᾽ εὔφραιν᾽ ἢ μήτρης καλὰ πρόσωπα
    ἐκβολάδος, δέλφαξ δ᾽ ἐν κλιβάνῳ ἡδέα ὄζων.

Σώπατρος δ᾽ ἐν μὲν Ἱππολύτῳ φησὶν


    ἀλλ᾽ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς
    δίεφθα λευκανθεῖσα τυροῦται δέμας,

ἐν δὲ Φυσιολόγῳ:


    μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος,
    τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.

ἐν δὲ Σίλφαις:


    μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
    δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.

59. οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ᾽ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν:


    ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου
    παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ,
    καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε
    καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν
    βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. [p. 436]
    ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,
    γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ
    ἒν τ᾽ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν
    ὀρνίθων τ᾽ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ
    ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον,
    οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες.
    ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ᾽ ἐγὼ λέγω ἔσθε
    βρωτά. τὰ δ᾽ ἄλλα γ᾽ ἐκεῖνα τραγήματα πάντα
    πέφυκε
    πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ᾽ ἐρέβινθοι
    καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα
    αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που
    αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν
    Ἀττικόν, ὡς τοῦτ᾽ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν.
    οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς
    καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον
    ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.

Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα. ὁμοίως καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα. 60. θαυμάζειν δ᾽ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὃς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὅς ἐν Συντρόφοις φησιν [p. 438]


    Ἐπικούρου δέ με
    ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ᾽ ᾧ

ἐν δύ᾽ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ᾽ ἐγώ σοι κατεπύκνωσα τέτταρα. β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει, θεοί, ποῖος μάγειρος, ἡ φύσις πάσης τέχνης ἀρχέγονὸν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐδὲ ἓν νοεῖν σοφώτερον, πᾶν τ᾽ εὐχερὲς τὸ πρᾶγμα, τοῦ λόγου τριβὴν ἔχοντι τούτου: πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ, καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς, τοῦτο δεῖ γάρ εἰδέναι, τίν᾽ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπὰς τ᾽ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ᾽ ὥραν ἀποδίδωσι τὴν χάριν, τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ᾽ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ . τοιγαροῦν εἰς τοὺς πόρους [p. 440] ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται, χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ γινόμενα ποιεῖ τὸν φαγόντ᾽ ἀρθριτικόν. β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. α. καὶ πᾶς ὁ φύσεως ἐντός, ἡ δ᾽ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ᾽ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατά μέρος προσπαρδέτω. β. ὥς μοι κεχάρισαι. Α. τί γὰρ ἂν εὖ γένοιτ᾽ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ᾽ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. β. ἀλλὰ τί; α. θεωρῶ πλησίον καθήμενος, πονοῦσιν ἕτεροι δ᾽, οἷς λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον : ' ὀξὺ τὸ περίκομμ᾽, ἄνες. ' Β. ἁρμονικός, οὐ μάγειρος: α.α ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος: ἡ πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως


    νοεῖς τὸν τύπον; β. Ἄπολλον. α. καί τι φαίνεται τέχνη;
    εἶτ᾽ οὐδὲν εἰκῇ παρατίθημι, μανθάνεις,
    βρῶμ᾽, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν.
    β. πῶς; α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
    κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν
    ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
    καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω. [p. 442]
    ἐνίοτ᾽ ἐφεστὼς παρακελεύομαι ' πόθεν
    ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα:
    διάφωνον ἕλκεις ι οὐχ ὑπερβήσῃ;᾽ σοφὸν
    Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονὴν
    ἐμασᾶτ᾽ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος
    ἐκεῖνος οἷόν ἐστιν οἱ δ᾽ ἐν τῇ στοᾷ
    ζητοῦσι συνεχῶς, οἷὸν ἐστ᾽ οὐκ εἰδότες.
    οὐκοῦν ὃ γ᾽ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
    οὐδ᾽ ἂν ἑτέρῳ δοίησαν. β. οὕτω συνδοκεῖ:
    ἀφῶμεν οὖν τὰ λοιπά: δῆλα δὴ πάλαι.

61. καὶ Βάτων δ᾽ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησὶν


    ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
    ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
    ἀλλότριον αὑτοῦ: καὶ πότους ἑωθινοὺς
    πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
    β. εἶτ᾽ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
    α. ζῆν δ᾽ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί.
    ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
    τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ᾽ ἔχειν
    ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
    εὖ ζῶσ᾽ ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί;
    α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
    μεθύοντ᾽ ἐπὶ τούτοις θ᾽ οἷς λέγεις κηλούμενον;
    β. ἅπαντας: οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
    καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
    καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα [p. 444]
    οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
    ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
    καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
    ὥστ᾽ ἐκπεπλῆχθαι πάντας.

62. καὶ παρ᾽ Ἀντιφάνει δ᾽ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν


    ὅστις ἄνθρωπος δὲ φὺς
    ἀσφαλές τι κτῆμ᾽ ὑπάρχειν τῷ βίῳ λογίζεται,
    πλεῖστον ἡμάρτηκεν. ἢ γάρ εἰσφορά τις ἥρπακεν
    τἄνδοθεν πάντ᾽ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο
    ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς
    ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ
    ἢ τριηραρχῶν ἀπήγξατ᾽ ἢ πλέων ἥλωκέ ποι
    ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ᾽ ὑπ᾽ οἰκετῶν.
    οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅσ᾽ ἂν καθ᾽ ἡμέραν
    εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ,
    οὐδὲ ταῦτα σφόδρα τι: καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι
    κειμένην ἄν τις προσελθών ἀλλ᾽ ὅταν τὴν ἔνθεσιν
    ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,
    τοῦτ᾽ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.

τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.

63. . εἰς ταῦτ᾽ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατέχοντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν [p. 446] φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησίν:


    ... ἐκ τούτων ...
    ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
    στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς:
    : ἀλλότριὸν ἐσθ᾽ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη:
    σοφία δ᾽ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε
    ταύτην λαβὼν ἀπώλεσ᾽ ὦ τάλας ἐγώ,
    οἵῳ μ᾽ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν
    ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα:
    ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία:
    πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
    οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.

” 64. ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων καράβους μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι ἢ Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως:


    τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,
    ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
    στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
    ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
    ὡς αὐτὸν ὄντ᾽ αὐτοῖσι τῆς τέχνης μόνον
    σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.

περισπούδαστος δὲ ἦν πολλοῖς ἡ τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας [p. 448] μερῶν ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων


    ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιον
    ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους
    ἢ νῆστις ὀπτᾶτ᾽ ἢ γαλεὸς ἢ τευθίδες;
    β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽, Α. οὐδὲ βατίς; β. οὒ
    φημ᾽ ἐγώ.
    α. οὐ χόριον οὐδὲ πυὸς οὐδ᾽ ἧπαρ κάπρου
    οὐδὲ σχαδόνες οὐδ᾽ ἠτριαῖον δέλφακος
    οὐδ᾽ ἐγχέλειον οὐδὲ κάραβον μέγαν γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;

πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι. καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδ᾽ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις.


    ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
    τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
    τοὺς δὲ πόδας μικρούς, βραδέως δ᾽ ἐπὶ γαῖαν ὀρούει.
    εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
    ἐν Λιπάραις: πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.

καὶ Ἐπίχαρμος δ᾽: ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως :


    ἐντὶ δ᾽ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι᾽ ἔχει
    μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα. [p. 450]

65. ἴδιον δ᾽ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. τὸν δ᾽ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ō ὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν:


    κἀστακοὶ γαμψώνυχοι.

