Γεωγραφικά
Συγγραφέας:
Βιβλίο Α



ΥΠΟΘΕΣΙΣ


ΤΩΝ ΓΕΩΓΡΑΦΙΚΩΝ ΚΕΦΑΛΑΙΑ


αʹ Ὅτι οὐκ ἐκτὸς φιλοσοφίας ἡ γεωγραφικὴ πραγματεία. ὅτι καὶ Ὅμηρος αὐτῆι πανταχοῦ τῶν ἐπῶν φαίνεται χρώμενος. ὅτι οἱ πρότερον αὐτῆι χρησάμενοι ἐλλιπῶς ἢ ἀναρθρώτως ἢ ἐσφαλμένως ἢ ψευδῶς ἢ τοῖς αὐτοῖς ἀσυμφώνως εἰρήκασιν. ἔλεγχοι καὶ ἀποδείξεις τοῦ εἰκότως αὐτὸν οὕτω κρίνειν. κεφαλαιώδεις λόγοι πάσης οἰκουμένης συντόμως ὑποτυποῦντες τὴν διάθεσιν. πίστις εἰκότων καὶ τεκμηρίων βεβαίων τοῦ κατὰ μέρη τὴν γῆν καὶ τὴν θάλασσαν ἐνηλλάχθαι καὶ εἰς ἀλλήλας μετατεθῆναι.

βʹ Ἐν τῶι δευτέρωι κατὰ λέξιν προβαλλόμενος τὰ Ἐρατοσθένους διαιτᾶι καὶ διελέγχει ὅσα μὴ ὀρθῶς εἴρηται ἢ διήιρηται ἢ διαγέγραπται· καὶ Ἱππάρχου δὲ τῶν πολλῶν μιμνήσκεται ἐπιλαμβανόμενος. καὶ ἐπὶ τέλει ἔκθεσις σύντομος καὶ τρόπον τινα σύνοψις τῆς ὅλης πραγματείας͵ τοῦτ᾽ ἔστι τῆς γεωγραφικῆς ἱστορίας.

γʹ Εν τω τρίτω την Ιβηρίαν και τα μέρη αυτής, ένθεν μεν τα από του Ιερού ακρωτηρίου μέχρι Στηλών, και τα από τούτου πάλιν μέχρι Νερίου, εν οις και η Λυσιτανία. ένθεν δε τα από Στηλών μέχρι της Πυρήνης. μεθ' α και τας παρακειμένας τη Ιβηρία νήσους, τας τε εντός Στηλών, Πιτυούσσας και Γυμνησίας, και τα εκτός Στηλών Γάδειρα.

δʹ Ἐν τῶι τετάρτωι τὰ περὶ Γαλλίαν καὶ Ἰβηρίαν καὶ ὅσα διείργουσιν αἱ Ἄλπεις τῆς Ἰταλίας ἔνδον͵ ἐν οἷς καὶ Βρεττανία καὶ τῶν ὠκεανιτίδων νήσων τινές͵ ὅσαι καὶ δοκοῦσιν οἰκεῖσθαι͵ καὶ βαρβάρων χώραν καὶ ἔθνη παροικοῦντα τοῦ Ἴστρου πέραν.

εʹ Ἐν τῶι πέμπτωι τὰ περὶ Ἰταλίαν ἀπὸ τῆς ὑπωρείας τῶν Ἄλπεων μέχρι τοῦ Σικελικοῦ πορθμοῦ καὶ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου͵ ἐς οἷς Βενετία͵ Λιγουρία͵ Πικηνόν͵ Τουσκία͵ Ρώμη͵ Καμπανία͵ Λευκανία͵ Ἀπουλία͵ καὶ ὅσαι νῆσοι τῆι ταύτηι θαλάσσηι παράκεινται ἀπὸ Γενουσῶν μέχρι Σικελίας.

ςʹ Ἐν τῶι ἕκτωι τὰ ἐφεξῆς τῆς Ἰταλίας καὶ τὰ ἐντὸς τοῦ Ἀδρία μέχρι Μακεδονίας͵ ἐν οἷς Ἀπουλία Καλαβρία καὶ ὅσα κατὰ τὸν Ἰόνιον κόλπον ἅμα ταῖς παρακειμέναις νήσοις ἀπὸ Σικελίας ἕως τῶν Κεραυνίων͵ κἀκ τοῦ ἄλλου μέρους ἕως Καρχηδόνος καὶ τῶν ταύτηι παρακειμένων νησιδίων.

ζʹ Ἐν τῶι ἑβδόμωι λέγει τῆς Εὐρώπης τὰ λειπόμενα μέρη· ἔστι δὲ τὰ πρὸς ἕω πέραν τοῦ Ρήνου μέχρι τοῦ Τανάϊδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης͵ καὶ ὅσα μεταξὺ τοῦ Ἀδρίου καὶ τῶν ἀριστερῶν τῆς Ποντικῆς θαλάσσης μερῶν ἀπολαμβάνει πρὸς νότον μέχρι τῆς Ἑλλάδος καὶ τῆς Προποντίδος ὁ Ἴστρος͵ ἐν οἷς καὶ Μακεδονία πᾶσα.

ηʹ Ἐν τῶι ὀγδόωι λέγει τὰ τῆς Εὐρώπης͵ Μακεδονίας τὰ λειπόμενα καὶ Ἑλλάδα πᾶσαν· ἐν ἧι καὶ ἐγχρονίζει διὰ τὸ πολύγνωστον τῆς χώρας͵ διακριβῶν καὶ εὐκρινῆ ποιῶν τὰ ἀδιακρίτως καὶ ἀδιορίστως ὑπὸ τῶν ποιητῶν τε καὶ ἱστορικῶν περὶ τῶν ταύτηι πόλεων εἰρημένα͵ καὶ μάλιστα ἐν καταλόγωι τε καὶ ἄλλοθι πολλαχοῦ τῆς ποιήσεως.

θʹ Ἐν τῶι ἐνάτωι περὶ τῆς Ἑλλάδος͵ Ἀθηνῶν μάλιστα πανηγυρικὴν ἔκφρασιν͵ καὶ Βοιωτίαν καὶ Θετταλίαν μετὰ τῆς παραλίας ταύτης.

ιʹ Τὸ δέκατον περιέχει Αἰτωλίαν καὶ τὰς παρακειμένας νήσους͵ ἔτι δὲ Κρήτην πᾶσαν͵ ἧι καὶ μάλιστα ἐγχρονίζει͵ νόμιμά τε αὐτῆς διηγούμενος καὶ τῶν Κουρήτων͵ πρὸς δὲ καὶ τῶν Ἰδαίων δακτύλων τὴν ἐν αὐτῆι γένεσιν καὶ τιμὴν καὶ ὄργια ἐπεξιών· καὶ τὸ ἴδιον δὲ γένος Στράβων ἀπὸ Κρήτης λέγει· ἔτι δὲ καὶ τὰς περὶ Κρήτην νήσους πολλὰς οὔσας περιέχει τὸ βιβλίον͵ ἐν αἷς εἰσι καὶ αἱ Σποράδες καὶ τῶν Κυκλάδων ἔνιαι.

ιαʹ Τὸ ἑνδέκατον ἄρχεται μὲν τῆς Ἀσίας͵ τοῦ Τανάιδος ἀπὸ τῶν ἀρκτικῶν μερῶν ἄνωθεν ἀρχομένου διαιρεῖν τὴν Εὐρώπην τῆς Ἀσίας. περιέχει δὲ τὸ βιβλίον καὶ τὰ παρακείμενα ἔθνη ταῖς ἀρχαῖς αὐτοῦ πρὸς τῆι ἀνατολῆι καὶ μεσημβρίαι͵ ἣ καὶ Ἀσία ἐστίν. ἔστι δὲ τῆιδε ἔθνη βάρβαρα τὰ τῶι βιβλίωι ἐγκείμενα ὅσα παροικεῖ τὸ Καυκάσιον ὄρος͵ ἐν οἷς Ἀμαζόνες τε καὶ Μασσαγέται͵ Σκύθαι καὶ Ἀλβανοὶ καὶ Ἴβηρες͵ Βακτριανοί͵ Κάσπιοι͵ Μῆδοι͵ Πέρσαι͵ Ἀρμενίαι δύο ἕως τῆς Μεσοποταμίας· ἔχει δὲ καὶ Τρωγλοδύτας καὶ Ἡνιόχους οὕτω λεγόμενα ἔθνη͵ καὶ Σκηπτούχους͵ Σοάνας͵ Ἀσσυρίους͵ Πολυφάγους͵ Ναβιανούς͵ Σιρακούς͵ Ταπύρους. ἐπεμνήσθη δὲ Ἰάσονος καὶ Μηδείας καὶ ὧν ἔκτισαν πόλεων· ἔτι δὲ Ξέρξου καὶ Μιθριδάτου καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου.

ιβʹ Τὸ δωδέκατον περιέχει τὰ ὑπόλοιπα τῆς Ποντικῆς χώρας καὶ ἐφεξῆς Καππαδοκίαν͵ Γαλατίαν͵ Βιθυνίαν͵ Μυσίαν͵ Φρυγίαν͵ Μαιονίαν͵ καὶ πρὸ τούτων Σινωπίδα͵ πόλιν Ποντικήν͵ καὶ Ἡράκλειαν καὶ Ἀμάσειαν· ἔτι Ἰσαυρίαν͵ Λυκίαν͵ Παμπυλίαν͵ Κιλκίαν μετὰ τῶν παρακειμένων νήσων καὶ ὀρῶν καὶ ποταμῶν.

ιγʹ Τὸ τρισκαιδέκατον περιέχει τῆς Ἀσίας τὰ ἀπὸ τῆς Προποντίδος κάτωθεν͵ ἀπὸ Κυζίκου ἀρχόμενον͵ καὶ ἐφεξῆς τὴν ταύτηι παραλίαν πᾶσαν καὶ εἴ τινες νῆσοι ὑπάρχουσιν· ἐγχρονίζει δὲ μάλιστα τῆι Τροίαι͵ εἰ καὶ ἔρημος͵ διὰ τὸ ἐπίσημον αὐτῆς καὶ πολυθρύλητον ἐκ τοῦ πολέμου.

ιδʹ Τὸ τεσσαρεσκαιδέκατον περιέχει τὰς Κυκλάδας νήσους καὶ τὴν ἀντιπέραν χώραν͵ ἐν ἧι Παμφυλία Ἰσαυρία Λυκία Πισιδία Κιλικία ἕως Σελευκείας τῆς Συρίας͵ καὶ τῆς Ἀσίας τῆς ἰδίως Ἰωνίας λεγομένης.

ιεʹ Τὸ πεντεκαιδέκατον περιέχει Ἰνδίαν καὶ Περσίδα.

ιςʹ Τὸ ἑκκαιδέκατον περιέχει τὴν Ἀσσυρίων χώραν͵ ἐν ἧι Βαβυλὼν καὶ Νίσιβις͵ πόλεις μέγιστα͵ καὶ τὴν Ἀδιαβηνὴν καὶ Μεσοποταμίαν͵ Συρίαν πᾶσαν͵ Φοινίκην͵ Παλαιστίνην͵ Ἀραβίαν πᾶσαν καὶ ὅσα τῆς Ἰνδικῆς τῆι Ἀραβίαι συνάπτει͵ καὶ τὴν Σαρακηνῶν͵ ἣν Σκηνῆτιν (leg. Σκηνῖτιν) καλεῖ͵ καὶ πᾶσαν τὴν παρακειμένην τῆι τε νεκρᾶι θαλάσσηι καὶ τῆι ἐρυθρᾶ.

ιζʹ Τὸ ἑπτακαιδέκατον περιέχει Αἴγυπτον πᾶσαι καὶ Λιβύην πᾶσαν.



βιβλίο Α
(εισαγωγή)


Ὅτι οὐκ ἐκτὸς φιλοσοφίας ἡ γεωγραφικὴ πραγματεία. ὅτι καὶ Ὅμηρος αὐτῆι πανταχοῦ τῶν ἐπῶν φαίνεται χρώμενος. ὅτι οἱ πρότερον αὐτῆι χρησάμενοι ἐλλιπῶς ἢ ἀναρθρώτως ἢ ἐσφαλμένως ἢ ψευδῶς ἢ τοῖς αὐτοῖς ἀσυμφώνως εἰρήκασιν. ἔλεγχοι καὶ ἀποδείξεις τοῦ εἰκότως αὐτὸν οὕτω κρίνειν. κεφαλαιώδεις λόγοι πάσης οἰκουμένης συντόμως ὑποτυποῦντες τὴν διάθεσιν. πίστις εἰκότων καὶ τεκμηρίων βεβαίων τοῦ κατὰ μέρη τὴν γῆν καὶ τὴν θάλασσαν ἐνηλλάχθαι καὶ εἰς ἀλλήλας μετατεθῆναι.

Κεφάλαιο 1

1.1 Τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν͵ εἴπερ ἄλλην τινά͵ καὶ τὴν γεωγραφικήν͵ ἣν νῦν προηιρήμεθα ἐπισκοπεῖν. ὅτι δ᾽ οὐ φαύλως νομίζομεν ἐκ πολλῶν δῆλον· οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν͵ Ὅμηρός τε καὶ Ἀναξίμανδρος ὁ Μιλήσιος καὶ Ἑκαταῖος͵ ὁ πολίτης αὐτοῦ͵ καθὼς καὶ Ἐρατοσθένης φησί· καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους· ἔτι δὲ οἱ μετὰ τούτους͵ Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος͵ ἄνδρες φιλόσοφοι. ἥ τε πολυμάθεια͵ δι᾽ ἧς μόνης ἐφικέσθαι τοῦδε τοῦ ἔργου δυνατόν͵ οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια ἐπιβλέποντος͵ ὧνπερ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν. ὡς δ᾽ αὕτως καὶ ἡ ὠφέλεια ποικίλη τις οὖσα͵ ἡ μὲν πρὸς τὰ πολιτικὰ καὶ τὰς ἡγεμονικὰς πράξεις͵ ἡ δὲ πρὸς ἐπιστήμην τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς καὶ θαλάττης ζώιων καὶ φυτῶν καὶ καρπῶν καὶ τῶν ἄλλων ὅσα ἰδεῖν παρ᾽ ἑκάστοις ἔστι͵ τὸν αὐτὸν ὑπογράφει ἄνδρα͵ τὸν φροντίζοντα τῆς περὶ τὸν βίον τέχνης καὶ εὐδαιμονίας.

1.2 Ἀναλαβόντες δὲ καθ᾽ ἕκαστον ἐπισκοπῶμεν τῶν εἰρημένων ἔτι μᾶλλον. καὶ πρῶτον ὅτι ὀρθῶς ὑπειλήφαμεν καὶ ἡμεῖς καὶ οἱ πρὸ ἡμῶν͵ ὧν ἐστι καὶ Ἵππαρχος͵ ἀρχηγέτην εἶναι τῆς γεωγραφικῆς ἐμπειρίας Ὅμηρον͵ ὃς οὐ μόνον ἐν τῆι κατὰ τὴν ποίησιν ἀρετῆι πάντας ὑπερβέβληται τοὺς πάλαι καὶ τοὺς ὕστερον͵ ἀλλὰ σχεδόν τι καὶ τῆι κατὰ τὸν βίον ἐμπειρίαι τὸν πολιτικόν͵ ἀφ᾽ ἧς οὐ μόνον περὶ τὰς πράξεις ἐσπούδασεν ἐκεῖνος͵ ὅπως ὅτι πλείστας γνοίη καὶ παραδώσει τοῖς ὕστερον ἐσομένοις͵ ἀλλὰ καὶ τὰ περὶ τοὺς τόπους τούς τε καθ᾽ ἕκαστα καὶ τοὺς κατὰ σύμπασαν τὴν οἰκουμένην γῆν τε καὶ θάλατταν· οὐ γὰρ ἂν μέχρι τῶν ἐσχάτων αὐτῆς περάτων ἀφίκετο τῆι μνήμηι κύκλωι περιιών.

1.3 Καὶ πρῶτον μὲν τῶι ὠκεανῶι περίκλυστον͵ ὥσπερ ἔστιν͵ ἀπέφαινεν αὐτήν· ἔπειτα δὲ τῶν χωρίων τὰ μὲν ὠνόμαζε τὰ δὲ ὑπηινίττετο τεκμηρίοις τισί͵ Λιβύην μὲν καὶ Αἰθιοπίαν καὶ Σιδονίους καὶ Ἐρεμβούς͵ οὓς εἰκὸς λέγειν Τρωγλοδύτας Ἄραβας͵ ῥητῶς λέγων͵ τοὺς δὲ πρὸς ταῖς ἀνατολαῖς καὶ δύσεσιν αἰνιττόμενος ἐκ τοῦ τῶι ὠκεανῶι κλύζεσθαι· ἐντεῦθεν γὰρ ἀνίσχοντα ποιεῖ τὸν ἥλιον καὶ δυόμενον εἰς τοῦτον͵ ὡς δ᾽ αὕτως καὶ τὰ ἄστρα καὶ τοὺς ἀστέρας λελουμένους ἐξ ὠκεανοῦ λέγει.

1.4 Τῶν δ᾽ ἑσπερίων ἀνδρῶν καὶ τὴν εὐδαιμονίαν ἐμφανίζει καὶ τὴν εὐκρασίαν τοῦ περιέχοντος͵ πεπυσμένος͵ ὡς ἔοικε͵ τὸν Ἰβηρικὸν πλοῦτον͵ ἐφ᾽ ὃν καὶ Ἡρακλῆς ἐστράτευσε καὶ οἱ Φοίνικες ὕστερον͵ οἵπερ καὶ κατέσχον τὴν πλείστην ἀρχήν͵ μετὰ δὲ ταῦτα Ῥωμαῖοι· ἐνταῦθα γὰρ αἱ τοῦ ζεφύρου πνοαί͵ ἐνταῦθα δὲ καὶ τὸ Ἠλύσιον ποιεῖ πεδίον ὁ ποιητής͵ εἰς ὃ πεμφθήσεσθαί φησι τὸν Μενέλαον ὑπὸ τῶν θεῶν ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν͵ ὅθι ξανθὸς Ῥαδάμανθυς͵ τῆι περῥηίστη βιοτὴ πέλει· οὐ νιφετός͵ οὔτ᾽ ἂρ χειμὼν πολύς͵ ἀλλ᾽ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι.

1.5 Καὶ αἱ τῶν μακάρων δὲ νῆσοι πρὸ τῆς Μαυρουσίας εἰσὶ τῆς ἐσχάτης πρὸς δύσιν͵ καθ᾽ ὃ μέρος συντρέχει καὶ τῆς Ἰβηρίας τὸ ταύτηι πέρας· ἐκ δὲ τοῦ ὀνόματος δῆλον ὅτι καὶ ταύτας ἐνόμιζον εὐδαίμονας διὰ τὸ πλησιάζειν τοιούτοις χωρίοις.

1.6 Ἀλλὰ μὴν ὅτι γε καὶ οἱ Αἰθίοπες ἐπὶ τῶι ὠκεανῶι ἔσχατοι͵ δηλοῖ· ὅτι μὲν ἔσχατοι Αἰθίοπες͵ τοὶ διχθὰ δεδαίαται͵ ἔσχατοι ἀνδρῶν. οὐδὲ τοῦ διχθὰ δεδαίαται φαύλως λεγομένου͵ ὡς δειχθήσεται ὕστερον· ὅτι δ᾽ ἐπὶ τῶι ὠκεανῶι Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα. ὅτι δὲ καὶ ἡ πρὸς ταῖς ἄρκτοις ἐσχατιὰ παρωκεανῖτίς ἐστιν͵ οὕτως ἠινίξατο εἰπὼν περὶ τῆς ἄρκτου οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο. διὰ μὲν γὰρ τῆς ἄρκτου καὶ τῆς ἁμάξης τὸν ἀρκτικὸν δηλοῖ· οὐ γὰρ ἂν τοσούτων ἀστέρων ἐν τῶι αὐτῶι χωρίωι περιφερομένων τῶι ἀεὶ φανερῶι οἴην ἄμμορον εἶπε λοετρῶν ὠκεανοῖο. ὥστ᾽ οὐκ εὖ ἀπειρίαν αὐτοῦ καταγινώσκουσιν͵ ὡς μίαν ἄρκτον ἀντὶ δυεῖν εἰδότος· οὐδὲ γὰρ εἰκὸς ἦν πω τὴν ἑτέραν ἠστροθετῆσθαι͵ ἀλλ᾽ ἀφ᾽ οὗ οἱ Φοίνικες ἐσημειώσαντο καὶ ἐχρῶντο πρὸς τὸν πλοῦν παρελθεῖν καὶ εἰς τοὺς Ἕλληνας τὴν διάταξιν ταύτην͵ ὥσπερ καὶ τὸν Βερενίκης πλόκαμον καὶ τὸν Κάνωβον ἐχθὲς καὶ πρώην κατωνομασμένον͵ πολλοὺς δ᾽ ἔτι νῦν ἀνωνύμους ὄντας͵ καθάπερ καὶ Ἄρατός φησιν. οὐδὲ Κράτης οὖν ὀρθῶς γράφει οἶος δ᾽ ἄμμορός ἐστι λοετρῶν͵ φεύγων τὰ μὴ φευκτά. βελτίων δ᾽ Ἡράκλειτος καὶ ὁμηρικώτερος͵ ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων ἠοῦς καὶ ἑσπέρης τέρματα ἡ ἄρκτος͵ καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός. ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος͵ οὐχ ἡ ἄρκτος. διὰ μὲν δὴ τῆς ἄρκτου͵ ἣν καὶ ἅμαξαν καλεῖ καὶ τὸν Ὠρίωνα δοκεύειν φησί͵ τὸν ἀρκτικὸν δηλοῖ͵ διὰ δὲ τοῦ ὠκεα νοῦ τὸν ὁρίζοντα͵ εἰς ὃν καὶ ἐξ οὗ τὰς δύσεις καὶ τὰς ἀνατολὰς ποιεῖται. εἰπὼν δὲ αὐτοῦ στρέφεσθαι καὶ ἀμοιρεῖν τοῦ ὠκεανοῦ οἶδεν ὅτι κατὰ σημεῖον τὸ ἀρκτικώτατον τοῦ ὁρίζοντος γίνεται ὁ ἀρκτικός. ἀκολούθως δὴ τούτωι τὸ ποιητικὸν ἁρμόσαντες τὸν μὲν ὁρίζοντα ὀφείλομεν δέχεσθαι τὸν ἐπὶ τῆς γῆς οἰκείως τῶι ὠκεανῶι͵ τὸν δ᾽ ἀρκτικὸν τῆς γῆς ἁπτόμενον ὡς ἂν πρὸς αἴσθησιν κατὰ τὸ ἀρκτικώτατον τῆς οἰκήσεως σημεῖον· ὥστε καὶ τοῦτο τὸ μέρος τῆς γῆς κλύζοιτ᾽ ἂν τῶι ὠκεανῶι κατ᾽ αὐτόν. καὶ τοὺς ἀνθρώπους δὲ οἶδε τοὺς προσβόρρους μάλιστα͵ οὓς ὀνομαστὶ μὲν οὐ δηλοῖ (οὐδὲ γὰρ νῦν που κοινὸν αὐτοῖς ὄνομα κεῖται πᾶσι)͵ τῆι διαίτηι δὲ φράζει͵ νομάδας αὐτοὺς ὑπογράφων καὶ ἀγαυοὺς ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε.

1.7 Καὶ ἄλλως δ᾽ ἐμφαίνει τὸ κύκλωι περικεῖσθαι τῆι γῆι τὸν ὠκεανόν͵ ὅταν οὕτω φῆι ἡ ῞Ηρα εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε θεῶν γένεσιν. τοῖς γὰρ πέρασι πᾶσι συνήθη λέγει τὸν ὠκεανόν͵ τὰ δὲ πέρατα κύκλωι περίκειται. ἔν τε τῆι ὁπλοποιίαι τῆς Ἀχιλλέως ἀσπίδος κύκλωι περιτίθησι τὸν ὠκεανὸν ἐπὶ τῆς ἴτυος. ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις ἀψορρόου ὠκεανοῖο͵ λέγοντα καί τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι͵ τρὶς δ᾽ ἀναροιβδεῖ. καὶ γὰρ εἰ μὴ τρὶς ἀλλὰ δίς͵ τάχα τῆς ἱστορίας παραπεσόντος ἢ τῆς γραφῆς διημαρτημένης͵ ἀλλ᾽ ἥ γε προαίρεσις τοιαύτη. καὶ τὸ ἐξ ἀκαλαρρείταο δὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος͵ ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελέως ῥοώδη. Ποσειδώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν καλυπτομένους τοτὲ δὲ γυμνουμένους καὶ ἐκ τοῦ ποταμὸν φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι. τὸ μὲν οὖν πρῶτον εὖ͵ τὸ δὲ δεύτερον οὐκ ἔχει λόγον· οὔτε γὰρ ποταμίωι ῥεύματι ἔοικεν ἡ τῆς πλημμυρίδος ἐπίβασις͵ πολὺ δὲ μᾶλλον ἡ ἀναχώρησις οὐ τοιαύτη͵ ὅ τε τοῦ Κράτητος λόγος διδάσκει τι πιθανώτερον. βαθύρρουν μὲν γὰρ καὶ ἄψορρον λέγει͵ ὁμοίως δὲ καὶ ποταμὸν τὸν ὅλον ὠκεανόν· λέγει δὲ καὶ μέρος τοῦ ὠκεανοῦ τι ποταμὸν καὶ ποταμοῖο ῥόον͵ οὐ τοῦ ὅλου ἀλλὰ τοῦ μέρους͵ ὅταν οὕτω φῆι αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς͵ ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο. οὐ γὰρ τὸν ὅλον͵ ἀλλὰ τὸν ἐν τῶι ὠκεανῶι τοῦ ποταμοῦ ῥόον μέρος ὄντα τοῦ ὠκεανοῦ͵ ὅν φησιν ὁ Κράτης ἀνάχυσίν τινα καὶ κόλπον ἐπὶ τὸν νότιον πόλον ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ διήκοντα. τοῦτον γὰρ δύναιτ᾽ ἄν τις ἐκλιπὼν ἔτι εἶναι ἐν τῶι ὠκεανῶι͵ τὸν δὲ ὅλον ἐκλιπόντα ἔτι εἶναι ἐν τῶι ὅλωι οὐχ οἷόν τε. Ὅμηρος δέ γε οὕτω φησί ποταμοῖο λίπεν ῥόον͵ ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης͵ ἥτις οὐκ ἄλλη τίς ἐστιν ἀλλὰ ὠκεανός. γίνεται οὖν͵ ἐὰν ἄλλως δέχηι͵ ἐκβὰς ἐκ τοῦ ὠκεανοῦ ἦλθεν εἰς τὸν ὠκεανόν. ἀλλὰ ταῦτα μὲν μακροτέρας ἐστὶ διαίτης.

1.8 Ὅτι δὲ ἡ οἰκουμένη νῆσός ἐστι πρῶτον μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς πείρας ληπτέον. πανταχῆ γάρ͵ ὁπουποτοῦν ἐφικτὸν γέγονεν ἀνθρώποις ἐπὶ τὰ ἔσχατα τῆς γῆς προελθεῖν͵ εὑρίσκεται θάλαττα͵ ἣν δὴ καλοῦμεν ὠκεανόν. καὶ ὅπου δὲ τῆι αἰσθήσει λαβεῖν οὐχ ὑπῆρξεν͵ ὁ λόγος δείκνυσι. τὸ μὲν γὰρ ἑωθινὸν πλευρόν͵ τὸ κατὰ τοὺς Ἰνδούς͵ καὶ τὸ ἑσπέριον͵ τὸ κατὰ τοὺς Ἴβηρας καὶ τοὺς Μαυρουσίους͵ περιπλεῖται πᾶν ἐπὶ πολὺ τοῦ τε νοτίου μέρους καὶ τοῦ βορείου· τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι νῦν τῶι μὴ συμμῖξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ πολύ͵ εἴ τις συντίθησιν ἐκ τῶν παραλλήλων διαστημάτων τῶν ἐφικτῶν ἡμῖν. οὐκ εἰκὸς δὲ διθάλαττον εἶναι τὸ πέλαγος τὸ Ἀτλαντικόν͵ ἰσθμοῖς διειργόμενον οὕτω στενοῖς τοῖς κωλύουσι τὸν περίπλουν͵ ἀλλὰ μᾶλλον σύρρουν καὶ συνεχές· οἵ τε γὰρ περιπλεῖν ἐγχειρήσαντες͵ εἶτα ἀναστρέψαντες͵ οὐχ ὑπὸ ἠπείρου τινὸς ἀντιπιπτούσης καὶ κωλυούσης τὸν ἐπέκεινα πλοῦν ἀνακρουσθῆναι φασίν͵ ἀλλὰ ὑπὸ ἀπορίας καὶ ἐρημίας͵ οὐδὲν ἧττον τῆς θαλάττης ἐχούσης τὸν πόρον. τοῖς τε πάθεσι τοῦ ὠκεανοῦ τοῖς περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ τοῦτο μᾶλλον· πάντη γοῦν ὁ αὐτὸς τρόπος τῶν τε μεταβολῶν ὑπάρχει καὶ τῶν αὐξήσεων καὶ μειώσεων͵ ἣ οὐ πολὺ παραλλάττων͵ ὡς ἂν ἐπὶ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδιδομένης καὶ ἀπὸ μιᾶς αἰτίας.

1.9 Ἵππαρχος δ᾽ οὐ πιθανός ἐστιν ἀντιλέγων τῆι δόξηι ταύτηι͵ ὡς οὔθ᾽ ὁμοιοπαθοῦντος τοῦ ὠκεανοῦ παντελῶς οὔτ᾽͵ εἰ δοθείη τοῦτο͵ ἀκολουθοῦντος αὐτῶι τοῦ σύρρουν εἶναι πᾶν τὸ κύκλωι πέλαγος τὸ Ἀτλαντικόν͵ πρὸς τὸ μὴ ὁμοιοπαθεῖν μάρτυρι χρώμενος Σελεύκωι τῶι Βαβυλωνίωι. ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς Ποσειδώνιον ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον͵ ἱκανῶς διακρατήσαντας τὸν περὶ τούτων λόγον· πρὸς δὲ τὰ νῦν ἐπὶ τοσοῦτον λέγομεν͵ ὅτι πρός τε τὴν ὁμοιοπάθειαν οὕτω βέλτιον νομίσαι͵ τά τε οὐράνια συνέχοιτ᾽ ἂν κρεῖττον ταῖς ἐντεῦθεν ἀναθυμιάσεσιν͵ εἰ πλεῖον εἴη τὸ ὑγρὸν περικεχυμένον.

1.10 Ὥσπερ οὖν τὰ ἔσχατα καὶ τὰ κύκλωι τῆς οἰκουμένης οἶδε καὶ φράζει σαφῶς ὁ ποιητής͵ οὕτω καὶ τὰ τῆς θαλάττης τῆς ἐντός. περιέχει γὰρ ταύτην ἀπὸ στηλῶν ἀρξαμένοις Λιβύη τε καὶ Αἴγυπτος καὶ Φοινίκη͵ ἑξῆς δὲ ἡ πέριξ τῆς Κύπρου͵ εἶτα Σόλυμοι καὶ Λύκιοι καὶ Κᾶρες͵ μετὰ δὲ τούτους ἡ μεταξὺ Μυκάλης καὶ τῆς Τρωιάδος ἠιὼν καὶ αἱ προκείμεναι νῆσοι· ὧν ἁπάντων μέμνηται͵ καὶ ἐφεξῆς τῶν περὶ τὴν Προποντίδα καὶ τοῦ Εὐξείνου μέχρι Κολχίδος καὶ τῆς Ἰάσονος στρατείας. καὶ μὴν καὶ τὸν Κιμμερικὸν Βόσπορον οἶδε τοὺς Κιμμερίους εἰδώς͵ οὐ δήπου τὸ μὲν ὄνομα τῶν Κιμμερίων εἰδὼς αὐτοὺς δὲ ἀγνοῶν͵ οἳ κατ᾽ αὐτὸν ἢ μικρὸν πρὸ αὐτοῦ μέχρι Ἰωνίας ἐπέδραμον τὴν γῆν τὴν ἐκ Βοσπόρου πᾶσαν. αἰνίττεται γοῦν καὶ τὸ κλίμα τῆς χώρας αὐτῶν ζοφῶδες ὄν͵ καὶ ὡς φησίν ἠέρι καὶ νεφέληι κεκαλυμμένοι· οὐδέ ποτ᾽ αὐτοὺς ἠέλιος φαέθων ἐπιλάμπεται͵ ἀλλ᾽ ἐπὶ νὺξ ὀλοὴ τέταται. γνωρίζει δὲ καὶ τὸν Ἴστρον͵ μεμνημένος γε Μυσῶν͵ ἔθνους Θραικίου παροικοῦντος τὸν Ἴστρον. καὶ μὴν καὶ τὴν ἑξῆς παραλίαν οἶδε͵ Θραικίαν οὖσαν μέχρι Πηνειοῦ͵ Παίονάς τε ὀνομάζων καὶ Ἄθω καὶ Ἀξιὸν καὶ τὰς προκειμένας τούτων νήσους. ἑξῆς δέ ἐστιν ἡ τῶν Ἑλλήνων παραλία μέχρι Θεσπρωτῶν͵ ἧς ἁπάσης μέμνηται. καὶ μὴν καὶ τὰ τῆς Ἰταλίας ἄκρα οἶδε͵ Τεμέσην καλῶν καὶ Σικελούς͵ καὶ τὰ τῆς Ἰβηρίας ἄκρα καὶ τὴν εὐδαιμονίαν αὐτῶν͵ ἣν ἀρτίως ἔφαμεν. εἰ δέ τινα ἐν τοῖς μεταξὺ διαλείμματα φαίνεται͵ συγγνοίη τις ἄν· καὶ γὰρ ὁ γεωγραφῶν ὄντως πολλὰ παρίησι τῶν ἐν μέρει. συγγνοίη δ᾽ ἂν καὶ εἰ μυθώδη τινὰ προσπέπλεκται τοῖς λεγομένοις ἱστορικῶς καὶ διδασκαλικῶς͵ καὶ οὐ δεῖ μέμφεσθαι. οὐδὲ γὰρ ἀληθές ἐστιν͵ ὅ φησιν Ἐρατοσθένης͵ ὅτι ποιητὴς πᾶς στοχάζεται ψυχαγωγίας͵ οὐ διδασκαλίας· τἀναντία γὰρ οἱ φρονιμώτατοι τῶν περὶ ποιητικῆς τιφθεγξαμένων πρώτην τινὰ λέγουσι φιλοσοφίαν τὴν ποιητικήν. ἀλλὰ πρὸς Ἐρατοσθένη μὲν αὖθις ἐροῦμεν διὰ πλειόνων͵ ἐν οἷς καὶ περὶ τοῦ ποιητοῦ πάλιν ἔσται λόγος.

1.11 Νυνὶ δὲ ὅτι μὲν Ὅμηρος τῆς γεωγραφίας ἦρξεν͵ ἀρκείτω τὰ λεχθέντα. φανεροὶ δὲ καὶ οἱ ἐπακολουθήσαντες αὐτῶι ἄνδρες ἀξιόλογοι καὶ οἰκεῖοι φιλοσοφίας͵ ὧν τοὺς πρώτους μεθ᾽ Ὅμηρον δύο φησὶν Ἐρατοσθένης͵ Ἀναξίμανδρόν τε Θαλοῦ γεγονότα γνώριμον καὶ πολίτην καὶ Ἑκαταῖον τὸν Μιλήσιον· τὸν μὲν οὖν ἐκδοῦναι πρῶτον γεωγραφικὸν πίνακα͵ τὸν δὲ Ἑκαταῖον καταλιπεῖν γράμμα͵ πιστούμενον ἐκείνου εἶναι ἐκ τῆς ἄλλης αὐτοῦ γραφῆς.

1.12 Ἀλλὰ μὴν ὅτι γε δεῖ πρὸς ταῦτα πολυμαθείας͵ εἰρήκασι συχνοί. εὖ δὲ καὶ Ἵππαρχος ἐν τοῖς πρὸς Ἐρατοσθένην διδάσκει͵ ὅτι παντὶ καὶ ἰδιώτηι καὶ τῶι φιλο μαθοῦντι τῆς γεωγραφικῆς ἱστορίας προσηκούσης͵ ἀδύνατον [αὐτὴν] λαβεῖν ἄνευ τῆς τῶν οὐρανίων καὶ τῆς τῶν ἐκλειπτικῶν τηρήσεων ἐπικρίσεως· οἷον Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτωι͵ πότερον ἀρκτικωτέρα Βαβυλῶνος ἢ νοτιωτέρα͵ λαβεῖν οὐχ οἷόν τε͵ οὐδ᾽ ἐφ᾽ ὁπόσον διάστημα͵ χωρὶς τῆς διὰ τῶν κλιμάτων ἐπισκέψεως. ὁμοίως τὰς πρὸς ἕω παρακεχωρηκυίας ἢ πρὸς δύσιν μᾶλλον καὶ ἧττον οὐκ ἂν γνοίη τις ἀκριβῶς πλὴν εἰ διὰ τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης συγκρίσεων.

1.13 Οὗτός τε δὴ ταῦτά φησι͵ καὶ πάντες͵ ὅσοι τόπων ἰδιότητας λέγειν ἐπιχειροῦσιν͵ οἰκείως προσάπτονται καὶ τῶν οὐρανίων καὶ γεωμετρίας͵ σχήματα καὶ μεγέθη καὶ ἀποστήματα καὶ κλίματα δηλοῦντες καὶ θάλπη καὶ ψύχη καὶ ἁπλῶς τὴν τοῦ περιέχοντος φύσιν. ἐπεὶ καὶ οἶκον κατασκευάζων οἰκοδόμος ταῦτα ἂν προορῶιτο καὶ πόλιν κτίζων ἀρχιτέκτων͵ μή τί γε ὅλην ἐπισκοπῶν τὴν οἰκουμένην ἀνήρ· πολὺ γὰρ τούτωι προσήκει μᾶλλον. ἐν μὲν γὰρ τοῖς μικροῖς χωρίοις τὸ πρὸς ἄρκτους ἢ πρὸς νότον κεκλίσθαι παραλλαγὴν οὐ πολλὴν ἔχει͵ ἐν δὲ τῶι παντὶ κύκλωι τῆς οἰκουμένης πρὸς ἄρκτον μὲν τὸ μέχρι τῶν ὑστάτων ἐστὶ τῆς Σκυθίας ἢ τῆς Κελτικῆς͵ μέχρι δὲ τῶν ὑστάτων Αἰθιόπων τὰ πρὸς νότον· τοῦτο δὲ παμπόλλην ἔχει διαφοράν. ὁμοίως δὲ καὶ τὸ παρ᾽ Ἰνδοῖς οἰκεῖν ἢ παρ᾽ Ἴβηρσιν· ὧν τοὺς μὲν ἑώιους μάλιστα τοὺς δὲ ἑσπερίους͵ τρόπον δέ τινα καὶ ἀντίποδας ἀλλήλοις ἴσμεν.