Σπεύσιππος δὲ ἐν β᾽, Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ᾽ ὁ Καρύστιός φησι: ‘ καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά’ κολύβδαιναν δ᾽ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις, ὡς μὲν Νίκανδρός φησι, τὸ θαλάσσιον αἰδοῖον, ὡς δ᾽ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα. Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων ‘ τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων, ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ ἤδη γὰρ ὦπται ἡ ὀχεία πάντων τῶν τοιούτων, ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δ᾽ οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ᾽ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι, διὸ καὶ: ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ᾽ οἱ κάραβοι μακρόβιοι πάντες.’ Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν φωλευόντων τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας. 66. περὶ δὲ τῶν καρίδων, ὅτι καὶ πόλις ἦν [p. 452] Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γ᾽ ἱστορεῖ, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε:


    ἢν δὲ ποτ᾽ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,
    καρῖδ᾽ εὐμεγέθη λήψῃ: σπανία δὲ πρίασθαι:
    ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαὶ

ἐκτεταμένως δ᾽ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι:


    αἵ τε καμπύλαι
    καρῖδες ἐξήλλοντο δελφίνων δίκην
    εἰς σχοινόπλεκτον ἄγγος.

καὶ Εὔβουλος ἐν Ὀρθάννῃ:


    καρῖδα καθῆκα κάτω κἀνέσπασ᾽ αὖθις.

Ἀναξανδρίδης Λυκούργῳ:


    καὶ συμπαίζει καριδαρίοις
    μετὰ περκιδίων καὶ θρᾳττιδίων
    καὶ ψητταρίοις μετὰ κωθαρίων
    καὶ σκινδαρίοις μετὰ κωβιδίων.

ὁ δ᾽ αὐτὸς κἀν Πανδάρῳ φησὶν


    οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ:
    αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη,
    ἄγκυρά τ᾽ ἐστὶν ἄντικρυς τοῦ σώματος,

ἐν δὲ Κερκίῳ:


    ἐρυθρότερον καρῖδος ὀπτῆς σ᾽ ἀποφανῶ:

Εὔβουλος Τιτθαῖς:


    καρῖδάς τε τῶν
    κυφῶν. [p. 454]

καὶ ' Ὠφελίων Καλλαίσχρῳ:


    κυρταὶ δ᾽ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.

καὶ ἐν Ἰαλέμῳ:


    ὠρχοῦντο δ᾽ ὡς καρῖδες ἀνθράκων ἔπι
    πηδῶσι κυρταί.

συνεσταλμένως δ᾽ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως:


    πλὴν ἅπαξ ποτ᾽ ἐν Φαίακος ἔφαγον καρίδας.

καὶ ἐν Δήμοις:


    ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. '

67. ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα: τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως: παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς.

68. περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν ὁ Σίφνιος οὕτω γράφει ‘τῶν δ᾽ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ᾽ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ, οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται: τῶν καρκίνων δ᾽ εἰσὶν σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος.’ [p. 456] Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘ κάραβοι,’ φησί, ‘καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ᾽ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ᾽ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι.’ κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν γυναικείοις οὕτως:: ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα: θᾶσαι μὰν ὡς ἐρυθραὶ τ᾽ ἐντὶ καὶ λειοτριχιῶσαι. Ἐπίχαρμος δ᾽ ἐν Γᾷ καὶ Θαλάσσᾳ:


    κουρίδες τε ταὶ φοινίκιαι.

ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν


    ἀφύας τε κωρίδας τε καμπύλας.

Σιμωνίδης δέ:


    θύννοισι τευθίς, κωβιοῖσι κωρίδες. [p. 2]

69. ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ἐπίπλῳ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοον εἴρηκεν. εἰς ἃ ἀποβλέψας ὁ Κύνουλκος ‘ λέγε ἡμῖν,’ ἔφη, ‘ὦ σοφὲ Οὐλπιανέ, εἲ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον.’ καὶ ὅς: ‘ ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ὁ ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος.’ ἀντικορυσσομένων οὖν τούτων ὁ Μυρτίλος ἔφη: “ὁ μὲν ἐπίπλους παρ᾽ Ἐπιχάρμῳ ἐν Βάκχαις:


    καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.

καὶ ἐν Θεαροῖς:


    ὀσφύος τε πέρι κἠπιπλόου.

καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη: τῷ ἐπίπλῳ ἐπικαλύψας.' ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν᾽ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν [p. 4] ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ᾽ ἡ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ᾽ οὕτως ὁ κωμικός:


    πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι
    ἰδὼν γέροντι φυκί᾽ ἠμφιεσμένα
    ἔλαβον ἐχίνους τ᾽ ἐστὶ γὰρ προοίμιον
    δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
    τούτων δὲ ἀπολυθείς, κειμένων ἰχθυδίων
    μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
    θαρρεῖν κελεύσας ἕνεκ᾽ ἐμοῦ ταῦτ᾽ οὐδὲ ἓν
    φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
    ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
    ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
    ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
    ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
    καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
    ἐποίησὰ τ᾽ αὐτὸ ποικιλώτερον ταῶ.
    κρεᾴδι᾽ ἄττα,3 ποδάρια, ῥύγχη τινά,
    ὠτάρι᾽ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον
    αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
    τούτοις μάγειρος οὐ πρόσεισ᾽ οὐδ᾽ ὄψεται:
    οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ᾽ ἐγὼ σοφῶς
    ταῦτ᾽ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
    οὕτω ποῶ γὰρ τοὔψον αὐτός ὥστε τοὺς
    δειπνοῦντας εἰς τὰ λοπάδι᾽ ἐμβάλλειν ποῶ
    ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
    τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
    τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
    προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν. [p. 6]

70. ὅτι δ᾽ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν:


    ἀπόλωλα, πέπλων μ᾽ ὤλεσαν περιπτυχαί.

μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως:


    καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽, ἐπὶ τούτοις τέ που
    αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.

ἡπάτιον δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ Εὔβουλὸς τ᾽ ἐν Δευκαλίωνι. δασυντέον δὲ λέγοντας τὸ ἧπαρ: καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ᾽ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ:


    χολὴν γὰρ οὐκ ἔχεις ἐφ᾽ ἥπατι.

ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λὴδᾳ οὐκ ἔχειν χολήν:


    οὐκ ᾤου σύ με
    χολὴν ἔχειν, ὡς δ᾽ ἡπάτῳ μοι διελέγου;
    ἐγὼ δὲ γ᾽ εἰμὶ τῶν μελαμπύγων ἔτι. : [p. 8]

Ἡγήσανδρος δ᾽ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς. 71. Ταγηνιστῶν δ᾽ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ:


    πᾶσα δ᾽ εὔμορφος γυνὴ
    ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
    τριβαλλοποπανόθρεπτα μειρακύλλια,
    ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
    σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
    πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ.
    ῥιπὶς δ᾽ ἐγείρει φύλακας ῾ Ἡφαίστου κύνας
    θερμῇ παροξύνουσα τηγάνου πνοῇ:
    ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
    ᾁσσει: μεμαγμένη δὲ Δήμητρος κόρη
    κοίλη φάραγγος δακτύλου πιέσματι
    σύρει τριήρους ἐμβολὰς μιμουμένη,
    δείπνου πρόδρομον ἄριστον.

ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησὶν


    οὔποτ᾽ ἂν αὖθις αὖ
    σηπίαν ἀπὸ τηγάνου
    τολμήσαιμι φαγεῖν μόνος. ῾

Ἡγήμων δ᾽ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις: [p. 10]


    μἀλλὰ ταχέως ἰὼν πρίω μοι πουλύπουν
    καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.

72. ” ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών:


    ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
    ὁ θεοῖσιν ἐχθρὸς

Μυρτίλος: ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε :


    τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,
    πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
    ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.

ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε:


    παῖς ὢν μετ᾽ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
    ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
    Σύρος τὸ γένος ὤν. περιτυχὼν δ᾽ ἡμῖν ὁδὶ
    κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
    ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,
    τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
    μηδ᾽ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν
    ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.

73. ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν ‘ἄρτου δεῖ καὶ οὐ τοῦ [p. 12] Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι. μνημονεύει δ᾽ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζ᾽ καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων:


    κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ
    διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους:
    ἄρτος δ᾽ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
    β. ξένος γε χαρίεις. α. ἦν ἐκεῖ ... μέγας
    καὶ λαμπρὸς ἦν.

οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Ἱμαλίδος, οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου. ἐν δὲ τῷ α᾽ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.’ ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ᾽ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη:


    τοῖς ἄρτοις ὅσας
    ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,

φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ. ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ἄρτων. 74. προφθάσας δ᾽ αὐτὸν ὁ Ποντιανὸς ἔφη: “ Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, [p. 14] συγκομιστόν τοῦτον δ᾽ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν: ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως ι


    καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
    θερμῶν ἰπνιτῶν ἤσθιον.

ἐσχαρίτης. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ:


    λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
    τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.

καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ :


    καὶ σκάφην λαβών τινα
    τῶν ἐσχαριτῶν τῶν καθαρῶν.

Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησὶν ' ἔτι δὲ σεμνυνομένων παρ᾽ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ: καθάπερ γὰρ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.

ἀταβυρίτην. Σώπατρος ἐν Κνιδίᾳ


    Ἀταβυρίτης δ᾽ ἄρτος ἦν πλησίγναθος.

[p. 16]

Ἀχαΐνας. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν η᾽] Δηλιάδος λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων


    ἀχαΐνην στέατος ἔμπλεων τράγον.

κριβανίτην. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Γήρᾳ: ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων


    τουτὶ τί ἦν τὸ πρᾶγμα; β. θερμούς, ὦ τέκνον.
    α. ἀλλ᾽ ἦ παραφρονεῖς; β. κριβανίτας, ὦ τέκνον.
    α. τί κριβανίτας; β. πάνυ δὲ λευκούς, ὦ τέκνον.

ἐγκρυφίαν. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι.


    δίπυρον. Εὔβουλος ἐν Γανυμήδει.
    διπύρους τε θερμούς. β. οἱ δίπυροι δ᾽ εἰσὶν τίνες;
    β. ἄρτοι τρυφῶντες,

Ἀλκαῖος Γανυμήδει.

λάγανον. τοῦτο ἐλαφρὸν τ᾽ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ἐπανθρακὶς καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων


    λάγανα πέττεται, [p. 18]

τῆς δ᾽ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν α Ὑγιεινῶν οὑτωσὶ λέγων “ἡ δ᾽ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.” ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ᾽ Ἀττικοῖς ἐγκρυφίας: ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ. 75. Ἐπίχαρμος δ᾽ ἐν Ἥβης γάμῳ κἀν Μούσαις—τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου—ἄρτων ἐκτίθεται γένη κριβανίτην, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως: ι ' δεῖπνον ταῖς θεαῖς,1 κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον Ἑκάτᾳ.' οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δ᾽ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη: ‘κλιβάνῳ διαφανεῖ.’ καὶ ὁ Σώφρων δὲ ἔφη: ‘τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;’ ὁ δ᾽ αὐτὸς μνημονεύει καὶ Πλακίτα τινὸς ἄρτου ἐν γυναικείοις: 'εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.' καὶ τυρῶντος δ᾽ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως Σ32 ‘συμβουλεύω τ᾽ ἐμφαγεῖν ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.'’ Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν ἄζυμον ἄρτον καλεῖ δάρατον. Πλάτων δ᾽ ὁ [p. 20] κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς Κιλικίους ὀνομάζει διὰ τούτων


    κἆθ᾽ ἧκεν ἄρτους πριάμενος
    μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.

ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ἀγελαίους τινὰς ἄρτους καλεῖ, αὐτοπύρου δ᾽ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ:


    τὸν δ᾽ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.

Φρύνιχος δ᾽ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν


    αὐτοπυρίταισὶ τ᾽ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.

ὀρίνδου δ᾽ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. κολλάβου δ᾽ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς:


    λαμβάνετε κόλλαβον ἕκαστος.

καὶ πάλιν


    ἢ δέλφακος ὀπωρινῆς
    ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
    χλιαρῶν.

γίνονται δ᾽ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν :


    αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
    γαλακτοχρῶτας κολλάβους θερμούς.

μακωνίδων δ᾽ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ ε᾽ οὕτως [p. 22]


    κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
    μακωνίδων ἄρτων ἐπιστέφοισαι
    λίνω τε σασάμω τε κἠν πελίχναις
    πεδεσσι χρυσοκόλλα

, ἐστὶ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.

τοῦ δὲ κολλύρας καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ:


    κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ᾽ αὐτῇ.

καὶ ἐν Ὁλκάσι:


    καὶ κολλύραν τοῖσι γέρουσιν διὰ τοὐν Μαραθῶνι τρόπαιον.

76. ὁ δὲ Ὀβελίας ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης Γεωργοῖς:


    εἶτ᾽ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.

Φερεκράτης Ἐπιλήσμονι:


    ὠλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.

ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν σ᾽ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις.

ἐτνίτας ἄρτος ὁ προσαγορευόμενος. λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος: Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια: Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι.

[p. 24] ναστὸς ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶι Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ᾽ ἐν Κλίνῃ:


    ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
    λευκός: τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
    ὀσμὴ δέ, τουπίβλημ᾽ ἐπεὶ περιῃρέθη,
    ἄνω 'βάδιζε καὶ μέλιτι μεμιγμένη
    ἀτμίς τις εἰς τὰς ῥῖνας: ἔτι γὰρ θερμὸς ἦν.

κνηστὸς ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος ὁ Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι.

θρόνος ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς ἐν β᾽ Ἑλληνικῶν γράφων οὕτως: ' ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι.

Βάκχυλος δ᾽ ἐστὶν ἄρτος σποδίτης παρ᾽ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν β᾽ Γλωσσῶν ἱστορεῖ, μνημονεύει δ᾽ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως:


    ἄρτους σποδίτας κρησερίτας περιφέρειν.

ἄρτου δ᾽ εἶδός ἐστι καὶ ὁ ἀποπυρίας καλούμενος, ἐπ᾽ ἀνθράκων δ᾽ ὀπτᾶται. καλεῖται δ᾽ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς: “πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνέφαλλον.” 77. Ἀρχέστρατος δ᾽ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται:


    πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
    Δήμητρος, φίλε Μόσχε: σὺ δ᾽ ἐν φρεσὶ βάλλεο σῇσιν. [p. 26]
    ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
    εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,2
    ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
    λευκότερ᾽ αἰθερίας χιόνος, θεοὶ εἴπερ ἔδουσιν
    ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει,
    ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
    κἀν Θάσῳ ἒν τ᾽ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
    φαίνονται πρὸς ἐκεῖνα: σαφεῖτάδ᾽ ἐπίστασο δόξῃ.
    στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
    κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
    κεῖνοι κριμνίταν, οἱ δ᾽ ἄλλοι χόνδρινον ἄρτον.
    εἶτα τὸν ἐκ Τεγέης σεμιδάλεος υἱὸν ἐπαινῶ
    ἐγκρυφίαν. τὸν δ᾽ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
    αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
    ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
    λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.

ταῦτ᾽ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδὸν ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας, λέγει δ᾽ οὕτως:


    ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
    ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ᾽ ἦμαρ
    παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.

78. τῶν δ᾽ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως:


    πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
    δύναιτ᾽ ἂν ἐξελθεῖν ποτ᾽ ἐκ τῆσδε στέγης,
    ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους [p. 28]
    ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
    ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
    μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
    Θεαρίων ἔδειξεν;

οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιὸς οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων: “ ... οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον.” καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων


    ἥκω Θεαρίωνος ἀρτοπώλιον
    λιπών, ἵν᾽ ἐστὶ κριβάνων ἑδώλια.

Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων


    δεινὸν μὲν ἰδόντα παριππεῦσαι
    Κυπρίους ἄρτους: Μαγνῆτις γὰρ
    λίθος ὣς ἕλκει τοὺς πεινῶντας.

τῶν δὲ κολλικίων ἄρτων — οἱ αὐτοὶ δ᾽ εἰσὶ τοῖς κολλάβοις — ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως


    παρἈλεξάνδρου δ᾽ ἐκ Θετταλίας
    κολλικοφάγε κρίβανος ἄρτων.

Ἀριστοφάνης δ᾽ ἐν Ἀχαρνεῦσιν


    ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.

” 79.

τούτων οὕτω λεχθέντων ἔφη τις τῶν παρόντων [p. 30] γραμματικῶν, Ἀρριανὸς ὄνομα ‘ταῦτα σιτία Κρονικά ἐστιν, ὦ ἑταῖροι. ἡμεῖς γὰρ ' οὔτ᾽ ἀλφίτοισι χαίρομεν πλήρης γὰρ ἄρτων πόλις ' οὔτε τῷ τῶν ἄρτων τούτων καταλόγῳ. ἐπεὶ δὲ καὶ ἄλλῳ Χρυσίππου τοῦ Τυανέως συγγράμματι ἐνέτυχον ἐπιγραφομένῳ Ἀρτοποιικῷ καὶ πεῖραν ἔσχον τῶν αὐτόθι ὀνομασθέντων παρὰ πολλοῖς τῶν φίλων, ἔρχομαι καὶ αὐτὸς λέξων τι περὶ ἄρτων, ὁ ἀρτοπτίκιος ἄρτος καλούμενος κλιβανικίου καὶ φουρνακίου διαφέρει, ἐὰν δ᾽ ἐκ σκληρᾶς ζύμης ἐργάζῃ αὐτόν, ἔσται καὶ λαμπρὸς καὶ εὔβρωτος πρὸς ξηροφαγίαν εἰ δ᾽ ἐξ ἀνειμένης, ἔσται μὲν ἐλαφρός, οὐ λαμπρὸς δέ. κλιβανίκιος δὲ καὶ φουρνάκιος χαίρουσιν ἁπαλωτέρᾳ τῇ ζύμῃ. παρὰ δὲ τοῖς Ἕλλησι καλεῖταί τις ἄρτος ἁπαλὸς ἀρτυόμενος γάλακτι ὀλίγῳ καὶ ἐλαίῳ καὶ ἁλσὶν ἀρκετοῖς. δεῖ δὲ τὴν ματερίαν ἀνειμένην ποιεῖν. οὗτος δὲ ὁ ἄρτος λέγεται Καππαδόκιος, ἐπειδὴ ἐν Καππαδοκίᾳ κατὰ τὸ πλεῖστον ἁπαλὸς ἄρτος γίνεται, τὸν δὲ τοιοῦτον ἄρτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι, καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι καί ἐστιν ... ἄνθει παραπλήσιος.

ὁ δὲ βωλήτινος καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφ᾽ ᾗ ἐπιτίθεται ἡ ματερία, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δ᾽ ἐμβληθῇ εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότ᾽ ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον, ὅμοιον τῷ φουμώσῳ τυρῷ. [p. 32]

ὁ δὲ στρεπτίκιος ἄρτος συναναλαμβάνεται γάλακτι ὀλίγῳ, καὶ προσβάλλεται πέπερι καὶ ἔλαιον ὀλίγον εἰ δὲ μή, στέαρ. εἰς δὲ τὸ καλούμενον ἀρτολάγανον ἐμβάλλεται οἰνάριον ὀλίγον καὶ πέπερι γάλα τε καὶ ἔλαιον ὀλίγον ἢ στέαρ. εἰς δὲ τὰ καπύρια τὰ καλούμενα τράκτα μίξεις ὥσπερ καὶ εἰς ἀρτολάγανον.

’ 80. ταῦτ᾽ ἐκθεμένου τἀριστάρχεια δόγματα τοῦ ῾ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη: ‘ Δάματερ σοφίας οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων.’ πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη: “


    οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,

κατὰ τὸν κωμικὸν Εὔβουλον,


    ἀνόσιοι λάρυγγες,
    ἀλλοτρίων κτεάνων παραδειπνίδες,

οὐ χὠ> προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς [p. 34] δ᾽ ' ὦ λοπαδάγχαι κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, λευκῶν ὑπογαστριδίων,' ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ κύβοι, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν ῾ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν θαργηλὸν, ὅν τινες καλοῦσι θαλύσιον Κράτης δ᾽ ἐν β᾽ Ἀττικῆς διαλέκτου θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον καὶ τὸν σησαμίτην. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ἀνάστατον καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται, ἐστὶ δὲ καὶ ὁ πυραμοῦς ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν α᾽ φυτικῶν, καθάπερ καὶ τῶν θιαγόνων ὀνομαζομένων οὗτοι δ᾽ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ, δραμίκες δὲ καὶ δραμεῖς παρ᾽ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται. 81. καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι: Σέλευκος μὲν δράμιν ὑπὸ Μακεδόνων οὕτως καλούμενον, δάρατον δ᾽ ὑπὸ Θεσσαλῶν. ἐτνίταν δέ φησι ἄρτον εἶναι λεκιθίτην, ἐρικίταν δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ξηροπυρίταν τὸν αὐτόπυρον ἄρτον ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν ἄρτους [p. 36] ὑπ᾽ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντ᾽ ἄρτον κυλλάστιν καλοῦσιν. μνημονεύει δ᾽ αὐτοῦ Ἀριστοφάνης Δαναίσι:


    καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.

μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ Φανόδημος ἐν ζ᾽ Ἀτθίδος, ὁ δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως :


    ἔπειτα πῶς ἦλθες; β. μόλις
    ὀπτωμένους κατέλαβον. α. ἐξόλοι᾽ ἀτὰρ
    πόσους φέρεις; β. ἑκκαίδεκ᾽. α. οἶσε δεῦρο.
    β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.

βλημα δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ᾽ ἐν α᾽ παντοδαπῶν χρηστηρίων πύρνον φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, βραττίμην τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, βραττίμην τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλίτας δ᾽ ἐν τοῖς Ἀτάκτοις σπολέα καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι. 82. καὶ μάζας δ᾽ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι καὶ παρ᾽ ἄλλοις πλείοσιν. παρ᾽ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην, [p. 38] ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ Ἀχιλλείων κριθῶν γινομένη : θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον ... ,1 καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ᾽ Ἀπολλοφάνει ἐν Δαλίδι. αἱ δὲ παρ᾽ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως ὁ Ἀλκμάν:


    θριδακίσκας τε καὶ κριβάνας νῶντος.

Σωσίβιος δ᾽ ἐν γ᾽ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ ῾ Ἡσίοδος δὲ μᾶζὰν τιν᾽ ἀμολγαίαν καλεῖ:


    μᾶζὰ τ᾽ ἀμολγαίη γάλα τ᾽ αἰγῶν σβεννυμενάων,

τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν οὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω—ἃ ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης ὁ Ἀθηναῖος ἐν γ᾽ τῶν πρὸς τὰς ἱερουργίας, ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ᾽ αὐτοῦ Ἀττικοπέρδιξ.” καὶ ὁ Οὐλπιανὸς ἔφη: “ὁ δ᾽ ἀπελεύθερος παρὰ τίνι κεῖται;” εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ᾽ [p. 40] ἐν Ῥαπιζομένῃ καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος..,1 πάλιν ἔφη: ‘ τίνι δὲ διαφέρει ἐξελευθέρου;’ ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι. 83. καὶ ὁ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτων ‘οὐ πρότερον,’ ἔφη, ‘ δειπνήσομεν, ἕως ἂν καὶ παρ᾽ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν : ἄρτοι φησίν, ' οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθ᾽ οἱ σεμιδαλῖται, μεθ᾽ οὓς οἱ ἀλευρῖται, εἶθ᾽ οἱ συγκομιστοὶ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι: οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.' Φιλιστίων δ᾽ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι: μεθ᾽ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροὶ τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ᾽ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ᾽ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δ᾽ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητός τε διὰ τὸ [p. 42] ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτοι καὶ δυσοικονόμητοι. ὁ δὲ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπίμιξιν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισὸν κακοστομαχώτερος,1 ὁ δὲ κλιβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει: εὔχυλος γὰρ καὶ εὐστόμαχος καὶ εὔπεπτος καὶ πρὸς ἀνάδοσιν ῥᾷστος: οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινὰς φησιν ἐν Συρίᾳ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φαγόντας τριχορρυεῖν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν πέττεσθαι γὰρ αὐτοὺς οὐ μετὰ πολλοῦ πόνου, τὸν δ᾽ ἐκ τῶν ζειῶν ἄρτον ἄδην φησὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν ἐσθίοντας. εἰδέναι δὲ ὑμᾶς δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τριφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.’ 84. μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου ὁ Λεωνίδης ἔφη: “ Εὐθύδημος ὁ Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ᾽ εἰρηκέναι:


    ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ
    θιοην,4
    γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
    οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ᾽ ὑπόγαστρα
    τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται. [p. 44]
    ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
    ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
    θύννων δ᾽ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
    καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
    καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη. Ἰόνιον
    δ᾽ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
    Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος
    ὀρκύνοιο τρίγωνα, τά τ᾽ ἐν στάμνοισι τεθέντα
    ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.

ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου, πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.” καὶ ὁ Διονυσοκλῆς ἔφη: “ ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν ἀλλ᾽ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου:


    σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,

ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης. 85. Διοκλῆς μὲν ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δὲ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα [p. 46] τὰ ὡραῖα λεγόμενα, ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ᾽ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ.” τούτοις προσέθηκεν ὁ Ἐφέσιος Δάφνος: “Ἀρχέστρατος μὲν ὁ περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί:


    καὶ Σικελοῦ θύννου τέμαχος, φίλε Μόσχε, φαγεῖν χρή,
    τμηθὲν ὅτ᾽ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
    σαπέρδῃ δ᾽ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
    καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
    ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
    ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
    ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
    ἂν δ᾽ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
    ὡραίου φάγε μοι τέμαχος πάλιν ἐστὶ γὰρ ἐσθλὸν
    καὶ μαλακόν.

παρέλιπεν δ᾽ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν


    σκυτίνῃ ποτ᾽ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον
    ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,2
    καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι
    ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
    παῖ᾽ ἐκεῖνον, ἄγχ᾽ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα; [p. 48]

ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων


    ἦν μέγα τι χρῆμ᾽ ἔτι τρυγῳδοποιομουσική,
    ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
    λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον
    ἄλλα τε τοιαῦθ᾽ ἕτερα μυρί᾽ ἐκιχλίζετο. '

86. Ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ, ὁ δ᾽ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε


    ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
    καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
    ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον
    ἡδυντέον τε πῶς ἕκαστὸν ἐστί μοι ...
    τάριχος πρῶτον ὡραῖον τοδί:
    διωβόλου τοῦτ᾽ ἐστί. πλυτέον εὖ μάλα.
    εἶτ᾽ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
    ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας
    ἐπισκεδάσας τ᾽ ἔλαιον εἶθ᾽ ἕψων ποῶ
    μυελὸν ἀφειδῶς τ᾽ ἐπιγανώσας σιλφίῳ.

ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι:


    παρ᾽ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ᾽ ἓν ἕκαστον πάντα δῷς,4 χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
    β. δίκαιος ὁ λόγος, ἀβάκιον, ψῆφον. α. λέγε.
    β. ἔστ᾽ ὠμοτάριχος πέντε χαλκῶν. α. λέγ᾽ ἕτερον.
    β. μῦς ἑπτὰ χαλκῶν. α. οὐδὲν ἀσεβεῖς οὐδέπω,
    λέγε. β. τῶν ἐχίνων ὀβολός. α. ἁγνεύεις ἔτι. [p. 50]
    β. ἆρ᾽ ἦν μετὰ ταῦθ᾽ ἡ ῥάφανος, ἣν ἐβοᾶτε;
    α. ναί:
    χρηστὴ γὰρ ἦν. β. ἔδωκα ταύτης δύ᾽ ὀβολούς.
    α. τί γὰρ ἐβοῶμεν; β. τὸ κύβιον τριωβόλου.
    α. ὠνήν, κιχορίων δ᾽ οὐκ ἐπράξατ᾽ οὐδὲ ἕν.
    β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
    κατεδηδόκασι τὰ λάχαν᾽ αἱ τρωξαλλίδες.
    α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
    β. ὁ ταριχοπώλης ἐστὶν ἐλθὼν πυνθάνου.
    γόγγρος δέκ᾽ ὀβολῶν. α. οὐχὶ πολλοῦ. λέγ᾽ ἕτερον.
    β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. α. παπαῖ,
    ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ᾽ ἐν ἐπιτέλει.
    β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
    ὑμῶν, χοᾶς τρεῖς, δέκ᾽ ὀβολῶν ὁ χοῦς.

Ἱκέσιος87. δ᾽ ἐν β᾽ περὶ ὕλης πηλαμύδας κύβια εἶναί φησι μεγάλα, κυβίων δὲ μνημονεύει Ποσείδιππος ἐν Μεταφερομένῳ. Εὐθύδημος ἐν τῷ περὶ ταρίχων τὸν δελκανόν φησιν ἰχθὺν ὀνομάζεσθαι ἀπὸ Δέλκωνος τοῦ ποταμοῦ, ἀφ᾽ οὗπερ καὶ ἁλίσκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τὸν λεβίαν ὀνομάζων φησὶ λέγειν τινὰς ὡς ὁ αὐτός ἐστι τῷ δελκανῷ, τὸν δὲ κορακῖνον ὑπὸ πολλῶν λέγεσθαι σαπέρδην καὶ εἶναι κράτιστον τὸν ἐκ τῆς Μαιώτιδος λίμνης, θαυμαστοὺς δὲ εἶναι λέγει καὶ τοὺς περὶ Ἄβδηρα ἁλισκομένους κεστρεῖς, μεθ᾽ οὓς τοὺς περὶ [p. 52] Σινώπην, καὶ ταριχευομένους εὐστομάχους ὑπάρχειν. τοὺς δὲ προσαγορευομένους φησὶ μύλλους ὑπὸ μέν τινων καλεῖσθαι ἀγνωτίδια, ὑπὸ δέ τινων πλατιστάκους ὄντας τοὺς αὐτούς, καθάπερ καὶ τὸν χελλαρίην καὶ γὰρ τοῦτον ἕνα ὄντα ἰχθὺν πολλῶν ὀνομασιῶν τετυχηκέναι: καλεῖσθαι γὰρ καὶ βάκχον καὶ ὀνίσκον καὶ χελλαρίην. οἱ μὲν οὖν μείζονες αὐτῶν ὀνομάζονται πλατίστακοι, οἱ δὲ μέσην ἔχοντες ἡλικίαν μύλλοι, οἱ δὲ βαιοὶ τοῖς μεγέθεσιν ἀγνωτίδια. μνημονεύει τῶν μύλλων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσι:


    σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.

” 88. ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους ὁ γραμματικὸς ἔφη Οὔαρος: “ ἀλλὰ μὴν καὶ Ἀντιφάνης ὁ ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται:


    τάριχος ἀντακαῖον εἴ τις βούλετ᾽ ἢ
    Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
    ὀσμαῖσι χαίρει.