1.14 Πᾶν δὲ τὸ τοιοῦτον ἐκ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων κινήσεως τὴν ἀρχὴν ἔχον καὶ ἔτι τῆς ἐπὶ τὸ μέσον φορᾶς ἀναβλέπειν ἀναγκάζει πρὸς τὸν οὐρανὸν καὶ πρὸς τὰ φαινόμενα παρ᾽ ἑκάστοις ἡμῶν τῶν οὐρανίων· ἐν δὲ τούτοις ἐξαλλάξεις ὁρῶνται παμμεγέθεις τῶν οἰκήσεων. τίς ἂν οὖν διαφορὰς τόπων ἐκτιθέμενος καλῶς καὶ ἱκανῶς διδάσκοι͵ μὴ φροντίσας τούτων μηδενὸς μηδ᾽ ἐπὶ μικρόν; καὶ γὰρ εἰ μὴ δυνατὸν κατὰ τὴν ὑπόθεσιν τὴν τοιαύτην ἅπαντα ἀκριβοῦν διὰ τὸ εἶναι πολιτικωτέραν͵ τό γε ἐπὶ τοσοῦτον͵ ἐφ᾽ ὅσον καὶ τῶι πολιτικῶι παρακολουθεῖν δυνατόν͵ προσήκοι ἂν εἰκότως.

1.15 Ὁ δ᾽ οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται γῆς· φαίνεται γὰρ γελοῖον͵ εἰ τὴν οἰκουμένην γλιχόμενος σαφῶς ἐξειπεῖν τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι καὶ χρήσασθαι πρὸς τὴν διδασκαλίαν͵ τὴν δ᾽ ὅλην γῆν͵ ἧς μέρος ἡ οἰκουμένη͵ μήθ᾽ ὁπόση μήθ᾽ ὁποία τις μήθ᾽ ὅπου κειμένη τοῦ σύμπαντος κόσμου͵ μηδὲν ἐφρόντισε͵ μηδ᾽ εἰ καθ᾽ ἓν μέρος οἰκεῖται μόνον τὸ καθ᾽ ἡμᾶς ἢ κατὰ πλείω καὶ πόσα· ὡς δ᾽ αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί. ἔοικεν οὖν μετεωρολογικῆι τινι πραγματείαι καὶ γεωμετρικῆι συνῆφθαι τὸ τῆς γεωγραφίας εἶδος τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν͵ ὡς ἐγγυτάτω ὄντα ἀλλὰ μὴ διεστῶτα τοσοῦτον ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης. φέρε δὴ τῆι τοσαύτηι πολυμαθείαι προσθῶμεν τὴν ἐπίγειον ἱστορίαν͵ οἷον ζώιων καὶ φυτῶν καὶ τῶν ἄλλων͵ ὅσα χρήσιμα ἢ δύσχρηστα φέρει γῆ τε καὶ θάλασσα· οἶμαι γὰρ ἐναργὲς ἂν γενέσθαι μᾶλλον ὃ λέγω.

1.16 Ὅτι δὲ καὶ τὸ ὄφελος μέγα παντὶ τῶι παραλαβόντι τὴν τοιαύτην ἱστορίαν ἔκ τε τῆς παλαιᾶς μνήμης δῆλον καὶ ἐκ τοῦ λόγου. οἱ γοῦν ποιηταὶ φρονιμωτάτους τῶν ἡρώων ἀποφαίνουσι τοὺς ἀποδημήσαντας πολλαχοῦ καὶ πλανηθέντας· ἐν μεγάλωι γὰρ τίθενται τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι. καὶ ὁ Νέστωρ σεμνύνεται διότι τοῖς Λαπίθαις ὡμίλησεν͵ ἐλθὼν μετάπεμπτος τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί. καὶ ὁ Μενέλαος ὡσαύτως Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπας θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην͵ ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι͵ προσθεὶς καὶ τὸ ἰδίωμα τῆς χώρας τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. πάντα γὰρ τὰ τοιαῦτα παρασκευαί τινες εἰς φρόνησιν μεγάλαι τῶι μαθεῖν τῆς χώρας τὴν φύσιν καὶ ζώιων καὶ φυτῶν ἰδέας. προσθεῖναι δὲ καὶ τὰ τῆς θαλάττης· ἀμφίβιοι γὰρ τρόπον τινά ἐσμεν καὶ οὐ μᾶλλον χερσαῖοι ἢ θαλάττιοι. καὶ τὸν Ἡρακλέα εἰκὸς ἀπὸ τῆς πολλῆς ἐμπειρίας τε καὶ ἱστορίας λεχθῆναι μεγάλων ἐπιίστορα ἔργων. ἔκ τε δὴ τῆς παλαιᾶς μνήμης καὶ ἐκ τοῦ λόγου μαρτυ ρεῖται τὰ λεχθέντα ἐν ἀρχαῖς ὑφ᾽ ἡμῶν͵ διαφερόντως δ᾽ ἐπάγεσθαι δοκεῖ μοι πρὸς τὰ νῦν ἐκεῖνος ὁ λόγος͵ διότι τῆς γεωγραφίας τὸ πλέον ἐστὶ πρὸς τὰς χρείας τὰς πολιτικάς. χώρα γὰρ τῶν πράξεων ἐστὶ γῆ καὶ θάλαττα͵ ἣν οἰκοῦμεν͵ τῶν μὲν μικρῶν μικρὰ τῶν δὲ μεγάλων μεγάλη͵ μεγίστη δ᾽ ἡ σύμπασα͵ ἥνπερ ἰδίως καλοῦμεν οἰκουμένην͵ ὥστε τῶν μεγίστων πράξεων αὕτη ἂν εἴη χώρα͵ μέγιστοι δὲ τῶν στρατηλατῶν͵ ὅσοι δύνανται γῆς καὶ θαλάττης ἄρχειν͵ ἔθνη καὶ πόλεις συνάγοντες εἰς μίαν ἐξουσίαν καὶ διοίκησιν πολιτικήν. δῆλον οὖν ὅτι ἡ γεωγραφικὴ πᾶσα ἐπὶ τὰς πράξεις ἀνάγεται τὰς ἡγεμονικάς͵ διατιθεῖσα ἠπείρους καὶ πελάγη τὰ μὲν ἐντὸς τὰ δὲ ἐκτὸς τῆς συμπάσης οἰκουμένης. πρὸς τούτους δὲ ἡ διάθεσις͵ οἷς διαφέρει ταῦτα ἔχειν οὕτως ἢ ἑτέρως καὶ γνώριμα εἶναι ἢ μὴ γνώριμα. βέλτιον γὰρ ἂν διαχειρίζοιεν ἕκαστα εἰδότες τὴν χώραν ὁπόση τις καὶ πῶς κειμένη τυγχάνει καὶ τίνας διαφορὰς ἴσχουσα τάς τ᾽ ἐν τῶι περιέχοντι καὶ τὰς ἐν αὐτῆι. ἄλλων δὲ κατ᾽ ἄλλα μέρη δυναστευόντων καὶ ἀπ᾽ ἄλλης ἑστίας καὶ ἀρχῆς τὰς πράξεις προχειριζομένων καὶ ἐπεκτεινόντων τὸ τῆς ἡγεμονίας μέγεθος͵ οὐκ ἐπ᾽ ἴσης δυνατὸν οὔτ᾽ ἐκείνοις ἅπαντα γνωρίζειν οὔτε τοῖς γεωγραφοῦσιν͵ ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ ἐν ἀμφοτέροις καθορᾶται τούτοις. μόλις γὰρ [ἂν] τὸ ἐπ᾽ ἴσης πάντ᾽ εἶναι φανερὰ συμβαίη τῆς συμπάσης οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ πολιτείαν ὑπηγμένης· ἀλλ᾽ οὐδ᾽ οὕτως͵ ἀλλὰ τὰ ἐγγυτέρω μᾶλλον ἂν γνωρίζοιτο. κἂν προσήκοι ταῦτα διὰ πλειόνων ἐμφανίζειν͵ ἵν᾽ εἴη γνώριμα· ταῦτα γὰρ καὶ τῆς χρείας ἐγγυτέρω ἐστίν. ὥστ᾽ οὐκ ἂν εἴη θαυμαστὸν οὐδ᾽ εἰ ἄλλος μὲν Ἰνδοῖς προσήκοι χωρογράφος͵ ἄλλος δὲ Αἰθίοψιν͵ ἄλλος δὲ Ἕλλησι καὶ Ῥωμαίοις. τί γὰρ ἂν προσήκοι τῶι παρ᾽ Ἰνδοῖς γεωγράφωι καὶ τὰ κατὰ Βοιωτοὺς οὕτω φράζειν ὡς Ὅμηρος οἵθ᾽ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε; ἡμῖν δὲ προσήκει͵ τὰ δὲ παρ᾽ Ἰνδοῖς οὕτω καὶ τὰ καθ᾽ ἕκαστα οὐκέτι· οὐδὲ γὰρ ἡ χρεία ἐπάγεται· μέτρον δ᾽ αὕτη μάλιστα τῆς τοιαύτης ἐμπειρίας.

1.17 Καὶ τοῦτο καὶ ἐν μικροῖς μὲν δῆλόν ἐστιν͵ οἷον ἐν τοῖς κυνηγεσίοις· ἄμεινον γὰρ ἂν θηρεύσειέ τις εἰδὼς τὴν ὕλην ὁποία τις καὶ πόση͵ καὶ στρατοπεδεῦσαι δὲ καλῶς ἐν χωρίωι τοῦ εἰδότος ἐστὶ καὶ ἐνεδρεῦσαι καὶ ὁδεῦσαι· ἀλλ᾽ ἐν τοῖς μεγάλοις ἐστὶ τηλαυγέστερον͵ ὅσωιπερ καὶ τὰ ἆθλα μείζω τὰ τῆς ἐμπειρίας καὶ τὰ σφάλματα τὰ ἐκ τῆς ἀπειρίας. ὁ μέντοι Ἀγαμέμνονος στόλος τὴν Μυσίαν ὡς τὴν Τρωιάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς. Πέρσαι δὲ καὶ Λίβυες τοὺς πορθμοὺς ὑπονοήσαντες εἶναι τυφλοὺς στενωπούς͵ ἐγγὺς μὲν ἦλθον κινδύνων μεγάλων͵ τρόπαια δὲ τῆς ἀγνοίας κατέλιπον͵ οἱ μὲν τὸν τοῦ Σαλγανέως τάφον πρὸς τῶι εὐρίπωι τῶι Χαλκιδικῶι τοῦ σφαγέντος ὑπὸ τῶν Περσῶν ὡς καθοδηγήσαντος φαύλως ἀπὸ Μαλιέων ἐπὶ τὸν εὔριπον τὸν στόλον͵ οἱ δὲ τὸ τοῦ Πελώρου μνῆμα καὶ τούτου διαφθαρέντος κατὰ τὴν ὁμοίαν αἰτίαν· πλήρης τε ναυαγίων ἡ Ἑλλὰς ὑπῆρξε κατὰ τὴν Ξέρξου στρατείαν. καὶ ἡ τῶν Αἰολέων δὲ καὶ ἡ τῶν Ἰώνων ἀποικία πολλὰ τοιαῦτα πταίσματα παραδέδωκεν. ὁμοίως δὲ καὶ κατορθώματα͵ ὅπου τι κατορθωθῆναι συνέβη παρὰ τὴν ἐμπειρίαν τῶν τόπων· καθάπερ ἐν τοῖς περὶ Θερμοπύλας στενοῖς ὁ Ἐφιάλτης λέγεται δείξας τὴν διὰ τῶν ὀρῶν ἀτραπὸν τοῖς Πέρσαις ὑποχειρίους αὐτοῖς ποιῆσαι τοὺς περὶ Λεωνίδαν καὶ δέξασθαι τοὺς βαρβάρους εἴσω Πυλῶν. ἐάσας δὲ τὰ παλαιὰ τὴν νῦν Ῥωμαίων στρατείαν ἐπὶ Παρθυαίους ἱκανὸν ἡγοῦμαι τούτων τεκμήριον· ὡς δ᾽ αὕτως τὴν ἐπὶ Γερμανοὺς καὶ Κελτούς͵ ἐν ἕλεσι καὶ δρυμοῖς ἀβάτοις ἐρημίαις τε τοπομαχούντων τῶν βαρβάρων καὶ τὰ ἐγγὺς πόρρω ποιούντων τοῖς ἀγνοοῦσι καὶ τὰς ὁδοὺς ἐπικρυπτομένων καὶ τὰς εὐπορίας τροφῆς τε καὶ τῶν ἄλλων.

1.18 Τὸ μὲν δὴ πλέον͵ ὥσπερ εἴρηται͵ πρὸς τοὺς ἡγεμονικοὺς βίους καὶ τὰς χρείας ἐστίν. ἔστι δὲ καὶ τῆς ἠθικῆς φιλοσοφίας καὶ πολιτικῆς τὸ πλέον περὶ τοὺς ἡγεμονικοὺς βίους. σημεῖον δέ· τὰς γὰρ τῶν πολιτειῶν διαφορὰς ἀπὸ τῶν ἡγεμονιῶν διακρίνομεν͵ ἄλλην μὲν ἡγεμονίαν τιθέντες τὴν μοναρχίαν͵ ἣν καὶ βασιλείαν καλοῦμεν͵ ἄλλην δὲ τὴν ἀριστοκρατίαν͵ τρίτην δὲ τὴν δημοκρατίαν. τοσαύτας δὲ καὶ τὰς πολιτείας νομίζομεν͵ ὁμωνύμως καλοῦντες ὡς ἂν ἀπ᾽ ἐκείνων τὴν ἀρχὴν ἐχούσας τῆς εἰδοποιίας· ἄλλος γὰρ νόμος τὸ τοῦ βασιλέως πρόσταγμα͵ ἄλλος δὲ τὸ τῶν ἀρίστων καὶ τὸ τοῦ δήμου. τύπος δὲ καὶ σχῆμα πολιτείας ὁ νόμος. διὰ τοῦτο δὲ καὶ τὸ δίκαιον εἶπόν τινες τὸ τοῦ κρείττονος συμφέρον. εἴπερ οὖν ἡ πολιτικὴ φιλοσοφία περὶ τοὺς ἡγεμόνας τὸ πλέον ἐστίν͵ ἔστι δὲ καὶ ἡ γεωγραφία περὶ τὰς ἡγεμονικὰς χρείας͵ ἔχοι ἄν τι πλεονέκτημα καὶ αὕτη παρὰ τοῦτο.

1.19 Ἀλλὰ τοῦτο μὲν τὸ πλεονέκτημα πρὸς τὰς πράξεις· ἔχει δέ τινα καὶ θεωρίαν οὐ φαύλην ἡ πραγματεία͵ τὴν μὲν τεχνικήν τε καὶ μαθηματικὴν καὶ φυσικήν͵ τὴν δὲ ἐν ἱστορίαι καὶ μύθοις κειμένην οὐδὲν οὖσι πρὸς τὰς πράξεις· οἷον εἴ τις λέγοι τὰ περὶ τὴν Ὀδυσσέως πλάνην καὶ Μενελάου καὶ Ἰάσονος͵ εἰς φρόνησιν μὲν οὐδὲν ἂν συλλαμβάνειν δόξειεν͵ ἣν ὁ πράττων ζητεῖ͵ πλὴν εἰ καταμίσγοι καὶ τῶν γενομένων ἀναγκαίων τὰ παραδείγματα χρήσιμα· διαγωγὴν δ᾽ ὅμως πορίζοι ἂν οὐκ ἀνελεύθερον τῶι ἐπιβάλλοντι ἐπὶ τοὺς τόπους τοὺς παρασχόντας τὴν μυθοποιίαν. καὶ γὰρ τοῦτο ζητοῦσιν οἱ πράττοντες διὰ τὸ ἔνδοξον καὶ τὸ ἡδύ͵ ἀλλ᾽ οὐκ ἐπὶ πολύ· μᾶλλον γὰρ σπουδάζουσιν͵ ὡς εἰκός͵ περὶ τὰ χρήσιμα. διόπερ καὶ τῶι γεωγράφωι τούτων μᾶλλον ἢ ἐκείνων ἐπιμελητέον. ὡς δ᾽ αὕτως ἔχει καὶ περὶ τῆς ἱστορίας καὶ περὶ τῶν μαθημάτων· καὶ γὰρ τούτων τὸ χρήσιμον ἀεὶ μᾶλλον ληπτέον καὶ τὸ πιστότερον.

1.20 Μάλιστα δὲ δοκεῖ͵ καθάπερ εἴρηται͵ γεωμετρίας τε καὶ ἀστρονομίας δεῖν τῆι τοιαύτηι ὑποθέσει. καὶ δεῖ μὲν ὡς ἀληθῶς· σχήματα γὰρ καὶ κλίματα καὶ μεγέθη καὶ τὰ ἄλλα τὰ τούτοις οἰκεῖα οὐχ οἷόν τε λαβεῖν καλῶς ἄνευ τῆς τοιαύτης μεθόδου. ἀλλ᾽ ὥσπερ τὰ περὶ τὴν ἀναμέτρησιν τῆς ὅλης γῆς ἐν ἄλλοις δεικνύουσιν͵ ἐνταῦθα δὲ ὑποθέσθαι δεῖ καὶ πιστεῦσαι τοῖς ἐκεῖ δειχθεῖσιν ... ὑποθέσθαι δὲ καὶ σφαιροειδῆ μὲν τὸν κόσμον͵ σφαιροειδῆ δὲ καὶ τὴν ἐπιφάνειαν τῆς γῆς͵ ἔτι δὲ τούτων πρότερον τὴν ἐπὶ τὸ μέσον τῶν σωμάτων φοράν. ταῦτα μὲν οὖν ἐπεὶ τῆς αἰσθήσεως ἢ τῶν κοινῶν ἐννοιῶν ἐγγύς ἐστιν ... εἰ ἄρα͵ ἐπισημηνάμενοι ἐπὶ κεφαλαίωι μικρά· οἷον ὅτι ἡ γῆ σφαιροειδής͵ ἐκ μὲν τῆς ἐπὶ τὸ μέσον φορᾶς πόρρωθεν ἡ ὑπόμνησις καὶ τοῦ ἕκαστον σῶμα ἐπὶ τὸ αὑτοῦ ἄρτημα νεύειν͵ ἐκ δὲ τῶν κατὰ πελάγη καὶ τὸν οὐρανὸν φαινομένων ἐγγύθεν· καὶ γὰρ ἡ αἴσθησις ἐπιμαρτυρεῖν δύναται καὶ ἡ κοινὴ ἔννοια. φανερῶς γὰρ ἐπιπροσθεῖ τοῖς πλέουσιν ἡ κυρτότης τῆς θαλάττης͵ ὥστε μὴ προσβάλλειν τοῖς πόρρω φέγγεσι τοῖς ἐπ᾽ ἴσον ἐξηιρμένοις τῆι ὄψει. ἐξαρθέντα γοῦν πλέον τῆς ὄψεως ἐφάνη͵ καίτοι πλέον ἀποσχόντα αὐτῆς· ὁμοίως δὲ καὶ αὐτὴ μετεωρισθεῖσα εἶδε τὰ κεκρυμμένα πρότερον. ὅπερ δηλοῖ καὶ ὁ ποιητής· τοιοῦτον γάρ ἐστι καὶ τό ὀξὺ μάλα προϊδών͵ μεγάλου ὑπὸ κύματος ἀρθείς. καὶ τοῖς προσπλέουσι δὲ ἀεὶ καὶ μᾶλλον ἀπογυμνοῦται τὰ πρόσγεια μέρη καὶ τὰ φανέντα ἐν ἀρχαῖς ταπεινὰ ἐξαίρεται μᾶλλον. τῶν τε οὐρανίων ἡ περιφορὰ ἐναργής ἐστι καὶ ἄλλως καὶ ἐκ τῶν γνωμονικῶν· ἐκ δὲ τούτων εὐθὺς ὑποτείνει καὶ ἡ ἔννοια͵ ὅτι ἐρριζωμένης ἐπ᾽ ἄπειρον τῆς γῆς οὐκ ἂν ἡ τοιαύτη περιφορὰ συνέβαινε. καὶ τὰ περὶ τῶν κλιμάτων δὲ ἐν τοῖς περὶ τῶν οἰκήσεων δείκνυται.

1.21 Νυνὶ δὲ ἐξ ἑτοίμου δεῖ λαβεῖν ἔνια͵ καὶ ταῦθ᾽ ὅσα τῶι πολιτικῶι καὶ τῶι στρατηλάτηι χρήσιμα. οὔτε γὰρ οὕτω δεῖ ἀγνοεῖν τὰ περὶ τὸν οὐρανὸν καὶ τὴν θέσιν τῆς γῆς͵ ὥστ᾽ ἐπειδὰν γένηται κατὰ τόπους͵ καθ᾽ οὓς ἐξήλλακταί τινα τῶν φαινομένων τοῖς πολλοῖς ἐν τῶι οὐρανῶι͵ ταράττεσθαι καὶ τοιαῦτα λέγειν· ὦ φίλοι͵ οὐ γάρ τ᾽ ἴδμεν ὅπη ζόφος͵ οὐδ᾽ ὅπη ἠώς͵ οὐδ᾽ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν͵ οὐδ᾽ ὅπη ἀννεῖται· οὔθ᾽ οὕτως ἀκριβοῦν͵ ὥστε τὰς πανταχοῦ συνανατολάς τε καὶ συγκαταδύσεις καὶ συμμεσουρανήσεις καὶ ἐξάρματα πόλων καὶ τὰ κατὰ κορυφὴν σημεῖα καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὰς μεταπτώσεις τῶν ὁριζόντων ἅμα καὶ τῶν ἀρκτικῶν διαφέροντα ἀπαντᾶι͵ τὰ μὲν πρὸς τὴν ὄψιν τὰ δὲ καὶ τῆι φύσει͵ γνωρίζειν ἅπαντα· ἀλλὰ τὰ μὲν μηδ᾽ ὅλως φροντίζειν͵ πλὴν εἰ θέας φιλοσόφου χάριν͵ τοῖς δὲ πιστεύειν͵ κἂν μὴ βλέπηι τὸ διὰ τί. καὶ γὰρ τοῦτο τοῦ φιλοσοφοῦντος μόνου͵ τῶι δὲ πολιτικῶι σχολῆς οὐ τοσαύτης μέτεστιν ἢ οὐκ ἀεί. οὐ μὴν οὐδ᾽ οὕτως ὑπάρχειν ἁπλοῦν δεῖ τὸν ἐντυγχάνοντα τῆι γραφῆι ταύτηι καὶ ἀργόν͵ ὥστε μηδὲ σφαῖραν ἰδεῖν͵ μηδὲ κύκλους ἐν αὐτῆι τοὺς μὲν παραλλήλους τοὺς δ᾽ ὀρθίους πρὸς τούτους τοὺς δὲ λοξούς͵ μηδὲ τροπικῶν τε καὶ ἰσημερινοῦ καὶ ζωδιακοῦ θέσιν͵ δι᾽ οὗ φερόμενος ὁ ἥλιος τρέπεται καὶ διδάσκει διαφορὰς κλιμά των τε καὶ ἀνέμων. ταῦτα γὰρ καὶ τὰ περὶ τοὺς ὁρίζοντας καὶ τοὺς ἀρκτικοὺς καὶ ὅσα ἄλλα κατὰ τὴν πρώτην ἀγωγὴν τὴν εἰς τὰ μαθήματα παραδίδοται κατανοήσας τις ἄλλως πως δύναται παρακολουθεῖν τοῖς λεγομένοις ἐνταῦθα. ὁ δὲ μηδ᾽ εὐθεῖαν γραμμὴν ἢ περιφερῆ μηδὲ κύκλον εἰδώς͵ μηδὲ σφαιρικὴν ἐπιφάνειαν ἢ ἐπίπεδον͵ μηδ᾽ ἐν τῶι οὐρανῶι μηδὲ τοὺς ἑπτὰ τῆς μεγάλης ἄρκτου ἀστέρας καταμαθὼν μηδ᾽ ἄλλο τι τῶν τοιούτων μηδέν͵ ἢ οὐκ ἂν δέοιτο τῆς πραγματείας ταύτης ἢ οὐχὶ νῦν͵ ἀλλ᾽ ἐκείνοις ἐντυχὼν πρότερον͵ ὧν χωρὶς οὐκ ἂν εἴη γεωγραφίας οἰκεῖος. οὕτως δὲ καὶ οἱ τοὺς λιμένας καὶ τοὺς περίπλους καλουμένους πραγματευθέντες ἀτελῆ τὴν ἐπίσκεψιν ποιοῦνται͵ μὴ προστιθέντες ὅσα ἐκ τῶν μαθημάτων καὶ ἐκ τῶν οὐρανίων συνάπτειν προσῆκεν.

1.22 Ἁπλῶς δὲ κοινὸν εἶναι τὸ σύγγραμμα τοῦτο δεῖ καὶ πολιτικὸν καὶ δημωφελὲς ὁμοίως ὥσπερ τὴν τῆς ἱστορίας γραφήν. κἀκεῖ δὲ πολιτικὸν λέγομεν οὐχὶ τὸν παντάπασιν ἀπαίδευτον͵ ἀλλὰ τὸν μετασχόντα τῆς τε ἐγκυκλίου καὶ συνήθους ἀγωγῆς τοῖς ἐλευθέροις καὶ τοῖς φιλοσοφοῦσιν· οὐδὲ γὰρ ἂν οὔτε ψέγειν δύναιτο καλῶς οὔτ᾽ ἐπαινεῖν͵ οὐδὲ κρίνειν ὅσα μνήμης ἄξια τῶν γεγονότων͵ ὅτωι μηδὲν ἐμέλησεν ἀρετῆς καὶ φρονήσεως καὶ τῶν εἰς ταῦτα λόγων.

1.23 Διόπερ ἡμεῖς πεποιηκότες ὑπομνήματα ἱστορικὰ χρήσιμα͵ ὡς ὑπολαμβάνομεν͵ εἰς τὴν ἠθικὴν καὶ πολιτικὴν φιλοσοφίαν͵ ἔγνωμεν προσθεῖναι καὶ τήνδε τὴν σύνταξιν· ὁμοειδὴς γὰρ καὶ αὕτη͵ καὶ πρὸς τοὺς αὐτοὺς ἄνδρας͵ καὶ μάλιστα τοὺς ἐν ταῖς ὑπεροχαῖς. ἔτι δὲ τὸν αὐτὸν τρόπον͵ ὅνπερ ἐκεῖ τὰ περὶ τοὺς ἐπιφανεῖς ἄνδρας καὶ βίους τυγχάνει μνήμης͵ τὰ δὲ μικρὰ καὶ ἄδοξα παραλείπεται͵ κἀνταῦθα δεῖ τὰ μικρὰ καὶ τὰ ἀφανῆ παραπέμπειν͵ ἐν δὲ τοῖς ἐνδόξοις καὶ μεγάλοις καὶ ἐν οἷς τὸ πραγματικὸν καὶ εὐμνημόνευτον καὶ ἡδὺ διατρίβειν. καθάπερ τε καὶ ἐν τοῖς κολοσσικοῖς ἔργοις οὐ τὸ καθ᾽ ἕκαστον ἀκριβὲς ζητοῦμεν͵ ἀλλὰ τοῖς καθόλου προσέχομεν μᾶλλον εἰ καλῶς τὸ ὅλον͵ οὕτως κἀν τούτοις δεῖ ποιεῖσθαι τὴν κρίσιν. κολοσσουργία γάρ τις καὶ αὕτη͵ τὰ μεγάλα φράζουσα πῶς ἔχει καὶ τὰ ὅλα͵ πλὴν εἴ τι κινεῖν δύναται καὶ τῶν μικρῶν τὸν φιλειδήμονα καὶ τὸν πραγματικόν. ὅτι μὲν οὖν σπουδαῖον τὸ προκείμενον ἔργον καὶ φιλοσόφωι πρέπον͵ ταῦτα εἰρήσθω.


Κεφάλαιο 2

2.1 Εἰ δὲ πολλῶν προειπόντων ἐπιχειροῦμεν καὶ αὐ τοὶ λέγειν περὶ τῶν αὐτῶν͵ οὔπω μεμπτέον͵ ἂν μὴ καὶ τὸν αὐτὸν τρόπον διελεγχθῶμεν ἐκείνοις ἅπαντα λέγοντες. ὑπολαμβάνομεν δ᾽ ἄλλων ἄλλο τι κατορθωσάντων ἄλλο πολὺ μέρος ἔτι τοῦ ἔργου λείπεσθαι· πρὸς οἷς ἂν καὶ μικρὸν προσλαβεῖν δυνηθῶμεν͵ ἱκανὴν δεῖ τίθεσθαι πρόφασιν τῆς ἐπιχειρήσεως. καὶ γὰρ δὴ πολύ τι τοῖς νῦν ἡ τῶν Ῥωμαίων ἐπικράτεια καὶ τῶν Παρθυαίων τῆς τοιαύτης ἐμπειρίας προσδέδωκε͵ καθάπερ τοῖς μετὰ τὴν Ἀλεξάνδρου στρατείαν͵ ὥς φησιν Ἐρατοσθέ νης· ὁ μὲν γὰρ τῆς Ἀσίας πολλὴν ἀνεκάλυψεν ἡμῖν καὶ τῶν βορείων τῆς Εὐρώπης ἅπαντα μέχρι τοῦ Ἴστρου· οἱ δὲ Ῥωμαῖοι τὰ ἑσπέρια τῆς Εὐρώπης ἅπαντα μέχρι Ἄλβιος ποταμοῦ τοῦ τὴν Γερμανίαν δίχα διαιροῦντος τά τε πέραν Ἴστρου τὰ μέχρι Τύρα ποταμοῦ· τὰ δὲ ἐπέκεινα μέχρι Μαιωτῶν καὶ τῆς εἰς Κόλχους τελευτώσης παραλίας Μιθριδάτης ὁ κληθεὶς Εὐπάτωρ ἐποίησε γνώριμα καὶ οἱ ἐκείνου στρατηγοί· οἱ δὲ Παρθυαῖοι τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανὴν καὶ τοὺς ὑπὲρ τούτων Σκύθας γνωριμωτέρους ἡμῖν ἐποίησαν͵ ἧττον γνωριζομένους ὑπὸ τῶν πρότερον· ὥστε ἔχοιμεν ἄν τι λέγειν πλέον τῶν πρὸ ἡμῶν. ὁρᾶν δ᾽ ἔσται τοῦτο μάλιστα ἐν τοῖς λόγοις τοῖς πρὸς τοὺς πρὸ ἡμῶν͵ ἧττον μὲν τοὺς πάλαι͵ μᾶλλον δὲ τοὺς μετ᾽ Ἐρατοσθένη καὶ αὐτὸν ἐκεῖνον· οὓς εἰκὸς ὅσωιπερ πολυμαθέστεροι τῶν πολλῶν γεγόνασι͵ τοσούτωι δυσελεγκτοτέρους εἶναι τοῖς ὕστερον͵ ἄν τι πλημμελῶς λέγωσιν. εἰ δ᾽ ἀναγκασθησόμεθά που τοῖς αὐτοῖς ἀντιλέγειν͵ οἷς μάλιστα ἐπακολουθοῦμεν κατ᾽ ἄλλα͵ δεῖ συγγνώμην ἔχειν· οὐ γὰρ πρόκειται πρὸς ἅπαντας ἀντιλέγειν͵ ἀλλὰ τοὺς μὲν πολλοὺς ἐᾶν͵ οἷς μηδὲ ἀκολουθεῖν ἄξιον͵ ἐκείνους δὲ διαιτᾶν͵ οὓς ἐν τοῖς πλείστοις κατωρθω κότας ἴσμεν͵ ἐπεὶ οὐδὲ πρὸς ἅπαντας φιλοσοφεῖν ἄξιον͵ πρὸς Ἐρατοσθένη δὲ καὶ Ἵππαρχον καὶ Ποσειδώ νιον καὶ Πολύβιον καὶ ἄλλους τοιούτους καλόν.

2.2 Πρῶτον δ᾽ ἐπισκεπτέον Ἐρατοσθένη παρατιθέντας ἅμα καὶ τὴν Ἱππάρχου πρὸς αὐτὸν ἀντιλογίαν ἔστι δ᾽ ὁ Ἐρατοσθένης οὔθ᾽ οὕτως εὐκατατρόχαστος ὥστε μηδ᾽ Ἀθήνας αὐτὸν ἰδεῖν φάσκειν͵ ὅπερ Πολέμων ἐπιχειρεῖ δεικνύναι͵ οὔτ᾽ ἐπὶ τοσοῦτον πιστὸς ἐφ᾽ ὅσον παρεδέξαντό τινες͵ καίπερ πλείστοις ἐντυχών͵ ὡς εἴρηκεν αὐτός͵ ἀγαθοῖς ἀνδράσιν. ἐγένοντο γάρ φησίν ὡς οὐδέποτε͵ κατὰ τοῦτον τὸν καιρὸν ὑφ᾽ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ᾽ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι. οὐχ ἱκανὸν δ᾽ οἶμαι τοῦτο͵ ἀλλὰ τὸ κρίνειν καλῶς οἷς μᾶλλον προσιτέον. ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ᾽ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν· Ἀπελλῆς τε αὐτῶι πολύς ἐστι καὶ Βίων͵ ὅν φησι πρῶτον ἀνθινὰ περιβαλεῖν φιλοσοφίαν· ἀλλ᾽ ὅμως πολλάκις εἰπεῖν ἄν τινα ἐπ᾽ αὐτοῦ τοῦτο οἵην ἐκ ῥακέων ὁ Βίων. ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης· ἧι τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται͵ τοὺς δ᾽ ἐκείνωι διενεχθέντας καὶ ὧν διαδοχὴ οὐδεμία σώζεται͵ τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον. δηλοῖ δὲ καὶ ἡ περὶ τῶν ἀγαθῶν ἐκδοθεῖσα ὑπ᾽ αὐτοῦ πραγματεία καὶ μελέται καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν ἀγωγὴν αὐτοῦ͵ διότι μέσος ἦν τοῦ τε βουλομένου φιλοσοφεῖν καὶ τοῦ μὴ θαρροῦντος ἐγχειρίζειν ἑαυτὸν εἰς τὴν ὑπόσχεσιν ταύτην͵ ἀλλὰ μόνον μέχρι τοῦ δοκεῖν προϊόντος͵ ἢ καὶ παράβασίν τινα ταύτην ἀπὸ τῶν ἄλλων τῶν ἐγκυκλίων πεπορισμένου πρὸς διαγωγὴν ἢ καὶ παιδιάν· τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις ἐστὶ τοιοῦτος. ἀλλ᾽ ἐκεῖνα ἐάσθω͵ πρὸς δὲ τὰ νῦν ἐπιχειρητέον ὅσα δύναιτ᾽ ἂν ἐπανορθοῦν τὴν γεωγραφίαν͵ καὶ πρῶτον ὅπερ ἀρτίως ὑπερεθέμεθα.

2.3 Ποιητὴν γὰρ ἔφη πάντα στοχάζεσθαι ψυχαγωγίας͵ οὐ διδασκαλίας. τοὐναντίον δ᾽ οἱ παλαιοὶ φιλοσοφίαν τινὰ λέγουσι πρώτην τὴν ποιητικήν͵ εἰσάγουσαν εἰς τὸν βίον ἡμᾶς ἐκ νέων καὶ διδάσκουσαν ἤθη καὶ πάθη καὶ πράξεις μεθ᾽ ἡδονῆς· οἱ δ᾽ ἡμέτεροι καὶ μόνον ποιητὴν ἔφασαν εἶναι τὸν σοφόν. διὰ τοῦτο καὶ τοὺς παῖδας αἱ τῶν Ἑλλήνων πόλεις πρώτιστα διὰ τῆς ποιητικῆς παιδεύουσιν͵ οὐ ψυχαγωγίας χάριν δήπουθεν ψιλῆς͵ ἀλλὰ σωφρονισμοῦ· ὅπου γε καὶ οἱ μουσικοὶ ψάλλειν καὶ λυρίζειν καὶ αὐλεῖν διδάσκοντες μεταποιοῦνται τῆς ἀρετῆς ταύτης· παιδευτικοὶ γὰρ εἶναί φασι καὶ ἐπανορθωτικοὶ τῶν ἠθῶν. ταῦτα δ᾽ οὐ μόνον παρὰ τῶν Πυθαγορείων ἀκούειν ἐστὶ λεγόντων͵ ἀλλὰ καὶ Ἀριστόξενος οὕτως ἀποφαίνεται. καὶ Ὅμηρος δὲ τοὺς ἀοιδοὺς σωφρονιστὰς εἴρηκε͵ καθάπερ τὸν τῆς Κλυταιμνήστρας φύλακα ὧι πόλλ᾽ ἐπέτελλεν Ἀτρείδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν͵ τόν τε Αἴγισθον οὐ πρότερον αὐτῆς περιγενέσθαι πρὶν ἢ τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην κάλλιπεν· τὴν δ᾽ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε. χωρὶς δὲ τούτων ὁ Ἐρατοσθένης ἑαυτῶι μάχεται· μικρὸν γὰρ πρὸ τῆς λεχθείσης ἀποφάσεως ἐναρχόμενος τοῦ περὶ τῆς γεωγραφίας λόγου φησὶν ἅπαντας κατ᾽ ἀρχὰς φιλοτίμως ἔχειν εἰς τὸ μέσον φέρειν τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν. Ὅμηρον γοῦν ὑπέρ τε τῶν Αἰθιόπων ὅσα ἐπύθετο καταχωρίσαι εἰς τὴν ποίησιν καὶ περὶ τῶν κατ᾽ Αἴγυπτον καὶ Λιβύην͵ τὰ δὲ δὴ κατὰ τὴν Ἑλλάδα καὶ τοὺς σύνεγγυς τόπους καὶ λίαν περιέργως ἐξενηνοχέναι͵ πολυτρήρωνα μὲν τὴν Θίσβην λέγοντα͵ Ἁλίαρτον δὲ ποιήεντα͵ ἐσχατόωσαν δὲ Ἀνθηδόνα͵ Λίλαιαν δὲ πηγῆις ἔπι Κηφισσοῖο͵ καὶ οὐδεμίαν προσθήκην κενῶς ἀπορρίπτειν. πότερον οὖν ὁ ποιῶν ταῦτα ψυχαγωγοῦντι ἔοικεν ἢ διδάσκοντι; νὴ Δία͵ ἀλλὰ ταῦτα μὲν οὕτως εἴρηκε͵ τὰ δ᾽ ἔξω τῆς αἰσθήσεως καὶ οὗτος καὶ ἄλλοι τερατολογίας μυθικῆς πεπληρώκασιν. οὐκοῦν ἐχρῆν οὕτως εἰπεῖν͵ ὅτι ποιητὴς πᾶς τὰ μὲν ψυχαγωγίας χάριν μόνον ἐκφέρει τὰ δὲ διδασκαλίας· ὁ δ᾽ ἐπήνεγκεν ὅτι ψυχαγωγίας μόνον͵ διδασκαλίας δ᾽ οὔ. καὶ προσεξεργάζεταί γε͵ πυνθανόμενος τί συμβάλλεται πρὸς ἀρετὴν ποιητοῦ πολλῶν ὑπάρξαι τόπων ἔμπειρον ἢ στρατηγίας ἢ γεωργίας ἢ ῥητορικῆς ἢ οἷα δὴ περιποιεῖν αὐτῶι τινες ἐβουλήθησαν; τὸ μὲν οὖν ἅπαντα ζητεῖν περιποιεῖν αὐτῶι προεκπίπτοντος ἄν τις θείη τῆι φιλοτιμίαι͵ ὡς ἂν εἴ τις͵ φησὶν ὁ Ἵππαρχος͵ Ἀττικῆς εἰρεσιώνης κατηγοροίη καὶ ἃ μὴ δύναται φέρειν μῆλα καὶ ὄγχνας͵ οὕτως ἐκείνου πᾶν μάθημα καὶ πᾶσαν τέχνην. τοῦτο μὲν δὴ ὀρθῶς ἂν λέγοις͵ ὦ Ἐρατόσθενες· ἐκεῖνα δ᾽ οὐκ ὀρθῶς͵ ἀφαιρούμενος αὐτὸν τὴν τοσαύτην πολυμάθειαν καὶ τὴν ποιητικὴν γραώδη μυθολογίαν ἀποφαίνων͵ ἧι δέδοται πλάττειν͵ φησίν͵ ὃ ἂν αὐτῆι φαίνηται ψυχαγωγίας οἰκεῖον. ἆρα γὰρ οὐδὲ τοῖς ἀκροωμένοις τῶν ποιητῶν οὐδὲν συμβάλλεται πρὸς ἀρετήν; λέγω δὲ τὸ πολλῶν ὑπάρξαι τόπων ἔμπειρον ἢ στρατηγίας ἢ γεωργίας ἢ ῥητορικῆς͵ ἅπερ ἡ ἀκρόασις͵ ὡς εἰκός͵ περιποιεῖ.

2.4 Ἀλλὰ μὴν ταῦτά γε πάντα ὁ ποιητὴς Ὀδυσσεῖ προσῆψεν͵ ὃν τῶν πάντων μάλιστα ἀρετῆι πάσηι κοσμεῖ· οὗτος γὰρ αὐτῶι πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω͵ οὗτος δ᾽ ὁ πτολίπορθος ἀεὶ λεγόμενος καὶ τὸ Ἴλιον ἑλὼν βουλῆι καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνηι· τούτου γ᾽ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν͵ φησὶν ὁ Διομήδης. καὶ μὴν ἐπί γε τῆι γεωργίαι σεμνύνεται· καὶ γὰρ ἐν ἀμητῶι ἐν ποίηι δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι͵ καὶ δὲ σὺ τοῖον ἔχοις καὶ ἐν ἀρότωι͵ τῶι κέ μ᾽ ἴδοις͵ εἰ ὦλκα διηνεκέα προταμοίμην. καὶ οὐχ Ὅμηρος μὲν οὕτω φρονεῖ περὶ τούτων οὐχὶ δὲ πάντες οἱ πεπαιδευμένοι μάρτυρι χρῶνται τῶι ποιητῆι ὡς ὀρθῶς λέγοντι περὶ τοῦ τὴν τοιαύτην ἐμπειρίαν εἰς φρόνησιν συντείνειν μάλιστα.

2.5 Ἡ δὲ ῥητορικὴ φρόνησίς ἐστι δήπου περὶ λόγους͵ ἣν ἐπιδείκνυται παρ᾽ ὅλην τὴν ποίησιν Ὀδυσσεὺς ἐν τῆι διαπείραι͵ ἐν ταῖς λιταῖς͵ ἐν τῆι πρεσβείαι͵ ἐν ἧι φησίν ἀλλ᾽ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίηισιν͵ οὐκ ἂν ἔπειτ᾽ Ὀδυσῆί γ᾽ ἐρίσσειε βροτὸς ἄλλος. τίς ἂν οὖν ὑπολάβοι τὸν δυνάμενον ποιητὴν εἰσάγειν ῥητορεύοντας ἑτέρους καὶ στρατηγοῦντας καὶ τὰ ἄλλα ἐπιδεικνυμένους τὰ τῆς ἀρετῆς ἔργα αὐτὸν εἶναι τῶν φλυάρων ἕνα καὶ τῶν θαυματοποιῶν͵ γοητεύειν μόνον καὶ κολακεύειν τὸν ἀκροατὴν δυνάμενον͵ ὠφελεῖν δὲ μηδέν; προτέραν δ᾽ οὐδ᾽ ἀρετὴν ποιητοῦ λέγοιμεν ἂν ἡντινοῦν ἄλλην ἢ τὴν μιμητικὴν τοῦ βίου διὰ λόγων. πῶς ἂν οὖν μιμοῖτο ἄπειρος ὢν τοῦ βίου καὶ ἄφρων; οὐ γὰρ οὕτω φαμὲν τὴν τῶν ποιητῶν ἀρετὴν ὡσεὶ τεκτόνων ἢ χαλκέων· ἀλλ᾽ ἐκείνη μὲν οὐδενὸς ἔχεται καλοῦ καὶ σεμνοῦ͵ ἡ δὲ ποιητοῦ συνέζευκται τῆι τοῦ ἀνθρώπου͵ καὶ οὐχ οἷόν τε ἀγαθὸν γενέσθαι ποιητὴν μὴ πρότερον γενηθέντα ἄνδρα ἀγαθόν.

2.6 Τὸ δὲ δὴ καὶ τὴν ῥητορικὴν ἀφαιρεῖσθαι τὸν ποιητὴν τελέως ἀφειδοῦντος ἡμῶν ἐστι. τί γὰρ οὕτω ῥητορικὸν ὡς φράσις; τί δ᾽ οὕτω ποιητικόν; τίς δ᾽ ἀμείνων Ὁμήρου φράσαι; νὴ Δία͵ ἀλλ᾽ ἑτέρα φράσις ἡ ποιητική. τῶι γε εἴδει͵ ὡς καὶ ἐν αὐτῆι τῆι ποιητικῆι ἡ τραγικὴ καὶ ἡ κωμική͵ καὶ ἐν τῆι πεζῆι ἡ ἱστορικὴ καὶ ἡ δικανική. ἆρα γὰρ οὐδ᾽ ὁ λόγος ἐστὶ γενικός͵ οὗ εἴδη ὁ ἔμμετρος καὶ ὁ πεζός; ἢ λόγος μέν͵ ῥητορικὸς δὲ λόγος οὐκ ἔστι γενικὸς καὶ φράσις καὶ ἀρετὴ λόγου; ὡς δ᾽ εἰπεῖν͵ ὁ πεζὸς λόγος͵ ὅ γε κατεσκευασμένος͵ μίμημα τοῦ ποιητικοῦ ἐστι. πρώτιστα γὰρ ἡ ποιητικὴ κατασκευὴ παρῆλθεν εἰς τὸ μέσον καὶ εὐδοκίμησεν· εἶτα ἐκείνην μιμούμενοι͵ λύσαντες τὸ μέτρον͵ τἆλλα δὲ φυλάξαντες τὰ ποιητικά͵ συνέγραψαν οἱ περὶ Κάδμον καὶ Φερεκύδη καὶ Ἑκαταῖον· εἶτα οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτων εἰς τὸ νῦν εἶδος κατήγαγον ὡς ἂν ἀπὸ ὕψους τινός· καθάπερ ἄν τις καὶ τὴν κωμωιδίαν φαίη λαβεῖν τὴν σύστασιν ἀπὸ τῆς τραγωιδίας καὶ τοῦ κατ᾽ αὐτὴν ὕψους καταβιβασθεῖσαν εἰς τὸ λογοειδὲς νυνὶ καλούμενον. καὶ τὸ ἀείδειν δὲ ἀντὶ τοῦ φράζειν τιθέμενον παρὰ τοῖς πάλαι ταὐτὸ τοῦτο ἐκμαρτυρεῖ͵ διότι πηγὴ καὶ ἀρχὴ φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπῆρξεν ἡ ποιητική. αὕτη γὰρ προσεχρήσατο τῶι μέλει κατὰ τὰς ἐπιδείξεις· τοῦτο δ᾽ ἦν ὠιδὴ ἢ λόγος μεμελισμένος͵ ἀφ᾽ οὗ δὴ ῥαψωιδίαν τ᾽ ἔλεγον καὶ τραγωιδίαν καὶ κωμωιδίαν. ὥστ᾽ ἐπειδὴ τὸ φράζειν πρώτιστα ἐπὶ τῆς ποιητικῆς ἐλέγετο φράσεως͵ αὕτη δὲ μετ᾽ ὠιδῆς τὸ ἀείδειν αὐτοῖς τὸ αὐτὸ τῶι φράζειν ὑπῆρξε παρ᾽ ἐκείνοις. καταχρησαμένων δ᾽ αὐτῶν θατέρωι καὶ ἐπὶ τοῦ πεζοῦ λόγου͵ καὶ ἐπὶ θάτερον ἡ κατάχρησις διέβη. καὶ αὐτὸ δὲ τὸ πεζὸν λεχθῆναι τὸν ἄνευ τοῦ μέτρου λόγον ἐμφαίνει τὸν ἀπὸ ὕψους τινὸς καταβάντα καὶ ὀχήματος εἰς τοὔδαφος.

2.7 Ἀλλ᾽ οὐδὲ τὰ σύνεγγυς μόνον͵ ὥσπερ Ἐρατοσθένης εἴρηκε͵ καὶ τὰ ἐν τοῖς Ἕλλησιν͵ ἀλλὰ καὶ τῶν πόρρω πολλὰ λέγει καὶ δι᾽ ἀκριβείας Ὅμηρος καὶ μᾶλλόν γε τῶν ὕστερον μυθολογεῖται͵ οὐ πάντα τερατευόμενος͵ ἀλλὰ καὶ πρὸς ἐπιστήμην ἀλληγορῶν ἢ διασκευάζων ἢ δημαγωγῶν ἄλλα τε καὶ τὰ περὶ τὴν Ὀδυσσέως πλάνην͵ περὶ ἧς πολλὰ διαμαρτάνει τούς τ᾽ ἐξηγητὰς φλυάρους ἀποφαίνων καὶ αὐτὸν τὸν ποιητήν· περὶ ὧν ἄξιον εἰπεῖν διὰ πλειόνων.

2.8 Καὶ πρῶτον ὅτι τοὺς μύθους ἀπεδέξαντο οὐχ οἱ ποιηταὶ μόνον͵ ἀλλὰ καὶ αἱ πόλεις πολὺ πρότερον καὶ οἱ νομοθέται τοῦ χρησίμου χάριν͵ βλέψαντες εἰς τὸ φυσικὸν πάθος τοῦ λογικοῦ ζώιου· φιλειδήμων γὰρ ἅνθρωπος͵ προοίμιον δὲ τούτου τὸ φιλόμυθον. ἐντεῦθεν οὖν ἄρχεται τὰ παιδία ἀκροᾶσθαι καὶ κοινω νεῖν λόγων ἐπὶ πλεῖον. αἴτιον δ᾽͵ ὅτι καινολογία τίς ἐστιν ὁ μῦθος͵ οὐ τὰ καθεστηκότα φράζων ἀλλ᾽ ἕτερα παρὰ ταῦτα· ἡδὺ δὲ τὸ καινὸν καὶ ὃ μὴ πρότερον ἔγνω τις· τοῦτο δ᾽ αὐτό ἐστι καὶ τὸ ποιοῦν φιλειδήμονα. ὅταν δὲ προσῆι καὶ τὸ θαυμαστὸν καὶ τὸ τερατῶδες͵ ἐπιτείνει τὴν ἡδονήν͵ ἥπερ ἐστὶ τοῦ μανθάνειν φίλτρον. κατ᾽ ἀρχὰς μὲν οὖν ἀνάγκη τοιούτοις δελέασι χρῆσθαι͵ προϊούσης δὲ τῆς ἡλικίας ἐπὶ τὴν τῶν ὄντων μάθησιν ἄγειν͵ ἤδη τῆς διανοίας ἐρρωμένης καὶ μηκέτι δεομένης κολάκων. καὶ ἰδιώτης δὲ πᾶς καὶ ἀπαίδευτος τρόπον τινὰ παῖς ἐστι φιλομυθεῖ τε ὡσαύτως· ὁμοίως δὲ καὶ ὁ πεπαιδευμένος μετρίως· οὐδὲ γὰρ οὗτος ἰσχύει τῶι λογισμῶι͵ πρόσεστι δὲ καὶ τὸ ἐκ παιδὸς ἔθος. ἐπεὶ δ᾽ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες͵ ἀμφοτέρων ἐστὶ τῶν εἰδῶν χρεία πρός τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίαι· τοῖς τε γὰρ παισὶ προσφέρομεν τοὺς ἡδεῖς μύθους εἰς προτροπήν͵ εἰς ἀποτροπὴν δὲ τοὺς φοβερούς· ἥ τε γὰρ Λάμια μῦθός ἐστι καὶ ἡ Γοργὼ καὶ ὁ Ἐφιάλτης καὶ ἡ Μορμολύκη. οἵ τε πολλοὶ τῶν τὰς πόλεις οἰκούντων εἰς μὲν προτροπὴν ἄγονται τοῖς ἡδέσι τῶν μύθων͵ ὅταν ἀκούωσι τῶν ποιητῶν ἀνδραγαθήματα μυθώδη διηγουμένων͵ οἷον Ἡρακλέους ἄθλους ἢ Θησέως͵ ἢ τιμὰς παρὰ θεῶν νεμομένας͵ ἢ νὴ Δία ὁρῶσι γραφὰς ἢ ξόανα ἢ πλάσματα τοιαύτην τινὰ περιπέτειαν ὑποσημαίνοντα μυθώδη· εἰς ἀποτροπὴν δέ͵ ὅταν κολάσεις παρὰ θεῶν καὶ φόβους καὶ ἀπειλὰς ἢ διὰ λόγων ἢ διὰ τύπων ἀοράτων τινῶν προσδέχωνται͵ ἢ καὶ πιστεύωσι περιπεσεῖν τινας. οὐ γὰρ ὄχλον γε γυναικῶν καὶ παντὸς χυδαίου πλήθους ἐπαγαγεῖν λόγωι δυνατὸν φιλοσόφωι καὶ προσκαλέσασθαι πρὸς εὐσέβειαν καὶ ὁσιότητα καὶ πίστιν͵ ἀλλὰ δεῖ καὶ διὰ δεισιδαιμονίας· τοῦτο δ᾽ οὐκ ἄνευ μυθοποιίας καὶ τερατείας. κεραυνὸς γὰρ καὶ αἰγὶς καὶ τρίαινα καὶ λαμπάδες καὶ δράκοντες καὶ θυρσόλογχα τῶν θεῶν ὅπλα μῦθοι καὶ πᾶσα θεολογία ἀρχαϊκή· ταῦτα δ᾽ ἀπεδέξαντο οἱ τὰς πολιτείας καταστησάμενοι μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας. τοιαύτης δὲ τῆς μυθοποιίας οὔσης καὶ καταστρεφούσης εἰς τὸ κοινωνικὸν καὶ τὸ πολιτικὸν τοῦ βίου σχῆμα καὶ τὴν τῶν ὄντων ἱστορίαν͵ οἱ μὲν ἀρχαῖοι τὴν παιδικὴν ἀγωγὴν ἐφύλαξαν μέχρι τῶν τελείων ἡλικιῶν͵ καὶ διὰ ποιητικῆς ἱκανῶς σωφρονίζεσθαι πᾶσαν ἡλικίαν ὑπέλαβον· χρόνοις δ᾽ ὕστερον ἡ τῆς ἱστορίας γραφὴ καὶ ἡ νῦν φιλοσοφία παρελήλυθεν εἰς μέσον. αὕτη μὲν οὖν πρὸς ὀλίγους͵ ἡ δὲ ποιητικὴ δημωφελεστέρα καὶ θέατρα πληροῦν δυναμένη͵ ἡ δὲ δὴ τοῦ Ὁμήρου ὑπερβαλλόντως· καὶ οἱ πρῶτοι δὲ ἱστορικοὶ καὶ φυσικοὶ μυθογράφοι.

2.9 Ἅτε δὴ πρὸς τὸ παιδευτικὸν εἶδος τοὺς μύθους ἀναφέρων ὁ ποιητὴς ἐφρόντισε πολὺ μέρος τἀληθοῦς͵ ἐν δ᾽ ἐτίθει καὶ ψεῦδος͵ τὸ μὲν ἀποδεχόμενος τῶι δὲ δημαγωγῶν καὶ στρατηγῶν τὰ πλήθη. ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρωι ἀνήρ͵ οὕτως ἐκεῖνος ταῖς ἀληθέσι περιπετείαις προσεπετίθει μῦθον͵ ἡδύνων καὶ κοσμῶν τὴν φράσιν͵ πρὸς δὲ τὸ αὐτὸ τέλος τοῦ ἱστορικοῦ καὶ τοῦ τὰ ὄντα λέγοντος βλέπων. οὕτω δὴ τόν τε Ἰλιακὸν πόλεμον γεγονότα παραλαβὼν ἐκόσμησε ταῖς μυθοποιίαις͵ καὶ τὴν Ὀδυσσέως πλάνην ὡσαύτως· ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν οὐχ Ὁμηρικόν. προσπίπτει γάρ͵ ὡς εἰκός͵ ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο͵ εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν ἀληθινῶν· ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν· τοιοῦτο δ᾽ ἐστὶ καὶ τό ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. οὐ γὰρ πάντα ἀλλὰ πολλά͵ ἐπεὶ οὐδ᾽ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. ἔλαβεν οὖν παρὰ τῆς ἱστορίας τὰς ἀρχάς. καὶ γὰρ τὸν Αἰόλον δυναστεῦσαί φασι τῶν περὶ τὴν Λιπάραν νήσων καὶ τῶν περὶ τὴν Αἴτνην καὶ Λεοντίνην Κύκλωπας καὶ Λαιστρυγόνας ἀξένους τινάς· διὸ καὶ τὰ περὶ τὸν πορθμὸν ἀπροσπέλαστα εἶναι τοῖς τότε καὶ τὴν Χάρυβδιν καὶ τὸ Σκύλλαιον ὑπὸ ληιστῶν κατέχεσθαι. οὕτω δὲ καὶ τοὺς ἄλλους τῶν ὑπὸ Ὁμήρου λεγομένων ἐν ἄλλοις τόποις ἱστοροῦμεν· οὕτω δὲ καὶ τοὺς Κιμμερίους εἰδὼς οἰκοῦντας τὸν Κιμμερικὸν Βόσπορον πρὸς βορρᾶν καὶ ζοφώδη μετήγαγεν οἰκείως εἰς σκοτεινόν τινα τόπον τὸν καθ᾽ ἅιδην͵ χρήσιμον ὄντα πρὸς τὴν μυθοποιίαν τὴν ἐν τῆι πλάνηι. ὅτι δ᾽ οἶδεν αὐτούς͵ οἱ χρονογράφοι δηλοῦσιν ἢ μικρὸν πρὸ αὐτοῦ τὴν τῶν Κιμμερίων ἔφοδον ἢ κατ᾽ αὐτὸν ἀναγράφοντες.

2.10 Ὡσαύτως καὶ τοὺς Κόλχους εἰδὼς καὶ τὸν Ἰάσονος πλοῦν τὸν εἰς Αἶαν καὶ τὰ περὶ Κίρκης καὶ Μηδείας μυθευόμενα καὶ ἱστορούμενα περὶ τῆς φαρμακείας καὶ τῆς ἄλλης ὁμοιοτροπίας συγγενείας τε ἔπλασε τῶν οὕτω διωικισμένων͵ τῆς μὲν ἐν τῶι μυχῶι τοῦ Πόντου τῆς δ᾽ ἐν τῆι Ἰταλίαι͵ καὶ ἐξωκεανισμὸν ἀμφοῖν͵ τάχα καὶ τοῦ Ἰάσονος μέχρι τῆς Ἰταλίας πλανηθέντος· δείκνυται γάρ τινα καὶ περὶ τὰ Κεραύνια ὄρη καὶ περὶ τὸν Ἀδρίαν καὶ ἐν τῶι Ποσειδωνιάτηι κόλπωι καὶ ταῖς πρὸ τῆς Τυρρηνίας νήσοις τῆς τῶν Ἀργοναυτῶν πλάνης σημεῖα. προσέδοσαν δέ τι καὶ αἱ Κυάνεαι͵ ἅσπερ Συμπληγάδας καλοῦσι πέτρας τινές͵ τραχὺν ποιοῦσαι τὸν διέκπλουν τὸν διὰ τοῦ Βυζαντιακοῦ στόματος· ὥστε παρὰ μὲν τὴν Αἶαν ἡ Αἰαίη͵ παρὰ δὲ τὰς Συμπληγάδας αἱ Πλαγκταὶ καὶ ὁ δι᾽ αὐτῶν πλοῦς τοῦ Ἰάσονος πιθανὸς ἐφάνη͵ παρὰ δὲ τὴν Σκύλλαν καὶ τὴν Χάρυβδιν ὁ διὰ τῶν σκοπέλων πλοῦς. ἁπλῶς δ᾽ οἱ τότε τὸ πέλαγος τὸ Ποντικὸν ὥσπερ ἄλλον τινὰ ὠκεανὸν ὑπελάμβανον͵ καὶ τοὺς πλέοντας ἐκεῖσε ὁμοίως ἐκτοπίζειν ἐδόκουν ὥσπερ τοὺς ἔξω στηλῶν ἐπὶ πολὺ προϊόντας· καὶ γὰρ μέγιστον τῶν καθ᾽ ἡμᾶς ἐνομίζετο͵ καὶ διὰ τοῦτο κατ᾽ ἐξοχὴν ἰδίως πόντον προσηγόρευον͵ ὡς ποιητὴν Ὅμηρον. ἴσως οὖν καὶ διὰ τοῦτο μετήνεγκε τὰ ἐκ τοῦ Πόντου πρὸς τὸν ὠκεανὸν ὡς εὐπαράδεκτα διὰ τὴν κατέχουσαν δόξαν. οἶμαι δὲ καὶ τῶν Σολύμων τὰ ἄκρα τοῦ Ταύρου τὰ περὶ τὴν Λυκίαν ἕως Πισιδίας κατεχόντων τὰ ὑψηλότατα καὶ τὰς ἀπὸ τῆς μεσημβρίας ὑπερβολὰς ἐπιφανεστάτας παρεχόντων τοῖς ἐντὸς τοῦ Ταύρου καὶ μάλιστα τοῖς περὶ τὸν Πόντον͵ καθ᾽ ὁμοιότητά τινα καὶ τούτους ἐξωκεανισθῆναι· φησὶ γὰρ ἐπὶ τοῦ πλέοντος ἐν τῆι σχεδίαι τὸν δ᾽ ἐξ Αἰθιόπων ἀνιὼν κρείων Ἐνοσίχθων τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν. τάχα δὲ καὶ τοὺς μονομμάτους Κύκλωπας ἐκ τῆς Σκυθικῆς ἱστορίας μετενήνοχε· τοιούτους γάρ τινας τοὺς Ἀριμασπούς φασιν͵ οὓς ἐν τοῖς Ἀριμασπείοις ἔπεσιν ἐνδέδωκεν Ἀριστέας ὁ Προκοννήσιος.

2.11 Δεῖ δὲ ταῦτα προϋποθέμενον σκοπεῖν τί λέγουσιν οἱ φήσαντες περὶ Σικελίαν ἢ Ἰταλίαν γενέσθαι τῶι Ὀδυσσεῖ τὴν πλάνην καθ᾽ Ὅμηρον· ἔστι γὰρ ἀμφοτέρως τοῦτο δέξασθαι͵ καὶ βέλτιον καὶ χεῖρον· βέλτιον μέν͵ ἂν οὕτω [τις] δέχηται ὅτι πεισθεὶς ἐκεῖ τὴν πλάνην τῶι Ὀδυσσεῖ γενέσθαι͵ λαβὼν ἀληθῆ ταύτην τὴν ὑπόθεσιν ποιητικῶς διεσκεύασε· τοῦτο γὰρ οἰκείως ἂν λέγοιτο περὶ αὐτοῦ· καὶ οὐ μόνον γε περὶ Ἰταλίαν͵ ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων τῆς Ἰβηρίας ἐστὶν εὑρεῖν ἴχνη τῆς ἐκείνου πλάνης καὶ ἄλλων πλειόνων. χεῖρον δέ͵ ἐάν τις καὶ τὴν διασκευὴν ὡς ἱστορίαν δέχηται͵ ἐκείνου ὠκεανὸν καὶ ἅιδην καὶ Ἡλίου βόας καὶ παρὰ θεαῖς ξενίας καὶ μεταμορφώσεις καὶ μεγέθη Κυκλώπων καὶ Λαιστρυγόνων καὶ μορφὴν Σκύλλης καὶ διαστήματα πλοῦ καὶ ἄλλα πλείω τοιαῦτα τερατογραφοῦντος φανερῶς. οὔτε δὲ πρὸς τοῦτον ἄξιον ἀντιλέγειν οὕτω φανερῶς καταψευδόμενον τοῦ ποιητοῦ͵ καθάπερ οὐδ᾽ εἰ φαίη τοῦτον τὸν τρόπον γενέσθαι τὸν εἰς τὴν Ἰθάκην κατάπλουν τοῦ Ὀδυσσέως καὶ τὴν μνηστηροφονίαν καὶ τὴν ἐπὶ τοῦ ἀγροῦ συστᾶσαν μάχην τοῖς Ἰθακησίοις πρὸς αὐτόν͵ οὔτε πρὸς τὸν δεξάμενον οἰκείως προσπλέκεσθαι δίκαιον.

2.12 Ὁ Ἐρατοσθένης δὲ πρὸς ἀμφοτέρας τὰς ἀποφάσεις ἀπήντηκεν οὐκ εὖ· πρὸς μὲν τὴν δευτέραν͵ ὅτι πειρᾶται διαβάλλειν φανερῶς ψευδῆ καὶ οὐκ ἄξια λόγου διὰ μακρῶν͵ πρὸς δὲ τὴν προτέραν͵ ποιητήν τε ἅπαντα ἀποφήνας φλύαρον καὶ μήτε τόπων ἐμπειρίαν μήτε τεχνῶν πρὸς ἀρετὴν συντείνειν νομίσας· τῶν τε μύθων τῶν μὲν ἐν τόποις οὐ πεπλασμένοις πεφημι σμένων͵ οἷον ἐν Ἰλίωι καὶ Ἴδηι καὶ Πηλίωι͵ τῶν δὲ ἐν πεπλασμένοις͵ καθάπερ ἐν οἷς αἱ Γοργόνες ἢ ὁ Γηρυόνης͵ ταύτης φησὶ τῆς ἰδέας εἶναι καὶ τοὺς κατὰ τὴν Ὀδυσσέως πλάνην λεγομένους͵ τοὺς δὲ μὴ πεπλάσθαι λέγοντας ἀλλ᾽ ὑποκεῖσθαι ἐξ αὐτοῦ τοῦ μὴ συμφωνεῖν ἐλέγχεσθαι ψευδομένους· τὰς γοῦν Σειρῆνας τοὺς μὲν ἐπὶ τῆς Πελωριάδος καθιδρύειν͵ τοὺς δὲ ἐπὶ τῶν Σειρηνουσσῶν πλείους ἢ δισχιλίους διεχουσῶν σταδίους· εἶναι δ᾽ αὐτὰς σκόπελον τρικόρυφον διείργοντα τὸν Κυμαῖον καὶ Ποσειδωνιάτην κόλπον. ἀλλ᾽ οὔθ᾽ ὁ σκόπελος οὗτος ἐστὶ τρικόρυφος οὔθ᾽ ὅλως κορυφοῦται πρὸς ὕψος͵ ἀλλ᾽ ἀγκών τις ἔκκειται μακρὸς καὶ στενὸς ἀπὸ τῶν κατὰ Συρρεντὸν χωρίων ἐπὶ τὸν κατὰ Καπρίας πορθμόν͵ ἐπὶ θάτερα μὲν τῆς ὀρεινῆς τὸ τῶν Σειρήνων ἱερὸν ἔχων͵ ἐπὶ θάτερα δὲ πρὸς τῶι Ποσειδωνιάτηι κόλπωι νησίδια τρία προκείμενα ἔρημα πετρώδη͵ ἃ καλοῦσι Σειρῆνας͵ ἐπ᾽ αὐτῶι δὲ τῶι πορθμῶι τὸ Ἀθήναιον͵ ὧιπερ ὁμωνυμεῖ καὶ ὁ ἀγκὼν αὐτός.

2.13 Ἀλλ᾽ οὐδ᾽ εἰ μὴ συμφωνοῦσιν οἱ τὴν ἱστορίαν τῶν τόπων παραδιδόντες͵ εὐθὺς ἐκβάλλειν δεῖ τὴν σύμπασαν ἱστορίαν· ἀλλ᾽ ἔσθ᾽ ὅτε καὶ πιστοῦσθαι τὸ καθόλου μᾶλλόν ἐστιν. οἷόν τι λέγω͵ ζητουμένου εἰ κατὰ Σικελίαν καὶ Ἰταλίαν ἡ πλάνη γέγονε καὶ εἰ αἱ Σειρῆνες ἐνταῦθά που λέγονται· ὁ μὲν φήσας ἐν τῆι Πελωριάδι πρὸς τὸν ἐν ταῖς Σειρηνούσσαις διαφωνεῖ͵ ἀμφότεροι δὲ πρὸς τὸν περὶ Σικελίαν καὶ Ἰταλίαν λέγοντα οὐ διαφωνοῦσιν͵ ἀλλὰ καὶ μείζω πίστιν παρέχουσιν͵ ὅτι καίπερ μὴ τὸ αὐτὸ χωρίον φράζοντες ὅμως οὐκ ἐκβεβήκεσάν γε τοῦ κατὰ τὴν Ἰταλίαν ἢ Σικελίαν. ἐὰν δὲ προσθῆι τις ὅτι ἐν Νεαπόλει Παρθενόπης δείκνυται μνῆμα μιᾶς τῶν Σειρήνων͵ ἔτι πλείων προσεγένετο πίστις͵ καίτοι τρίτου τινὸς λεχθέντος τούτου τοῦ τόπου. ἀλλ᾽ ὅτι ἐν τούτωι τῶι κόλπωι τῶι ὑπὸ Ἐρατοσθένους λεχθέντι Κυμαίωι͵ ὃν ποιοῦσιν αἱ Σειρηνοῦσσαι͵ καὶ ἡ Νεάπολις ἵδρυται͵ βεβαιοτέρως πιστεύομεν τὸ περὶ τούτους τοὺς τόπους γεγονέναι τὰς Σειρῆνας· οὔτε γὰρ τὸν ποιητὴν ἀκριβῶς ἕκαστα πυθέσθαι͵ οὔθ᾽ ἡμεῖς παρ᾽ ἐκείνου ζητοῦμεν τὸ ἀκριβές· οὐ μὴν οὐδ᾽ οὕτως ἔχομεν ὡς ὑπολαμβάνειν καὶ μηδὲν πεπυσμένον περὶ τῆς πλάνης͵ μήθ᾽ ὅπου μήθ᾽ ὅπως γεγένηται͵ ῥαψωιδεῖν.

2.14 Ἐρατοσθένης δὲ Ἡσίοδον μὲν εἰκάζει πεπυσμένον περὶ τῆς Ὀδυσσέως πλάνης ὅτι κατὰ Σικελίαν καὶ Ἰταλίαν γεγένηται͵ πιστεύσαντα τῆι δόξηι μὴ μόνον τῶν ὑφ᾽ Ὁμήρου λεγομένων μεμνῆσθαι͵ ἀλλὰ καὶ Αἴτνης καὶ Ὀρτυγίας τοῦ πρὸς Συρακούσαις νησίου καὶ Τυρρηνῶν· Ὅμηρον δὲ μήτε εἰδέναι ταῦτα μήτε βούλεσθαι ἐν γνωρίμοις τόποις ποιεῖν τὴν πλάνην. πότερον οὖν Αἴτνη μὲν καὶ Τυρρηνία γνώριμα͵ Σκύλλαιον δὲ καὶ Χάρυβδις καὶ Κίρκαιον καὶ Σειρηνοῦσσαι οὐ πάνυ; ἢ καὶ Ἡσιόδωι μὲν ἔπρεπε μὴ φλυαρεῖν͵ ἀλλὰ ταῖς κατεχούσαις δόξαις ἀκολουθεῖν͵ Ὁμήρωι δὲ πᾶν ὅ τι ἂν ἐπ᾽ ἀκαιρίμαν γλῶσσαν ἴηι κελαδεῖν; χωρὶς γὰρ τῶν λεχθέντων περὶ τοῦ τρόπου τῆς πρεπούσης Ὁμήρωι μυθοποιίας καὶ τὸ πλῆθος τῶν συγγραφέων τῶν ταὐτὰ θρυλούντων κἀκ τῆς κατὰ τοὺς τόπους ἐπιχωριαζούσης φήμης διδάσκειν δύναται͵ διότι ταῦτα οὐ ποιητῶν πλάσματά ἐστιν οὐδὲ συγγραφέων͵ ἀλλὰ γεγενημένων ἴχνη καὶ προσώπων καὶ πράξεων.

2.15 Καὶ Πολύβιος δ᾽ ὀρθῶς ὑπονοεῖ τὰ περὶ τῆς πλάνης· τὸν γὰρ Αἰόλον τὸν προσημαίνοντα τοὺς ἔκπλους ἐν τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιρροίας ταμίαν τε εἰρῆσθαι τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί͵ καθάπερ Δαναὸν μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα͵ Ἀτρέα δὲ τοῦ ἡλίου τὸν ὑπεναντίον τῶι οὐρανῶι δρόμον͵ μάντεις τε καὶ ἱεροσκοπουμένους ἀποδείκνυσθαι βασιλέας͵ τούς θ᾽ ἱερέας τῶν Αἰγυπτίων καὶ Χαλδαίους καὶ Μάγους σοφίαι τινὶ διαφέροντας τῶν ἄλλων ἡγεμονίας καὶ τιμῆς τυγχάνειν παρὰ τοῖς πρὸ ἡμῶν͵ οὕτω δὲ καὶ τῶν θεῶν ἕνα ἕκαστον τῶν χρησίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι. ταῦτα δὲ προοικονομησάμενος οὐκ ἐᾶι τὸν Αἰόλον ἐν μύθου σχήματι ἀκούεσθαι οὐδ᾽ ὅλην τὴν Ὀδυσσέως πλάνην͵ ἀλλὰ μικρὰ μὲν προσμεμυθεῦσθαι καθάπερ καὶ τῶι Ἰλιακῶι πολέμωι͵ τὸ δ᾽ ὅλον περὶ Σικελίαν καὶ τῶι ποιητῆι πεποιῆσθαι καὶ τοῖς ἄλλοις συγγραφεῦσιν͵ ὅσοι τὰ περιχώρια λέγουσι τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν. οὐκ ἐπαινεῖ δὲ οὐδὲ τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν͵ διότι φησὶ τότ᾽ ἂν εὑρεῖν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται͵ ὅταν εὕρηι τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέμων ἀσκόν. καὶ τοῦτο δ᾽ οἰκείως εἰρῆσθαι τοῖς συμβαίνουσι περὶ τὸ Σκύλλαιον καὶ τὴν θήραν τῶν γαλεωτῶν τὸ ἐπὶ τῆς Σκύλλης αὐτοῦ δ᾽ ἰχθυάαι σκόπελον περιμαιμώωσα δελφῖνάς τε κύνας τε͵ καὶ εἴ ποθι μεῖζον ἕληισι κῆτος. τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν͵ ἐπειδὰν ἐμπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι͵ περιπίπτειν τοῖς μείζοσι τῶν ζώιων͵ οἷον δελφίνων καὶ κυνῶν καὶ ἄλλων κητωδῶν͵ ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας͵ οὓς καὶ ξιφίας λέγεσθαι καὶ κύνας φησί· συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων͵ ὅπερ ἐπὶ πυρὸς καὶ ὕλης ἐμπιπραμένης· ἀθροιζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ ἢ τὸ ὕδωρ καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι.