καὶ ἐν Παρασίτῳ:


    τάριχος ἀντακαῖον ἐν μέσῳ
    πῖον, ὁλόλευκον, θερμόν.

Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ:


    Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
    Γαδειρικὸν θ᾽ ὑπογάστριον παρεισίτω.

καὶ προελθών


    ἀλλ᾽ ἐπριάμην παρ᾽ ἀνδρός, ὦ γῆ καὶ θεοί,
    ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
    τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν [p. 54]
    ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
    τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα:
    ὑπερμέγεθες γάρ ἐστιν.

” ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη: “ μήποτ᾽ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ᾽ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ᾽ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν σιλούρων.” καὶ ὁ Πλούταρχος “ὁ μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, οὗ ὁ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται; ἀλλ᾽ ὅμως ὠνόμασεν ἡμίνηρον ὁ Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως :


    ἐδέξατ᾽ ἀντακαῖον, ὃν τρέφει μέγας
    Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.

καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει


    Μενδήσιὸς θ᾽ ὡραῖος ἀκρόπαστος εὖ
    ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.

ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι,2 οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρἈττικοῖς: παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.” 89. ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη : “ Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ :


    ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.

Πλάτων Διὶ κακουμένῳ :


    ὥσθ᾽ ἅττ᾽ ἔχω ταῦτ᾽ ἐς ταρίχους ἀπολέσω.

Ἀριστοφάνης Δαιταλεῦσιν [p. 56]


    οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
    πλύνων ἅπασιν ὅσα σύνοιδ᾽ αὐτῷ κακά.

Κράτης Θηρίοις:


    καὶ τῶν ῥαφάνων ἕψειν χρή,
    ἰχθῦς τ᾽ ὀπτᾶν τούς τε ταρίχους,
    ἡμῶν δ᾽ ἀπὸ χεῖρας ἔχεσθαι.

ἰδίως δ᾽ ἐσχημάτισται παρ᾽ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι:


    καὶ τάριχος πίονα.

Σοφοκλῆς τ᾽ ἐν Φινεῖ:


    νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.

ὑποκοριστικῶς δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ:


    ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.

καὶ Κηφισόδωρος ἐν τι:


    κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.

Φερεκράτης ἐν Αὐτομόλοις:


    ἡ γυνὴ δ᾽ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ᾽ ἢ φακῆν
    ἀναμένει καὶ σμικρὸν ὀπτῶσ᾽ ὀρφανὸν ταρίχιον.

καὶ Ἐπίχαρμος δ᾽ ἀρσενικῶς εἴρηκεν ὁ τάριχος. Ἡρόδοτος δ᾽ ἐν θ᾽ οὕτως: ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.’ καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι:


    τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.
    σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
    οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.

Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς:


    ἆρ᾽ ἂν φάγοιτ᾽: ἂν καὶ ταρίχους, ὦ θεοί; [p. 58]

ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν


    ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.

καὶ ἐπὶ αἰτιατικῆς


    ἐπέπασα
    ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.

ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ ς.90. τοσαύτην δ᾽ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως ι


    τοὺς Χαιρεφίλου δ᾽ υἱεῖς Ἀθηναίους, ὅτι
    εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
    ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
    ἐν τοῖς Σατύροις εἶναι.

μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ. Εὐθύνου δὲ τοῦ ταριχοπώλου μέμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως :


    ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,1
    παρ᾽: οὗ φέρειν εἴωθα κἂν οὕτω τύχῃ ...
    εὔθυνος ... ἀπολογίζων αὐτόθι
    χρηστόν τι, περίμεινον κέλευσον μοι τεμεῖν.

Φειδίππου δὲ καὶ γὰρ οὗτος ταριχοπώλης Ἄλεξις ἐν Ἱππίσκῳ κἀν Σωράκοις:


    Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.

”91. ἐσθιόντων δ᾽ ἡμῶν τὸ τάριχος καὶ πολλῶν [p. 60] ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν ὁ Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε: “Ἡρακλείδης ὁ Ταραντῖνος, ἄνδρες φίλοι, ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί: ' ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς: ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα, οἴονται δέ τινες ταῦτ᾽ εἶναι καὶ κακοστόμαχα—λέγω δὴ λαχάνων καὶ ταρίχων γένη—δηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον (οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ, ἐν Γῇ καὶ Θαλάσσῃ, καὶ Διοκλῆς ἐν α Ὑγιεινῶν), ἀσπάραγος, τεῦτλον τὸ λευκὸν ῾τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων᾽, κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ᾽ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ... μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν.' Μακεδόνες δ᾽, ὥς φησιν Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ ῾ Ἡφαιστίωνος ταφῆς, οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλ᾽ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε [p. 62] μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν. 92. Δίφιλος δὲ ὁ Σίφνιός φησι: ' τὰ ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα καὶ τὰ τούτοις ὅμοια γένη, τῶν δὲ πιόνων τὰ θύννεια καὶ κορδύλεια. τὰ δὲ παλαιὰ κρείσσονα καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θύννειον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους ἐστὶ καὶ τὸ ὡραῖον. ἡ δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. ὁ δὲ σκόμβρος κούφως καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου. ὁ κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος καὶ κακοχυλότερος, τρόφιμος : κρείσσων δὲ ὁ Ἀμυνκλανὸς καὶ Σπανὸς ὁ Σαξιτανὸς λεγόμενος: λεπτότερος γὰρ καὶ γλυκύτερος Στράβων δ᾽ ἐν γ᾽ Γεωγραφικῶν πρὸς ταῖς ῾ Ἡρακλέους φησὶ νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Σεξιτανίαν, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβροαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεσθαι γάρον. οἱ δὲ λεγόμενοι μελανδρύαι, ὧν καὶ Ἐπίχαρμος μνημονεύει ἐν Αὐτομόλῳ Ὀδυσσεῖ οὕτως:


    ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.

μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς Πάμφιλος ἐν τοῖς περὶ ὀνομάτων παρίστησι, καί ἐστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα. 93. τὸ δὲ ὠμοτάριχον, φησὶν ὁ Δίφιλος, κήτημα τινὲς λέγουσι, καί ἐστι βαρὺ καὶ γλοιῶδες, προσέτι [p. 64] δὲ καὶ δύσπεπτον. ὁ δὲ ποτάμιος κορακῖνος, ὃν πέλτην τινὲς καλοῦσιν, ὁ ἀπὸ τοῦ Νείλου, ὃν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον ὀνομάζουσιν, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκώδης, τρόφιμος, εὔπεπτος, εὐανάδοτος, κατὰ πάντα τοῦ μύλλου κρείσσων. τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα, γίνεται δὲ εὐστόμαχα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ χρὴ τοὺς ταρίχους πλύνειν ἄχρι ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δ᾽ ἐκ θαλάσσης ἑψόμενος τάριχος γλυκύτερος γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονὲς εἰσιν. Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ' ἁλυκοί,' φησίν, ' καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὰς κοιλίας, οἱ δὲ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μὲν εἰσιν οὐρητικοί, λύουσι δ᾽ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας : οἱ δὲ στρυφνοὶ τὰς ἐκκρίσεις ... Ξενοφῶν δὲ ὁ μουσικώτατος ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ διαβάλλων τὰ τοιαῦτα βρώματά φησι: ' τί γάρ, ἔφη ὁ Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενοήκατε ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; πάνυ μὲν οὖν, ἔφη ὁ Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώπῳ. ἄλλο τι οἴει, ἔφη ὁ Ἱέρων, ταῦτα ἐδέσματα εἶναι ἢ μὴ διὰ κακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα; ἐπεὶ οἵ γε ἡδέως ἐσθίοντες καὶ σὺ [p. 66] που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.'” 94. ἐπὶ τούτοις λεχθεῖσιν ὁ Κύνουλκος πιεῖν ᾔτησε δηκόκταν, δεῖν λέγων ἁλμυροὺς λόγους γλυκέσιν ἀποκλύζεσθαι νάμασι. πρὸς ὃν ὁ Οὐλπιανὸς σχετλιάσας καὶ τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἔφη: “ μέχρι πότε βαρβαρίζοντες οὐ παύσεσθε; ἢ ἕως ἂν καταλιπὼν τὸ συμπόσιον οἴχωμαι, πέττειν ὑμῶν τοὺς λόγους οὐ δυνάμενος;” καὶ ὅς: “ἐν Ῥώμῃ τῇ βασιλευούσῃ διατρίβων τὰ νῦν, ὦ λῷστε, ἐπιχωρίῳ κέχρημαι κατὰ τὴν συνήθειαν φωνῇ . καὶ γὰρ παρὰ τοῖς ἀρχαίοις ποιηταῖς καὶ συγγραφεῦσι τοῖς σφόδρα ἑλληνίζουσιν ἔστιν εὑρεῖν καὶ Περσικὰ ὀνόματα κείμενα διὰ τὴν τῆς χρήσεως συνήθειαν, ὡς τοὺς παρασάγγας καὶ τοὺς ἀστάνδας καὶ τοὺς ἀγγάρους καὶ τὴν σχοῖνον ἢ τὸν σχοῖνον μέτρον δ᾽ ἐστὶ τοῦτο ὁδοῦ μέχρι νῦν οὕτως παρὰ πολλοῖς καλούμενον. μακεδονίζοντὰς τ᾽ οἶδα πολλοὺς τῶν Ἀττικῶν διὰ τὴν ἐπιμιξίαν. βέλτιον δ᾽ ἦν μοι