2.16 Ταῦτα δ᾽ εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν͵ ἣ συνίσταται περὶ τὸ Σκύλλαιον· σκοπὸς γὰρ ἐφέστηκε κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς͵ δύο καθ᾽ ἕκαστον σκαφίδιον· καὶ ὁ μὲν ἐλαύνει͵ ὁ δ᾽ ἐπὶ τῆς πρώρας ἕστηκε δόρυ ἔχων͵ σημήναντος τοῦ σκοποῦ τὴν ἐπιφάνειαν τοῦ γαλεώτου· φέρεται δὲ τὸ τρίτον μέρος ἔξαλον τὸ ζῶιον. συνάψαντος δὲ τοῦ σκάφους͵ ὁ μὲν ἔπληξεν ἐκ χειρός͵ εἶτ᾽ ἐξέσπασεν ἐκ τοῦ σώματος τὸ δόρυ χωρὶς τῆς ἐπιδορατίδος· ἀγκιστρώδης τε γάρ ἐστι καὶ χαλαρῶς ἐνήρμοσται τῶι δόρατι ἐπίτηδες͵ καλώδιον δ᾽ ἔχει μακρὸν ἐξημμένον· τοῦτ᾽ ἐπιχαλῶσι τῶι τρωθέντι τέως ἕως ἂν κάμηι σφαδάζον καὶ ὑποφεῦγον· τότε δ᾽ ἕλκουσιν ἐπὶ τὴν γῆν͵ ἢ εἰς τὸ σκάφος ἀναλαμβάνουσιν͵ ἐὰν μὴ μέγα ἦι τελέως τὸ σῶμα. κἂν ἐκπέσηι δὲ εἰς τὴν θάλατταν τὸ δόρυ͵ οὐκ ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε δρυὸς καὶ ἐλάτης͵ ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει μετέωρον εἶναι τὸ λοιπὸν καὶ εὐανάληπτον. συμβαίνειν δέ ποτε καὶ τιτρώσκεσθαι διὰ τοῦ σκαφιδίου τὸν κωπηλάτην διὰ τὸ μέγεθος τοῦ ξίφους τῶν γαλεωτῶν καὶ τὸ τὴν ἀκμὴν τοῦ ζώιου συαγρώδη εἶναι καὶ τὴν θήραν. ἔκ τε δὴ τῶν τοιούτων εἰκάζοι τις ἄν͵ φησί͵ περὶ Σικελίαν γενέσθαι τὴν πλάνην κατὰ τὸν Ὅμηρον͵ ὅτι τῆι Σκύλληι προσῆψε τὴν τοιαύτην θήραν ἣ μάλιστ᾽ ἐπιχώριός ἐστι τῶι Σκυλλαίωι͵ καὶ ἐκ τῶν περὶ τῆς Χαρύβδεως λεγομένων ὁμοίων τοῖς τοῦ πορθμοῦ πάθεσι. τὸ δέ τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἀντὶ τοῦ δίς͵ γραφικὸν εἶναι ἁμάρτημα ἢ ἱστορικόν.

2.17 Καὶ τὰ ἐν τῆι Μήνιγγι δὲ τοῖς περὶ τῶν Λωτοφάγων εἰρημένοις συμφωνεῖν. εἰ δέ τινα μὴ συμφωνεῖ͵ μεταβολὰς αἰτιᾶσθαι δεῖν ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν͵ ἣ συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. τῆς μὲν οὖν ἱστορίας ἀλήθειαν εἶναι τέλος͵ ὡς ἐν νεῶν καταλόγωι τὰ ἑκάστοις τόποις συμβεβηκότα λέγοντος τοῦ ποιητοῦ͵ τὴν μὲν πετρήεσσαν τὴν δὲ ἐσχατόωσαν πόλιν͵ ἄλλην δὲ πολυτρήρωνα͵ τὴν δ᾽ ἀγχίαλον· τῆς δὲ διαθέσεως ἐνέργειαν εἶναι τὸ τέλος͵ ὡς ὅταν μαχομένους εἰσάγηι͵ μύθου δὲ ἡδονὴν καὶ ἔκπληξιν. τὸ δὲ πάντα πλάττειν οὐ πιθανόν͵ οὐδ᾽ Ὁμηρικόν· τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα πάντας νομίζειν͵ οὐχ ὡς Ἐρατοσθένης φησί͵ κελεύων μὴ κρίνειν πρὸς τὴν διάνοιαν τὰ ποιήματα͵ μηδ᾽ ἱστορίαν ἀπ᾽ αὐτῶν ζητεῖν. πιθανώτερόν τε τό ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν ἐν βραχεῖ διαστήματι δέχεσθαι (οἱ γὰρ ὀλοοὶ οὐκ εὐθύδρομοι) ἢ ἐξωκεανίζειν͵ ὡς ἂν οὐρίων πνεόντων συνεχῶς. συνθεὶς δὲ τὸ διάστημα τὸ ἐκ Μαλεῶν ἐπὶ στήλας σταδίων δισμυρίων καὶ δισχιλίων πεντακοσίων͵ εἰ͵ φησί͵ τοῦτο θείημεν ἐν ταῖς ἐννέα ἡμέραις διηνύσθαι ἰσοταχῶς͵ ἑκάστης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι σταδίων δισχιλίων πεντακοσίων. τίς οὖν ἱστόρηκεν ἐκ Λυκίας ἢ Ῥόδου δευτεραῖόν τινα ἀφιγμένον εἰς Ἀλεξάνδρειαν͵ ὄντος τοῦ διαστήματος σταδίων τετρακισχιλίων; πρὸς δὲ τοὺς ἐπιζητοῦντας πῶς τρὶς εἰς Σικελίαν ἐλθὼν οὐδ᾽ ἅπαξ διὰ τοῦ πορθμοῦ πέπλευκεν Ὀδυσσεύς͵ ἀπολογεῖται διότι καὶ οἱ ὕστερον ἔφευγον ἅπαντες τὸν πλοῦν τοῦτον.

2.18 Τοιαῦτα μὲν εἴρηκεν. ἔστι δὲ τἆλλα μὲν εὖ λεγόμενα· ὅταν δ᾽ ἀνασκευάζηι τὸν ἐξωκεανιζόμενον καὶ πρὸς ἀκριβῆ μέτρα τὸν τῶν ἡμερῶν πλοῦν ἀνάγηι καὶ διαστήματα͵ ὑπερβολὴν οὐκ ἀπολείπει τῆς ἀνομολογίας. ἅμα μὲν γὰρ παρατίθησι τὰ τοῦ ποιητοῦ ἔπη ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν͵ ἅμα δ᾽ ἐπικρύπτεται· καὶ γὰρ ταῦτα τοῦ ποιητοῦ αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς͵ καὶ τὸ νήσωι ἐν Ὠγυγίηι͵ ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης͵ καὶ ὅτι ἐνταῦθα οἰκεῖ Ἄτλαντος θυγάτηρ͵ καὶ τὸ περὶ τῶν Φαιάκων οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστωι ἐνὶ πόντωι ἔσχατοι· οὐ δέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. ταῦτα γὰρ πάντα φανερῶς ἐν τῶι Ἀτλαντικῶι πελάγει πλαττόμενα δηλοῦται. ὁ δὲ ταῦτ᾽ ἐπικρυπτόμενος τὰ φανερῶς λεγόμενα ἀναιρεῖ. τοῦτο μὲν οὖν οὐκ εὖ· τὸ δὲ περὶ Σικελίαν καὶ Ἰταλίαν γεγονέναι τὴν πλάνην ὀρθῶς͵ ἐπεὶ τίς ἔπεισε ποιητὴς ἢ συγγραφεὺς Νεαπολίτας μὲν λέγειν μνῆμα Παρθενόπης τῆς Σειρῆνος͵ τοὺς δὲ ἐν Κύμηι καὶ Δικαιαρχείαι καὶ Βεσβίωι Πυριφλεγέθοντα καὶ Ἀχερουσίαν λίμνην καὶ νεκυομαντεῖον τὸ ἐν τῶι Ἀόρνωι καὶ Βάιον καὶ Μισηνὸν τῶν Ὀδυσσέως ἑταίρων τινάς; οὕτω δὲ καὶ τὰ περὶ Σειρηνούσσας καὶ τὰ περὶ τὸν πορθμὸν καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Αἰόλον· ἅπερ οὔτ᾽ ἀκριβῶς ἐξετάζειν δεῖ οὔτ᾽ ἄρριζα καὶ ἀνέστια ἐᾶν͵ ἀληθείας μηδὲν προσαπτόμενα μηδ᾽ ὠφελείας ἱστορικῆς.

2.19 Καὶ αὐτὸς δὲ ὑπονοήσας τοῦτο ὁ Ἐρατοσθένης͵ ὑπολάβοι τις ἄν͵ φησί͵ τὸν ποιητὴν βούλεσθαι μὲν ἐν τοῖς προσεσπερίοις τόποις τὴν πλάνην τῶι Ὀδυσσεῖ ποιεῖν͵ ἀποστῆναι δ᾽ ἀπὸ τῶν ὑποκειμένων͵ τὰ μὲν οὐκ ἀκριβῶς πεπυσμένον͵ τὰ δὲ οὐδὲ προελόμενον οὕτως͵ ἀλλ᾽ ἐπὶ τὸ δεινότερον καὶ τὸ τερατωδέστερον ἕκαστα ἐξάγειν. τοῦτο μὲν αὐτὸ εὖ͵ τὸ δ᾽ οὗ χάριν τοῦτ᾽ ἐποίει κακῶς δεξάμενος· οὐ γὰρ φλυαρίας͵ ἀλλ᾽ ὠφελείας χάριν. ὥστε δίκαιός ἐστιν ὑπέχειν λόγον καὶ περὶ τούτου καὶ διότι φησὶ τὰ πόρρω τερατολογεῖσθαι μᾶλλον διὰ τὸ εὐκατάψευστον. πολλοστὸν γὰρ μέρος ἐστὶ τὰ πόρρω τερατολογούμενα τῶν ἐν τῆι Ἑλλάδι καὶ ἐγγὺς τῆς Ἑλλάδος· οἷα δὴ τὰ κατὰ τοὺς Ἡρακλέους ἄθλους καὶ Θησέως καὶ τὰ ἐν Κρήτηι καὶ Σικελίαι μυθευόμενα καὶ ταῖς ἄλλαις νήσοις͵ καὶ τὰ περὶ τὸν Κιθαιρῶνα καὶ Ἑλικῶνα καὶ Παρνασσὸν καὶ Πήλιον καὶ τὴν Ἀττικὴν ὅλην καὶ Πελοπόννησον· οὐδείς τε ἐκ τῶν μύθων ἄγνοιαν αἰτιᾶται τῶν μυθοποιῶν. ἔτι δὲ ἐπεὶ οὐ πάντα μυθεύουσιν͵ ἀλλὰ πλείω προσμυθεύουσι͵ καὶ μάλιστα Ὅμηρος͵ ὁ ζητῶν τί οἱ παλαιοὶ προσμυθεύουσιν οὐ ζητεῖ͵ εἰ τὰ προσμυθευόμενα ὑπῆρξεν ἢ ἐστίν͵ ἀλλὰ καὶ μᾶλλον οἷς προσμυθεύεται τόποις ἢ προσώποις͵ περὶ ἐκείνων ζητεῖ τἀληθές͵ οἷον τὴν Ὀδυσσέως πλάνην͵ εἰ γέγονε καὶ ποῦ.

2.20 Τὸ δ᾽ ὅλον οὐκ εὖ τὸ τὴν Ὁμήρου ποίησιν εἰς ἓν συνάγειν τῆι τῶν ἄλλων ποιητῶν εἴς τε τἆλλα καὶ εἰς αὐτὰ τὰ νῦν προκείμενα τὰ τῆς γεωγραφίας καὶ μηδὲν αὐτῶι πρεσβεῖον ἀπονέμειν. καὶ γὰρ εἰ μηδὲν ἄλλο͵ τόν γε Τριπτόλεμον τὸν Σοφοκλέους ἢ τὸν ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου πρόλογον ἐπελθόντα καὶ παραβαλόντα τὴν Ὁμήρου περὶ τὰ τοιαῦτα ἐπιμέλειαν͵ ῥᾶιον ἦν αἰσθέσθαι τὴν ὑπερβολὴν ἢ τὴν διαφοράν· ὅπου γὰρ χρεία τάξεως ὧν μέμνηται τόπων͵ φυλάττει τὴν τάξιν ὁμοίως μὲν τῶν Ἑλληνικῶν͵ ὁμοίως δὲ τῶν ἄπωθεν· Ὄσσαν ἐπ᾽ Οὐλύμπωι μέμασαν θέμεν͵ αὐτὰρ ἐπ᾽ Ὄσσηι Πήλιον εἰνοσίφυλλον. ῞Ηρη δ᾽ ἀίξασα λίπεν ῥίον Οὐλύμποιο͵ Πιερίην δ᾽ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατ᾽ ἐφ᾽ ἱπποπόλων Θρηικῶν ὄρεα νιφόεντα· ἐξ Ἀθόω δ᾽ ἐπὶ πόντον. καὶ ἐν τῶι καταλόγωι τὰς μὲν πόλεις οὐκ ἐφεξῆς λέγει· οὐ γὰρ ἀναγκαῖον· τὰ δὲ ἔθνη ἐφεξῆς. ὁμοίως δὲ καὶ περὶ τῶν ἄπωθεν· Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην. ὅπερ καὶ Ἵππαρχος ἐπισημαίνεται. οἱ δ᾽ ἐφ᾽ ὧν τάξεως χρεία͵ ὁ μὲν τὸν Διόνυσον ἐπιόντα τὰ ἔθνη φράζων͵ ὁ δὲ τὸν Τριπτόλεμον τὴν κατασπειρομένην γῆν͵ τὰ μὲν πολὺ διεστῶτα συνάπτουσιν ἐγγύς͵ τὰ δὲ συνεχῆ διασπῶσι· λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη͵ τήν τε δύσχειμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα. τοιαῦτα δὲ καὶ ὁ Τριπτόλεμος ποιεῖ. κἀν τοῖς κλίμασι δὲ κἀν τοῖς ἀνέμοις διαφαίνει τὸ πολυμαθὲς τὸ περὶ τὴν γεωγραφίαν Ὅμηρος͵ ἐν ταῖς τοποθεσίαις λέγων ἅμα καὶ ταῦτα πολλαχοῦ· αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον· αἱ δέ τ᾽ ἄνευθε πρὸς ἠῶ τ᾽ ἠέλιόν τε. δύω δέ τέ οἱ θύραι εἰσίν͵ αἱ μὲν πρὸς βορέαν͵ αἱ δ᾽ αὖ πρὸς νότον. εἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε͵ εἴτ᾽ ἐπ᾽ ἀριστερά τοί γε ποτὶ ζόφον. καὶ μὴν τὴν ἄγνοιάν γε τῶν τοιούτων τελείαν ἡγεῖται σύγχυσιν τῶν ἁπάντων· ὦ φίλοι͵ οὐ γάρ τ᾽ ἴδμεν͵ ὅπηι ζόφος οὐδ᾽ ὅπηι ἠώς͵ οὐδ᾽ ὅπηι ἠέλιος. κἀνταῦθα δ᾽ εἰπόντος εὖ τοῦ ποιητοῦ βορέης καὶ ζέφυρος͵ τώ τε Θρήικηθεν ἄητον͵ οὐκ εὖ δεξάμενος ὁ αὐτὸς συκοφαντεῖ ὡς καθόλου λέγοντος͵ ὅτι ὁ ζέφυρος ἐκ Θράικης πνεῖ͵ ἐκείνου λέγοντος οὐ καθόλου͵ ἀλλ᾽ ὅταν κατὰ τὴν Θραικίαν θάλατταν συμπέσωσι περὶ τὸν Μέλανα κόλπον αὐτοῦ τοῦ Αἰγαίου μέρος οὖσαν. ἐπιστροφὴν γὰρ λαμβάνει πρὸς νότον ἀκρωτηριάζουσα ἡ Θράικη καθ᾽ ἃ συνάπτει τῆι Μακεδονίαι͵ καὶ προπίπτουσα εἰς τὸ πέλαγος τοὺς ζεφύρους ἐντεῦθεν πνέοντας ἀποφαίνει τοῖς ἐν Θάσωι καὶ Λήμνωι καὶ Ἴμβρωι καὶ Σαμοθράικηι καὶ τῆι περὶ αὐτὰς θαλάττηι͵ καθάπερ καὶ τῆι Ἀττικῆι ἀπὸ τῶν Σκειρωνίδων πετρῶν͵ ἀφ᾽ ὧν καὶ Σκείρωνες καλοῦνται οἱ ζέφυροι͵ καὶ μάλιστα οἱ ἀργέσται. οὐκ ἐνόησε δὲ τοῦτο Ἐρατοσθένης͵ ὑπενόησε δ᾽ ὅμως. αὐτὸς γοῦν ἐξηγεῖται τὴν ἐπιστροφὴν ἣν λέγω τῆς χώρας· ὡς καθόλου οὖν δέχεται͵ εἶτ᾽ ἀπειρίαν αἰτιᾶται τοῦ ποιητοῦ͵ ὡς τοῦ ζεφύρου μὲν ἀπὸ τῆς ἑσπέρας πνέοντος καὶ τῆς Ἰβηρίας͵ τῆς δὲ Θράικης ἐκεῖσε μὴ διατεινούσης. πότερον οὖν τὸν ζέφυρον ἀγνοεῖ ἀπὸ ἑσπέρας πνέοντα; ἀλλ᾽ ὅταν οὕτω φῆι͵ φυλάττει τὴν οἰκείαν αὐτοῦ τάξιν σὺν δ᾽ εὖρός τε νότος τε πέσον ζέφυρός τε δυσαὴς καὶ βορέης· ἢ τὴν Θράικην οὐκ οἶδε μὴ προπίπτουσαν πέραν τῶν Παιονικῶν καὶ Θετταλικῶν ὀρῶν; ἀλλὰ καὶ ταύτην τὴν ἐφεξῆς κατὰ τοὺς Θρᾶικας εἰδὼς καὶ κατονομάζων τήν τε παραλίαν καὶ τὴν μεσόγαιαν Μάγνητας μέν τινας καὶ Μαλιεῖς καὶ τοὺς ἐφεξῆς Ἕλληνας καταλέγει μέχρι Θεσπρωτῶν͵ ὁμοίως δὲ καὶ τοῖς Παίοσι τοὺς ὁμόρους Δόλοπας καὶ Σελλοὺς περὶ Δωδώνην μέχρις Ἀχελώου· Θραικῶν δ᾽ οὐ μέμνηται περαιτέρω. εὐεπιφόρως δὲ ἔχει πρὸς τὴν ἐγγυτάτην καὶ γνωριμωτάτην ἑαυτῶι θάλατταν͵ ὡς καὶ ὅταν φῆι κινήθη δ᾽ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο.

2.21 Εἰσὶ δέ τινες οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους βορέαν καὶ νότον͵ τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν͵ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν εὖρον χειμερινῶν δὲ ἀπηλιώτην͵ δύσεων δὲ θερινῶν μὲν ζέφυρον χειμερινῶν δὲ ἀργέστην. τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῶι τὸν μὲν ἀργέστην τῶι νότωι προσνέμειν ἀργεστᾶο Νότοιο͵ τὸν δὲ ζέφυρον τῶι βορέαι βορέης καὶ ζέφυρος͵ τώ τε Θρήικηθεν ἄητον. φησὶ δὲ Ποσειδώνιος μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ ταῦτα͵ οἷον Ἀριστοτέλη Τιμοσθένη Βίωνα τὸν ἀστρολόγον· ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν καικίαν͵ τὸν δὲ τούτωι κατὰ διάμετρον ἐναντίον λίβα ἀπὸ δύσεως ὄντα χειμερινῆς· πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρον͵ τὸν δ᾽ ἐναντίον ἀργέστην· τοὺς δὲ μέσους ἀπηλιώτην καὶ ζέφυρον. τὸν δὲ ποιητὴν δυσαῆ μὲν ζέφυρον λέγειν τὸν ὑφ᾽ ἡμῶν καλούμενον ἀργέστην͵ λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφ᾽ ἡμῶν ζέφυρον͵ ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ͵ τοῦ λοιποῦ νότου ὀλεροῦ πως ὄντος. ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξηι͵ ἀργεστᾶο νότοιο βαθείηι λαίλαπι τύπτων. τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει͵ ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ λευκονότου συναγόμενα ἀσθενῆ ὄντα͵ ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου. ταῦτα μὲν δὴ ἐν ἀρχῆι τοῦ πρώτου τῶν γεωγραφικῶν εἰρημένα τοιαύτην τινὰ τὴν ἐπανόρθωσιν ἔχει.

2.22 Ἐπιμένων δὲ τοῖς περὶ Ὁμήρου ψευδῶς ὑποληφθεῖσι καὶ ταῦτά φησιν͵ ὅτι οὐδὲ τὰ τοῦ Νείλου στόματα οἶδε πλείω ὄντα οὐδ᾽ αὐτὸ τοὔνομα͵ Ἡσίοδος δὲ οἶδε· μέμνηται γάρ. τὸ μὲν οὖν ὄνομα εἰκὸς μήπω λέγεσθαι κατ᾽ αὐτόν· τὰ δὲ στόματα εἰ μὲν ἦν ἀφανῆ καὶ ὀλίγοις γνώριμα ὅτι πλείω καὶ οὐχ ἕν͵ δοίη τις ἂν μὴ πεπύσθαι αὐτόν· εἰ δὲ τῶν κατ᾽ Αἴγυπτον τὸ γνωριμώτατον καὶ παραδοξότατον καὶ μάλιστα πάντων μνήμης ἄξιον καὶ ἱστορίας ὁ ποταμὸς καὶ ἦν καὶ ἐστίν͵ ὡς δ᾽ αὕτως αἱ ἀναβάσεις αὐτοῦ καὶ τὰ στόματα͵ τίς ἂν ἢ τοὺς ἀγγέλλοντας αὐτῶι ποταμὸν Αἴγυπτον καὶ χώραν καὶ Θήβας Αἰγυπτίας καὶ Φάρον ὑπολάβοι μὴ γνωρίζειν ταῦτα͵ ἢ γνωρίζοντας μὴ λέγειν͵ πλὴν εἰ μὴ διὰ τὸ γνώριμον; ἔτι δ᾽ ἀπιθανώτερον͵ εἰ τὴν μὲν Αἰθιοπίαν ἔλεγε καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ τὴν ἔξω θάλατταν καὶ τὸ διχθὰ δεδάσθαι τοὺς Αἰθίοπας͵ τὰ δ᾽ ἐγγὺς καὶ γνώριμα μή. εἰ δὲ μὴ ἐμνήσθη τούτων͵ οὐ τοῦτο σημεῖον τοῦ ἀγνοεῖν· οὐδὲ γὰρ τῆς αὐτοῦ πατρίδος ἐμνήσθη οὐδὲ πολλῶν ἄλλων͵ ἀλλὰ μᾶλλον τὰ λίαν γνώριμα ὄντα φαίη τις ἂν δόξαι μὴ ἄξια μνήμης εἶναι πρὸς τοὺς εἰδότας. 2.23

Οὐκ εὖ δὲ οὐδὲ τοῦτο προφέρουσιν αὐτῶι τὸ περὶ τῆς νήσου τῆς Φαρίας͵ ὅτι φησὶ πελαγίαν͵ ὡς κατ᾽ ἄγνοιαν λέγοντι· τοὐναντίον γὰρ κἂν μαρτυρίωι χρήσαιτό τις τούτωι πρὸς τὸ μὴ ἀγνοεῖσθαι μηδὲν ὑπὸ τοῦ ποιητοῦ τῶν εἰρημένων ἀρτίως περὶ τὴν Αἴγυπτον. γνοίης δ᾽ ἂν οὕτως· ἀλαζὼν δὴ πᾶς ὁ πλάνην αὑτοῦ διηγούμενος· τούτων δ᾽ ἦν καὶ ὁ Μενέλαος͵ ὃς ἀναβεβηκὼς μέχρις Αἰθιόπων ἐπέπυστο τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τὴν χοῦν ὅσην ἐπιφέρει τῆι χώραι͵ καὶ τὸν πρὸ τῶν στομάτων πόρον ὅσον ἤδη προσχώσας τῆι ἠπείρωι προστέθεικεν͵ ὥστε εἰκότως ὑπὸ τοῦ Ἡροδότου καὶ τὴν ὅλην Αἴγυπτον τοῦ ποταμοῦ δῶρον λέγεσθαι· κἂν εἰ μὴ τὴν ὅλην͵ τήν γε ὑπὸ τῶι Δέλτα τὴν κάτω χώραν προσαγορευομένην. ἱστόρησε δὲ καὶ τὴν Φάρον πελαγίαν οὖσαν τὸ παλαιόν· προσεψεύσατο δὴ καὶ τὸ πελαγίαν εἶναι͵ καίπερ μηκέτι πελαγίαν οὖσαν. ὁ δὲ ταῦτα διασκευάζων ὁ ποιητὴς ἦν· ὥστ᾽ ἐκ τούτων εἰκάζειν ὅτι καὶ τὰς ἀναβάσεις ἤιδει καὶ τὰ στόματα τοῦ Νείλου.

2.24 Ἡ δ᾽ αὐτὴ ἁμαρτία καὶ περὶ τοῦ ἀγνοεῖν τὸν ἰσθμὸν τὸν μεταξὺ τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Ἀραβίου κόλπου καὶ περὶ τοῦ ψευδῶς λέγεσθαι Αἰθίοπες͵ τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. καὶ γὰρ τοῦτο ἐκείνου λέγοντος καλῶς ἐπιτιμῶσιν οἱ ὕστερον οὐκ εὖ. τοσούτου γὰρ δεῖ τοῦτ᾽ ἀληθὲς εἶναι τὸ ἀγνοεῖν Ὅμηρον τὸν ἰσθμὸν τοῦτον͵ ὥστε ἐκεῖνον μέν φημι μὴ εἰδέναι μόνον͵ ἀλλὰ καὶ ἀποφαίνεσθαι ἄντικρυς͵ τοὺς δὲ γραμματικοὺς μηδὲ λέγοντος ἐκείνου αἰσθάνεσθαι ἀπὸ Ἀριστάρχου καὶ Κράτητος τῶν κορυφαίων ἐν τῆι ἐπιστήμηι ταύτηι. εἰπόντος γὰρ τοῦ ποιητοῦ Αἰθίοπας͵ τοὶ διχθὰ δεδαίαται͵ ἔσχατοι ἀνδρῶν͵ περὶ τοῦ ἐπιφερομένου ἔπους διαφέρονται͵ ὁ μὲν Ἀρίσταρχος γράφων οἱ μὲν δυσομένου Ὑπερίονος͵ οἱ δ᾽ ἀνιόντος͵ ὁ δὲ Κράτης ἠμὲν δυσομένου Ὑπερίονος͵ ἠδ᾽ ἀνιόντος͵ οὐδὲν διαφέρον πρὸς τὴν ἑκατέρου ὑπόθεσιν οὕτως ἢ ἐκείνως γράφειν. ὁ μὲν γὰρ ἀκολουθῶν τοῖς μαθηματικῶς λέγεσθαι δοκοῦσι τὴν διακεκαυμένην ζώνην κατέχεσθαί φησιν ὑπὸ τοῦ ὠκεανοῦ· παρ᾽ ἑκάτερον δὲ ταύτης εἶναι τὴν εὔκρατον͵ τήν τε καθ᾽ ἡμᾶς καὶ τὴν ἐπὶ θάτερον μέρος. ὥσπερ οὖν οἱ παρ᾽ ἡμῖν Αἰθίοπες οὗτοι λέγονται οἱ πρὸς μεσημβρίαν κεκλιμένοι παρ᾽ ὅλην τὴν οἰκουμένην ἔσχατοι τῶν ἄλλων παροικοῦντες τὸν ὠκεανόν͵ οὕτως οἴεται δεῖν καὶ πέραν τοῦ ὠκεανοῦ νοεῖσθαί τινας Αἰθίοπας ἐσχάτους τῶν ἄλλων τῶν ἐν τῆι ἑτέραι εὐκράτωι͵ παροικοῦντας τὸν αὐτὸν τοῦτον ὠκεανόν· διττοὺς δὲ εἶναι καὶ διχθὰ δεδάσθαι ὑπὸ τοῦ ὠκεανοῦ. προσκεῖσθαι δὲ τὸ ἠμὲν δυσομένου Ὑπερίονος͵ ἠδ᾽ ἀνιόντος͵ ὅτι τοῦ ζωδιακοῦ κατὰ κορυφὴν ὄντος ἀεὶ τῶι ἐν τῆι γῆι ζωδιακῶι͵ τούτου δ᾽ οὐκ ἐκβαίνοντος ἔξω τῆς Αἰθιόπων ἀμφοῖν τῆι λοξώσει͵ ἀνάγκη καὶ τὴν πάροδον τοῦ ἡλίου πᾶσαν ἐν τῶι πλάτει τούτωι νοεῖσθαι͵ καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις συμβαίνειν ἐνταῦθα ἄλλας ἄλλοις καὶ κατ᾽ ἄλλα ἢ ἄλλα σημεῖα. εἴρηκε μὲν οὕτως ἀστρονομικώτερον νομίσας· ἦν δὲ καὶ ἁπλούστερον εἰπεῖν αὐτὸ σώζοντα τὸ οὕτω διηιρῆσθαι δίχα τοὺς Αἰθίοπας͵ ὡς εἴρηται͵ ὅτι ἀφ᾽ ἡλίου ἀνιόντος μέχρι δύσεως ἐφ᾽ ἑκάτερα παροικοῦσι τῶι ὠκεανῶι Αἰθίοπες. τί οὖν διαφέρει πρὸς τὸν νοῦν τοῦτον ἢ οὕτως εἰπεῖν ὥσπερ αὐτὸς γράφει͵ ἢ ὡς Ἀρίσταρχος οἱ μὲν δυσομένου Ὑπερίονος͵ οἱ δ᾽ ἀνιόντος; καὶ γὰρ τοῦτ᾽ ἐστὶ καὶ πρὸς δύσιν καὶ πρὸς ἀνατολὴν ἐφ᾽ ἑκάτερα τοῦ ὠκεανοῦ οἰκεῖν. ὁ δ᾽ Ἀρίσταρχος ταύτην μὲν ἐκβάλλει τὴν ὑπόθεσιν͵ δίχα δὲ μεμερισμένους οἴεται λέγεσθαι τοὺς καθ᾽ ἡμᾶς Αἰθίοπας τοὺς τοῖς Ἕλλησι πρὸς μεσημβρίαν ἐσχάτους. τούτους δὲ μὴ μεμερίσθαι δίχα ὥστε εἶναι δύο Αἰθιοπίας͵ τὴν μὲν πρὸς ἀνατολὴν τὴν δὲ πρὸς δύσιν͵ ἀλλὰ μίαν μόνην τὴν πρὸς μεσημβρίαν κειμένην τοῖς Ἕλλησιν͵ ἱδρυμένην δὲ κατ᾽ Αἴγυπτον. τοῦτο δὲ ἀγνοοῦντα τὸν ποιητήν͵ ὥσπερ καὶ τὰ ἄλλα͵ ὅσα εἴρηκεν Ἀπολλόδωρος ἐν τῶι περὶ νεῶν καταλόγου δευτέρωι͵ καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα.

2.25 Πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως οὐδὲν ὄντος πρὸς τὰ νῦν. Ἀριστάρχου δὲ τοῦτο μὲν ἐπαινῶμεν͵ διότι τὴν Κρατήτειον ἀφεὶς ὑπόθεσιν δεχομένην πολλὰς ἐνστάσεις περὶ τῆς καθ᾽ ἡμᾶς Αἰθιοπίας ὑπονοεῖ γεγονέναι τὸν λόγον· τὰ δ᾽ ἄλλα ἐπισκοπῶμεν. καὶ πρῶτον ὅτι καὶ αὐτὸς μικρολογεῖται μάτην περὶ τῆς γραφῆς. καὶ γὰρ ἂν ἑκατέρως γράφηται͵ δύναται ἐφαρμόττειν τοῖς νοήμασιν αὐτοῦ. τί γὰρ διαφέρει λέγειν ἢ οὕτως δύο εἰσὶ καθ᾽ ἡμᾶς Αἰθίοπες͵ οἱ μὲν πρὸς ἀνατολὰς οἱ δὲ πρὸς δύσεις͵ ἢ οὕτως καὶ γὰρ πρὸς ἀνατολὰς καὶ πρὸς δύσεις; ἔπειθ᾽ ὅτι ψευδοῦς προΐσταται δόγματος. φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν͵ τῆς δὲ κατ᾽ Αἴγυπτον Αἰθιοπίας μεμνῆσθαι ὅταν φῆι Αἰθίοπας͵ τοὶ διχθὰ δεδαίαται. πῶς οὖν; οὐ διχθὰ δεδαίαται οὕτως͵ ἀλλ᾽ ἀγνοῶν οὕτως εἴρηκεν ὁ ποιητής; πότερ᾽ οὐδ᾽ ἡ Αἴγυπτος͵ οὐδ᾽ οἱ Αἰγύπτιοι ἀπὸ τοῦ Δέλτα ἀρξάμενοι μέχρι πρὸς Συήνην ὑπὸ τοῦ Νείλου δίχα διήιρηνται οἱ μὲν δυσομένου Ὑπερίονος͵ οἱ δ᾽ ἀνιόντος; τί δ᾽ ἄλλο ἡ Αἴγυπτός ἐστι πλὴν ἡ ποταμία͵ ἣν ἐπικλύζει τὸ ὕδωρ; αὕτη δ᾽ ἐφ᾽ ἑκάτερα τοῦ ποταμοῦ κεῖται πρὸς ἀνατολὴν καὶ δύσιν. ἀλλὰ μὴν ἡ Αἰθιοπία ἐπ᾽ εὐθείας ἐστὶ τῆι Αἰγύπτωι καὶ παραπλησίως ἔχει πρός τε τὸν Νεῖλον καὶ τὴν ἄλλην φύσιν τῶν τόπων. καὶ γὰρ αὕτη στενή τέ ἐστι καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ δ᾽ ἔξω τῆς ἐπικλύστου ἔρημά τε καὶ ἄνυδρα καὶ σπανίως οἰκεῖσθαι δυνάμενα͵ τὰ μὲν πρὸς ἕω τὰ δὲ πρὸς δύσιν κεκλιμένα. πῶς οὖν οὐχὶ καὶ δίχα διήιρηται; ἢ τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθ᾽ ὅριον ἐφάνη ὁ Νεῖλος͵ μῆκος μὲν ἀνατείνων ἐπὶ τὴν μεσημβρίαν πλειόνων ἢ μυρίων σταδίων͵ πλάτος δέ͵ ὥστε καὶ νήσους ἀπολαμβάνειν μυριάνδρους͵ ὧν μεγίστη ἡ Μερόη τὸ βασίλειον καὶ μητρόπολις τῶν Αἰθιόπων͵ αὐτὴν δὲ τὴν Αἰθιοπίαν οὐχ ἱκανὸς ἦν διαιρεῖν δίχα; καὶ μὴν οἵ γε ἐπιτιμῶντες τοῖς τὰς ἠπείρους τῶι ποταμῶι διαιροῦσι τῶν ἐγκλημάτων τοῦτο μέγιστον προφέρουσιν αὐτοῖς͵ ὅτι τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν διασπῶσι καὶ ποιοῦσι τὸ μέν τι μέρος ἑκατέρας αὐτῶν Λιβυκόν͵ τὸ δ᾽ Ἀσιατικόν· ἢ εἰ μὴ βούλονται τοῦτο͵ ἢ οὐ διαιροῦσι τὰς ἠπείρους ἢ οὐ τῶι ποταμῶι.

2.26 Χωρὶς δὲ τούτων ἐστὶ καὶ ἄλλως διαιρεῖν τὴν Αἰθιοπίαν. πάντες γὰρ οἱ παραπλεύσαντες τῶι ὠκεανῶι τὴν Λιβύην͵ οἵ τε ἀπὸ τῆς Ἐρυθρᾶς καὶ οἱ ἀπὸ τῶν στηλῶν͵ μέχρι ποσοῦ προελθόντες εἶτα ἀνέστρεψαν ὑπὸ πολλῶν ἀποριῶν κωλυόμενοι͵ ὥστε καὶ πίστιν κατέλιπον τοῖς πολλοῖς͵ ὡς τὸ μεταξὺ διείργοιτο ἰσθμῶι· καὶ μὴν σύρρους ἡ πᾶσα Ἀτλαντικὴ θάλαττα͵ καὶ μάλιστα ἡ κατὰ μεσημβρίαν. ἅπαντες δὲ οὗτοι τὰ τελευταῖα χωρία͵ ἐφ᾽ ἃ πλέοντες ἦλθον͵ Αἰθιοπικὰ προσηγόρευσαν καὶ ἀπήγγειλαν οὕτως. τί οὖν ἄλογον͵ εἰ καὶ Ὅμηρος ὑπὸ τοιαύτης ἀκοῆς ἀχθεὶς δίχα διήιρει͵ τοὺς μὲν πρὸς ἀνατολὴν λέγων͵ τοὺς δὲ πρὸς δύσιν͵ τῶν μεταξὺ οὐ γινωσκομένων εἴτε εἰσὶν εἴτε μὴ εἰσίν; ἀλλὰ μὴν καὶ ἄλλην τινὰ ἱστορίαν εἴρηκεν παλαιὰν Ἔφορος͵ ἧι οὐκ ἄλογον ἐντυχεῖν καὶ Ὅμηρον. λέγεσθαι γάρ φησιν ὑπὸ τῶν Ταρτησσίων Αἰθίοπας τὴν Λιβύην ἐπελθόντας μέχρι αὐάσεως τοὺς μὲν αὐτοῦ μεῖναι͵ τοὺς δὲ καὶ τῆς παραλίας κατασχεῖν πολλήν· τεκμαίρεται δ᾽ ἐκ τούτου καὶ Ὅμηρον εἰπεῖν οὕτως Αἰθίοπες͵ τοὶ διχθὰ δεδαίαται͵ ἔσχατοι ἀνδρῶν.

2.27 Ταῦτά τε δὴ πρὸς τὸν Ἀρίσταρχον λέγοι ἄν τις καὶ πρὸς τοὺς ἀκολουθοῦντας αὐτῶι καὶ ἄλλα τούτων ἐπιεικέστερα͵ ἀφ᾽ ὧν τὴν πολλὴν ἄγνοιαν ἀφαιρήσεται τοῦ ποιητοῦ. φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλήνων δόξαν͵ ὥσπερ τὰ πρὸς βορρᾶν μέρη τὰ γνώριμα ἑνὶ ὀνόματι Σκύθας ἐκάλουν ἢ νομάδας͵ ὡς Ὅμηρος͵ ὕστερον δὲ καὶ τῶν πρὸς ἑσπέραν γνωσθέντων Κελτοὶ καὶ Ἴβηρες ἢ μικτῶς Κελτίβηρες καὶ Κελτοσκύθαι προσηγορεύοντο͵ ὑφ᾽ ἓν ὄνομα τῶν καθ᾽ ἕκαστα ἐθνῶν ταττομένων διὰ τὴν ἄγνοιαν͵ οὕτω τὰ μεσημβρινὰ πάντα Αἰθιοπίαν καλεῖσθαι τὰ πρὸς ὠκεανῶι. μαρτυρεῖ δὲ τὰ τοιαῦτα. ὅ τε γὰρ Αἰσχύλος ἐν Προμηθεῖ τῶι λυομένωι φησὶν οὕτω φοινικόπεδόν τ᾽ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης͵ χαλκοκέραυνόν τε παρ᾽ ὠκεανῶι λίμναν παντοτρόφον Αἰθιόπων͵ ἵν᾽ ὁ παντόπτας ῞Ηλιος αἰεὶ χρῶτ᾽ ἀθάνατον κάματόν θ᾽ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει. παρ᾽ ὅλον γὰρ τὸ μεσημβρινὸν κλίμα τοῦ ὠκεανοῦ ταύτην πρὸς τὸν ἥλιον ἴσχοντος τὴν χρείαν καὶ τὴν σχέσιν͵ παρ᾽ ὅλον καὶ τοὺς Αἰθίοπας τάττων φαίνεται. ὅ τ᾽ Εὐριπίδης ἐν τῶι Φαέθοντι τὴν Κλυμένην δοθῆναί φησι Μέροπι τῆσδ᾽ ἄνακτι γῆς͵ ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα ῞Ηλιος ἀνίσχων χρυσέαι βάλλει φλογί· καλοῦσι δ᾽ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θ᾽ ἱπποστάσεις. νῦν μὲν δὴ κοινὰς ποιεῖται τὰς ἱπποστάσεις τῆι τε Ἠοῖ καὶ τῶι Ἡλίωι͵ ἐν δὲ τοῖς ἑξῆς πλησίον αὐτάς φησιν εἶναι τῆι οἰκήσει τοῦ Μέροπος· καὶ ὅληι γε τῆι δραματουργίαι τοῦτο παραπέπλεκται͵ οὐ δή που τῆς κατ᾽ Αἴγυπτον ἴδιον ὄν͵ μᾶλλον δὲ τῆς παρ᾽ ὅλον τὸ μεσημβρινὸν κλίμα διηκούσης παραλίας.

2.28 Μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν περὶ τῆς Αἰθιοπίας δόξαν͵ ὅς φησιν ἐν τῶι περὶ τῆς Εὐρώπης λόγωι͵ τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέτταρα μέρη διηιρημένων͵ τὸ πρὸς τὸν ἀπηλιώτην Ἰνδοὺς ἔχειν͵ πρὸς νότον δὲ Αἰθίοπας͵ πρὸς δύσιν δὲ Κελτούς͵ πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας. προστίθησι δ᾽ ὅτι μείζων ἡ Αἰθιοπία καὶ ἡ Σκυθία· δοκεῖ γάρ͵ φησί͵ τὸ τῶν Αἰθιόπων ἔθνος παρατείνειν ἀπ᾽ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν͵ ἡ Σκυθία δ᾽ ἀντίκειται τούτωι. ὅτι δ᾽ ὁ ποιητὴς ὁμόλογος τούτοις͵ καὶ ἐκ τῶνδε δῆλον ὅτι ἡ μὲν Ἰθάκη κεῖται πρὸς ζόφον (ὅπερ ἐστὶ πρὸς ἄρκτον)͵ αἱ δέ τ᾽ ἄνευθε πρὸς ἠῶ τ᾽ ἠέλιόν τε. ὅλον τὸ νότιον πλευρὸν οὕτω λέγων. καὶ ἔτι͵ ὅταν φῆι· εἴτ᾽ ἐπὶ δέξι᾽ ἴωσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε͵ εἴτ᾽ ἐπ᾽ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. καὶ πάλιν ὦ φίλοι͵ οὐ γάρ τ᾽ ἴδμεν͵ ὅπηι ζόφος͵ οὐδ᾽ ὅπηι ἠώς͵ οὐδ᾽ ὅπηι ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν͵ οὐδ᾽ ὅπηι ἀννεῖται. περὶ ὧν λέγεται καὶ ἐν τοῖς περὶ τῆς Ἰθάκης λόγοις σαφέστερον. ὅταν οὖν φῆι Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη͵ κοινότερον δεκτέον καὶ τὸν ὠκεανὸν τὸν καθ᾽ ὅλον τὸ μεσημβρινὸν κλίμα τεταμένον καὶ τοὺς Αἰθίοπας· ὧι γὰρ ἂν τόπωι τοῦδε τοῦ κλίματος προσβάληις τὴν διάνοιαν͵ καὶ ἐπὶ τῶι ὠκεανῶι ἔσηι καὶ ἐπὶ τῆι Αἰθιοπίαι. οὕτω δὲ λέγει καὶ τὸ τὸν δ᾽ ἐξ Αἰθιόπων ἀνιὼν τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν͵ ἴσον τῶι ἀπὸ μεσημβρινῶν τόπων͵ Σολύμους λέγων οὐ τοὺς ἐν τῆι Πισιδίαι͵ ἀλλ᾽ ὡς ἔφην πρότερον πλάσαι τινὰς ὁμωνύμους͵ τοὺς ἀναλόγως ἔχοντας πρός τε τὸν πλέοντα ἐν τῆι σχεδίαι καὶ τοὺς ἐκεῖ μεσημβρινούς͵ ὡς ἂν Αἰθίοπας͵ ὡς οἱ Πισιδικοὶ πρός τε τὸν Πόντον καὶ τοὺς ὑπὲρ τῆς Αἰγύπτου Αἰθίοπας. οὕτω δὲ καὶ τὸν περὶ τῶν γεράνων λόγον κοινὸν ποιούμενός φησιν αἵ τ᾽ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον͵ κλαγγῆι ταί γε πέτονται ἐπ᾽ ὠκεανοῖο ῥοάων͵ ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι. οὐ γὰρ ἐν μὲν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ὁρᾶται φερομένη ἡ γέρανος ἐπὶ τὴν μεσημβρίαν͵ ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν ἢ Ἰβηρίαν οὐδαμῶς ἢ τοῖς κατὰ τὴν Κασπίαν καὶ Βακτριανήν. κατὰ πᾶσαν οὖν τὴν μεσημβρινὴν παραλίαν τοῦ ὠκεανοῦ παρατείνοντος͵ ἐφ᾽ ἅπασαν δὲ καὶ χειμοφυγούντων͵ δέχεσθαι δεῖ καὶ τοὺς Πυγμαίους μεμυθευμένους κατὰ πᾶσαν. εἰ δ᾽ οἱ ὕστερον τοὺς Αἰθίοπας ἐπὶ τοὺς κατ᾽ Αἴγυπτον μόνους μετήγαγον καὶ τὸν περὶ τῶν Πυγμαίων λόγον͵ οὐδὲν ἂν εἴη πρὸς τὰ πάλαι. καὶ γὰρ Ἀχαιοὺς καὶ Ἀργείους οὐ πάντας μὲν νῦν φαμεν τοὺς στρατεύσαντας ἐπὶ Ἴλιον͵ Ὅμηρος δὲ καλεῖ πάντας. παραπλήσιον δέ ἐστιν ὃ λέγω καὶ περὶ τῶν δίχα διηιρημένων Αἰθιόπων͵ ὅτι δεῖ δέχεσθαι τοὺς παρ᾽ ὅλην διατείνοντας τὴν ὠκεανῖτιν ἀφ᾽ ἡλίου ἀνιόντος μέχρι ἡλίου δυομένου. οἱ γὰρ οὕτω λεγόμενοι Αἰθίοπες δίχα διήιρηνται φυσικῶς τῶι Ἀραβίωι κόλπωι͵ ὡς ἂν μεσημβρινοῦ κύκλου τμήματι ἀξιολόγωι͵ ποταμοῦ δίκην ἐν μήκει σχεδόν τι καὶ πεντακισχιλίων σταδίων ἐπὶ τοῖς μυρίοις͵ πλάτει δ᾽ οὐ πολὺ τῶν χιλίων μείζονι τῶι μεγίστωι· πρόσεστι δὲ τῶι μήκει καὶ τὸ τὸν μυχὸν τοῦδε τοῦ κόλπου διέχειν τῆς κατὰ Πηλούσιον θαλάττης τριῶν ἢ τεττάρων ἡμερῶν [ὁδόν]͵ ἣν ἐπέχει ὁ ἰσθμός. καθάπερ οὖν οἱ χαριέστεροι τῶν διαιρούντων τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης ὅρον εὐφυέστερον ἡγοῦνται τοῦτον τῶν ἠπείρων ἀμφοῖν τὸν κόλπον ἢ τὸν Νεῖλον· τὸν μὲν γὰρ διήκειν παρ᾽ ὀλίγον παντελῶς ἀπὸ θαλάττης ἐπὶ θάλατταν͵ τὸν δὲ Νεῖλον πολλαπλάσιον ἀπὸ τοῦ ὠκεανοῦ διέχειν͵ ὥστε μὴ διαιρεῖν τὴν Ἀσίαν πᾶσαν ἀπὸ τῆς Λιβύης· τοῦτον ὑπολαμβάνω τὸν τρόπον κἀγὼ τὰ μεσημβρινὰ μέρη πάντα καθ᾽ ὅλην τὴν οἰκουμένην δίχα διηιρῆσθαι νομίσαι τὸν ποιητὴν τῶι κόλπωι τούτωι. πῶς οὖν ἠγνόει τὸν ἰσθμόν͵ ὃν οὗτος ποιεῖ πρὸς τὸ Αἰγύπτιον πέλαγος;

2.29 Καὶ γὰρ δὴ καὶ τελέως ἄλογον͵ εἰ τὰς μὲν Αἰγυπτίους Θήβας ἤιδει σαφῶς͵ αἳ διέχουσι τῆς καθ᾽ ἡμᾶς θαλάττης σταδίους μικρὸν ἀπολείποντας ἀπὸ τῶν πεντακισχιλίων͵ τὸν δὲ μυχὸν τοῦ Ἀραβίου κόλπου μὴ ἤιδει͵ μηδὲ τὸν ἰσθμὸν τὸν κατ᾽ αὐτόν͵ πλάτος ἔχοντα οὐ πλειόνων ἢ χιλίων σταδίων· πολὺ δ᾽ ἂν ἀλογώτερον δόξειεν͵ εἰ τὸν μὲν Νεῖλον ἤιδει ὁμωνύμως τῆι τοσαύτηι χώραι λεγόμενον͵ τὴν δ᾽ αἰτίαν μὴ ἑώρα τούτου· μάλιστα γὰρ ἂν προσπίπτοι τὸ ῥηθὲν ὑφ᾽ Ἡροδότου διότι δῶρον ἦν ἡ χώρα τοῦ ποταμοῦ καὶ διὰ τοῦτο ἠξιοῦτο τοῦ αὐτοῦ ὀνόματος. ἄλλως τε τῶν παρ᾽ ἑκάστοις ἰδίων ταῦτ᾽ ἐστὶ γνωριμώτατα͵ ἃ καὶ παραδοξίαν ἔχει τινά͵ καὶ ἐν τῶι φανερῶι πᾶσίν ἐστι· τοιοῦτον δ᾽ ἐστὶ καὶ ἡ τοῦ Νείλου ἀνάβασις καὶ ἡ πρόσχωσις τοῦ πελάγους. καὶ καθάπερ οἱ προσαχθέντες πρὸς τὴν Αἴγυπτον οὐδὲν πρότερον ἱστοροῦσι περὶ τῆς χώρας͵ ἢ τὴν τοῦ Νείλου φύσιν διὰ τὸ τοὺς ἐπιχωρίους μήτε καινότερα τούτων λέγειν ἔχειν πρὸς ἄνδρας ξένους͵ μήτ᾽ ἐπιφανέστερα περὶ τῶν παρ᾽ αὐτοῖς· τῶι γὰρ ἱστορήσαντι περὶ τοῦ ποταμοῦ κατάδηλος καὶ ἡ χώρα γίνεται πᾶσα ὁποία τίς ἐστιν· οὕτω καὶ οἱ πόρρωθεν ἀκούοντες οὐδὲν πρότερον ἱστοροῦσι τούτου. προστίθει οὖν τούτωι καὶ τὸ φιλείδημον τοῦ ποιητοῦ καὶ τὸ φιλέκδημον͵ ὅπερ αὐτῶι μαρτυροῦσιν ὅσοι τὸν βίον ἀναγράφουσι͵ καὶ ἐξ αὐτῶν δὲ λαμβάνεται τῶν ποιημάτων πολλὰ παραδείγματα τοῦ τοιούτου. οὗτος μὲν οὖν ἐκ πλεόνων ἐλέγχεται καὶ εἰδὼς καὶ λέγων ῥητῶς τὰ ῥητὰ καὶ σιγῶν τὰ λίαν ἐκφανῆ ἢ ἐπιθέτως λέγων.

2.30 Θαυμάζειν δὲ δεῖ τῶν Αἰγυπτίων καὶ Σύρων͵ πρὸς οὓς νῦν ἡμῖν ὁ λόγος͵ εἰ μηδ᾽ ἐκείνου λέγοντος τὰ παρ᾽ αὐτοῖς ἐπιχώρια συνιᾶσιν͵ ἀλλὰ καὶ ἄγνοιαν αἰτιῶνται͵ ἧι αὐτοὺς ἐνόχους δείκνυσιν ὁ λόγος. ἁπλῶς δὲ τὸ μὴ λέγειν οὐ τοῦ μὴ εἰδέναι σημεῖόν ἐστιν· οὐδὲ γὰρ τὰς τροπὰς τοῦ εὐρίπου λέγει οὐδὲ τὰς Θερμοπύλας οὐδ᾽ ἄλλα πλείω τῶν γνωρίμων παρὰ τοῖς Ἕλλησιν͵ οὐ μὴν ἠγνόει γε. ἀλλὰ καὶ λέγει͵ οὐ δοκεῖ δὲ τοῖς ἐθελοκωφοῦσιν͵ ὥστε ἐκείνους αἰτιατέον. ὁ ποιητὴς τοίνυν διιπετέας καλεῖ τοὺς ποταμούς͵ οὐ τοὺς χειμάρρους μόνους͵ ἀλλὰ καὶ πάντας κοινῶς͵ ὅτι πληροῦνται πάντες ἀπὸ τῶν ὀμβρίων ὑδάτων· ἀλλὰ τὸ κοινὸν ἐπὶ τῶν κατ᾽ ἐξοχὴν ἴδιον γίνεται. ἄλλως γὰρ ἂν τὸν χειμάρρουν ἀκούοι τις διιπετῆ καὶ ἄλλως τὸν ἀέναον· ἐνταῦθα δὲ διπλασιάζει πως ἡ ἐξοχή. καὶ καθάπερ εἰσί τινες ὑπερβολαὶ ἐπὶ ὑπερβολαῖς͵ ὡς τὸ κουφότερον εἶναι φελλοῦ σκιᾶς͵ δειλότερον δὲ λαγὼ Φρυγός͵ ἐλάττω δ᾽ ἔχειν γῆν τὸν ἀγρὸν ἐπιστολῆς Λακωνικῆς· οὕτως ἐξοχὴ ἐπὶ ἐξοχῆι συντρέχει ἐπὶ τοῦ διιπετῆ τὸν Νεῖλον λέγεσθαι. ὁ μὲν γὰρ χειμάρρους ὑπερβέβληται τοὺς ἄλλους ποταμοὺς τῶι διιπετὴς εἶναι· ὁ δὲ Νεῖλος καὶ τοὺς χειμάρρους ἐπὶ τοσοῦτον πληρούμενος καὶ πλήθους καὶ χρόνου. ὥστ᾽ ἐπεὶ καὶ γνώριμον ἦν τὸ πάθος τοῦ ποταμοῦ τῶι ποιητῆι͵ ὡς παραμεμυθήμεθα͵ καὶ κέχρηται τῶι ἐπιθέτωι τούτωι κατ᾽ αὐτοῦ͵ οὐκ ἄλλως δεκτέον ἢ ὡς εἰρήκαμεν. τὸ δὲ πλείοσι στόμασιν ἐκδιδόναι κοινὸν καὶ πλειόνων͵ ὥστ᾽ οὐκ ἄξιον μνήμης ὑπέλαβε͵ καὶ ταῦτα πρὸς εἰδότας· καθάπερ οὐδ᾽ Ἀλκαῖος͵ καίτοι φήσας ἀφῖχθαι καὶ αὐτὸς εἰς Αἴγυπτον. αἱ δὲ προσχώσεις καὶ ἐκ τῶν ἀναβάσεων μὲν δύνανται ὑπονοεῖσθαι καὶ ἐξ ὧν δὲ εἶπε περὶ τῆς Φάρου. ὁ γὰρ ἱστορῶν αὐτῶι περὶ τῆς Φάρου͵ μᾶλλον δὲ ἡ κοινὴ φήμη͵ διότι μὲν τότε τοσοῦτον ἀπεῖχεν ἀπὸ τῆς ἠπείρου ὅσον φησί͵ δρόμον νεὼς ἡμερήσιον͵ οὐκ ἂν εἴη διατεθρυλημένη ἐπὶ τοσοῦτον ἐψευσμένως. ὅτι δ᾽ ἡ ἀνάβασις καὶ αἱ προσχώσεις τοιαῦταί τινες͵ κοινότερον πεπύσθαι εἰκὸς ἦν· ἐξ ὧν συνθεὶς ὁ ποιητὴς ὅτι πλέον ἢ τότε ἀφειστήκει τῆς γῆς ἡ νῆσος κατὰ τὴν Μενελάου παρουσίαν͵ προσέθηκε παρ᾽ ἑαυτοῦ πολλαπλάσιον διάστημα τοῦ μυθώδους χάριν. αἱ δὲ μυθοποιίαι οὐκ ἀγνοίας σημεῖον δήπου· οὐδὲ τὰ περὶ τοῦ Πρωτέως καὶ τῶν Πυγμαίων͵ οὐδ᾽ αἱ τῶν φαρμάκων δυνάμεις͵ οὐδ᾽ εἴ τι ἄλλο τοιοῦτον οἱ ποιηταὶ πλάττουσιν· οὐ γὰρ κατ᾽ ἄγνοιαν τῶν τοπικῶν λέγεται͵ ἀλλ᾽ ἡδονῆς καὶ τέρψεως χάριν. πῶς οὖν καὶ ἄνυδρον οὖσαν φησὶν ὕδωρ ἔχειν; ἐν δὲ λιμὴν εὔορμος͵ ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσας ἐς πόντον βάλλουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ. ἀλλ᾽ οὔτε τὸ ὑδρεῖον ἐκλιπεῖν ἀδύνατον οὔτε τὴν ὑδρείαν ἐκ τῆς νήσου γενέσθαι φησίν͵ ἀλλὰ τὴν ἀναγωγὴν μόνην διὰ τὴν τοῦ λιμένος ἀρετήν͵ τὸ δ᾽ ὕδωρ ἐκ τῆς περαίας ἀρύσασθαι παρῆν͵ ἐξομολογουμένου πως τοῦ ποιητοῦ δι᾽ ἐμφάσεως͵ ὅτι πελαγίαν εἶπεν οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ὑπερβολὴν καὶ μυθοποιίαν.

2.31 Ἐπεὶ δὲ καὶ τὰ περὶ τῆς πλάνης τῆς Μενελάου λεχθέντα συνηγορεῖν δοκεῖ τῆι ἀγνοίαι τῆι περὶ τοὺς τόπους ἐκείνους͵ βέλτιον ἴσως ἐστὶ τὰ ἐν τοῖς ἔπεσι τούτοις ζητούμενα προεκθεμένους ἅμα ταῦτά τε διαστεῖλαι καὶ περὶ τοῦ ποιητοῦ ἀπολογήσασθαι καθαρώτερον. φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί͵ καὶ ὀγδοάτωι ἔτει ἦλθον Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς͵ Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην. ζητοῦσι δὲ πρὸς τίνας ἦλθεν Αἰθίοπας πλέων ἐξ Αἰγύπτου· οὔτε γὰρ ἐν τῆι καθ᾽ ἡμᾶς θαλάττηι οἰκοῦσί τινες Αἰθίοπες͵ οὔτε τοῦ Νείλου τοὺς καταράκτας ἦν διελθεῖν ναυσί· τίνες τε οἱ Σιδόνιοι· οὐ γὰρ οἵ γε ἐν Φοινίκηι· οὐ γὰρ ἂν τὸ γένος προθεὶς τὸ εἶδος ἐπήνεγκε· τίνες τε οἱ Ἐρεμβοί· καινὸν γὰρ τὸ ὄνομα. Ἀριστόνικος μὲν οὖν ὁ καθ᾽ ἡμᾶς γραμματικὸς ἐν τοῖς περὶ τῆς Μενελάου πλάνης πολλῶν ἀναγέγραφεν ἀνδρῶν ἀποφάσεις περὶ ἑκάστου τῶν ἐκκειμένων κεφαλαίων· ἡμῖν δ᾽ ἀρκέσει κἂν ἐπιτέμνοντες λέγωμεν. οἱ μὲν δὴ πλεῦσαι φήσαντες εἰς τὴν Αἰθιοπίαν οἱ μὲν περίπλουν τῶν διὰ Γαδείρων μέχρι τῆς Ἰνδικῆς εἰσάγουσιν͵ ἅμα καὶ τὸν χρόνον τῆι πλάνηι συνοικειοῦντες͵ ὅν φησιν ὅτι ὀγδοάτωι ἔτει ἦλθον͵ οἱ δὲ διὰ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον͵ οἱ δὲ διὰ τῶν διωρύγων τινός. οὔτε δ᾽ ὁ περίπλους ἀναγκαῖος͵ ὃν Κράτης εἰσάγει͵ οὐχ ὡς ἀδύνατος εἶναι (καὶ γὰρ [οὐδ᾽] ἡ Ὀδυσσέως πλάνη ἀδύνατος)͵ ἀλλ᾽ ὅτι οὔτε πρὸς τὰς ὑποθέσεις τὰς μαθηματικὰς χρήσιμος οὔτε πρὸς τὸν χρόνον τῆς πλάνης. καὶ γὰρ ἀκούσιοι διατριβαὶ κατέσχον αὐτὸν ὑπὸ δυσπλοίας͵ φήσαντος ὅτι ἀπὸ ἑξήκοντα νεῶν πέντε ἐλείφθησαν αὐτῶι͵ καὶ ἑκούσιοι χρηματισμοῦ χάριν· φησὶ γὰρ ὁ Νέστωρ ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων͵ ἠλᾶτο ξὺν νηυσί· Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς. ὅ τε διὰ τοῦ ἰσθμοῦ πλοῦς ἢ τῶν διωρύγων λεγόμενος μὲν ἠκούετο ἂν ἐν μύθου σχήματι͵ μὴ λεγόμενος δὲ περιττῶς καὶ ἀπιθάνως εἰσάγοιτο ἄν. ἀπιθάνως δὲ λέγω͵ ὅτι πρὸ τῶν Τρωικῶν οὐδεμία ἦν διῶρυξ· τὸν δὲ ἐπιχειρήσαντα ποιῆσαι Σέσωστριν ἀποστῆναί φασι͵ μετεωροτέραν ὑπολαβόντα τὴν τῆς θαλάττης ἐπιφάνειαν. ἀλλὰ μὴν οὐδ᾽ ὁ ἰσθμὸς ἦν πλόιμος· ἀλλ᾽ εἰκάζει ὁ Ἐρατοσθένης οὐκ εὖ. μὴ γάρ πω τὸ ἔκρηγμα τὸ κατὰ τὰς στήλας γεγονέναι νομίζει· ὥστε ἐνταῦθα μὴ συνάπτειν τὴν εἴσω θάλατταν τῆι ἐκτὸς καὶ καλύπτειν τὸν ἰσθμὸν μετεωροτέραν οὖσαν͵ τοῦ δ᾽ ἐκρήγματος γενομένου ταπεινωθῆναι καὶ ἀνακαλύψαι τὴν γῆν τὴν κατὰ τὸ Κάσιον καὶ τὸ Πηλούσιον μέχρι τῆς Ἐρυθρᾶς. τίνα οὖν ἔχομεν ἱστορίαν περὶ τοῦ ἐκρήγματος τούτου διότι πρὸ τῶν Τρωικῶν οὔπω ὑπῆρχεν͵ ἴσως δ᾽ ὁ ποιητὴς ἅμα μὲν τὸν Ὀδυσσέα ταύτηι διεκπλέοντα εἰς τὸν ὠκεανὸν πεποίηκεν ὡς ἤδη ἐκρήγματος γεγονότος͵ ἅμα δὲ εἰς τὴν Ἐρυθρὰν τὸν Μενέλαον ἐκ τῆς Αἰγύπτου ναυστολεῖ ὡς οὔπω γεγονότος. ἀλλὰ καὶ τὸν Πρωτέα εἰσάγει λέγοντα αὐτῶι ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσι. ποῖα οὖν; καὶ ὅτι ἑσπέριόν τινα λέγει τόπον τοῦτον ἔσχατον ὁ ζέφυρος παρατεθεὶς δηλοῖ ἀλλ᾽ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι. ταῦτα γὰρ αἰνίγματος πλήρη.

2.32 Εἰ δ᾽ οὖν καὶ σύρρουν ποτὲ ὑπάρξαντα τὸν ἰσθμὸν τοῦτον ὁ ποιητὴς ἱστορήκει͵ πόσωι μείζονα ἂν ἔχοιμεν πίστιν τοῦ τοὺς Αἰθίοπας διχθὰ διηιρῆσθαι͵ πορθμῶι τηλικούτωι διειργομένους; τίς δὲ καὶ χρηματισμὸς παρὰ τῶν ἔξω καὶ κατὰ τὸν ὠκεανὸν Αἰθιόπων; ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος. τούτων δ᾽ οὐδενὸς πλὴν ἐλέφαντος εὐπορία παρ᾽ ἐκείνοις ἐστίν͵ ἀπορωτάτοις τῶν ἁπάντων οὖσι τοῖς πλείστοις καὶ νομάσι. νὴ Δία͵ ἀλλ᾽ ἡ Ἀραβία προσῆν καὶ τὰ μέχρι τῆς Ἰνδικῆς· τούτων δ᾽ ἡ μὲν εὐδαίμων κέκληται μόνη τῶν ἁπασῶν͵ τὴν δέ͵ εἰ καὶ μὴ ὀνομαστὶ καλοῦσιν͵ οὕτως ὑπολαμβάνουσί γε καὶ ἱστοροῦσιν ὡς εὐδαιμονεστάτην. τὴν μὲν οὖν Ἰνδικὴν οὐκ οἶδεν Ὅμηρος (εἰδὼς δὲ ἐμέμνητο ἄν)͵ τὴν δ᾽ Ἀραβίαν͵ ἣν εὐδαίμονα προσαγορεύουσιν οἱ νῦν͵ τότε δ᾽ οὐκ ἦν πλουσία͵ ἀλλὰ καὶ αὐτὴ ἄπορος καὶ ἡ πολλὴ αὐτῆς σκηνιτῶν ἀνδρῶν· ὀλίγη δ᾽ ἡ ἀρωματοφόρος͵ δι᾽ ἣν καὶ τοῦτο τοὔνομα εὕρετο ἡ χώρα διὰ τὸ καὶ τὸν φόρτον εἶναι τὸν τοιοῦτον ἐν τοῖς παρ᾽ ἡμῖν σπάνιον καὶ τίμιον. νυνὶ μὲν οὖν εὐποροῦσι καὶ πλουτοῦσι διὰ τὸ καὶ τὴν ἐμπορίαν εἶναι πυκνὴν καὶ δαψιλῆ͵ τότε δ᾽ οὐκ εἰκός. αὐτῶν δὲ χάριν τῶν ἀρωμάτων ἐμπόρωι μὲν καὶ καμηλίτηι γένοιτ᾽ ἄν τις ἐκ τῶν τοιούτων φορτίων εὐπορία· Μενελάωι δὲ λαφύρων ἢ δωρεῶν ἔδει παρὰ βασιλέων καὶ δυναστῶν͵ ἐχόντων τε ἃ δώσουσι καὶ βουλομένων [διδόναι] διὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ εὔκλειαν. οἱ μὲν οὖν Αἰγύπτιοι καὶ οἱ πλησίον Αἰθίοπες καὶ Ἄραβες οὔθ᾽ οὕτω τελέως ἄβιοι οὔτ᾽ ἀνήκοοι τῆς τῶν Ἀτρειδῶν δόξης͵ καὶ μάλιστα διὰ τὴν κατόρθωσιν τοῦ Ἰλιακοῦ πολέμου͵ ὥστ᾽ ἐλπὶς ἦν τῆς ἐξ αὐτῶν ὠφελείας· καθάπερ ἐπὶ τοῦ θώρακος τοῦ Ἀγαμέμνονος λέγεται τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήιον εἶναι· πεύθετο γὰρ Κύπρονδε μέγακλέος. καὶ δὴ καὶ τὸν πλείω χρόνον τῆς πλάνης λεκτέον μὲν ἐν τοῖς κατὰ Φοινίκην καὶ Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην γενέσθαι καὶ τὰ περὶ Κύπρον χωρία καὶ ὅλως τὴν καθ᾽ ἡμᾶς παραλίαν καὶ τὰς νήσους· καὶ γὰρ ξένια παρὰ τούτοις καὶ τὸ βίαι καὶ τὸ ἐκ λεηλασίας πορίσασθαι͵ καὶ μάλιστα παρὰ τῶν συμμαχησάντων τοῖς Τρωσίν͵ ἐντεῦθεν ἦν. οἱ δ᾽ ἐκτὸς καὶ πόρρω βάρβαροι οὐδεμίαν τοιαύτην ὑπηγόρευον ἐλπίδα. εἰς οὖν τὴν Αἰθιοπίαν ἀφῖχθαι λέγεται ὁ Μενέλαος͵ οὐχ ὅτι ... μέχρι τῶν ὅρων τῶν πρὸς Αἰ γύπτωι. τάχα μὲν γὰρ καὶ πλησιαίτεροι ἦσαν ταῖς Θήβαις οἱ τότε ὅροι͵ ἀλλὰ καὶ οἱ νῦν πλησίον εἰσίν͵ οἱ κατὰ Συήνην καὶ τὰς Φίλας· ὧν ἡ μὲν τῆς Αἰγύπτου ἐστίν͵ αἱ δὲ Φίλαι κοινὴ κατοικία τῶν Αἰθιόπων καὶ τῶν Αἰγυπτίων. ὁ οὖν εἰς Θήβας ἀφιγμένος εἰ καὶ μέχρι τῶν ὅρων ἀφῖκτο ἢ καὶ περαιτέρω τῶν Αἰθιόπων͵ καὶ ταῦτα τῆι βασιλικῆι ξενίαι χρώμενος͵ οὐδὲν ἄλογον. οὕτω δὲ καὶ Κυκλώπων εἰς γαῖαν ἀφῖχθαί φησιν ὁ Ὀδυσσεύς͵ μέχρι τοῦ σπηλαίου προεληλυθὼς ἀπὸ θαλάττης· ἐπ᾽ ἐσχατιᾶς γὰρ ἱδρῦσθαί που λέγει. καὶ εἰς Αἰολίαν δὲ καὶ Λαιστρυγόνας καὶ τοὺς ἄλλους͵ ὅπου ποτὲ καὶ καθωρμίσατο͵ ἐκεῖσέ φησιν ἀφῖχθαι. καὶ ὁ Μενέλαος οὖν οὕτως εἰς Αἰθιοπίαν ἧκεν͵ οὕτω δὲ καὶ εἰς Λιβύην͵ ὅτι προσέσχε τόποις τισίν· ἀφ᾽ οὗ καὶ ὁ κατὰ τὴν Ἀρδανίαν λιμὴν τὴν ὑπὲρ Παραιτονίου Μενέλαος καλεῖται.

2.33 Εἰ δὲ Φοίνικας εἰπὼν ὀνομάζει καὶ Σιδωνίους τὴν μητρόπολιν αὐτῶν σχήματι συνήθει χρῆται͵ ὡς Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε͵ καί οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν͵ οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην͵ θάνε δὲ ξανθὸς Μελέαγρος͵ καί Ἴδην δ᾽ ἵκανεν καὶ Γάργαρον͵ καί οἳ δ᾽ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τ᾽ Εἰρέτριάν τε. καὶ Σαπφώ ἤ σε Κύπρος ἢ Πάφος ἢ Πάνορμος. καίτοι καὶ ἄλλο τι ἦν τὸ ποιῆσαν καίπερ ἤδη μνησθέντα τῆς Φοινίκης ἰδίως πάλιν καὶ τὴν Σιδῶνα συγκαταλέξαι. πρὸς μὲν γὰρ τὸ τὰ ἐφεξῆς ἔθνη καταλέξαι ἱκανῶς εἶχεν οὕτως εἰπεῖν Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θ᾽ ἱκόμην· ἵνα δ᾽ ἐμφήνηι καὶ τὴν παρὰ τοῖς Σιδωνίοις ἀποδημίαν τὴν ἐπὶ πλέον γενομένην͵ καλῶς εἶχεν εἴτ᾽ ἀναλαβεῖν εἴτε καὶ παραλαβεῖν· ἐμφαίνει [δὲ] διὰ τῶν ἐπαίνων τῆς παρ᾽ αὐτοῖς εὐτεχνίας καὶ τοῦ τὴν Ἑλένην προεξενῶσθαι τοῖς ἀνθρώποις μετὰ Ἀλεξάνδρου· διόπερ παρὰ τῶι Ἀλεξάνδρωι πολλὰ τοιαῦτα ἀποκείμενα λέγει ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι͵ ἔργα γυναικῶν Σιδονίων͵ ἃς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν τὴν ὁδόν͵ ἣν Ἑλένην περ ἀνήγαγε· καὶ παρὰ τῶι Μενελάωι· λέγει γὰρ πρὸς Τηλέμαχον δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ ἐστὶν ἅπας͵ χρυσῶι δ᾽ ἐπὶ χείλεα κεκράανται. ἄργον δ᾽ Ἡφαίστοιο· πόρεν δέ ἑ φαίδιμος ἥρως Σιδονίων βασιλεύς͵ ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε κεῖσέ με νοστήσαντα. δεῖ δὲ δέξασθαι πρὸς ὑπερβολὴν εἰρημένον τὸ Ἡφαίστου ἔργον͵ ὡς λέγεται Ἀθηνᾶς ἔργα τὰ καλὰ καὶ Χαρίτων καὶ Μουσῶν. ἐπεὶ ὅτι γε οἱ ἄνδρες ἦσαν καλλίτεχνοι͵ δηλοῖ τὸν κρατῆρα ἐπαινῶν͵ ὃν ὁ Εὔνεως ἔδωκεν ἀντὶ Λυκάονος· φησὶ γάρ κάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν πολλόν· ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν͵ Φοίνικες δ᾽ ἄγον ἄνδρες.

2.34 Περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται͵ πιθανώτατοι δ᾽ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι. Ζήνων δ᾽ ὁ ἡμέτερος καὶ γράφει οὕτως Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν παλαιὰν οὖσαν· αἰτιᾶσθαι δὲ βέλτιον τὴν τοῦ ὀνόματος μετάπτωσιν πολλὴν καὶ ἐπιπολαίαν οὖσαν ἐν πᾶσι τοῖς ἔθνεσιν. ἀμέλει δὲ καὶ ποιοῦσί τινες παραγραμματίζοντες. ἄριστα δ᾽ ἂν δόξειεν εἰπεῖν ὁ Ποσειδώνιος κἀνταῦθα ἀπὸ τῆς τῶν ἐθνῶν συγγενείας καὶ κοινότητος ἐτυμολογῶν. τὸ γὰρ τῶν Ἀρμενίων ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει κατά τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας͵ καὶ μάλιστα καθὸ πλησιόχωροί εἰσι. δηλοῖ δ᾽ ἡ Μεσοποταμία ἐκ τῶν τριῶν συνεστῶσα τούτων ἐθνῶν· μάλιστα γὰρ ἐν τούτοις ἡ ὁμοιότης διαφαίνεται. εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις ἐπὶ πλέον πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς ὅρους͵ ἀλλ᾽ ἐπικρατεῖ γε τὸ κοινόν. καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριανοὶ παραπλησίως πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. εἰκάζει γε δὴ καὶ τὰς τῶν ἐθνῶν τούτων κατονομασίας ἐμφερεῖς ἀλλήλαις εἶναι. τοὺς γὰρ ὑφ᾽ ἡμῶν Σύρους καλουμένους ὑπ᾽ αὐτῶν τῶν Σύρων Ἀραμμαίους καλεῖσθαι· τούτωι δ᾽ ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας καὶ Ἐρεμβούς͵ τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας͵ ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς τοῦτο. ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως οἱ πολλοί͵ οὓς μεταλαβόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν· οὗτοι δέ εἰσιν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι͵ τὸ πρὸς Αἰγύπτωι καὶ Αἰθιοπίαι. τούτων δ᾽ εἰκὸς μεμνῆσθαι τὸν ποιητὴν καὶ πρὸς τούτους ἀφῖχθαι λέγειν τὸν Μενέλαον͵ καθ᾽ ὃν τρόπον εἴρηται καὶ πρὸς τοὺς Αἰθίοπας· τῆι γὰρ Θηβαΐδι καὶ οὗτοι πλησιάζουσιν· ὁμοίως οὐκ ἐργασίας οὐδὲ χρηματισμοῦ χάριν τούτων ὀνομαζομένων (οὐ πολὺ γὰρ ἦν τοῦτο)͵ ἀλλὰ τοῦ μήκους τῆς ἀποδημίας καὶ τοῦ ἐνδόξου· ἔνδοξον γὰρ τοσοῦτον ἐκτοπίσαι. τοιοῦτον δὲ καὶ τὸ πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω͵ καὶ τὸ ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς ἠγαγόμην. Ἡσίοδος δ᾽ ἐν Καταλόγωι φησί καὶ κούρην Ἀράβοιο͵ τὸν Ἑρμάων ἀκάκητα γείνατο καὶ Θρονίη͵ κούρη Βήλοιο ἄνακτος. οὕτω δὲ καὶ Στησίχορος λέγει. εἰκάζειν οὖν ἐστιν ὅτι ἀπὸ τούτου καὶ ἡ χώρα Ἀραβία ἤδη τότε ὠνομάζετο͵ κατὰ δὲ τοὺς ἥρωας τυχὸν ἴσως οὔπω.

2.35 Οἱ δὲ πλάττοντες Ἐρεμβοὺς ἴδιόν τι ἔθνος Αἰθιοπικὸν καὶ ἄλλο Κηφήνων καὶ τρίτον Πυγμαίων καὶ ἄλλα μυρία ἧττον ἂν πιστεύοιντο͵ πρὸς τῶι μὴ ἀξιοπίστωι καὶ σύγχυσίν τινα ἐμφαίνοντες τοῦ μυθικοῦ καὶ ἱστορικοῦ σχήματος. ὅμοιοι δ᾽ εἰσὶ τούτοις καὶ οἱ Σιδονίους ἐν τῆι κατὰ Πέρσας θαλάττηι διηγούμενοι ἢ ἄλλοθί που τοῦ ὠκεανοῦ͵ καὶ τὴν τοῦ Μενελάου πλάνην ἐξωκεανίζοντες· ὁμοίως δὲ καὶ τοὺς Φοίνικας. τῆς δ᾽ ἀπιστίας αἴτιον οὐκ ἐλάχιστόν ἐστι τὸ ἐναντιοῦσθαι ἀλλήλοις τοὺς λέγοντας. οἱ μὲν γὰρ καὶ τοὺς Σιδονίους τοὺς καθ᾽ ἡμᾶς ἀποίκους εἶναι τῶν ἐν τῶι ὠκεανῶι φασί͵ προστιθέντες καὶ διὰ τί Φοίνικες ἐκαλοῦντο͵ ὅτι καὶ ἡ θάλαττα ἐρυθρά· οἱ δ᾽ ἐκείνους τούτων. εἰσὶ δ᾽ οἳ καὶ τὴν Αἰθιοπίαν εἰς τὴν καθ᾽ ἡμᾶς Φοινίκην μετάγουσι καὶ τὰ περὶ τὴν Ἀνδρομέδαν ἐν Ἰόπηι συμβῆναί φασιν· οὐ δήπου κατ᾽ ἄγνοιαν τοπικὴν καὶ τούτων λεγομένων͵ ἀλλ᾽ ἐν μύθου μᾶλλον σχήματι· καθάπερ καὶ τῶν παρ᾽ Ἡσιόδωι καὶ τοῖς ἄλλοις͵ ἃ προφέρει ὁ Ἀπολλόδωρος͵ οὐδ᾽ ὃν τρόπον παρατίθησι τοῖς Ὁμήρου ταῦτα εἰδώς. τὰ μὲν γὰρ Ὁμήρου τὰ περὶ τὸν Πόντον καὶ τὴν Αἴγυπτον παρατίθησιν ἄγνοιαν αἰ τιώμενος͵ ὡς λέγειν μὲν τὰ ὄντα βουλομένου͵ μὴ λέγοντος δὲ τὰ ὄντα͵ ἀλλὰ τὰ μὴ ὄντα ὡς ὄντα κατ᾽ ἄγνοιαν. Ἡσιόδου δ᾽ οὐκ ἄν τις αἰτιάσαιτο ἄγνοιαν͵ ἡμίκυνας λέγοντος καὶ μακροκεφάλους καὶ πυγμαίους· οὐδὲ γὰρ αὐτοῦ Ὁμήρου ταῦτα μυθεύοντος͵ ὧν εἰσι καὶ οὗτοι οἱ πυγμαῖοι͵ οὐδ᾽ Ἀλκμᾶνος στεγανόποδας ἱστοροῦντος͵ οὐδ᾽ Αἰσχύλου κυνοκεφάλους καὶ στερνοφθάλμους καὶ μονομμάτους͵ ὅπου γε οὐδὲ τοῖς πεζῆι συγγράφουσιν ἐν ἱστορίας σχήματι προσέχομεν περὶ πολλῶν͵ κἂν μὴ ἐξομολογῶνται τὴν μυθογραφίαν. φαίνεται γὰρ εὐθὺς ὅτι μύθους παραπλέκουσιν ἑκόντες οὐκ ἀγνοίαι τῶν ὄντων͵ ἀλλὰ πλάσει τῶν ἀδυνάτων τερατείας καὶ τέρψεως χάριν. δοκοῦσι δὲ κατ᾽ ἄγνοιαν͵ ὅτι μάλιστα καὶ πιθανῶς τὰ τοιαῦτα μυθεύουσι περὶ τῶν ἀδήλων καὶ τῶν ἀγνοουμένων. Θεόπομπος δὲ ἐξομολογεῖται φήσας ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ͵ κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.

2.36 Περὶ δὲ τῶν τοῦ ὠκεανοῦ παθῶν εἴρηται μὲν ἐν μύθου σχήματι· καὶ γὰρ τούτου στοχάζεσθαι δεῖ τὸν ποιητήν. ἀπὸ γὰρ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων ἡ Χάρυβδις αὐτῶι μεμύθευται͵ οὐδ᾽ αὐτὴ παντάπασιν Ὁμήρου πλάσμα οὖσα͵ ἀλλ᾽ ἀπὸ τῶν ἱστορουμένων περὶ τὸν Σικελικὸν πορθμὸν διεσκευασμένη. εἰ δὲ δὶς τῆς παλιρροίας γινομένης καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα ἐκεῖνος τρὶς εἴρηκε τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι͵ τρὶς δ᾽ ἀναροιβδεῖ͵ λέγοιτ᾽ ἂν καὶ οὕτως· οὐ γὰρ κατ᾽ ἄγνοιαν τῆς ἱστορίας ὑποληπτέον λέγεσθαι τοῦτο͵ ἀλλὰ τραγωιδίας χάριν καὶ φόβου͵ ὃν ἡ Κίρκη πολὺν τοῖς λόγοις προστίθησιν ἀποτροπῆς χάριν͵ ὥστε καὶ τὸ ψεῦδος παραμίγνυσθαι. ἐν αὐτοῖς γοῦν τοῖς ἔπεσι τούτοις εἴρηκε μὲν οὕτως ἡ Κίρκη τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι͵ τρὶς δ᾽ ἀναροιβδεῖ δεινόν· μὴ σύ γε κεῖθι τύχοις͵ ὅτε ῥοιβδήσειε· οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ Ἐνοσίχθων. καὶ μὴν παρέτυχέ τε τῆι ἀναρροιβδήσει ὁ Ὀδυσσεὺς καὶ οὐκ ἀπώλετο͵ ὥς φησιν αὐτός ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ᾽ ἀερθείς͵ τῶι προσφὺς ἐχόμην͵ ὡς νυκτερίς. εἶτα περιμείνας τὰ ναυάγια καὶ λαβόμενος πάλιν αὐτῶν σώζεται͵ ὥστ᾽ ἐψεύσατο ἡ Κίρκη. ὡς οὖν τοῦτο͵ κἀκεῖνο τὸ τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι ἀντὶ τοῦ δίς͵ ἅμα καὶ τῆς ὑπερβολῆς τῆς τοιαύτης συνήθους πᾶσιν οὔσης͵ τρισμακαρίους καὶ τρισαθλίους λεγόντων· καὶ ὁ ποιητής τρισμάκαρες Δαναοί͵ καί ἀσπασίη τρίλλιστος͵ τριχθά τε καὶ τετραχθά. ἴσως δ᾽ ἄν τις καὶ ἀπὸ τῆς ὥρας τεκμήραιτο͵ ὅτι ὑπαινίττεταί πως τὸ ἀληθές· μᾶλλον γὰρ ἂν ἐφαρμόττοι τῶι δὶς γενέσθαι τὴν παλίρροιαν κατὰ τὸν συνάμφω χρόνον͵ τὸν ἐξ ἡμέρας καὶ νυκτός͵ ἢ τῶι τρὶς τοσοῦτον χρόνον μεῖναι τὰ ναυάγια ὑποβρύχια͵ ὀψὲ δὲ ἀναβληθῆναι ποθοῦντι. καὶ συνεχῶς προσισχομένωι τοῖς κλάδοις νωλεμέως δ᾽ ἐχόμην͵ ὄφρ᾽ ἐξεμέσειεν ὀπίσσω ἱστὸν καὶ τρόπιν αὖτις͵ ἐελδομένωι δέ μοι ἦλθεν ὄψ᾽· ἦμός τ᾽ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη͵ κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν͵ καὶ τότε δήμοι δοῦρα Χαρύβδιος ἐξεφαάνθη. πάντα γὰρ ταῦτα χρόνου τινὸς ἔμφασιν ἀξιολόγου δίδωσι͵ καὶ μάλιστα τὸ τὴν ἑσπέραν ἐπιτεῖναι͵ μὴ κοινῶς εἰπόντα͵ ἡνίκα ὁ δικαστὴς ἀνίσταται͵ ἀλλ᾽ ἡνίκα κρίνων νείκεα πολλά͵ ὥστε βραδῦναι πλέον τι καὶ ἄλλως δὲ οὐ πιθανὴν ἂν ὑπέτεινε τῶι ναυαγῶι τὴν ἀπαλλαγήν͵ εἰ πρὶν ἀποσπασθῆναι πολὺ καὶ αὐτίκα εἰς τοὐπίσω παλίρρους μετέπιπτεν.

2.37 Ἀπολλόδωρος δὲ ἐπιτιμᾶι Καλλιμάχωι͵ συνηγορῶν τοῖς περὶ τὸν Ἐρατοσθένη͵ διότι καίπερ γραμματικὸς ὢν παρὰ τὴν Ὁμηρικὴν ὑπόθεσιν καὶ τὸν ἐξωκεανισμὸν τῶν τόπων͵ περὶ οὓς τὴν πλάνην φράζει͵ Γαῦδον καὶ Κόρκυραν ὀνομάζει. ἀλλ᾽ εἰ μὲν μηδαμοῦ γέγονεν ἡ πλάνη͵ ἀλλ᾽ ὅλον πλάσμα ἐστὶν Ὁμήρου τοῦτο͵ ὀρθὴ ἡ ἐπιτίμησις· ἢ εἰ γέγονε μέν͵ περὶ ἄλλους δὲ τόπους͵ δεῖ λέγειν εὐθὺς καὶ περὶ τίνας͵ ἐπανορθούμενον ἅμα τὴν ἄγνοιαν. μήτε δὲ ὅλου πλάσματος εἶναι πιθανῶς λεγομένου͵ καθάπερ ἐπεδείκνυμεν͵ μήτ᾽ ἄλλων τόπων κατὰ πίστιν μείζω δεικνυμένων͵ ἀπολύοιτ᾽ ἂν τῆς αἰτίας ὁ Καλλίμαχος.

2.38 Οὐδ᾽ ὁ Σκήψιος δὲ Δημήτριος εὖ͵ ἀλλὰ καὶ τῶι Ἀπολλοδώρωι τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη. πρὸς γὰρ Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφ᾽ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον͵ ἀρχὴν φησὶ μηδ᾽ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον. τοῦτο δ᾽ οὐ μόνον τοῖς ὑφ᾽ Ὁμήρου λεγομένοις μάχεται͵ ἀλλὰ καὶ τοῖς ὑπ᾽ αὐτοῦ. φησὶ γὰρ τὸν Ἀχιλλέα Λέσβον μὲν πορθῆσαι καὶ ἄλλα χωρία͵ Λήμνου δ᾽ ἀποσχέσθαι καὶ τῶν πλησίον νήσων διὰ τὴν πρὸς Ἰάσονα καὶ τὸν υἱὸν Εὔνεων συγγένειαν τότε τὴν νῆσον κατέχοντα. πῶς οὖν ὁ ποιητὴς τοῦτο μὲν ἤιδει͵ διότι συγγενεῖς ἢ ὁμοεθνεῖς ἢ γείτονες ἢ ὁπωσοῦν οἰκεῖοι ὑπῆρχον ὅ τε Ἀχιλλεὺς καὶ ὁ Ἰάσων (ὅπερ οὐδαμόθεν ἄλλοθεν ἀλλ᾽ ἐκ τοῦ Θετταλοὺς ἀμφοτέρους εἶναι συνέβαινε͵ καὶ τὸν μὲν Ἰώλκιον τὸν δ᾽ ἐκ τῆς Φθιώτιδος Ἀχαιίδος ὑπάρχειν)͵ τοῦτο δ᾽ ἠγνόει͵ πόθεν ἦλθε τῶι Ἰάσονι͵ Θετταλῶι καὶ Ἰωλκίωι ὑπάρχοντι͵ ἐν μὲν τῆι πατρίδι μηδεμίαν καταλιπεῖν διαδοχήν͵ Λήμνου δὲ καταστῆσαι κύριον τὸν υἱόν; καὶ Πελίαν μὲν ἤιδει καὶ τὰς Πελιάδας καὶ τὴν ἀρίστην αὐτῶν καὶ τὸν υἱὸν αὐτῆς Εὔμηλον͵ τὸν ὑπ᾽ Ἀδμήτωι τέκε δῖα γυναικῶν Ἄλκηστις͵ Πελίαο θυγατρῶν εἶδος ἀρίστη͵ τῶν δὲ περὶ τὸν Ἰάσονα συμβάντων καὶ τὴν Ἀργὼ καὶ τοὺς Ἀργοναύτας͵ τῶν ὁμολογουμένων παρὰ πᾶσιν͵ ἀνήκοος ἦν͵ ἐν δὲ τῶι ὠκεανῶι τὸν παρ᾽ Αἰήτου πλοῦν ἔπλαττεν͵ ἀρχὴν μηδεμίαν ἐξ ἱστορίας λαβών;

2.39 Ὡς μὲν γὰρ ἅπαντες λέγουσιν͵ ὅτι ἐξ ἀρχῆς ὁ πλοῦς ἐπὶ Φᾶσιν ἔχει πιθανόν τι τοῦ Πελίου στείλαντος͵ καὶ ἡ ἐπάνοδος καὶ ἡ ἐν τῶι παράπλωι νήσων ὁσηδὴ ἐπικράτεια καὶ νὴ Δία ἡ ἐπὶ πλέον γενηθεῖσα πλάνη͵ καθάπερ καὶ τῶι Ὀδυσσεῖ καὶ τῶι Μενελάωι͵ ἐκ τῶν ἔτι νῦν δεικνυμένων καὶ πεπιστευμένων ἐστὶν ἐκ τῆς Ὁμήρου φωνῆς. ἥ τε γὰρ Αἶα δείκνυται περὶ Φᾶσιν πόλις͵ καὶ ὁ Αἰήτης πεπίστευται βασιλεῦσαι τῆς Κολχίδος͵ καὶ ἔστι τοῖς ἐκεῖ τοῦτ᾽ ἐπιχώριον τοὔνομα. ἥ τε Μήδεια φαρμακὶς ἱστορεῖται͵ καὶ ὁ πλοῦτος τῆς ἐκεῖ χώρας ἐκ τῶν χρυσείων καὶ ἀργυρείων καὶ σιδηρείων δικαίαν τινὰ ὑπαγορεύει πρόφασιν τῆς στρατείας͵ καθ᾽ ἣν καὶ Φρίξος πρότερον ἔστειλε τὸν πλοῦν τοῦτον· καὶ ἔστιν ὑπομνήματα τῆς ἀμφοῖν στρατείας τό τε Φρίξειον τὸ ἐν τοῖς μεθορίοις τῆς τε Κολχίδος καὶ τῆς Ἰβηρίας͵ καὶ τὰ Ἰασόνεια͵ ἃ πολλαχοῦ καὶ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας καὶ τῶν πλησιοχώρων αὐταῖς τόπων δείκνυται. καὶ μὴν καὶ περὶ Σινώπην καὶ τὴν ταύτης παραλίαν καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον μέχρι τῶν κατὰ τὴν Λῆμνον τόπων λέγεται πολλὰ τεκμήρια τῆς τε Ἰάσονος στρατείας καὶ τῆς Φρίξου· τῆς δ᾽ Ἰάσονος καὶ τῶν ἐπιδιωξάντων Κόλχων καὶ μέχρι τῆς Κρήτης καὶ τῆς Ἰταλίας καὶ τοῦ Ἀδρίου͵ ὧν ἔνια καὶ ὁ Καλλίμαχος ἐπισημαίνεται͵ τοτὲ μὲν Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρηι λέγων ἄρχμενος͵ ὡς ἥρωες ἀπ᾽ Αἰήταο Κυταίου αὖτις ἐς ἀρχαίην ἔπλεον Αἱμονίην͵ τοτὲ δὲ περὶ τῶν Κόλχων οἳ μὲν ἐπ᾽ Ἰλλυριοῖο πόρου σχάσσαντες ἐρετμὰ λᾶα πάρα ξανθῆς Ἁρμονίης τάφιον ἄστυρον ἐκτίσσαντο͵ τό κεν φυγάδων τις ἐνίσποι Γραικός͵ ἀτὰρ κείνων γλῶσσ᾽ ὀνόμηνε Πόλας. τινὲς δὲ καὶ τὸν Ἴστρον ἀναπλεῦσαί φασι μέχρι πολλοῦ τοὺς περὶ τὸν Ἰάσονα͵ οἱ δὲ καὶ μέχρι τοῦ Ἀδρίου· οἱ μὲν κατὰ ἄγνοιαν τῶν τόπων͵ οἱ δὲ καὶ ποταμὸν Ἴστρον ἐκ τοῦ μεγάλου Ἴστρου τὴν ἀρχὴν ἔχοντα ἐκβάλλειν εἰς τὸν Ἀδρίαν φασί· τάδε οὐκ ἀπιθάνως οὐδ᾽ ἀπίστως λέγοντες.

2.40 Τοιαύταις δή τισιν ἀφορμαῖς ὁ ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις͵ προσμυθεύει δὲ τούτοις͵ ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον. ὁμολογεῖ μέν͵ ὅταν Αἰήτην ὀνομάζηι͵ καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγηι͵ καὶ παρὰ [τὴν Αἶαν] τὴν Αἰαίην πλάττηι͵ καὶ τὸν Εὔνεων ἐν Λήμνωι καθιδρύηι͵ καὶ ποιῆι τῶι Ἀχιλλεῖ φίλην τὴν νῆσον͵ καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῆι αὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο· προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπ᾽ ἐκείνου τοῦ πλοῦ. ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεται Ἀργὼ πασιμέλουσα͵ ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης· εἰ δ᾽͵ ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον͵ ὃς ἐν τῶι ὠκεανῶι ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος͵ οὔτ᾽ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους͵ οὔθ᾽ ὁ δι᾽ ἐρήμων καὶ ἀοίκων καὶ καθ᾽ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτ᾽ ἔνδοξος οὔτε πασιμέλων.


Κεφάλαιο 3

3.1 Οὐδὲ τοῦτ᾽ εὖ Ἐρατοσθένης͵ ὅτι ἀνδρῶν οὐκ ἐξίων μνήμης ἐπὶ πλέον μέμνηται͵ τὰ μὲν ἐλέγχων τὰ δὲ πιστεύων καὶ μάρτυσι χρώμενος αὐτοῖς͵ οἷον Δαμάστηι καὶ τοιούτοις ἄλλοις. καὶ γὰρ εἴ τι λέγουσιν ἀλη θές͵ οὐ μάρτυσί γε ἐκείνοις χρηστέον περὶ αὐτοῦ͵ οὐδὲ πιστευτέον διὰ τοῦτο· ἀλλ᾽ ἐπὶ τῶν ἀξιολόγων ἀνδρῶν μόνων τῶι τοιούτωι τρόπωι χρηστέον͵ οἳ πολλὰ μὲν εἰ ρήκασιν εὖ͵ πολλὰ δὲ καὶ παραλελοίπασιν ἢ οὐχ ἱκανῶς ἐξεῖπον͵ οὐδὲν δ᾽ ἐψευσμένως. ὁ δὲ Δαμάστηι χρώμενος μάρτυρι οὐδὲν διαφέρει τοῦ καλοῦντος μάρτυρα τὸν Βεργαῖον Εὐήμερον καὶ τοὺς ἄλλους͵ οὓς αὐτὸς εἴρηκε διαβάλλων τὴν φλυαρίαν. καὶ τούτου δ᾽ ἕνα τῶν λήρων αὐτὸς λέγει͵ τὸν μὲν Ἀράβιον κόλπον λί μνην ὑπολαμβάνοντος εἶναι͵ Διότιμον δὲ τὸν Στρομβίχου πρεσβείας Ἀθηναίων ἀφηγούμενον διὰ τοῦ Κύδνου ἀναπλεῦσαι ἐκ τῆς Κιλικίας ἐπὶ τὸν Χοάσπην ποταμόν͵ ὃς παρὰ τὰ Σοῦσα ῥεῖ͵ καὶ ἀφικέσθαι τετ ταρακοσταῖον εἰς Σοῦσα· ταῦτα δ᾽ αὐτῶι διηγήσασθαι αὐτὸν τὸν Διότιμον. εἶτα θαυμάζειν εἰ τὸν Εὐφράτην καὶ τὸν Τίγριν ἦν δυνατὸν διακόψαντα τὸν Κύδνον εἰς τὸν Χοάσπην ἐκβαλεῖν.

3.2 Οὐ μόνον δὲ ταῦτ᾽ ἄν τις ἐπισημήναιτο͵ ἀλλ᾽ ὅτι καὶ περὶ τῶν τόπων οὐδὲ καθ᾽ ἑαυτόν πω γνώριμα εἶναί φησι τὰ καθ᾽ ἕκαστα ἀκριβολογούμενα͵ καὶ κελεύσας ἡμῖν μὴ ῥαιδίως τοῖς τυχοῦσι πιστεύειν͵ καὶ τὰς αἰτίας διὰ μακρῶν ἀποδοὺς δι᾽ ἃς οὐδὲ πιστευτέον͵ οἷον περὶ τῶν κατὰ τὸν Πόντον καὶ τὸν Ἀδρίαν͵ αὐτὸς ἐπίστευσε τοῖς τυχοῦσι. τοιγάρτοι τὸν μὲν Ἰσσικὸν κόλπον ἐπίστευσεν ἑωθινώτατον τῆς καθ᾽ ἡμᾶς θαλάττης σημεῖον͵ τοῦ κατὰ Διοσκουριάδα τὴν ἐν τῶι τοῦ Πόντου μυχῶι σχεδόν τι καὶ τρισχιλίοις σταδίοις ἑωθινωτέρου ὄντος καὶ κατ᾽ αὐτὸν ἐκ τοῦ σταδιασμοῦ οὗ φησί· τοῦ τε Ἀδρίου καὶ τὰ ἀρκτικὰ καὶ τὰ ἔσχατα διεξιὼν οὐδενὸς ἀπέχεται μυθώδους. πεπίστευκε δὲ καὶ περὶ τῶν ἔξω στηλῶν Ἡρακλείων πολλοῖς μυθώδεσι͵ Κέρνην τε νῆσον καὶ ἄλλους τόπους ὀνομάζων τοὺς μηδαμοῦ νυνὶ δεικνυμένους͵ περὶ ὧν μνησθησόμεθα καὶ ὕστερον. εἰπών τε τοὺς ἀρχαιοτάτους πλεῖν καὶ κατὰ ληιστείαν ἢ ἐμπορίαν͵ μὴ πελαγίζειν δέ͵ ἀλλὰ παρὰ γῆν͵ καθάπερ τὸν Ἰάσονα͵ ὅνπερ καὶ μέχρι τῆς Ἀρμενίας καὶ Μηδίας ἐκ τῶν Κόλχων στρατεῦσαι ἀφέντα τὰς ναῦς͵ ὕστερόν φησι τὸ παλαιὸν οὔτε τὸν Εὔξεινον θαρρεῖν τινα πλεῖν οὔτε παρὰ Λιβύην καὶ Συρίαν καὶ Κιλικίαν. εἰ μὲν οὖν τοὺς πάλαι τοὺς πρὸ τῆς ἡμετέρας λέγει μνήμης͵ οὐδὲν ἐμοὶ μέλει περὶ ἐκείνων λέγειν͵ οὔτ᾽ εἰ ἔπλεον οὔτ᾽ εἰ μή· εἰ δὲ περὶ τῶν μνημονευομένων͵ οὐκ ἂν ὀκνήσαι τις εἰπεῖν ὡς οἱ παλαιοὶ μακροτέρας ὁδοὺς φανοῦνται καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τελέσαντες τῶν ὕστερον͵ εἰ χρὴ προσέχειν τοῖς λεγομένοις· οἷον Διόνυσος καὶ Ἡρακλῆς καὶ αὐτὸς ὁ Ἰάσων͵ ἔτι δ᾽ οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι Ὀδυσσεὺς καὶ Μενέλαος. καὶ Θησέα δὲ καὶ Πειρίθουν μακρὰς εἰκός ἐστι στρατείας ὑπομείναντας καταλιπεῖν δόξαν περὶ ἑαυτῶν ὡς εἰς Ἅιδου καταβάντας͵ τοὺς δὲ Διοσκούρους ἐπιμελητὰς τῆς θαλάττης λεχθῆναι καὶ σωτῆρας τῶν πλεόντων. ἥ τε Μίνω θαλαττοκρατία θρυλεῖται καὶ ἡ Φοινίκων ναυτιλία͵ οἳ καὶ τὰ ἔξω τῶν Ἡρακλείων στηλῶν ἐπῆλθον καὶ πόλεις ἔκτισαν κἀκεῖ καὶ περὶ τὰ μέσα τῆς Λιβύης παραλίας μικρὸν τῶν Τρωικῶν ὕστερον. Αἰνείαν δὲ καὶ Ἀντήνορα καὶ Ἐνετοὺς καὶ ἁπλῶς τοὺς ἐκ τοῦ Τρωικοῦ πολέμου πλανηθέντας εἰς πᾶσαν τὴν οἰκουμένην ἄξιον μὴ τῶν παλαιῶν ἀνθρώπων νομίσαι; συνέβη γὰρ δὴ τοῖς τότε Ἕλλησιν ὁμοίως καὶ τοῖς βαρβάροις διὰ τὸν τῆς στρατείας χρόνον ἀποβαλεῖν τά τε ἐν οἴκωι καὶ τῆι στρατείαι πορισθέντα· ὥστε μετὰ τὴν τοῦ Ἰλίου καταστροφὴν τούς τε νικήσαντας ἐπὶ ληιστείαν τραπέσθαι διὰ τὰς ἀπορίας καὶ πολὺ μᾶλλον τοὺς ἡττηθέντας καὶ περιγενομένους ἐκ τοῦ πολέμου. καὶ δὴ καὶ πόλεις ὑπὸ τούτων πλεῖσται κτισθῆναι λέγονται κατὰ πᾶσαν τὴν ἔξω τῆς Ἑλλάδος παραλίαν͵ ἔστι δ᾽ ὅπου καὶ τὴν μεσόγαιαν.

3.3 Εἰπὼν δὲ καὶ αὐτὸς ὁπόσον προὔβη τὰ τῆς οἰκουμένης εἰς γνῶσιν τοῖς μετ᾽ Ἀλέξανδρον καὶ κατ᾽ αὐτὸν ἤδη͵ μεταβέβηκεν ἐπὶ τὸν περὶ τοῦ σχήματος λόγον͵ οὐχὶ περὶ τοῦ τῆς οἰκουμένης͵ ὅπερ ἦν οἰκειότερον τῶι περὶ αὐτῆς λόγωι͵ ἀλλὰ τοῦ τῆς συμπάσης γῆς· δεῖ μὲν γὰρ καὶ τούτου μνησθῆναι͵ μὴ ἀτάκτως δέ. εἰπὼν οὖν ὅτι σφαιροειδὴς ἡ σύμπασα͵ οὐχ ὡς ἐκ τόρνου δέ͵ ἀλλ᾽ ἔχει τινὰς ἀνωμαλίας͵ ἐπιφέρει τὸ πλῆθος τῶν ἐν μέρει μετασχηματισμῶν αὐτῆς͵ οἳ συμβαίνουσιν ἔκ τε ὕδατος καὶ πυρὸς καὶ σεισμῶν καὶ ἀναφυσημάτων καὶ ἄλλων τοιούτων͵ οὐδ᾽ ἐνταῦθα τὴν τάξιν φυλάττων. τὸ μὲν γὰρ σφαιροειδὲς περὶ ὅλην τὴν γῆν ἀπὸ τῆς τοῦ ὅλου ἕξεως συμβαίνει͵ οἱ δὲ τοιοῦτοι μετασχηματισμοὶ τὴν μὲν ὅλην γῆν οὐδὲν ἐξαλλάττουσιν· ἐν γὰρ τοῖς μεγάλοις ἐναφανίζεται τὰ οὕτω μικρά· τῆς δὲ οἰκουμένης διαθέσεις ἑτέρας καὶ ἑτέρας τινὰς ἀπεργάζονται καὶ τὰς προσεχεῖς αἰτίας ἄλλας καὶ ἄλλας ἔχουσι.

3.4 Μάλιστα δέ φησι ζήτησιν παρασχεῖν πῶς ἐν δισχιλίοις καὶ τρισχιλίοις ἀπὸ θαλάττης σταδίοις κατὰ τὴν μεσόγαιαν ὁρᾶται πολλαχοῦ κόγχων καὶ ὀστρέων καὶ χηραμύδων πλῆθος καὶ λιμνοθάλατται͵ καθάπερ φησὶ περὶ τὸ ἱερὸν τοῦ Ἄμμωνος καὶ τὴν ἐπ᾽ αὐτῶι ὁδὸν τρισχιλίων σταδίων οὖσαν· πολλὴν γὰρ εἶναι χύσιν ὀστρέων͵ ἅλας τε καὶ νῦν ἔτι εὑρίσκεσθαι πολλούς͵ ἀναφυσήματά τε θαλάττης εἰς ὕψος ἀναβάλλειν· πρὸς ὧι καὶ ναυάγια θαλαττίων πλοίων δείκνυσθαι͵ ἃ ἔφασαν διὰ τοῦ χάσματος ἐκβεβράσθαι͵ καὶ ἐπὶ στυλιδίων ἀνακεῖσθαι δελφῖνας ἐπιγραφὴν ἔχοντας Κυρηναίων θεωρῶν. ταῦτα δ᾽ εἰπὼν τὴν Στράτωνος ἐπαινεῖ δόξαν τοῦ φυσικοῦ͵ καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ· τοῦ μὲν Ξάνθου λέγοντος ἐπὶ Ἀρταξέρξου γενέσθαι μέγαν αὐχμὸν ὥστ᾽ ἐκλιπεῖν ποταμοὺς καὶ λίμνας καὶ φρέατα· αὐτόν τε εἰδέναι πολλαχῆ πρόσω ἀπὸ τῆς θαλάττης λίθον τε κογχυλιώδη καὶ τὰ κτενώδεα καὶ χηραμύδων τυπώματα καὶ λιμνοθάλατταν ἐν Ἀρμενίοις καὶ Ματιηνοῖς καὶ ἐν Φρυγίαι τῆι κάτω͵ ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θάλατταν γενέσθαι. τοῦ δὲ Στράτωνος ἔτι μᾶλλον ἁπτομένου τῆς αἰτιολογίας͵ ὅτι φησὶν οἴεσθαι τὸν Εὔξεινον μὴ ἔχειν πρότερον τὸ κατὰ Βυζάντιον στόμα͵ τοὺς δὲ ποταμοὺς βιάσασθαι καὶ ἀνοῖξαι τοὺς εἰς αὐτὸν ἐμβάλλοντας͵ εἶτ᾽ ἐκπεσεῖν τὸ ὕδωρ εἰς τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον. τὸ δ᾽ αὐτὸ συμβῆναι καὶ περὶ τὴν καθ᾽ ἡμᾶς θάλατταν· καὶ γὰρ ἐνταῦθα τὸν κατὰ στήλας ἐκραγῆναι πόρον͵ πληρωθείσης ὑπὸ τῶν ποταμῶν τῆς θαλάττης͵ κατὰ δὲ τὴν ἔκρυσιν ἀνακαλυφθῆναι τὰ τεναγώδη πρότερον. φέρει δ᾽ αἰτίαν πρῶτον μὲν ὅτι τῆς ἔξω θαλάττης καὶ τῆς ἐντὸς τοὔδαφος ἕτερόν ἐστιν͵ ἔπειθ᾽ ὅτι καὶ νῦν ἔτι ταινία τις ὕφαλος διατέτακεν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην͵ ὡς ἂν [μὴ] μιᾶς οὔσης πρότερον τῆς τε ἐντὸς καὶ τῆς ἐκτός. καὶ βραχύτατα μὲν εἶναι τὰ περὶ τὸν Πόντον͵ τὸ δὲ Κρητικὸν καὶ Σικελικὸν καὶ Σαρδῶιον πέλαγος σφόδρα βαθέα· τῶν γὰρ ποταμῶν πλείστων καὶ μεγίστων ῥεόντων ἀπὸ τῆς ἄρκτου καὶ τῆς ἀνατολῆς͵ ἐκεῖνα μὲν ἰλύος πληροῦσθαι͵ τὰ ἄλλα δὲ μένειν βαθέα. διὸ καὶ γλυκυτάτην εἶναι τὴν Ποντικὴν θάλατταν τάς τ᾽ ἐκρύσεις γίνεσθαι εἰς οὓς ἐγκέκλιται τόπους τὰ ἐδάφη. δοκεῖν δὲ κἂν χωσθῆναι τὸν Πόντον ὅλον εἰς ὕστερον͵ ἂν μένωσιν αἱ ἐπιρρύσεις τοιαῦται· καὶ γὰρ νῦν ἤδη τεναγίζειν τὰ ἐν ἀριστερᾶι τοῦ Πόντου͵ τόν τε Σαλμυδησσὸν καὶ τὰ καλούμενα στήθη ὑπὸ τῶν ναυτικῶν τὰ περὶ τὸν Ἴστρον καὶ τὴν Σκυθῶν ἐρημίαν. τάχα δὴ καὶ τὸ τοῦ Ἄμμωνος ἱερὸν πρότερον ἐπὶ τῆς θαλάττης ὂν ἐκρύσεως γενομένης νῦν ἐν τῆι μεσογαίαι κεῖσθαι. εἰκάζει τε τὸ μαντεῖον εὐλόγως ἐπὶ τοσοῦτον γενέσθαι ἐπιφανές τε καὶ γνώριμον ἐπὶ θαλάττηι ὄν͵ τόν τε ἐπὶ πολὺ οὕτως ἐκτοπισμὸν ἀπὸ τῆς θαλάττης οὐκ εὔλογον ποιεῖν τὴν νῦν οὖσαν ἐπιφάνειαν καὶ δόξαν· τήν τε Αἴγυπτον τὸ παλαιὸν θαλάττηι κλύζεσθαι μέχρι τῶν ἑλῶν τῶν περὶ τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος καὶ τὴν Σιρβωνίδα λίμνην· ἔτι γοῦν καὶ νῦν κατὰ τὴν Αἴγυπτον τῆς ἁλμυρίδος ὀρυττομένης ὑφάμμους καὶ κογχυλιώδεις εὑρίσκεσθαι τοὺς βόθρους͵ ὡς ἂν τεθαλαττωμένης τῆς χώρας καὶ τοῦ τόπου παντὸς τοῦ περὶ τὸ Κάσιον καὶ τὰ Γέρρα καλούμενα τεναγίζοντος͵ ὥστε συνάπτειν τῶι τῆς Ἐρυθρᾶς κόλπωι· ἐνδούσης δὲ τῆς θαλάττης ἀνακαλυφθῆναι͵ μεῖναι δὲ τὴν Σιρβωνίδα λίμνην͵ εἶτ᾽ ἐκραγῆναι καὶ ταύτην ὥστε ἑλώδη γενέσθαι. ὡς δ᾽ αὕτως καὶ τῆς Μοίριδος λίμνης τοὺς αἰγιαλοὺς [αἰγιαλοῖς] θαλάττης μᾶλλον ἢ ποταμοῦ προσεοικέναι. τὸ μὲν οὖν ἐπικλύζεσθαί ποτε πολὺ μέρος τῶν ἠπείρων ἐπὶ καιρούς τινας καὶ πάλιν ἀνακαλύπτεσθαι δοίη τις ἄν· ὡς δ᾽ αὕτως καὶ τὸ τοῖς ἐδάφεσιν ἀνώμαλον εἶναι τὴν γῆν ἅπασαν τὴν νῦν ὕφαλον͵ καθάπερ γενὴ Δία καὶ τὴν ἔξαλον͵ ἐν ἧι οἰκοῦμεν͵ τοσαύτας δεχομένην ὅσας αὐτὸς Ἐρατοσθένης εἴρηκε μεταβολάς· ὥστε πρός γε τὸν Ξάνθου λόγον οὐδὲν ἂν ἔχοι τις προσφέρειν ἄτοπον.

3.5 Πρὸς δὲ τὸν Στράτωνα λέγοιτ᾽ ἄν͵ ὅτι πολλῶν αἰτίων ὄντων ἀφεὶς ταῦτα τὰ μὴ ὄντα αἰτιᾶται. πρώτην γὰρ αἰτίαν φησίν͵ ὅτι τῆς ἐντὸς θαλάττης καὶ τῆς ἐκτὸς οὐ ταὐτὸν τὸ ἔδαφος καὶ ὁ βυθός. πρὸς γὰρ τὸ μετεωρίζεσθαι ταύτην καὶ ταπεινοῦσθαι καὶ ἐπικλύζειν τόπους τινὰς καὶ ἀναχωρεῖν ἀπ᾽ αὐτῶν οὐ τοῦτό ἐστιν αἴτιον [τὸ] ἄλλα καὶ ἄλλα ἐδάφη τὰ μὲν ταπεινότερα εἶναι τὰ δὲ ὑψηλότερα͵ ἀλλὰ τὸ τὰ αὐτὰ ἐδάφη ποτὲ μὲν μετεωρίζεσθαι ποτὲ δ᾽ αὖ ταπεινοῦσθαι καὶ συνεξαίρειν ἢ συνενδιδόναι τὸ πέλαγος· ἐξαρθὲν μὲν γὰρ ἐπικλύσαι ἄν͵ ταπεινωθὲν δὲ ἀναδράμοι ἂν εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ γὰρ [οὐχ] οὕτω͵ δεήσει πλεονασμῶι τῆς θαλάττης αἰφνιδίωι γενομένωι τὴν ἐπίκλυσιν συμβαίνειν͵ καθάπερ ἐν ταῖς ἀναβάσεσι τῶν ποταμῶν͵ τοτὲ μὲν ἐπενεχθέντος ἑτέρωθεν τοτὲ δ᾽ αὐξηθέντος τοῦ ὕδατος. ἀλλ᾽ οὔθ᾽ αἱ αὐξήσεις ἀθρόαι καὶ αἰφνίδιοι γίνονται͵ οὔθ᾽ αἱ πλημμυρίδες τοσοῦτον ἐπιμένουσι χρόνον οὐδ᾽ ἄτακτοί εἰσιν͵ οὔτε κατὰ τὴν ἡμετέραν ἐπικλύζουσι θάλατταν οὐδ᾽ ὅπου ἔτυχε. λοιπὸν οὖν αἰτιᾶσθαι τὸ ἔδαφος ἢ τὸ τῆι θαλάττηι ὑποκείμενον ἢ τὸ ἐπικλυζόμενον͵ μᾶλλον δὲ τὸ ὕφαλον. πολὺ γὰρ εὐκινητότερον καὶ μεταβολὰς θάττους δέξασθαι δυνάμενον τὸ ἔνυγρον· καὶ γὰρ τὸ πνευματικὸν τὸ πάντων τῶν τοιούτων αἴτιον πλέον ἐνταῦθα. ἀλλ᾽͵ ὡς ἔφην͵ τῶν τοιούτων ἀπεργαστικόν ἐστι παθῶν τὸ τὰ αὐτὰ ἐδάφη ποτὲ μὲν ἐξαίρεσθαι ποτὲ δὲ ὑφίζησιν λαμβάνειν͵ οὐ τὸ τὰ μὲν εἶναι ὑψηλὰ τὰ δὲ ἧττον· ὁ δὲ τοῦτο λαμβάνει͵ νομίζων ὅπερ ἐπὶ τῶν ποταμῶν συμβαίνει τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἀπαντᾶν͵ τὸ ἀπὸ τῶν μετεώρων τόπων εἶναι τὴν ῥύσιν. οὐδὲ γὰρ ἂν τοῦ κατὰ Βυζάντιον ῥοῦ τὸ ἔδαφος ἠιτιᾶτο͵ λέγων ὑψηλότερον τὸ τοῦ Εὐξείνου ἢ τὸ τῆς Προποντίδος καὶ τοῦ ἑξῆς πελάγους͵ ἅμα καὶ αἰτίαν προστιθείς· ἀπὸ γὰρ τῆς ἰλύος τῆς ἀπὸ τῶν ποταμῶν καταφερομένης πληροῦσθαι τὸν βυθὸν καὶ βραχὺν γίνεσθαι͵ διὰ τοῦτο δὲ καὶ ῥεῖν εἰς τὰ ἐκτός. τὸν δ᾽ αὐτὸν λόγον καὶ ἐπὶ τὴν ἡμετέραν θάλατταν σύμπασαν μεταφέρει πρὸς τὴν ἐκτός͵ ὡς καὶ ταύτης μετεωρότερον τοὔδαφος ποιούσης τοῦ ὑποκειμένου τῶι Ἀτλαντικῶι πελάγει· καὶ γὰρ αὕτη ἐκ πολλῶν ποταμῶν πληροῦται καὶ τὴν ὑποστάθμην τῆς ἰλύος δέχεται τὴν ἀνάλογον. ἐχρῆν οὖν καὶ τὸν εἴσρουν ὅμοιον γίνεσθαι τῶι κατὰ Βυζάντιον τὸν κατὰ στήλας καὶ τὴν Κάλπην. ἀλλὰ τοῦτο μὲν ἐῶ· ἐροῦσι γὰρ κἀκεῖ τοῦτο συμβαίνειν͵ περισπᾶσθαι δὲ ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων καὶ ἐπικρύπτεσθαι.

3.6 Ἐκεῖνο δὲ πυνθάνομαι τί ἐκώλυε͵ πρὶν ἀνεωιγέναι τὸ στόμα τὸ κατὰ Βυζάντιον͵ ταπεινότερον ὂν τὸ τοῦ Εὐξείνου ἔδαφος τοῦ τῆς Προποντίδος καὶ τῆς ἑξῆς θαλάττης πληρωθῆναι ὑπὸ τῶν ποταμῶν͵ εἴτε θάλατταν οὖσαν καὶ πρότερον εἴτε λίμνην μείζω τῆς Μαιώτιδος; εἰ γὰρ τοῦτο συγχωροῖτο͵ προσερήσομαι καὶ τοῦτο· ἆρά γε ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐκείνου καὶ τοῦ τῆς Προποντίδος οὐχ οὕτως εἶχεν ὥστε͵ μέχρι μὲν ἡ αὐτὴ ἦν͵ μὴ βιάζεσθαι πρὸς ἔκρυσιν διὰ τὴν ἐξ ἴσης ἀντέρεισιν καὶ θλῖψιν͵ ἐπειδὴ δὲ ὑπερεπόλασεν ἡ ἐντός͵ βιάσασθαι καὶ ἀπερᾶσαι τὸ πλεονάζον͵ ἐκ δὲ τούτου γενέσθαι σύρρουν τὸ ἔξω πέλαγος τῶι ἐντὸς καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἐκείνωι λαβεῖν͵ εἴτε θαλαττίωι εἴτε λιμναίωι μὲν πρότερον ὄντι͵ θαλαττίωι δὲ ὕστερον͵ διὰ τὴν μῖξιν καὶ τὴν ἐπικράτειαν; εἰ γὰρ καὶ τοῦτο δώσουσιν͵ ἡ μὲν ἔκρυσις οὐκ ἂν κωλύοιτο ἡ νῦν͵ οὐκ ἀπὸ ὑπερτέρου δὲ ἐδάφους οὐδὲ ἐπικλινοῦς͵ ὅπερ ἠξίου Στράτων.

3.7 Ταῦτα δὲ [δεῖ] μεταφέρειν καὶ ἐπὶ τὴν ὅλην τὴν καθ᾽ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός͵ μὴ ἐν τοῖς ἐδάφεσι καὶ ταῖς ἐπικλίσεσιν αὐτῶν τὴν αἰτίαν τοῦ ἔκρου τιθεμένους͵ ἀλλ᾽ ἐν τοῖς ποταμοῖς· ἐπεὶ οὐκ ἀπίθανον κατ᾽ αὐτούς͵ οὐδ᾽ εἰ τὴν ὅλην θάλατταν τὴν ἡμετέραν λίμνην πρότερον εἶναι συνέβαινε πληρουμένην ὑπὸ τῶν ποταμῶν͵ ἐπιπολάσασαν ἐκπεσεῖν ἔξω διὰ τῶν κατὰ στήλας στενῶν ὡς ἐκ καταράκτου͵ ἐπαυξομένην δ᾽ ἀεὶ καὶ μᾶλλον τὴν θάλατταν σύρρουν γενέσθαι ὑπ᾽ αὐτῆς τῶι χρόνωι καὶ συνδραμεῖν εἰς μίαν ἐπιφάνειαν͵ ἐκθαλαττωθῆναι δὲ διὰ τὴν ἐπικράτειαν. οὐ φυσικὸν δ᾽ ὅλως τὸ τοῖς ποταμοῖς εἰκάζειν τὴν θάλατταν· οἱ μὲν γὰρ φέρονται κατὰ ἐπικλινὲς ῥεῖθρον͵ ἡ δὲ ἀκλινὴς ἕστηκεν. οἱ δὲ πορθμοὶ ῥευματίζονται κατ᾽ ἄλλον τρόπον͵ οὐ διὰ τὸ τὴν ἰλὺν τὴν ἐκ τῶν ποταμῶν προσχοῦν τὸν τοῦ πελάγους βυθόν· ἡ γὰρ πρόσχωσις περὶ αὐτὰ συνίσταται τὰ στόματα τῶν ποταμῶν͵ οἷον περὶ μὲν τὰ τοῦ Ἴστρου τὰ λεγόμενα στήθη καὶ ἡ Σκυθῶν ἐρημία καὶ ὁ Σαλμυδησσός͵ καὶ ἄλλων χειμάρρων συνεργούντων πρὸς τοῦτο͵ περὶ δὲ τὰ τοῦ Φάσιδος ἡ Κολχικὴ παραλία δίαμμος καὶ ταπεινὴ καὶ μαλακὴ οὖσα͵ περὶ δὲ τὸν Θερμώδοντα καὶ τὸν Ἶριν ὅλη Θεμίσκυρα͵ τὸ τῶν Ἀμαζόνων πεδίον͵ καὶ τῆς Σιδηνῆς τὸ πλέον· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἅπαντες γὰρ μιμοῦνται τὸν Νεῖλον ἐξηπειροῦντες τὸν πρὸ αὐτῶν πόρον͵ οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον· ἧττον μὲν οἱ μὴ πολλὴν καταφέροντες τὴν ἰλύν͵ μᾶλλον δὲ οἱ πολλήν τε καὶ μαλακόγειον χώραν ἐπιόντες καὶ χειμάρρους δεχόμενοι πολλούς͵ ὧν ἐστι καὶ ὁ Πύραμος ὁ τῆι Κιλικίαι πολὺ μέρος προσθείς͵ ἐφ᾽ οὗ καὶ λόγιον ἐκπέπτωκέ τι τοιοῦτον ἔσσεται ἐσσομένοις͵ ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται. ἐκ μέσων γὰρ τῶν τῆς Καταονίας πεδίων ἐνεχθεὶς πλωτὸς καὶ διεκπαισάμενος διὰ τῶν τοῦ Ταύρου στενῶν εἰς τὴν Κιλικίαν ἐκδίδωσιν εἰς τὸν πρὸ ταύτης τε καὶ τῆς Κύπρου πόρον.

3.8 Αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰς τὸ πέλαγος προϊοῦσαν τὴν ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰς τοὐπίσω͵ παλιρροοῦσαν φύσει· ἔοικε γὰρ τοῖς ζώιοις͵ καὶ καθάπερ ἐκεῖνα συνεχῶς ἀναπνεῖ τε καὶ ἐκπνεῖ͵ τὸν αὐτὸν τρόπον καὶ αὐτὴ ἐξ αὑτῆς τε καὶ εἰς ἑαυτὴν συνεχῶς παλινδρομικήν τινα κινουμένη κίνησιν. δῆλον δὲ τῶι ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμάτωσιν· ἅμα γὰρ κλύζονται οἱ πόδες καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται͵ καὶ τοῦτο συνεχῶς· τῶι δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει͵ [ὃ] κἂν γαληνότατον ἦι ἐπιφερόμενον ἔχει τινὰ βίαν πλείω καὶ ἀπορρίπτει πᾶν τὸ ἀλλότριον εἰς τὴν γῆν πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε. μᾶλλον μὲν οὖν ἐν ἀνέμωι συμβαίνει τοῦτο͵ ἀλλὰ καὶ ἐν νηνεμίαι καὶ ἐν ἀπογαίοις πνεύμασιν· οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναντίως τῶι ἀνέμωι͵ ὡς ἂν ἰδίαν τινὰ τῆς θαλάττης κίνησιν συγκινούμενον αὐτῆι.

3.9 Ἡ μὲν οὖν ἔφοδος τοῦ κύματος ἔχει τινὰ βίαν ὥστ᾽ ἀπωθεῖσθαι τὸ ἀλλότριον. καὶ δὴ καὶ κάθαρσίν τινα τῆς θαλάττης ταύτην φασί͵ καθ᾽ ἣν καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ναυάγια εἰς γῆν ἐκκυμαίνεται. ἡ δ᾽ ἀναχώρησις οὐκ ἔχει τοσαύτην βίαν ὥστε νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον͵ φελλόν͵ ὑπὸ τοῦ κύματος εἰς γῆν ἀναβληθῆναι͵ οὕτω δὲ καὶ τῶν πλησίον αὐτῆς τόπων εἰς τὸ πέλαγος προπεσεῖν ὑποληφθέντων ὑπὸ τοῦ κύματος. οὕτω δὴ καὶ τὴν χοῦν καὶ τὸ σὺν αὐτῆι τεθολωμένον ὕδωρ ἐκκυμαίνεσθαι συμβαίνει͵ καὶ τοῦ βάρους ἅμα συνεργοῦντος ὥστε θᾶττον κατενεχθῆναι πρὸς τὴν γῆν κάτω͵ πρὶν εἰς τὸ πρόσω πελαγίσαι. καὶ γὰρ ἡ τοῦ ποταμοῦ βία παύεται μικρὸν προελθοῦσα τοῦ στόματος. οὕτω μὲν οὖν ἐνδέχεται προσχωσθῆναι τὸ πέλαγος πᾶν͵ ἀπὸ τῶν αἰγιαλῶν ἀρξάμενον͵ ἂν συνεχεῖς ἔχηι τὰς ἐκ τῶν ποταμῶν ἐπιρρύσεις. τοῦτο δ᾽ ἂν συμβαίη͵ κἂν τοῦ Σαρδονίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον͵ ὅπερ λέγεται τῶν ἀναμετρηθέντων βαθύτατον χιλίων που ὀργυιῶν͵ ὡς Ποσειδώνιός φησι.

3.10 Τὴν μὲν οὖν τοιαύτην αἰτιολογίαν ἧττον ἄν τις ἀποδέξαιτο· μᾶλλον δ᾽ ἀπὸ τῶν φανερωτέρων καὶ τῶν καθ᾽ ἡμέραν τρόπον τινὰ ὁρωμένων ἀναπτέον τὸν λόγον· καὶ γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀναφυσήματα καὶ ἀνοιδήσεις τῆς ὑφάλου γῆς μετεωρίζουσι καὶ τὴν θάλατταν͵ αἱ δὲ συνιζήσεις ταπεινοῦσιν αὐτήν· οὐ γὰρ μύδροι μὲν ἀνενεχθῆναι δύνανται καὶ μικραὶ νῆσοι͵ μεγάλαι δ᾽ οὔ· οὐδὲ νῆσοι μέν͵ ἤπειροι δ᾽ οὔ. ὁμοίως δὲ καὶ συνιζήσεις καὶ μικραὶ καὶ μεγάλαι γένοιντ᾽ ἄν͵ εἴπερ καὶ χάσματα καὶ καταπόσεις χωρίων καὶ κατοικιῶν͵ ὡς ἐπὶ Βούρας τε καὶ Βιζώνης καὶ ἄλλων πλειόνων͵ ὑπὸ σεισμοῦ γενέσθαι φασί· καὶ τὴν Σικελίαν οὐδέν τι μᾶλλον ἀπορρῶγα τῆς Ἰταλίας εἰκάζοι τίς ἂν ἢ ἀναβληθεῖσαν ὑπὸ τοῦ Αἰτναίου πυρὸς ἐκ βυθοῦ συμμεῖναι· ὡσαύτως δὲ καὶ τὰς Λιπαραίων νήσους καὶ Πιθηκούσσας.

3.11 Ὁ δ᾽ οὕτως ἡδύς ἐστιν ὥστε καὶ μαθηματικὸς ὢν οὐδὲ τὴν Ἀρχιμήδους βεβαιοῖ δόξαν͵ ὅτι φησὶν ἐκεῖνος ἐν τοῖς περὶ τῶν ὀχουμένων͵ παντὸς ὑγροῦ καθεστηκότος καὶ μένοντος τὴν ἐπιφάνειαν σφαιρικὴν εἶναι͵ σφαίρας ταὐτὸ κέντρον ἐχούσης τῆι γῆι· ταύτην γὰρ τὴν δόξαν ἀποδέχονται πάντες οἱ μαθημάτων πως ἁψάμενοι. ἐκεῖνος δὲ τὴν ἐντὸς θάλατταν͵ καίπερ μίαν οὖσαν͵ ὥς φησιν͵ οὐ νομίζει ὑπὸ μίαν ἐπιφάνειαν τετάχθαι͵ ἀλλ᾽ οὐδὲ τοῖς σύνεγγυς τόποις. καὶ μάρτυράς γε τῆς τοιαύτης ἀμαθίας ἀρχιτέκτονας ἄνδρας ποιεῖται͵ καὶ τῶν μαθηματικῶν καὶ τὴν ἀρχιτεκτονικὴν μέρος τῆς μαθηματικῆς ἀποφηναμένων. φησὶ γὰρ καὶ Δημήτριον διακόπτειν ἐπιχειρῆσαι τὸν τῶν Πελοποννησίων ἰσθμὸν πρὸς τὸ παρασχεῖν διάπλουν τοῖς στόλοις͵ κωλυθῆναι δ᾽ ὑπὸ τῶν ἀρχιτεκτόνων ἀναμετρησάντων καὶ ἀπαγγειλάντων μετεωροτέραν τὴν ἐν τῶι Κορινθιακῶι κόλπωι θάλατταν τῆς κατὰ Κεγχρεὰς εἶναι͵ ὥστε͵ εἰ διακόψειε τὸ μεταξὺ χωρίον͵ ἐπικλυσθῆναι ἂν ἅπαντα τὸν περὶ Αἴγιναν πόρον καὶ αὐτὴν Αἴγιναν καὶ τὰς πλησίον νήσους͵ καὶ μηδὲ τὸν διάπλουν ἂν γενέσθαι χρήσιμον. διὰ δὲ τοῦτο καὶ τοὺς εὐρίπους ῥοώδεις εἶναι͵ μάλιστα δὲ τὸν κατὰ Σικελίαν πορθμόν͵ ὅν φησιν ὁμοιοπαθεῖν ταῖς κατὰ τὸν ὠκεανὸν πλημμυρίσι τε καὶ ἀμπώτεσι· δὶς γὰρ μεταβάλλειν τὸν ῥοῦν ἑκάστης ἡμέρας καὶ νυκτός͵ καθάπερ τὸν ὠκεανὸν δὶς μὲν πλημμυρεῖν δὶς δὲ ἀναχωρεῖν. τῆι μὲν οὖν πλημμυρίδι ὁμολογεῖν τὸν ἐκ τοῦ Τυρρηνικοῦ πελάγους εἰς τὸ Σικελικὸν καταφερόμενον ὡς ἂν ἐκ μετεωροτέρας ἐπιφανείας͵ ὃν δὴ καὶ κατιόντα ὀνομάζεσθαι͵ ὁμολογεῖν δ᾽ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἄρχεταί τε καὶ παύεται καθ᾽ ὃν αἱ πλημμυρίδες· ἄρχεται μὲν γὰρ περὶ τὴν ἀνατολὴν τῆς σελήνης καὶ τὴν δύσιν͵ λήγει δ᾽ ὅταν συνάπτηι τῆι μεσουρανήσει ἑκατέραι͵ τῆι τε ὑπὲρ γῆς καὶ τῆι ὑπὸ γῆς· τῆι δὲ ἀμπώτει τὸν ἐναντίον͵ ὃν ἐξιόντα καλεῖσθαι͵ ταῖς μεσουρανήσεσι τῆς σελήνης ἀμφοτέραις ἐναρχόμενον͵ καθάπερ αἱ ἀμπώτεις͵ ταῖς δὲ συνάψεσι ταῖς πρὸς τὰς ἀνατολὰς καὶ δύσεις παυόμενον.

3.12 Περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος· περὶ δὲ τῆς τῶν πορθμῶν παλιρροίας͵ ἐχόντων καὶ αὐτῶν φυσικώτερον λόγον ἢ κατὰ τὴν νῦν ὑπόθεσιν͵ τοσοῦτον εἰπεῖν ἀπόχρη͵ ὅτι οὔτε εἷς τρόπος τοῦ ῥοώδεις εἶναι τοὺς πορθμούς͵ ὅ γε κατ᾽ εἶδος (οὐ γὰρ ἂν ὁ μὲν Σικελικὸς δὶς ἑκάστης ἡμέρας μετέβαλλεν͵ ὡς οὗτός φησιν͵ ὁ δὲ Χαλκιδικὸς ἑπτάκις͵ ὁ δὲ κατὰ Βυζάντιον οὐδὲ μετέβαλλεν͵ ἀλλὰ διετέλει τὸν ἔκρουν μόνον ἔχων τὸν ἐκ τοῦ Ποντικοῦ πελάγους εἰς τὴν Προποντίδα͵ ὡς δὲ Ἵππαρχος ἱστορεῖ͵ καὶ μονάς ποτε ἐποιεῖτο)͵ οὔτ᾽ εἰ τρόπος εἷς εἴη͵ ταύτην ἂν ἔχοι τὴν αἰτίαν͵ ἥν φησιν ὁ Ἐρατοσθένης͵ ὅτι ἡ ἐφ᾽ ἑκάτερα θάλαττα ἄλλην καὶ ἄλλην ἐπιφάνειαν ἔχει· οὐδὲ γὰρ ἐπὶ τῶν ποταμῶν τοῦτο γένοιτ᾽ ἄν͵ εἰ μὴ καταράκτας ἔχοιεν· ἔχοντες δὲ οὐ παλιρροοῦσιν͵ ἀλλ᾽ ἐπὶ τὸ ταπεινότερον ἀεὶ φέρονται. καὶ τοῦτο δὲ συμβαίνει διὰ τὸ κεκλιμένον εἶναι τὸ ῥεῦμα καὶ τὴν ἐπιφάνειαν αὐτοῦ· ὥστ᾽ οὐχ ὅτι παλιρροοῦντας͵ ἀλλ᾽ οὐδὲ καθεστῶτας καὶ μένοντας͵ συρροίας μὲν ἐν αὐτοῖς οὔσης͵ μὴ μιᾶς δὲ ἐπιφανείας͵ ἀλλὰ τῆς μὲν ὑψηλοτέρας τῆς δὲ ταπεινοτέρας. πελάγους δὲ τίς ἂν φαίη κεκλιμένην ἐπιφάνειαν; καὶ μάλιστα κατὰ τὰς σφαιροποιούσας ὑποθέσεις τὰ τέτταρα σώματα͵ ἃ δὴ καὶ στοιχεῖα φαμέν· οὐ γὰρ ὥσπερ ἡ γῆ κατὰ ἕξιν ἐσχημάτισται στερεὰ οὖσα͵ ὥστε καὶ κοιλάδας ἔχειν συμμενούσας καὶ ἀναστήματα͵ οὕτω καὶ τὸ ὕδωρ͵ ἀλλ᾽ αὐτῆι τῆι κατὰ τὸ βάρος ῥοπῆι τὴν ὄχησιν ἐπὶ τῆς γῆς ποιεῖται καὶ τοιαύτην λαμβάνει τὴν ἐπιφάνειαν οἵαν ὁ Ἀρχιμήδης φησιν.

3.13 Ἐπιφέρει δὲ τοῖς περὶ τοῦ Ἄμμωνος καὶ τῆς Αἰγύπτου ῥηθεῖσιν͵ ὅτι δοκοίη καὶ τὸ Κάσιον ὄρος περικλύζεσθαι θαλάττηι καὶ πάντα τὸν τόπον͵ ὅπου νῦν τὰ καλούμενα Γέρρα͵ καθ᾽ ἕκαστα τεναγίζειν συνάπτοντα τῶι τῆς Ἐρυθρᾶς κόλπωι͵ συνελθούσης δὲ τῆς θαλάττης ἀποκαλυφθῆναι. τὸ δὴ τεναγίζειν τὸν λεχθέντα τόπον συνάπτοντα τῶι τῆς Ἐρυθρᾶς κόλπωι͵ ἀμφίβολόν ἐστιν͵ ἐπειδὴ τὸ συνάπτειν σημαίνει καὶ τὸ συνεγγίζειν καὶ τὸ ψαύειν͵ ὥστε͵ εἰ ὕδατα εἴη͵ σύρρουν εἶναι θάτερον θατέρωι. ἐγὼ μὲν οὖν δέχομαι καὶ τὸ συνεγγίζειν τὰ τενάγη τῆι Ἐρυθρᾶι θαλάττηι͵ ἕως ἀκμὴν ἐκέκλειστο τὰ κατὰ τὰς στήλας στενά͵ ἐκραγέντων δὲ τὴν ἀναχώρησιν γενέσθαι͵ ταπεινωθείσης τῆς ἡμετέρας θαλάττης διὰ τὴν κατὰ τὰς στήλας ἔκρυσιν. Ἵππαρχος δὲ ἐκδεξάμενος τὸ συνάπτειν ταὐτὸν τῶι σύρρουν γενέσθαι τὴν ἡμετέραν θάλατταν τῆι Ἐρυθρᾶι διὰ τὴν πλήρωσιν͵ αἰτιᾶται τί δή ποτε οὐχὶ τῆι κατὰ τὰς στήλας ἐκρύσει μεθισταμένη ἐκεῖσε ἡ καθ᾽ ἡμᾶς θάλαττα συμμεθίστα καὶ τὴν σύρρουν αὐτῆι γενομένην τὴν Ἐρυθράν͵ καὶ ἐν τῆι αὐτῆι διέμεινεν ἐπιφανείαι͵ μὴ ταπεινουμένη· καὶ γὰρ κατ᾽ αὐτὸν Ἐρατοσθένη τὴν ἐκτὸς θάλατταν ἅπασαν σύρρουν εἶναι͵ ὥστε καὶ τὴν ἑσπέριον καὶ τὴν Ἐρυθρὰν θάλατταν μίαν εἶναι. τοῦτο δ᾽ εἰπὼν ἐπιφέρει τὸ ἀκόλουθον͵ τὸ τὸ αὐτὸ ὕψος ἔχειν τήν τε ἔξω στηλῶν θάλατταν καὶ τὴν Ἐρυθρὰν καὶ ἔτι τὴν ταύτηι γεγονυῖαν σύρρουν.

3.14 Ἀλλ᾽ οὔτ᾽ εἰρηκέναι τοῦτό φησιν Ἐρατοσθένης͵ τὸ σύρρουν γεγονέναι κατὰ τὴν πλήρωσιν τῆι Ἐρυθρᾶι͵ ἀλλὰ συνεγγίσαι μόνον͵ οὔτ᾽ ἀκολουθεῖν τῆι μιᾶι καὶ συνεχεῖ θαλάττηι τὸ αὐτὸ ὕψος ἔχειν καὶ τὴν αὐτὴν ἐπιφάνειαν͵ ὥσπερ οὐδὲ τὴν καθ᾽ ἡμᾶς͵ καὶ νὴ Δία τὴν κατὰ τὸ Λέχαιον καὶ τὴν περὶ Κεγχρεάς. ὅπερ καὶ αὐτὸς ὁ Ἵππαρχος ἐπισημαίνεται ἐν τῶι πρὸς αὐτὸν λόγωι· εἰδὼς οὖν τὴν δόξαν αὐτοῦ τοιαύτην ἰδίαι τι πρὸς αὐτὸν λεγέτω͵ καὶ μὴ ἐξ ἑτοίμου λαμβανέτω͵ ὡς ἄρα ὁ φήσας μίαν εἶναι τὴν ἔξω θάλατταν σύμφησι καὶ ὅτι μία ἐστὶν αὐτῆς ἡ ἐπιφάνεια.

3.15 Ψευδῆ δ᾽ εἶναι φήσας τὴν ἐπὶ τοῖς δελφῖσιν ἐπιγραφὴν Κυρηναίων θεωρῶν αἰτίαν ἀποδίδωσιν οὐ πιθανήν͵ ὅτι ἡ μὲν τῆς Κυρήνης κτίσις ἐν χρόνοις φέρεται μνημονευομένοις͵ τὸ δὲ μαντεῖον οὐδεὶς μέμνηται ἐπὶ θαλάττηι ποτὲ ὑπάρξαν. τί γάρ͵ εἰ μηδεὶς μὲν ἱστορεῖ͵ ἐκ δὲ τῶν τεκμηρίων͵ ἐξ ὧν εἰκάζομεν παράλιόν ποτε τὸν τόπον γενέσθαι͵ οἵ τε δελφῖνες ἀνετέθησαν καὶ ἡ ἐπιγραφὴ ἐγένετο ὑπὸ Κυρηναίων θεωρῶν; συγχωρήσας δὲ τῶι μετεωρισμῶι τοῦ ἐδάφους συμμετεωρισθεῖσαν καὶ τὴν θάλατταν ἐπικλύσαι τοὺς μέχρι τοῦ μαντείου τόπους͵ πλέον ἀπὸ θαλάττης διέχοντας τῶν τρισχιλίων σταδίων͵ οὐ συγχωρεῖ τὸν μέχρι τοσούτου μετεωρισμὸν ὥστε καὶ τὴν Φάρον ὅλην καλυφθῆναι καὶ τὰ πολλὰ τῆς Αἰγύπτου͵ ὥσπερ οὐχ ἱκανοῦ ὄντος τοῦ τοσούτου ὕψους καὶ ταῦτα ἐπικλύσαι. φήσας δέ͵ εἴπερ ἐπεπλήρωτο ἐπὶ τοσοῦτον ἡ καθ᾽ ἡμᾶς θάλαττα πρὶν τὸ ἔκρηγμα τὸ κατὰ στήλας γενέσθαι͵ ἐφ᾽ ὅσον εἴρηκεν ὁ Ἐρατοσθένης͵ χρῆναι καὶ τὴν Λιβύην πᾶσαν καὶ τῆς Εὐρώπης τὰ πολλὰ καὶ τῆς Ἀσίας κεκαλύφθαι πρότερον͵ τούτοις ἐπιφέρει διότι καὶ ὁ Πόντος τῶι Ἀδρίαι σύρρους ἂν ὑπῆρξε κατά τινας τόπους͵ ἅτε δὴ τοῦ Ἴστρου ἀπὸ τῶν κατὰ τὸν Πόντον τόπων σχιζομένου καὶ ῥέοντος εἰς ἑκατέραν τὴν θάλατταν διὰ τὴν θέσιν τῆς χώρας. ἀλλ᾽ οὔτ᾽ ἀπὸ τῶν κατὰ τὸν Πόντον μερῶν ὁ Ἴστρος τὰς ἀρχὰς ἔχει͵ ἀλλὰ τἀναντία ἀπὸ τῶν ὑπὲρ τοῦ Ἀδρίου ὀρῶν· οὔτ᾽ εἰς ἑκατέραν τὴν θάλατταν ῥεῖ͵ ἀλλ᾽ εἰς τὸν Πόντον μόνον͵ σχίζεταί τε πρὸς αὐτοῖς μόνον τοῖς στόμασι. κοινὴν δέ τινα τῶν πρὸ αὐτοῦ τισιν ἄγνοιαν ταύτην ἠγνόηκεν͵ ὑπολαβοῦσιν εἶναί τινα ὁμώνυμον τῶι Ἴστρωι ποταμὸν ἐκβάλλοντα εἰς τὸν Ἀδρίαν ἀπεσχισμένον αὐτοῦ͵ ἀφ᾽ οὗ καὶ τὸ γένος Ἴστρων͵ δι᾽ οὗ φέρεται͵ λαβεῖν τὴν προσηγορίαν͵ καὶ τὸν Ἰάσονα ταύτηι ποιήσα σθαι τὸν ἐκ τῶν Κόλχων ἀνάπλουν.

3.16 Πρὸς δὲ τὴν ἀθαυμαστίαν τῶν τοιούτων μεταβολῶν͵ οἵας ἔφαμεν αἰτίας εἶναι τῶν ἐπικλύσεων καὶ τῶν τοιούτων παθῶν͵ οἷα εἴρηται τὰ κατὰ τὴν Σικελίαν καὶ τὰς Αἰόλου νήσους καὶ Πιθηκούσσας͵ ἄξιον παραθεῖναι καὶ ἄλλα πλείω τῶν ἐν ἑτέροις τόποις ὄντων ἢ γενομένων ὁμοίων τούτοις. ἀθρόα γὰρ τὰ τοιαῦτα παραδείγματα πρὸ ὀφθαλμῶν τεθέντα παύσει τὴν ἔκπληξιν. νυνὶ δὲ τὸ ἄηθες ταράττει τὴν αἴσθησιν καὶ δείκνυσιν ἀπειρίαν τῶν φύσει συμβαινόντων καὶ τοῦ βίου παντός͵ οἷον εἴ τις λέγοι τὰ περὶ Θήραν καὶ Θηρασίαν νήσους ἱδρυμένας ἐν τῶι μεταξὺ πόρωι Κρήτης καὶ τῆς Κυρηναίας͵ ὧν ἡ Θήρα μητρόπολίς ἐστι τῆς Κυρήνης͵ καὶ τὴν Αἴγυπτον καὶ πολλὰ μέρη τοιαῦτα τῆς Ἑλλάδος. ἀνὰ μέσον γὰρ Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾽ ἡμέρας τέτταρας͵ ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν͵ ἀνεφύσησαν κατ᾽ ὀλίγον ἐξαιρομένην ὡς ἂν ὀργανικῶς συντιθεμένην ἐκ μύδρων νῆσον ἐπέχουσαν δώ δεκα σταδίων τὴν περίμετρον. μετὰ δὲ τὴν παῦλαν τοῦ πάθους ἐθάρρησαν πρῶτοι Ῥόδιοι θαλαττοκρατοῦντες ἐπιπροσπλεῦσαι τῶι τόπωι καὶ Ποσειδῶνος Ἀσφαλίου ἱερὸν ἱδρύσασθαι κατὰ τὴν νῆσον. ἐν δὲ τῆι Φοινίκηι φησὶ Ποσειδώνιος γενομένου σεισμοῦ καταποθῆναι πόλιν ἱδρυμένην ὑπὲρ Σιδῶνος͵ καὶ αὐτῆς δὲ Σιδῶνος σχεδόν τι τὰ δύο μέρη πεσεῖν͵ ἀλλ᾽ οὐκ ἀθρόως͵ ὥστε μὴ πολὺν φθόρον ἀνθρώπων γενέσθαι. τὸ δ᾽ αὐτὸ πάθος καὶ ἐπὶ τὴν Συρίαν ὅλην διέτεινε͵ μετρίως δέ πως. διέβη δὲ καὶ ἐπί τινας νήσους τάς τε Κυκλάδας καὶ τὴν Εὔβοιαν͵ ὥστε τῆς Ἀρεθούσης (ἔστι δ᾽ ἐν Χαλκίδι κρήνη) τὰς πηγὰς ἀποτυφλωθῆναι͵ συχναῖς δ᾽ ἡμέραις ὕστερον ἀναβλύσαι κατ᾽ ἄλλο στόμιον͵ μὴ παύεσθαι δὲ σειομένην τὴν νῆσον κατὰ μέρη πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ἐν τῶι Ληλάντωι πεδίωι πηλοῦ διαπύρου ποταμὸν ἐξήμεσε.

3.17 Πολλῶν δὲ συναγωγὰς ποιησαμένων τοιαύτας͵ ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου συνηγμένα οἰκείως παρατεθέντα. μνησθεὶς γὰρ τῶν ἐπῶν τούτων κρουνὼ δ᾽ ἵκανον καλλιρρόω͵ ἔνθα τε πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ἡ μὲν γάρ θ᾽ ὕδατι λιαρῶι͵ ἡ δ᾽ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζηι͵ οὐκ ἐᾶι θαυμάζειν͵ εἰ νῦν ἡ μὲν τοῦ ψυχροῦ ὕδατος μένει πηγή͵ ἡ δὲ τοῦ θερμοῦ οὐχ ὁρᾶται. δεῖν γάρ φησιν αἰτιᾶσθαι τὴν ἔκλειψιν τοῦ θερμοῦ ὕδατος. μιμνήσκεται δὲ πρὸς ταῦτα τῶν ὑπὸ Δημοκλέους λεγομένων͵ σεισμούς τινας μεγάλους τοὺς μὲν πάλαι περὶ Λυδίαν γενομένους καὶ Ἰωνίαν μέχρι τῆς Τρωάδος ἱστοροῦντος͵ ὑφ᾽ ὧν καὶ κῶμαι κατεπόθησαν καὶ Σίπυλος κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν ... καὶ ἐξ ἑλῶν λίμναι ἐγένοντο͵ τὴν δὲ Τροίαν ἐπέκλυσε κῦμα. ἡ δὲ Φάρος ἡ κατ᾽ Αἴγυπτον ἦν ποτε πελαγία͵ νῦν δὲ τρόπον τινὰ χερρόνησος γέγονεν· ὡς δ᾽ αὕτως καὶ Τύρος καὶ Κλαζομεναί. ἡμῶν δ᾽ ἐπιδημούντων ἐν Ἀλεξανδρείαι τῆι πρὸς Αἰγύπτωι͵ περὶ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος μετεωρισθὲν τὸ πέλαγος ἐπέκλυσε τὴν γῆν καὶ νῆσον ἐποίησε τὸ ὄρος͵ ὥστε πλωτὴν γενέσθαι τὴν παρὰ τὸ Κάσιον ὁδὸν τὴν ἐς Φοινίκην. οὐδὲν οὖν θαυμαστὸν οὐδ᾽ εἴ ποτε διαστὰς ὁ ἰσθμὸς ἢ ἵζημα λαβὼν ὁ διείργων τὸ Αἰγύπτιον πέλαγος ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης ἀποφανεῖ πορθμὸν καὶ σύρρουν ποιήσει τὴν ἐκτὸς θάλατταν τῆι ἐντός͵ καθάπερ ἐπὶ τοῦ κατὰ τὰς Ἡρακλέους στήλας πορθμοῦ συνέβη. εἴρηται δὲ περὶ τῶν τοιούτων τινὰ καὶ ἐν ἀρχαῖς τῆς πραγματείας͵ ἃ δεῖ συμφέρειν εἰς ἓν καὶ τὴν πίστιν ἰσχυρὰν κατασκευάζειν τῶν τε τῆς φύσεως ἔργων καὶ τῶν ἄλλως γινομένων μεταβολῶν.

3.18 Τόν τε Πειραιᾶ νησιάζοντα πρότερον καὶ πέραν τῆς ἀκτῆς κείμενον οὕτως φασὶν ὀνομασθῆναι· ὑπεναντίως δ᾽ ἡ Λευκὰς Κορινθίων τὸν ἰσθμὸν διακοψάντων νῆσος γέγονεν͵ ἀκτὴ πρότερον οὖσα· περὶ ταύτης γάρ φασι λέγειν τὸν Λαέρτην οἷος Νήριτον εἷλον ἐυκτίμενον πτολίεθρον͵ ἀκτὴν ἠπείροιο· ἐνταῦθα μὲν δὴ διακοπαὶ χειρότμητοι γεγόνασιν͵ ἀλλαχόθι δὲ προσχώσεις ἢ γεφυρώσεις͵ καθάπερ ἐπὶ τῆς πρὸς Συρακούσαις νήσου νῦν μὲν γέφυρά ἐστιν ἡ συνάπτουσα αὐτὴν πρὸς τὴν ἤπειρον͵ πρότερον δὲ χῶμα͵ ὥς φησιν Ἴβυκος͵ λογαίου λίθου͵ ὃν καλεῖ ἐκλεκτόν. Βοῦρα δὲ καὶ Ἑλίκη ἡ μὲν ὑπὸ χάσματος ἡ δ᾽ ὑπὸ κύματος ἠφανίσθη. περὶ Μεθώνην δὲ τὴν ἐν τῶι Ἑρμιονικῶι κόλπωι ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη γενηθέντος ἀναφυσήματος φλογώδους͵ μεθ᾽ ἡμέραν μὲν ἀπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὀδμῆς͵ νύκτωρ δ᾽ ἐκλάμπον πόρρω καὶ θερμαῖνον ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίους πέντε͵ θολερὰν δ᾽ εἶναι καὶ ἐπὶ εἴκοσι σταδίους͵ προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης ἥ τε Ἄρνη κατεπόθη καὶ Μίδεια͵ ἃς ὠνόμακεν ὁ ποιητὴς ἐν τῶι καταλόγωι οἵ τε πολυστάφυλον Ἄρνην ἔχον͵ οἵ τε Μίδειαν. καὶ ὑπὸ τῆς Βιστονίδος δὲ καὶ τῆς νῦν Ἀφνίτιδος λίμνης ἐοίκασι κατακεκλύσθαι πόλεις τινὲς Θραικῶν͵ οἱ δὲ καὶ Τρηρῶν͵ ὡς συνοίκων τοῖς Θραιξὶν ὄντων. καὶ ἡ πρότερον δὲ Ἀρτεμίτα λεγομένη μία τῶν Ἐχινάδων νήσων ἤπειρος γέγονε· καὶ ἄλλας δὲ τῶν περὶ τὸν Ἀχελῶον νησίδων τὸ αὐτὸ πάθος φασὶ παθεῖν ἐκ τῆς ὑπὸ τοῦ ποταμοῦ προχώσεως τοῦ πελάγους͵ συγχοῦνται δὲ καὶ αἱ λοιπαί͵ ὡς Ἡρόδοτός φησι. καὶ Αἰτωλικαὶ δέ τινες ἄκραι εἰσὶ νησίζουσαι πρότερον· καὶ ἡ Ἀστερία ἤλλακται͵ ἣν Ἀστερίδα φησὶν ὁ ποιητής ἔστι δέ τις νῆσος μέσσηι ἁλὶ πετρήεσσα͵ Ἀστερίς͵ οὐ μεγάλη͵ λιμένες δ᾽ ἐνὶ ναύλοχοι αὐτῆι ἀμφίδυμοι· νυνὶ δὲ οὐδ᾽ ἀγκυροβόλιον εὐφυὲς ἔχει. ἔν τε τῆι Ἰθάκηι οὐδέν ἐστιν ἄντρον τοιοῦτον οὐδὲ νυμφαῖον͵ οἷόν φησιν Ὅμηρος· βέλτιον δὲ αἰτιᾶσθαι μεταβολὴν ἢ ἄγνοιαν ἢ κατάψευσιν τῶν τόπων κατὰ τὸ μυθῶδες. τοῦτο μὲν δὴ ἀσαφὲς ὃν [ἐῶ] ἐν κοινῶι σκοπεῖν.

3.19 Ἡ δὲ Ἄντισσα νῆσος ἦν πρότερον͵ ὡς Μυρσίλος φησί· τῆς δὲ Λέσβου καλουμένης πρότερον Ἴσσης͵ καὶ τὴν νῆσον Ἄντισσαν καλεῖσθαι συνέβη· νῦν δὲ τῆς Λέσβου πόλις ἐστίν. οἱ δὲ καὶ τὴν Λέσβον τῆς Ἴδης ἀπερρωγέναι πεπιστεύκασι͵ καθάπερ τὴν Προχύτην καὶ τὴν Πιθηκοῦσσαν τοῦ Μισηνοῦ͵ τὰς δὲ Καπρέας τοῦ Ἀθηναίου͵ τὴν Σικελίαν δὲ τῆς Ῥηγίνης͵ τὴν Ὄσσαν δὲ τοῦ Ὀλύμπου. γεγόνασι δὲ καὶ περὶ ταῦτα τοιαῦται μεταβολαί. καὶ ὁ Λάδων δὲ ὁ ἐν Ἀρκαδίαι ἐπέσχε ποτὲ τὸ ῥεῦμα. Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίους πύλας γῆς͵ ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι. Ἴων δὲ περὶ τῆς Εὐβοίας φησὶν ἐν Ὀμφάληι Σατύροις Εὐβοΐδα μὲν γῆν λεπτὸς εὐρίπου κλύδων Βοιωτίας ἐχώρισ᾽͵ ἀκτὴν ἐκτεμὼν προβλῆτα πορθμῶι.

3.20 Δημήτριος δ᾽ ὁ Καλλατιανὸς τοὺς καθ᾽ ὅλην τὴν Ἑλλάδα γενομένους ποτὲ σεισμοὺς διηγούμενος τῶν τε Λιχάδων νήσων καὶ τοῦ Κηναίου τὰ πολλὰ καταδῦναί φησι͵ τά τε θερμὰ τὰ ἐν Αἰδηψῶι καὶ Θερμοπύλαις ἐπὶ τρεῖς ἡμέρας ἐπισχεθέντα πάλιν ῥυῆναι͵ τὰ δ᾽ ἐν Αἰδηψῶι καὶ καθ᾽ ἑτέρας ἀναρραγῆναι πηγάς· Ὠρεοῦ δὲ τὸ πρὸς θαλάττηι τεῖχος καὶ τῶν οἰκιῶν περὶ ἑπτακοσίας συμπεσεῖν͵ Ἐχίνου τε καὶ Φαλάρων καὶ Ἡρακλείας τῆς Τραχῖνος͵ τῶν μὲν πολὺ μέρος πεσεῖν͵ Φαλάρων δὲ καὶ ἐξ ἐδάφους ἀνατραπῆναι τὸ κτίσμα. παραπλήσια δὲ συμβῆναι καὶ Λαμιεῦσι καὶ Λαρισαίοις· καὶ Σκάρφειαν δ᾽ ἐκ θεμελίων ἀναρριφῆναι͵ καὶ καταδῦναι σώματα χιλίων καὶ ἑπτακοσίων οὐκ ἐλάττω͵ Θρονίους δ᾽ ὑπὲρ ἥμισυ τούτων· κῦμά τε ἐξαρθὲν τριχῆ τὸ μὲν πρὸς Τάρφην ἐνεχθῆναι καὶ Θρόνιον͵ τὸ δὲ πρὸς Θερμοπύλας͵ ἄλλο δὲ εἰς τὸ πεδίον ἕως τοῦ Φωκικοῦ Δαφνοῦντος͵ πηγάς τε ποταμῶν ξηρανθῆναι πρὸς ἡμέρας τινάς· τὸν δὲ Σπερχειὸν ἀλλάξαι τὸ ῥεῖθρον καὶ ποιῆσαι πλωτὰς τὰς ὁδούς͵ τὸν δὲ Βοάγριον κατ᾽ ἄλλης ἐνεχθῆναι φάραγγος͵ καὶ Ἀλόπης δὲ καὶ Κύνου καὶ Ὀποῦντος πολλὰ καταβλαβῆναι μέρη͵ Οἶον δὲ τὸ ὑπερκείμενον φρούριον πᾶν ἀνατραπῆναι͵ Ἐλατείας δὲ τοῦ τείχους καταρραγῆναι μέρος͵ περὶ δὲ Ἄλπωνον θεσμοφορίων ὄντων πέντε καὶ εἴκοσι παρθένους ἀναδραμούσας εἰς πύργον τῶν ἐλλιμενίων κατὰ θέαν͵ πεσόντος τοῦ πύργου͵ πεσεῖν καὶ αὐτὰς εἰς τὴν θάλατταν. λέγουσι δὲ καὶ τῆς Ἀταλάντης τῆς πρὸς Εὐβοίαι τὰ μέσα ῥήγματος γενομένου διάπλουν δέξασθαι͵ μεταξὺ καὶ τῶν πεδίων ἔνια καὶ μέχρι εἴκοσι σταδίων ἐπικλυσθῆναι͵ καὶ τριήρη τινὰ ἐκ τῶν νεωρίων ἐξαιρεθεῖσαν ὑπερπεσεῖν τοῦ τείχους.

3.21 Προστιθέασι δὲ καὶ τὰς ἐκ τῶν μεταστάσεων μεταβολὰς ἐπὶ πλέον τὴν ἀθαυμαστίαν ἡμῖν κατασκευάζειν ἐθέλοντες͵ ἣν ὑμνεῖ Δημόκριτος καὶ οἱ ἄλλοι φιλόσοφοι πάντες· παράκειται γὰρ τῶι ἀθαμβεῖ καὶ ἀταράχωι καὶ ἀνεκπλήκτωι. οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετωικισμένων (οὓς ὁ Ἀράξης͵ ὥς φησιν Ἀπολλόδωρος͵ ἀπὸ τῆς Ἀρμενίας ὁρίζει͵ Κῦρος δὲ μᾶλλον καὶ τὰ ὄρη τὰ Μοσχικά)͵ Αἰγυπτίων δ᾽ εἴς τε Αἰθίοπας καὶ Κόλχους͵ Ἑνετῶν δ᾽ ἐκ Παφλαγονίας ἐπὶ τὸν Ἀδρίαν. ἅπερ καὶ ἐπὶ τῶν Ἑλληνικῶν ἐθνῶν συνέβη͵ Ἰώνων καὶ Δωριέων καὶ Ἀχαιῶν καὶ Αἰολέων· καὶ Αἰνιᾶνες οἱ νῦν Αἰτωλοῖς ὅμοροι περὶ τὸ Δώτιον ὤικουν καὶ τὴν Ὄσσαν μετὰ Περραιβῶν· καὶ αὐτοὶ δὲ Περραιβοὶ μετανάσται τινές. πλήρης δέ ἐστι τῶν τοιούτων παραδειγμάτων ἡ νῦν ἐνεστῶσα πραγματεία. τινὰ μὲν οὖν καὶ πρόχειρα τοῖς πολλοῖς ἐστιν· αἱ δὲ τῶν Καρῶν καὶ Τρηρῶν καὶ Τεύκρων μεταναστάσεις καὶ Γαλατῶν͵ ὁμοῦ δὲ καὶ τῶν ἡγεμόνων οἱ ἐπὶ πολὺ ἐκτοπισμοί͵ Μάδυός τε τοῦ Σκυθικοῦ καὶ Τεαρκὼ τοῦ Αἰθίοπος καὶ Κώβου τοῦ Τρηρὸς καὶ Σεσώστριος καὶ Ψαμμιτίχου τῶν Αἰγυπτίων καὶ Περσῶν τῶν ἀπὸ Κύρου μέχρι Ξέρξου οὐχ ὁμοίως ἐν ἑτοίμωι πᾶσίν εἰσιν. οἵ τε Κιμμέριοι͵ οὓς καὶ Τρῆρας ὀνομάζουσιν͵ ἢ ἐκείνων τι ἔθνος͵ πολλάκις ἐπέδραμον τὰ δεξιὰ μέρη τοῦ Πόντου καὶ τὰ συνεχῆ αὐτοῖς͵ τοτὲ μὲν ἐπὶ Παφλαγόνας τοτὲ δὲ καὶ Φρύγας ἐμβαλόντες͵ ἡνίκα Μίδαν αἷμα ταύρου πιόντα φασὶν ἀπελθεῖν εἰς τὸ χρεών. Λύγδαμις δὲ τοὺς αὑτοῦ ἄγων μέχρι Λυδίας καὶ Ἰωνίας ἤλασε καὶ Σάρδεις εἷλεν͵ ἐν Κιλικίαι δὲ διεφθάρη. πολλάκις δὲ καὶ οἱ Κιμμέριοι καὶ οἱ Τρῆρες ἐποιήσαντο τὰς τοιαύτας ἐφόδους· τοὺς δὲ Τρῆρας καὶ Κῶβον ὑπὸ Μάδυος τὸ τελευταῖον ἐξελαθῆναί φασι τοῦ τῶν Σκυθῶν βασιλέως. ταῦτα μὲν εἰρήσθω πρὸς ἅπασαν κοινῆι τὴν περίοδον τῆς γῆς ἔχοντα οἰκείαν ἱστορίαν.

3.22 Ἐπάνιμεν δ᾽ ἐπὶ τὰ ἑξῆς ἀφ᾽ ὧν παρέβημεν. τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος͵ μηδὲ γὰρ ὑπερνοτίους͵ γελοίαν φησὶν εἶναι τὴν ἀπόδειξιν καὶ ὁμοίαν ὁ Ἐρατοσθένης τῶι σοφίσματι τούτωι͵ εἴ τις λέγοι μηδένας εἶναι ἐπιχαιρεκάκους͵ μηδὲ γὰρ ἐπιχαιραγάθους. κατὰ τύχην τε εἶναι καὶ ὑπερνοτίους· κατὰ γοῦν τὴν Αἰθιοπίαν μὴ πνεῖν νότον͵ ἀλλὰ κατωτέρω. θαυμαστὸν δ᾽ εἰ καθ᾽ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου͵ ἔστι τις οἴκησις ἐν ἧι τοῦτο μὴ συμβαίνει. τοὐναντίον γὰρ οὐ μόνον Αἰθιοπία ἔχοι ἂν τὸν καθ᾽ ἡμᾶς νότον͵ ἀλλὰ καὶ ἡ ἀνωτέρω πᾶσα μέχρι τοῦ ἰσημερινοῦ. εἰ δ᾽ ἄρα͵ τοῦ Ἡροδότου τοῦτ᾽ ἐχρῆν αἰτιᾶσθαι͵ ὅτι τοὺς ὑπερβορείους τούτους ὑπέλαβε λέγεσθαι͵ παρ᾽ οἷς ὁ βορέας οὐ πνεῖ. καὶ γὰρ εἰ οἱ ποιηταὶ μυθικώτερον οὕτω φασίν͵ οἵ γ᾽ ἐξηγούμενοι τὸ ὑγιὲς ἂν ἀκούσαιεν͵ ὑπερβορείους τοὺς βορειοτάτους λέγεσθαι. ὅρος δὲ τῶν μὲν βορείων ὁ πόλος͵ τῶν δὲ νοτίων ὁ ἰσημερινός· καὶ τῶν ἀνέμων δ᾽ ὁ αὐτὸς ὅρος.

3.23 Ἑξῆς δὲ λέγει πρὸς τοὺς φανερῶς πεπλασμένα καὶ ἀδύνατα λέγοντας͵ τὰ μὲν ἐν μύθου σχήματι τὰ δ᾽ ἱστορίας͵ περὶ ὧν οὐκ ἄξιον μεμνῆσθαι· οὐδ᾽ ἐκεῖνον ἐχρῆν ἐν ὑποθέσει τοιαύτηι φλυάρους ἐπισκοπεῖν.


Κεφάλαιο 4

4.1 Ἡ μὲν οὖν πρώτη διέξοδος αὐτῶι τῶν ὑπομνημά των τοιαύτη. ἐν δὲ τῆι δευτέραι πειρᾶται διόρθωσίν τινα ποιεῖσθαι τῆς γεωγραφίας καὶ τὰς ἑαυτοῦ λέγει ὑπολήψεις͵ πρὸς ἃς πάλιν εἰ ἔστι τις ἐπανόρθωσις͵ πειρατέον προσφέρειν. τὸ μὲν οὖν τὰς μαθηματικὰς ὑποθέσεις εἰσάγειν καὶ φυσικὰς εὖ λέγεται͵ καὶ ὅτι εἰ σφαιροειδὴς ἡ γῆ καθάπερ καὶ ὁ κόσμος͵ περιοικεῖται͵ καὶ τὰ ἄλλα τὰ τοιαῦτα. εἰ δὲ τηλικαύτη ἡλίκην αὐτὸς εἴρηκεν͵ οὐχ ὁμολογοῦσιν οἱ ὕστερον͵ οὐδ᾽ ἐπαινοῦσι τὴν ἀναμέτρησιν· ὅμως δὲ πρὸς τὴν σημείωσιν τῶν κατὰ τὰς οἰκήσεις ἑκάστας φαινομένων προσχρῆται τοῖς διαστήμασιν ἐκείνοις Ἵππαρχος ἐπὶ τοῦ διὰ Μερόης καὶ Ἀλεξανδρείας καὶ Βορυσθένους μεσημβρινοῦ͵ μικρὸν παραλλάττειν φήσας παρὰ τὴν ἀλήθειαν. καὶ περὶ τοῦ σχήματος δ᾽ ἐν τοῖς ἑξῆς διὰ πλειόνων [λέγων] καὶ δεικνύς͵ ὅτι σφαιροειδὴς καὶ ἡ γῆ σὺν τῆι ὑγρᾶι φύσει καὶ ὁ οὐρανός͵ ἀλλοτριολογεῖν ἂν δόξειεν· ἀρκεῖ γὰρ τὸ ἐπὶ μικρόν.

4.2 Ἑξῆς δὲ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζων φησὶν ἀπὸ μὲν Μερόης ἐπὶ τοῦ δι᾽ αὐτῆς μεσημβρινοῦ μέχρι Ἀλεξανδρείας εἶναι μυρίους͵ ἐνθένδε εἰς τὸν Ἑλλήσποντον περὶ ὀκτακισχιλίους ἑκατόν͵ εἶτ᾽ εἰς Βορυσθένη πεντακισχιλίους͵ εἶτ᾽ ἐπὶ τὸν κύκλον τὸν διὰ Θούλης (ἥν φησι Πυθέας ἀπὸ μὲν τῆς Βρεττανικῆς ἓξ ἡμερῶν πλοῦν ἀπέχειν πρὸς ἄρκτον͵ ἐγγὺς δ᾽ εἶναι τῆς πεπηγυίας θαλάττης) ἄλλους ὡς μυρίους χιλίους πεντακοσίους. ἐὰν οὖν ἔτι προσθῶμεν ὑπὲρ τὴν Μερόην ἄλλους τρισχιλίους τετρακοσίους͵ ἵνα τὴν τῶν Αἰγυπτίων νῆσον ἔχωμεν καὶ τὴν Κινναμωμοφόρον καὶ τὴν Ταπροβάνην͵ ἔσεσθαι σταδίους τρισμυρίους ὀκτακισχιλίους.

4.3 Τὰ μὲν οὖν ἄλλα διαστήματα δεδόσθω αὐτῶι· ὡμολόγηται γὰρ ἱκανῶς· τὸ δ᾽ ἀπὸ τοῦ Βορυσθένους ἐπὶ τὸν διὰ Θούλης κύκλον τίς ἂν δοίη νοῦν ἔχων; ὅ τε γὰρ ἱστορῶν τὴν Θούλην Πυθέας ἀνὴρ ψευδίστατος ἐξήτασται͵ καὶ οἱ τὴν Βρεττανικὴν [καὶ] Ἰέρνην ἰδόντες οὐδὲν περὶ τῆς Θούλης λέγουσιν͵ ἄλλας νήσους λέγοντες μικρὰς περὶ τὴν Βρεττανικήν· αὐτή τε ἡ Βρεττανικὴ τὸ μῆκος ἴσως πώς ἐστι τῆι Κελτικῆι παρεκτεταμένη͵ τῶν πεντακισχιλίων σταδίων οὐ μείζων καὶ τοῖς ἄκροις τοῖς ἀντικειμένοις ἀφοριζομένη. ἀντίκειται γὰρ ἀλλήλοις τά τε ἑῶια ἄκρα τοῖς ἑώιοις καὶ τὰ ἑσπέρια τοῖς ἑσπερίοις͵ καὶ τά γε ἑῶια ἐγγὺς ἀλλήλων ἐστὶ μέχρις ἐπόψεως͵ τό τε Κάντιον καὶ αἱ τοῦ Ῥήνου ἐκβολαί. ὁ δὲ πλειόνων ἢ δισμυρίων τὸ μῆκος ἀποφαίνει τῆς νήσου͵ καὶ τὸ Κάντιον ἡμερῶν τινων πλοῦν ἀπέχειν τῆς Κελτικῆς φησι· καὶ τὰ περὶ τοὺς Ὠστιμίους δὲ καὶ τὰ πέραν τοῦ Ῥήνου τὰ μέχρι Σκυθῶν πάντα κατέψευσται τῶν τόπων. ὅστις οὖν περὶ τῶν γνωριζομένων τόπων τοσαῦτα ἔψευσται͵ σχολῆι γ᾽ ἂν περὶ τῶν ἀγνοουμένων παρὰ πᾶσιν ἀληθεύειν δύναιτο.

4.4 Τὸν δὲ διὰ τοῦ Βορυσθένους παράλληλον τὸν αὐτὸν εἶναι τῶι διὰ τῆς Βρεττανικῆς εἰκάζουσιν Ἵππαρχός τε καὶ ἄλλοι ἐκ τοῦ τὸν αὐτὸν εἶναι καὶ τὸν διὰ Βυζαντίου τῶι διὰ Μασσαλίας· ὃν γὰρ λόγον εἴρηκε [Πυθέας] τοῦ ἐν Μασσαλίαι γνώμονος πρὸς τὴν σκιάν͵ τὸν αὐτὸν καὶ Ἵππαρχος κατὰ τὸν ὁμώνυμον καιρὸν εὑρεῖν ἐν τῶι Βυζαντίωι φησίν. ἐκ Μασσαλίας δὲ εἰς μέσην τὴν Βρεττανικὴν οὐ πλέον τῶν πεντακισχιλίων ἐστὶ σταδίων. ἀλλὰ μὴν ἐκ μέσης τῆς Βρεττανικῆς οὐ πλέον τῶν τετρακισχιλίων προελθὼν εὕροις ἂν οἰκήσιμον ἄλλως πως (τοῦτο δ᾽ ἂν εἴη τὸ περὶ τὴν Ἰέρνην)͵ ὥστε τὰ ἐπέκεινα͵ εἰς ἃ ἐκτοπίζει τὴν Θούλην͵ οὐκέτ᾽ οἰκήσιμα. τίνι δ᾽ ἂν καὶ στοχασμῶι λέγοι τὸ ἀπὸ τοῦ διὰ Θούλης ἕως τοῦ διὰ Βορυσθένους μυρίων καὶ χιλίων πεντακοσίων͵ οὐχ ὁρῶ.

4.5 Διαμαρτὼν δὲ τοῦ πλάτους ἠνάγκασται καὶ τοῦ μήκους ἀστοχεῖν. ὅτι μὲν γὰρ πλέον ἢ διπλάσιον τὸ γνώριμον μῆκός ἐστι τοῦ γνωρίμου πλάτους͵ ὁμολογοῦσι καὶ οἱ ὕστερον καὶ τῶν παλαιῶν οἱ χαριέστατοι· λέγω δὲ τὸ ἀπὸ τῶν ἄκρων τῆς Ἰνδικῆς ἐπὶ τὰ ἄκρα τῆς Ἰβηρίας͵ τοῦ ἀπ᾽ Αἰθιόπων ἕως τοῦ κατὰ Ἰέρνην κύκλου. ὁρίσας δὲ τὸ λεχθὲν πλάτος͵ τὸ ἀπὸ τῶν ἐσχάτων Αἰθιόπων μέχρι τοῦ διὰ Θούλης ἐκτείνει πλέον ἢ δεῖ τὸ μῆκος͵ ἵνα ποιήσηι πλέον ἢ διπλάσιον τοῦ λεχθέντος πλάτους. φησὶ δ᾽ οὖν τὸ μὲν τῆς Ἰνδικῆς μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τὸ στενώτατον σταδίων μυρίων ἑξακισχιλίων (τὸ γὰρ ἐπὶ τὰ ἀκρωτήρια τεῖνον τρισχιλίοις εἶναι μεῖζον)͵ τὸ δὲ ἔνθεν ἐπὶ Κασπίους πύλας μυρίων τετρακισχιλίων͵ εἶτ᾽ ἐπὶ τὸν Εὐφράτην μυρίων͵ ἐπὶ δὲ τὸν Νεῖλον ἀπὸ τοῦ Εὐφράτου πεντακισχιλίων͵ ἄλλους δὲ χιλίους καὶ τριακοσίους μέχρι Κανωβικοῦ στόματος͵ εἶτα μέχρι τῆς Καρχηδόνος μυρίους τρισχιλίους πεντακοσίους͵ εἶτα μέχρι στηλῶν ὀκτακισχιλίους τοὐλάχιστον· ὑπεραίρειν δὴ τῶν ἑπτὰ μυριάδων ὀκτακοσίους. δεῖν δὲ ἔτι προσθεῖναι τὸ ἐκτὸς Ἡρακλείων στηλῶν κύρτωμα τῆς Εὐρώπης͵ ἀντικείμενον μὲν τοῖς Ἴβηρσι προπεπτωκὸς δὲ πρὸς τὴν ἑσπέραν͵ οὐκ ἔλαττον σταδίων τρισχιλίων͵ καὶ τὰ ἀκρωτήρια τά τε ἄλλα καὶ τὸ τῶν Ὠστιμίων͵ ὃ καλεῖται Κάβαιον͵ καὶ τὰς κατὰ τοῦτο νήσους͵ ὧν τὴν ἐσχάτην Οὐξισάμην φησὶ Πυθέας ἀπέχειν ἡμερῶν τριῶν πλοῦν. ταῦτα δ᾽ εἰπὼν τὰ τελευταῖα οὐδὲν πρὸς τὸ μῆκος συντείνοντα προσέθηκε τὰ περὶ τῶν ἀκρωτηρίων καὶ τῶν Ὠστιμίων καὶ τῆς Οὐξισάμης καὶ ὧν φησι νήσων· ταῦτα γὰρ πάντα προσάρκτιά ἐστι καὶ Κελτικά͵ οὐκ Ἰβηρικά͵ μᾶλλον δὲ Πυθέου πλάσματα. προστίθησί τε τοῖς εἰρημένοις τοῦ μήκους διαστήμασιν ἄλλους σταδίους δισχιλίους μὲν πρὸς τῆι δύσει͵ δισχιλίους δὲ πρὸς τῆι ἀνατολῆι͵ ἵνα σώσηι τὸ πλέον ἢ διπλάσιον τὸ μῆκος τοῦ πλάτους εἶναι.

4.6 Παραμυθούμενος δ᾽ ἐπὶ πλέον͵ ὅτι κατὰ φύσιν ἐστὶ τὸ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν διάστημα μεῖζον λέγειν͵ κατὰ φύσιν φησὶν εἶναι ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν μακροτέραν εἶναι τὴν οἰκουμένην͵ καθάπερ εἰρήκαμεν· ... ὡς οἱ μαθηματικοί φασι͵ κύκλον συνάπτειν͵ συμβάλλουσαν αὐτὴν ἑαυτῆι͵ ὥστ᾽ εἰ μὴ τὸ μέγεθος τοῦ Ἀτλαντικοῦ πελάγους ἐκώλυε͵ κἂν πλεῖν ἡμᾶς ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰνδικὴν διὰ τοῦ αὐτοῦ παραλλήλου͵ τὸ λοιπὸν μέρος παρὰ τὸ λεχθὲν διάστημα ὑπὲρ τὸ τρίτον μέρος ὂν τοῦ ὅλου κύκλου· εἴπερ ὁ δι᾽ Ἀθηνῶν ἐλάττων ἐστὶν εἴκοσι μυριάδων͵ ὅπου πεποιήμεθα τὸν εἰρημένον σταδιασμὸν ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Ἰβηρίαν. οὐδὲ ταῦτα οὖν εὖ λέγει· οὗτος γὰρ ὁ λόγος περὶ μὲν τῆς εὐκράτου καὶ καθ᾽ ἡμᾶς ζώνης λέγοιτ᾽ ἂν κατὰ τοὺς μαθηματικούς͵ ἧς μέρος ἡ οἰκουμένη ἐστί͵ περὶ δὲ τῆς οἰκουμένης ... καλοῦμεν γὰρ οἰκουμένην ἣν οἰκοῦμεν καὶ γνωρίζομεν· ἐνδέχεται δὲ ἐν τῆι αὐτῆι εὐκράτωι ζώνηι καὶ δύο οἰκουμένας εἶναι ἢ καὶ πλείους͵ καὶ μάλιστα ἐγγὺς τοῦ δι᾽ Ἀθηνῶν κύκλου τοῦ διὰ τοῦ Ἀτλαντικοῦ πελάγους γρα φομένου. πάλιν δὲ ἐπιμένων τῆι περὶ τοῦ σφαιροειδῆ τὴν γῆν εἶναι ἀποδείξει τῆς αὐτῆς ἐπιτιμήσεως ἂν τυγχάνοι. ὡς δ᾽ αὕτως καὶ πρὸς τὸν Ὅμηρον οὐ παύεται περὶ τῶν αὐτῶν διαφερόμενος.

4.7 Ἑξῆς δὲ περὶ τῶν ἠπείρων εἰπὼν γεγονέναι πολὺν λόγον͵ καὶ τοὺς μὲν τοῖς ποταμοῖς διαιρεῖν αὐτὰς τῶι τε Νείλωι καὶ τῶι Τανάιδι νήσους ἀποφαίνοντας͵ τοὺς δὲ τοῖς ἰσθμοῖς τῶι τε μεταξὺ τῆς Κασπίας καὶ τῆς Ποντικῆς θαλάσσης καὶ τῶι μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τοῦ Ἐκρήγματος͵ τούτους δὲ χερρονήσους αὐτὰς λέγειν͵ οὐχ ὁρᾶν φησι πῶς ἂν εἰς πράγματα καταστρέφοι ἡ ζήτησις αὕτη͵ ἀλλὰ μόνον ἔριν διαιτώντων κατὰ Δημόκριτον εἶναι. μὴ ὄντων γὰρ ἀκριβῶν ὅρων͵ καθάπερ Κολυττοῦ καὶ Μελίτης͵ οἷον στηλῶν ἢ περιβόλων͵ τοῦτο μὲν ἔχειν φάναι ἡμᾶς ὅτι τουτὶ μέν ἐστι Κολυττὸς τουτὶ δὲ Μελίτη͵ τοὺς ὅρους δὲ μὴ ἔχειν εἰπεῖν. διὸ καὶ συμβαίνειν κρίσεις πολλάκις περὶ χωρίων τινῶν͵ καθάπερ Ἀργείοις μὲν καὶ Λακεδαιμονίοις περὶ Θυρέας͵ Ἀθηναίοις δὲ καὶ Βοιωτοῖς περὶ Ὠρωποῦ. ἄλλως τε τοὺς Ἕλληνας τὰς τρεῖς ἠπείρους ὀνομάσαι οὐκ εἰς τὴν οἰκουμένην ἀποβλέψαντας͵ ἀλλ᾽ εἴς τε τὴν σφετέραν καὶ τὴν ἀπαντικρὺ τὴν Καρικήν͵ ἐφ᾽ ἧι νῦν Ἴωνες καὶ οἱ ἑξῆς· χρόνωι δὲ ἐπὶ πλέον προϊόντας ἀεὶ καὶ πλειόνων γνωριζομένων χωρῶν εἰς τοῦτο καταστρέψαι τὴν διαίρεσιν. πότερον οὖν οἱ πρῶτοι διορίσαντες τὰς τρεῖς͵ ἵνα ἀπὸ τῶν ἐσχάτων ἄρξωμαι διαιτῶν τὴν ἔριν͵ μὴ κατὰ Δημόκριτον ἀλλὰ κατ᾽ αὐτόν͵ οὗτοι ἦσαν οἱ πρῶτοι τὴν σφετέραν ἀπὸ τῆς ἀντικειμένης τῆς τῶν Καρῶν διορίσαι ζητοῦντες; ἢ οὗτοι μὲν τὴν Ἑλλάδα ἐπενόουν μόνην καὶ τὴν Καρίαν καὶ ὀλίγην τὴν συνεχῆ͵ οὔτε δ᾽ Εὐρώπην οὔτε Ἀσίαν ὡσαύτως οὔτε Λιβύην͵ οἱ δὲ λοιποὶ ἐπιόντες ὅση ἦν ἱκανὴ ὑπογράψαι τὴν τῆς οἰκουμένης ἐπίνοιαν͵ οὗτοί εἰσιν οἱ εἰς τρία διαιροῦντες; πῶς οὖν οὐ τῆς οἰκουμένης ἐποιοῦντο διαίρεσιν; τίς δὲ τρία μέρη λέγων καὶ καλῶν ἤπειρον ἕκαστον τῶν μερῶν οὐ προσεπινοεῖ τὸ ὅλον͵ οὗ τὸν μερισμὸν ποιεῖται; εἰ δ᾽ ἐπινοοῖ μὲν μὴ τὴν οἰκουμένην͵ μέρους δέ τινος αὐτῆς τὸν μερισμὸν ποιοῖτο͵ τίνος ἄν τις μέρους τῆς οἰκου μένης μέρος εἶπε τὴν Ἀσίαν ἢ τὴν Εὐρώπην ἢ ὅλως ἤπειρον; ταῦτα γὰρ εἴρηται παχυμερῶς.

4.8 Ἔτι δὲ παχυμερέστερον τὸ φήσαντα μὴ ὁρᾶν εἰς τί πραγματικὸν καταστρέφει τὸ τοὺς ὅρους ζητεῖν͵ παραθεῖναι τὸν Κολυττὸν καὶ τὴν Μελίτην͵ εἶτ᾽ εἰς τἀναντία περιτρέπεσθαι. εἰ γὰρ οἱ περὶ Θυρεῶν καὶ Ὠρωποῦ πόλεμοι διὰ τὰς τῶν ὅρων ἀγνοίας ἀπέβησαν͵ εἰς πραγματικόν τι καταστρέφον τὸ διαχωρίζειν τὰς χώρας· ἢ τοῦτο λέγει͵ ὡς ἐπὶ μὲν τῶν χωρίων καὶ νὴ Δία τῶν καθ᾽ ἕκαστα ἐθνῶν πραγματικὸν τὸ διορίζειν ἀκριβῶς͵ ἐπὶ δὲ τῶν ἠπείρων περιττόν; καίτοι οὐδὲ ἐνταῦθα ἧττον οὐδέν· γένοιτο γὰρ ἂν καὶ ἐπὶ τούτων ἡγεμόσι μεγάλοις ἀμφισβήτησις͵ τῶι μὲν ἔχοντι τὴν Ἀσίαν͵ τῶι δὲ τὴν Λιβύην͵ ὁποτέρου δή ἐστιν ἡ Αἴγυπτος͵ δηλονότι ἡ κάτω λεγομένη τῆς Αἰγύπτου χώρα. κἂν ἐάσηι δέ τις τοῦτο διὰ τὸ σπάνιον͵ ἄλλως φατέον διαιρεῖσθαι τὰς ἠπείρους κατὰ μέγαν διορισμὸν καὶ πρὸς τὴν οἰκουμένην ὅλην ἀναφερόμενον· καθ᾽ ὃν οὐδὲ τούτου φροντιστέον͵ εἰ οἱ τοῖς ποταμοῖς διορίσαντες ἀπολείπουσί τινα χωρία ἀδιόριστα͵ τῶν ποταμῶν μὴ μέχρι τοῦ ὠκεανοῦ διηκόντων μηδὲ νήσους ὡς ἀληθῶς ἀπολειπόντων τὰς ἠπείρους.

4.9 Ἐπὶ τέλει δὲ τοῦ ὑπομνήματος οὐκ ἐπαινέσας τοὺς δίχα διαιροῦντας ἅπαν τὸ τῶν ἀνθρώπων πλῆθος εἴς τε Ἕλληνας καὶ βαρβάρους͵ καὶ τοὺς Ἀλεξάνδρωι παραινοῦντας τοῖς μὲν Ἕλλησιν ὡς φίλοις χρῆσθαι τοῖς δὲ βαρβάροις ὡς πολεμίοις͵ βέλτιον εἶναί φησιν ἀρετῆι καὶ κακίαι διαιρεῖν ταῦτα. πολλοὺς γὰρ καὶ τῶν Ἑλλήνων εἶναι κακοὺς καὶ τῶν βαρβάρων ἀστείους͵ καθάπερ Ἰνδοὺς καὶ Ἀριανούς͵ ἔτι δὲ Ῥωμαίους καὶ Καρχηδονίους οὕτω θαυμαστῶς πολιτευομένους. διόπερ τὸν Ἀλέξανδρον ἀμελήσαντα͵ ὅσους οἷόν τ᾽ ἦν ἀποδέχεσθαι τῶν εὐδοκίμων ἀνδρῶν καὶ εὐεργετεῖν· ὥσπερ δι᾽ ἄλλο τι τῶν οὕτω διελόντων τοὺς μὲν ἐν ψόγωι τοὺς δ᾽ ἐν ἐπαίνωι τιθεμένων͵ ἢ διότι τοῖς μὲν ἐπικρατεῖ τὸ νόμιμον καὶ τὸ παιδείας καὶ λόγων οἰκεῖον͵ τοῖς δὲ τἀναντία. καὶ ὁ Ἀλέξανδρος οὖν οὐκ ἀμελήσας τῶν παραινούντων͵ ἀλλ᾽ ἀποδεξάμενος τὴν γνώμην τὰ ἀκόλουθα͵ οὐ τὰ ἐναντία ἐποίει͵ πρὸς τὴν διάνοιαν σκοπῶν τὴν τῶν ἐπεσταλκότων.