    αἷμα ταύρειον πιεῖν,
    ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος,

ἢ εἰς σὲ ἐμπεσεῖν. οὐ γὰρ ἂν εἴποιμι Ταύρειον ὕδωρ πιεῖν, ὅπερ σὺ οὐκ οἶσθα τί ἐστιν οὐδὲ γὰρ ἐπίστασαι ὅτι καὶ παρὰ τοῖς ἀρίστοις τῶν ποιητῶν καὶ συγγραφέων εἴρηταί τινα καὶ φαῦλα. Κηφισόδωρος γοῦν ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν πρὸς Ἀριστοτέλην λέγει ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν ἢ καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷα παρὰ [p. 68] μὲν Ἀρχιλόχῳ τὸ πάντ᾽ ἄνδρ᾽ ἀποσκολύπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν δὲ τὸ ἴσον, Εὐριπίδῃ τε τὸ τὴν γλῶτταν ὀμωμοκέναι φάναι καὶ Σοφοκλεῖ τὸ ἐν Αἰθίοψιν εἰρημένον


    τοιαῦτὰ τοί σοι πρὸς χάριν τε κου᾽ βίᾳ
    λέγω, σὺ δ᾽ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν
    δίκαι᾽ ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου.

καὶ ἀλλαχοῦ δ᾽ ὁ αὐτὸς ἔφη μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακὸν Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι τῷ Διὶ καὶ τὸν Ἄρη μοιχεύειν: ἐφ᾽ οἷς πάντες κατηγοροῦσιν αὐτῶν. 95. εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν


    οὐκ ἀείδω τὰ παλαιά: καινὰ γὰρ μάλα κρείσσω,
    νέος ὁ Ζεὺς βασιλεύει: τὸ πάλαι δ᾽ ἦν
    Κρόνος ἄρχων, ἀπίτω μοῦσα παλαιά.

Ἀντιφάνης τ᾽ ἐν Ἀλκήστιδι ἔφη:


    ἐπὶ τὸ καινουργεῖν φέρου,
    οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι
    ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,,
    πολλῶν παλαιῶν ἐστι χρησιμώτερον

ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω, κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα


    εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ...
    ἐγὼ δ᾽ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει,
    ἀλλ᾽ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.

” [p. 70] “ ἀλλὰ μὴ φθονήσῃς,” ἔφη ὁ Οὐλπιανός, “ δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι: τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ.” καὶ ὁ Κύνουλκος “ ἀλλὰ προπίνω σοι,” ἔφη, “ φιλοτησίαν διψᾷς γὰρ λόγων παρ᾽ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης :


    ὕδατος ἀπέφθου κύαθον ἂν δ᾽ ὠμὸν πίῃ,
    βαρὺ καὶ κοπῶδες.

τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, ὦ φίλε, Σοφοκλῆς Αἰγεῖ ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ᾽ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται, 96. ἐπίστανται δ᾽ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλ᾽ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι. ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι:


    τὸ χαλκίον
    θέρμαινέ θ᾽ ἡμῖν καὶ θύη πέττειν τινὰ
    κέλευ᾽, ἵνα σπλάγχνοισι συγγενώμεθα.

Ἀντιφάνης δ᾽ ἐν Ὀμφάλῃ :


    ἐν χύτρᾳ δέ μοι
    ὅπως ὕδωρ ἕψοντα μηδέν᾽ ὄψομαι.
    οὐ γὰρ κακὸν ἔχω μηδ᾽ ἔχοιμ᾽. ἐὰν δ᾽ ἄρα
    στρέφῃ με περὶ τὴν γαστέρ᾽ ἢ τὸν ὀμφαλόν,
    παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.

ἐν δ᾽ Ἀλειπτρίᾳ φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδος : [p. 72]


    ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον,
    κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην
    ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος
    ζέοντος ὕδατος: εἰ δὲ μή,1 μηδέποθ᾽ ὕδωρ πίοιμι
    ἐλευθέριον.

Πλάτων δ᾽ ἐν δ᾽ Πολιτείας: πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ ἢ πολλοῦ ἢ ὀλίγου ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτ᾽ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ, ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος;᾽ Σῆμος δὲ ὁ Δήλιος ἐν β᾽ Νησιάδος ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορα, τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ. Ἄλεξις δ᾽ ἐν Λοκροῖς:


    αἱ δὲ παῖδες παρέχεον
    ἡ μὲν τὸ θερμόν, ἡ δ᾽ ἑτέρα τὸ μετάκερας.

καὶ Φιλήμων ἐν Κορινθίᾳ. Ἄμφις δ᾽ ἐν Βαλανείῳ: [p. 74]


    ἀνεβόησ᾽ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.

97. ” μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ ὁ Ποντιανὸς ἔφη: “ οἴδασιν, ὦ φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί:


    καὶ γὰρ βούλομαι
    ὕδατός σε γεῦσαι: πρᾶγμα δ᾽ ἔστι μοι μέγα
    φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.

ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις :


    εἶτ᾽ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
    ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
    ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς,
    ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
    ἐράνους φέροντες οὐ φέρομεν ἀλλ᾽ ἢ κακῶς,
    τακτῆς τροφῆς δὲ τῆς καθ᾽ ἡμέραν πάλιν
    γλιχόμεθα τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
    ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
    τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
    καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
    τὸ δ᾽ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν.
    καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
    ἐπὶ ταῖς ἀβυρτάκαισι δὲ ἐκβακχεύομεν.
    οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
    τὸ μὴ γενέσθαι μὲν κράτιστὸν ἐστ᾽ ἀεί,
    ἐπὰν γένηται δ᾽, ὡς τάχιστ᾽ ἔχειν τέλος.

Δεξικράτης δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ᾽ ἑαυτῶν πλανώμενοί φησιν [p. 76]


    εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον
    ἐπίσταμ᾽ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ.

Εὐθυκλῆς δ᾽ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ:


    πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ᾽ ὠνία:
    πρῶτον δ᾽ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.

οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν. Χάρης δ᾽ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους, οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα. 98. ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς::


    οἶνον γὰρ πιεῖν
    οὐδ᾽ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
    ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.

καὶ ὁ Λύσιππος ἐν Βάκχαις:


    Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; β. τί δ᾽ ἄλλο γ᾽ ἢ
    ὁ πατήρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν,
    ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.

Δίφιλος δ᾽ ἐν Μνηματίῳ φησὶν


    ψῦξον τὸν οἶνον, Δῶρι.

Πρωταγορίδης δ᾽ ἐν β᾽ τῶν κωμικῶν ἱστοριῶν τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις: ' τὴν γὰρ ἡμέραν [p. 78] ἀνηλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι᾽ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον ἐν ἀχύροις τιθέασιν τὰς ὑδρίας, εἶθ᾽ οὕτως χρῶνται χιόνος οὐδ᾽ ἡντινοῦν χρείαν ἔχοντες λακκαίου δὲ ὕδατος μνημονεύει Ἀναξίλας ἐν Αὐλητῇ οὕτως:


    ὕδατός τε λακκαίου παρ᾽ ἐμοῦ τουτὶ γέ σοι
    νόμιζ᾽ ὑπάρχειν.

καὶ πάλιν


    ἴσως τὸ λακκαῖὸν γ᾽ ὕδωρ ἀπόλωλ᾽ ἐμόν.

Ἀπολλόδωρος δ᾽ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως:


    ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον
    λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς
    τὰς ἱμονιὰς πεποίηκας.

”99. τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη: “ ἐγὼ δ᾽ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.” καὶ ὁ Οὐλπιανὸς “ κεῖται μὲν ὁ φιλοτάριχος,” ἔφη, “ παρ᾽ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως:


    οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.

Ἄλεξις δ᾽ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις: [p. 80]


    ὁ δὲ Κίλιξ
    ὅδ᾽ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.

τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.” “οὐ γὰρ μέλει σοι,” ἔφη ὁ Μυρτίλος, “ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον κνισοκόλαξ. Καλλίστρατος ἐν ζ᾽ Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ὁ ποιητὴς ' κραταιοῦ καύματος ὥρᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα:


    τὴν ῥὰ ποτ᾽ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν
    ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης:
    ἀνδρῶν δ᾽ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη
    ζώνη Πιερίην γῆν ἐπιεσσαμένη:
    ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος, οὐ γὰρ ἔοικε
    θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.

” πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός: “ ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;” “τὰ μὲν οὖν τοῦ Ἀσίου,” ἔφη ὁ Μυρτίλος, “ἔπη ταῦτ᾽ ἐστί:


    χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
    ἦλθεν κνισοκόλαξ εὖτε Μέλης ἐγάμει,
    ἄκλητος, ζωμοῦ κεχρημένος: ἐν δὲ μέσοισιν
    ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.

ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως:: [p. 82]


    ὀψοφάγος εἶ καὶ κνισολοιχός.

ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις


    ὁ πορνοβοσκὸς γὰρ μ᾽ ὑπὸ κνισολοιχίας
    χορδὴν τιν᾽ αἱματῖτιν αὑτῷ σκευάσαι
    ἐκέλευσε ταυτηνί με.

τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ, ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ:


    εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
    ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ
    ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
    οὔτε φιάλῃ μετεῖχε δ᾽ ἀμφοῖν τοῖν ῥυθμοῖν.

”100. ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ ὁ Κύνουλκος ἔφη: “ ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ᾽ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.” καὶ ὁ Οὐλπιανὸς “ ἀλλ᾽ ἐμοὶ μέν,” ἔφη, “ὦ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ᾽ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων ἢ τῶν κοκκάλων ἀφθόνως ἔχοντος.” καὶ κομισθέντος “ δότε,” ἔφη, “ μυστίλην: οὐ γὰρ ἂν εἴποιμι μύστρον ... παρ᾽ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον.” “ ἐπιλήσμων εἶ,” ἔφη, “ὦ θαυμάσιε,” ὁ Αἰμιλιανός. “οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς [p. 84] φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι ὀνομάσαντα παρέθου; οὗτος τοίνυν αὐτὸς ἐν τῷ προτέρῳ τῶν Γεωργικῶν ἐμφανίζων τὴν τοῦ χόνδρου χρῆσιν καὶ μύστρον ὠνόμασε διὰ τούτων:


    ἀλλ᾽ ὁπότ᾽ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς
    ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
    χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις
    ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
    ζωμὸν δὲ βρομέοντα καταντλας
    ... πνῖγε δὲ πῶμα
    ἀμφιβαλών: φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
    ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.

διὰ τούτων, ὦ θαυμασιώτατε, ὑπογράφει ὁ Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἢ ἐρίφου ζωμὸν ἢ ὄρνιθος, τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ᾽ ἔλαιον αὐτοῖς ἀναφύρασον ἡνίκ᾽ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ᾽ αὐτὸν ἀπ᾽ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, ῾ κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ: τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς μύστροις. ἀλλὰ μὴν καὶ Ἱππόλοχος ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ δι᾽ ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν, ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις [p. 86] καὶ οὐδὲν φὴς φθέγξασθαι ὃ μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, ὦ φίλτατε, τί ἐστιν ὃ λέγει Νικοφῶν ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν; ἐγὼ γὰρ καὶ τοῦτον εὑρίσκω μνημονεύοντα τῶν μύστρων ὅταν λέγῃ:


    μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
    ἰσχαδοπώλαις, διφθεροπώλαις,
    ἀλφιτοπώλαις, μυστριοπώλαις,
    βιβλιοπώλαις, κοσκινοπώλαις,
    ἐγκριδοπώλαις, σπερματοπώλαις.

τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλ᾽ ἢ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, ὦ καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ' ἄκικύς εἰμι κὠλιγοδρανέω 101. τεθαύμακα δὲ καὶ πῶς οὐκ ἐζήτησας ' ὁ δὲ χόνδρος πόθεν; Μεγαρόθεν ἢ Θετταλικός; ' ὅθεν καὶ Μυρτίλος ἐστίν.” καὶ ὁ Οὐλπιανὸς “ παύομαι,” ἔφη, “ ἐσθίων ἕως ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι.” καὶ ὁ Αἰμιλιανὸς ἔφη: “ ἀλλ᾽ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν μέλλομεν ἐδεσμάτων μεταλαμβάνειν.” καὶ ὃς δυσχεράνας ἔφη: “ πόθεν σοι καὶ τὰ ἐδέσματα; μὴ γὰρ ἀναπαύσασθαι ἔστι ζητοῦντα ἀεί τι πρὸς τοὺς ὀψιμαθεῖς τούτους σοφιστάς;” “ ἀλλὰ μήν,” ἔφη, “ καὶ περὶ τούτου σοι τὸν λόγον, ὁ Αἰμιλιανός, ἀποδώσω. λέξω δὲ πρῶτον περὶ τοῦ χόνδρου Ἀντιφάνους παρατιθέμενος ἐξ Ἀντείας τάδε:


    ἐν ταῖς σπυρίσι δὲ τί ποτ᾽ ἔνεστιν, φίλτατε;
    β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός. [p. 88]
    α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;
    β ... τῆς.. Φοινίκης..
    σεμίδαλις, ἐκ πολλῆς σφόδρ᾽ ἐξηττημένη.

τὸ δ᾽ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον. ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις:


    καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.

χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως:


    ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
    ἐδίδου ῥοφεῖν ἄν.

καὶ σεμιδάλεως δὲ μέμνηται, καὶ εἰ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ. τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω :


    τῶν δὲ διδύμων ἐκγόνων
    σεμιδάλιδος ...

τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί:


    ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων,
    πιών τε προπόσεις τρεῖς ἴσως ἤ τέτταρας
    ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
    ἴσως ἐλεφάντων τεττάρων.

” ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφὴν ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα—ου᾽ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. ἀλλ᾽ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα.