Βιβλίον ε΄
Συγγραφέας:
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870.


περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρακλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δ᾽ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον· Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν ξυμβάλοι τις ὁπόσα, μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. τὸ δὲ τῆς Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου, σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα.

τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κελτοὺς εἶδον, ὁποῖαι λέγονται, τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, δι᾽ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοι τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν. ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπ᾽ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. πιστοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον, ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνήσκοντας, ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα, τὰ γὰρ ἐκείνης ἀνισοῖ μέτρα ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος.

ἡμέρα δ᾽ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελτοὺς μὲν κατ᾽ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον.

τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα· γήρως οὖν βωμὸν ἵδρυνται καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται, βωμοὶ δὲ ἐκεῖ καὶ πενίας καὶ τέχνης καὶ Ἡρακλέους Αἰγυπτίου καὶ ἕτεροι τοῦ Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα γῆν ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναί φασι τὰ Γάδειρα καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον· ἀσπάζεσθαι γοῦν Ἀθηναίους Ἑλλήνων μάλιστα καὶ Μενεσθεῖ τῷ Ἀθηναίῳ θύειν καὶ Θεμιστοκλέα δὲ τὸν ναύμαχον σοφίας τε καὶ ἀνδρείας ἀγασθέντες χαλκοῦν ἵδρυνται ἐννοῦν καὶ ὥσπερ χρησμῷ ἐφιστάντα.

ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος, ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. ἡ δὲ νῆσος, ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου — τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαί φασι κἀνταῦθα — λίθου ὄντα. ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ, ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν, ᾧ εἴκασται, θαυμάζεσθαι δ᾽ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφ᾽ ὅ τι, οὔτε αὐτὸς ὁ Δάμις ξυνιδεῖν φησιν οὔτε ἐκείνων ἀκοῦσαι. τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀργύρου ξυντετηκότοιν ἐς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς ὑπὲρ πῆχυν τετραγώνου τέχνης, ὥσπερ οἱ ἄκμονες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν, οὔτε οἵοις ξυμβαλεῖν. ὁ δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον, ‘οὐ ξυγχωρεῖ μοι’ ἔφη ‘ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέγειν, ὁπόσα οἶδα· γῆς καὶ Ὠκεανοῦ ξύνδεσμοι αἵδε αἱ στῆλαί εἰσιν, ἐπεγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγένοιτο μήτε ἀτιμάσειαν τὴν φιλότητα, ἣν ἀλλήλων ἴσχουσιν.’

φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης. τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.

διαλέξεις δὲ τῷ Ἀπολλωνίῳ περὶ τῶν ἐκεῖ παραπεσόντων ὁ Δάμις πλείους μὲν γενέσθαι φησίν, ἀξίας δὲ τοῦ ἀναγράψαι τάσδε· καθημένων ποτὲ αὐτῶν ἐς τὸ Ἡράκλειον ἀναγελάσας ὁ Μένιππος, ἀναμέμνητο δὲ ἄρα τοῦ Νέρωνος ‘τί’ ἔφη ‘τὸν γενναῖον ἡγώμεθα; τίνας’ ἔφη ‘ἐστεφανῶσθαι τῶν ἀγώνων; τοὺς δὲ βελτίστους Ἕλληνας οὐ ξὺν ὅλῳ γέλωτι φοιτᾶν ἐς τὰς πανηγύρεις;’ ὁ δὲ Ἀπολλώνιος ‘ὡς μὲν ἐγὼ’ ἔφη ‘Τελεσίνου ἤκουον, δέδιεν ὁ χρηστὸς Νέρων τὰς Ἠλείων μάστιγας· παρακελευομένων γὰρ αὐτῷ τῶν κολάκων νικᾶν τὰ Ὀλύμπια καὶ ἀνακηρύττειν τὴν Ῥώμην ‘ἤν γε’ ἔφη ‘μὴ βασκήνωσιν Ἠλεῖοι, λέγονται γὰρ μαστιγοῦν καὶ φρονεῖν ὑπὲρ ἐμέ’, πολλὰ δὲ καὶ ἄλλα ἀνοητότερα τούτων προανεφώνησεν. ἐγὼ δὲ νικήσειν μὲν Νέρωνα ἐν Ὀλυμπίᾳ φημί, τίς γὰρ οὕτω θρασύς, ὡς ἐναντίαν θέσθαι; Ὀλύμπια δὲ οὐ νικήσειν, ἅτε μηδὲ ἐν ὥρᾳ ἄγουσι· πατρίου μὲν γὰρ τοῖς Ὀλυμπίοις τοῦ πέρυσιν ἐνιαυτοῦ ὄντος ἐκέλευσε τοὺς Ἠλείους Νέρων ἀναβαλέσθαι αὐτὰ ἐς τὴν ἑαυτοῦ ἐπιδημίαν, ὡς ἐκείνῳ μᾶλλον ἢ τῷ Διὶ θύσοντας· τραγῳδίαν δ᾽ ἐπαγγεῖλαι καὶ κιθαρῳδίαν ἀνδράσιν, οἷς μήτε θέατρόν ἐστι μήτε σκηνὴ πρὸς τὰ τοιαῦτα, στάδιον δὲ αὐτοφυὲς καὶ γυμνὰ πάντα, τὸν δὲ νικᾶν, ἃ χρὴ ἐγκαλύπτεσθαι, καὶ τὴν Αὐγούστου τε καὶ Ἰουλίου σκευὴν ῥίψαντα μεταμφιέννυσθαι νῦν τὴν Ἀμοιβέως καὶ Τερπνοῦ τί φήσεις; καὶ τὰ μὲν Κρέοντός τε καὶ Οἰδίποδος οὕτως ἐξακριβοῦν, ὡς δεδιέναι, μή πη λάθῃ ἁμαρτὼν θύρας ἢ στολῆς ἢ σκήπτρου, ἑαυτοῦ δὲ καὶ Ῥωμαίων οὕτως ἐκπίπτειν, ὡς ἀντὶ τοῦ νομοθετεῖν νόμους ᾄδειν καὶ ἀγείρειν ἔξω θυρῶν, ὧν ἔσω χρὴ καθῆσθαι τὸν βασιλέα χρηματίζοντα ὑπὲρ γῆς καὶ θαλάττης; εἰσίν, ὦ Μένιππε, τραγῳδοὶ πλείους, ἐς οὓς Νέρων ἑαυτὸν γράφει· τί οὖν; εἴ τις αὐτῶν μετὰ τὸν Οἰνόμαον ἢ τὸν Κρεσφόντην ἀπελθὼν τοῦ θεάτρου μεστὸς οὕτω τοῦ προσωπείου γένοιτο, ὡς ἄρχειν μὲν ἑτέρων βούλεσθαι, τύραννον δὲ αὑτὸν ἡγεῖσθαι, τί καὶ φήσεις τοῦτον; ἆρ᾽ οὐκ ἐλλεβόρου δεῖσθαι καὶ φαρμακοποσίας, ὁπόση τοὺς νοῦς ἐκκαθαίρει; εἰ δ᾽ αὐτὸς ὁ τυραννεύων ἐς τραγῳδοὺς καὶ τεχνίτας τὰ πράγματα ἑαυτοῦ ἄγοι λεαίνων τὴν φωνὴν καὶ δεδιὼς τὸν Ἠλεῖον ἢ τὸν Δελφόν, ἢ μὴ δεδιὼς μέν, κακῶς δὲ οὕτως ὑποκρινόμενος τὴν ἑαυτοῦ τέχνην, ὡς μὴ μαστιγώσεσθαι νομίζειν πρὸς τούτων, ὧν αὐτὸς ἄρχειν τέτακται, τί τοὺς κακοδαίμονας ἀνθρώπους ἐρεῖς ὑπὸ τοιούτῳ καθάρματι ζῶντας; τοῖς δὲ Ἕλλησι τίνα ἡγῇ, ὦ Μένιππε; πότερα Ξέρξην καταπιμπράντα ἢ Νέρωνα ᾄδοντα; εἰ γὰρ ἐνθυμηθείης τὴν ἀγοράν, ἣν ἐς τὰς ἐκείνου ᾠδὰς ξυμφέρουσι, καὶ ὡς ἐξωθοῦνται τῶν οἰκιῶν καὶ ὡς οὐκ ἔξεστι σπουδαῖον οὐδὲν ἢ σκεῦος ἢ ἀνδράποδον αὐτοῖς πεπᾶσθαι, περὶ γυναίοις τε καὶ παισὶν ὡς δεινὰ πείσονται τὰς ἐπιρρήτους ἡδονὰς ἐξ ἁπάσης οἰκίας ἐκλέγοντος τοῦ Νέρωνος, δίκαι τε ὡς πολλαὶ ἀναφύσονται καὶ τὰς μὲν ἄλλας ἔα, τὰς δὲ ἐπὶ τοῖς θεάτροις καὶ ταῖς ᾠδαῖς· οὐκ ἦλθες ἀκροασόμενος Νέρωνος ἢ παρῆσθα μέν, ῥᾳθύμως δὲ ἠκροῶ ἐγέλας οὐκ ἐκρότησας οὐκ ἔθυσας ὑπὲρ τῆς φωνῆς, ἵνα Πυθῶδε λαμπροτέρα ἔλθοι, πολλαί σοι δόξουσι θεατῶν Ἰλιάδες περὶ τοὺς Ἕλληνας εἶναι. τὸ γὰρ τετμήσεσθαι τὸν Ἰσθμὸν ἢ οὐ τετμήσεσθαι, τέμνεται δέ, ὥς φασι, νῦν, πάλαι προὔμαθον θεοῦ φήναντος.’ ὑπολαβὼν οὖν ὁ Δάμις, ‘ἀλλ᾽ ἔμοιγε’, ἔφη ‘ὦ Ἀπολλώνιε, τὸ περὶ τὴν τομὴν ἔργον ὑπερφωνεῖν δοκεῖ τὰ Νέρωνος πάντα, ἡ γὰρ διάνοια ὁρᾷς, ὡς μεγάλη.’ ‘δοκεῖ μὲν’ ἔφη ‘κἀμοί, ὦ Δάμι, τὸ δὲ ἀτελὲς αὐτῆς διαβάλλει αὐτόν, ὡς ἀτελῆ μὲν ᾄδοντα, ἀτελῆ δὲ ὀρύττοντα. τά τοι Ξέρξου ἀναλεγόμενος ἐπαινῶ τὸν ἄνδρα, οὐχ ὅτι τὸν Ἑλλήσποντον ἔζευξεν, ἀλλ᾽ ὅτι διέβη αὐτόν, Νέρωνα δὲ οὔτε πλευσούμενον διὰ τοῦ Ἰσθμοῦ ὁρῶ οὔτε ἐς τέρμα τῆς ὀρυχῆς ἥξοντα, δοκεῖ δέ μοι καὶ φόβον μεστὸς ἀναχωρῆσαι τῆς Ἑλλάδος, εἰ μὴ ἡ ἀλήθεια ἀπόλωλεν.’

ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύοντος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾄδοντας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσοικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδ᾽ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφ᾽ ὅτῳ θύουσιν, ἀλλ᾽ ἀπήγοντο ἐς γελοίους δόξας πολέμου νίκην ἠγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους· οὐδὲ γὰρ τραγῳδίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν.

τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαιτική, φησὶν ὁ Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑποκριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι· θυουσῶν γὰρ τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις, πρῶτον μὲν δι᾽ αὐτὸ τὸ ἥκειν παρ᾽ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτ᾽ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχήματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο, φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος ἐμβοηθέντες. τοιαῦτα μὲν τὰ ἤθη τῶν ταύτῃ βαρβάρων καὶ οὕτως ἀρχαῖα.

σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπιτροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν ὁ μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, ὁ δὲ προσέκειτο αἰτῶν τοῦτο· ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπιστολὴν ὁ Ἀπολλώνιος, ἵν᾽ ἐς τὰ Γάδειρα ἔλθοι, ὁ δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους καὶ μεταστησάμενοι τοὺς παρόντας ὅ τι μὲν διελέχθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ ὁ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες ὁ μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώνιον, ὁ δὲ ‘ἔρρωσο’ ἔφη ‘καὶ μέμνησο τοῦ Βίνδικος’. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾄδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς, ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατ᾽ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ τύραννον ἄν τις πνεύσειεν· ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον ἢ κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον ἢ βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φιλοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε. ταῦτ᾽ οὖν ὡς ἔσται, προγιγνώσκων ὁ Ἀπολλώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος.

φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατίσχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύσαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυρρηνὸς Ἀσρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρομένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, ‘πολλῶν’ εἶπε ‘Θηβαίων’. τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν, οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλήνων πράγματα.

ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δ᾽ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ᾽ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλ᾽ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ᾽ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτ᾽ ἐδεήθη μαθεῖν, ἀλλ᾽ ἐπῄνει μέν, ζηλοῦν δ᾽ οὐκ ἠξίου.

ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας ἑκάστη δέρης, τὰ δὲ ἐπ᾽ αὐταῖς ἑνὸς πάντα. οἱ μὲν δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρινακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειεν — ἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πόλεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσου — οἱ δὲ ἔφασαν τὸν Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, ὁ δὲ Ἀπολλώνιος ‘ἴθι’, ἔφη ‘ὦ Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται’. ἐξέκειτο γὰρ δημοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄρρεν, ξυναγαγὼν τοὺς ἑταίρους ‘τρεῖς’ ἔφη ‘Ῥωμαίων αὐτοκράτορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλ᾽ οἱ μὲν ἐπ᾽ αὐτῆς Ῥώμης, ὁ δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον ἢ οἱ τῶν τραγῳδῶν τύραννοι’. καὶ ὁ λόγος αὐτίκα ἐς φῶς ἦλθε· Γάλβας μὲν γὰρ ἐπ᾽ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψάμενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπολήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γαλάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλ᾽ ὥσπερ ἰδιώτης κεῖται· διέπτη δὲ ἡ τύχη ταῦτα ἑνὶ ἔτει.

πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος ἡ Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, ὃ τύφει τὴν Αἴτνην, αὐτοὶ δ᾽ ἐς πιθανωτέρους ἀφικέσθαι λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δ᾽ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταίρους ‘ἔστι τι μυθολογία;’ ‘νὴ Δί᾽’, εἶπεν ὁ Μένιππος ‘ἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι’. ‘τὸν δὲ δὴ Αἴσωπον τί ἡγῇ;’ ‘μυθολόγον’ εἶπε ‘καὶ λογοποιὸν πάντα’. ‘πότεροι δὲ σοφοὶ τῶν μύθων;’ ‘οἱ τῶν ποιητῶν’, εἶπεν ‘ἐπειδὴ ὡς γεγονότες ᾄδονται’. ‘οἱ δὲ δὴ Αἰσώπου τί;’ ‘βάτραχοι’ ἔφη ‘καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοις’. ‘καὶ μὴν’ ἔφη ‘ἐμοὶ’ ὁ Ἀπολλώνιος, ‘ἐπιτηδειότεροι πρὸς σοφίαν οἱ τοῦ Αἰσώπου φαίνονται· οἱ μὲν γὰρ περὶ τοὺς ἥρωας, ὧν ποιητικὴ πᾶσα ἔχεται, καὶ διαφθείρουσι τοὺς ἀκροωμένους, ἐπειδὴ ἔρωτάς τε ἀτόπους οἱ ποιηταὶ ἑρμηνεύουσι καὶ ἀδελφῶν γάμους καὶ διαβολὰς ἐς θεοὺς καὶ βρώσεις παίδων καὶ πανουργίας ἀνελευθέρους καὶ δίκας, καὶ τὸ ὡς γεγονὸς αὐτῶν ἄγει καὶ τὸν ἐρῶντα καὶ τὸν ζηλοτυποῦντα καὶ τὸν ἐπιθυμοῦντα πλουτεῖν ἢ τυραννεύειν ἐφ᾽ ἅπερ οἱ μῦθοι, Αἴσωπος δὲ ὑπὸ σοφίας πρῶτον μὲν οὐκ ἐς τὸ κοινὸν τῶν ταῦτα ᾀδόντων ἑαυτὸν κατέστησεν, ἀλλ᾽ ἑαυτοῦ τινα ὁδὸν ἐτράπετο, εἶτα, ὥσπερ οἱ τοῖς εὐτελεστέροις βρώμασι καλῶς ἑστιῶντες, ἀπὸ σμικρῶν πραγμάτων διδάσκει μεγάλα, καὶ προθέμενος τὸν λόγον ἐπάγει αὐτῷ τὸ πρᾶττε ἢ μὴ πρᾶττε, εἶτα τοῦ φιλαλήθους μᾶλλον ἢ οἱ ποιηταὶ ἥψατο· οἱ μὲν γὰρ βιάζονται πιθανοὺς φαίνεσθαι τοὺς ἑαυτῶν λόγους, ὁ δ᾽ ἐπαγγέλλων λόγον, ὅς ἐστι ψευδής, πᾶς οἶδεν, ὅτι αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀληθεύει. καὶ ὁ μὲν ποιητὴς εἰπὼν τὸν ἑαυτοῦ λόγον καταλείπει τῷ ὑγιαίνοντι ἀκροατῇ βασανίζειν αὐτόν, εἰ ἐγένετο, ὁ δὲ εἰπὼν μὲν ψευδῆ λόγον, ἐπαγαγὼν δὲ νουθεσίαν, ὥσπερ ὁ Αἴσωπος, δείκνυσιν ὡς ἐς τὸ χρήσιμον τῆς ἀκροάσεως τῷ ψεύδει κέχρηται. χαρίεν δ᾽ αὐτοῦ τὸ καὶ τὰ ἄλογα ἡδίω ἐργάζεσθαι καὶ σπουδῆς ἄξια τοῖς ἀνθρώποις, ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι καὶ ὑπ᾽ αὐτῶν ἐκνηπιωθέντες δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τὰ δὲ ὡς εὐήθη, τὰ δὲ ὡς κομψά, τὰ δὲ ὡς ἀκέραια, καὶ ὁ μὲν ποιητὴς εἰπὼν

πολλαὶ μορφαὶ τῶν δαιμονίων

ἢ τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, ὁ δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυνουσίαν ουσίαν ἐς ὃ προὔθετο.’

‘ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος, νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δ᾽ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δ᾽ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῷν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δ᾽ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. ‘τί γὰρ δεῖ, ὦ Ἑρμῆ’, ἔλεγε ‘στεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων;’ ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος ‘σὺ μὲν’ ἔφη ‘φιλοσοφίαν ἔχε’, τῷ πλεῖστα δήπουθεν ἀναθέντι ‘σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει’, τῷ δεύτερά που χαρισαμένῳ, ‘σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου.’ ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου, ἐνθυμεῖται τὰς Ὥρας, ὑφ᾽ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ ἡ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσαν ‘ἔχε’, εἰπὼν ‘ἃ πρῶτα ἔμαθον’. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰσώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα. ἴσως δ᾽ ἀνόητον ἔπαθον·’

‘ἐπιστρέψαι γὰρ ὑμᾶς διανοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾄδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἡ ἐκβολὴ τοῦ λόγου γέγονεν· ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν· ἐκεῖνοι μὲν γὰρ Τυφῶ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ᾽ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν τοῖς θεοῖς ἐπ᾽ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος ὁ λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ᾽ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους.’

‘τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρ᾽ ἑαυτῆς φύσει, πῦρ δ᾽ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει. πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία ἐκχεῖται χωρεῖ τε ἐπὶ θάλατταν πῦρ ἀθρόον ἐκβολὰς ποιούμενον, οἷαι τῶν ποταμῶν εἰσι. χῶρος δ᾽ Εὐσεβῶν, περὶ οὓς τὸ πῦρ ἐρρύη, λεγέσθω μὲν κἀνταῦθά τις, ἡγώμεθα δὲ τοῖς ὅσια πράττουσι γῆν μὲν πᾶσαν ἀσφαλῆ χῶρον εἶναι, θάλατταν δ᾽ εὔπορον οὐ πλέουσι μόνον, ἀλλὰ καὶ νεῖν πειρωμένοις.’ ἀεὶ γὰρ τοὺς λόγους ἀνέπαυεν ἐς τὰ χρηστὰ τῶν παραγγελμάτων.

Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα ‘ἀποβῶμεν’ ἔφη ‘τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι’. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.

μυηθεὶς δ᾽ Ἀθήνησιν, ἐμύει δ᾽ αὐτὸν ἱεροφάντης, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπ᾽ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλλάδος. ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐρρωμένως τῇ γῇ ἐμβάλλειν, ἀνακύψαντα δὲ ‘λυπῶ σε’, φάναι ‘ὦ Δημήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν ἔπαθες;’ καὶ ἐάσθω τὰ Μουσωνίου πλείω ὄντα καὶ θαυμασιώτερα, ὡς μὴ δοκοίην θρασύνεσθαι πρὸς τὸν ἀμελῶς αὐτὰ εἰπόντα.

χειμάσας δ᾽ ὁ Ἀπολλώνιος ἐν τοῖς Ἐλληνικοῖς ἱεροῖς πᾶσιν εἴχετο τῆς ἐπ᾽ Αἰγύπτου ὁδοῦ περὶ ἔαρ, πολλὰ μὲν ἐπιπλήξας, πολλὰ δὲ συμβουλεύσας ταῖς πόλεσι, πολλῶν δὲ ἐς ἔπαινον καταστάς, οὐδὲ γὰρ ἐπαίνου ἀπείχετο, ὁπότε τι ὑγιῶς πράσσοιτο, καταβὰς δὲ ἐς Πειραιᾶ ναῦς μέν τις ὥρμει πρὸς ἱστίοις οὖσα καὶ ἐς Ἰωνίαν ἀφήσουσα, ὁ δ᾽ ἔμπορος οὐ ξυνεχώρει ἐμβαίνειν, ἰδιόστολον γὰρ αὐτὴν ἄγειν. ἐρομένου δὲ τοῦ Ἀπολλωνίου ‘τίς ὁ φόρτος;’ ‘θεῶν’ ἔφη ‘ἀγάλματα ἀπάγω ἐς Ἰωνίαν, τὰ μὲν χρυσοῦ καὶ λίθου, τὰ δὲ ἐλέφαντος καὶ χρυσοῦ’. ‘ἱδρυσόμενος ἢ τί;’ ‘ἀποδωσόμενος’ ἔφη ‘τοῖς βουλομένοις ἱδρύεσθαι.’ ‘δέδιας οὖν, ὦ λῷστε, μὴ συλήσωμεν τὰ ἀγάλματα ἐν τῇ νηί;’ ‘οὐ τοῦτο’ ἔφη ‘δέδια, τὸ δὲ πλείοσι ξυμπλεῖν αὐτὰ καὶ ὁμιλίας ἀναπίμπλασθαι φαύλου διαίτης τε, ὁπόση ναυτική, δεινὸν ἡγοῦμαι’. ‘καὶ μήν, ὦ βέλτιστε’, εἶπε ‘δοκεῖς γάρ μοί τις Ἀθηναῖος εἶναι, τὰς ναῦς, αἷς ἐπὶ τοὺς βαρβάρους ἐχρήσασθε, καίτοι ναυτικῆς ἀταξίας ἐμπεπλησμένας ἐνέβαινον οἱ θεοὶ ξὺν ὑμῖν καὶ οὐκ ᾤοντο ὑφ᾽ ὑμῶν χραίνεσθαι, σὺ δὲ ἀμαθῶς οὕτως ἀπωθῇ τῆς νεὼς φιλοσόφους ἄνδρας, οἷς μάλιστα οἱ θεοὶ χαίρουσι καὶ ταῦτα ἐμπορίαν τοὺς θεοὺς πεποιημένος; ἡ δὲ ἀγαλματοποιία ἡ ἀρχαία οὐ τοῦτο ἔπραττεν, οὐδὲ περιῄεσαν τὰς πόλεις ἀποδιδόμενοι τοὺς θεούς, ἀλλ᾽ ἀπάγοντες μόνον τὰς αὑτῶν χεῖρας καὶ ὄργανα λιθουργὰ καὶ ἐλεφαντουργὰ ὕλην τε παρατιθέμενοι ἀργὸν ἐν αὐτοῖς τοῖς ἱεροῖς τὰς δημιουργίας ἐποιοῦντο, σὺ δ᾽ ὥσπερ τὰ Ὑρκανικά τε καὶ Σκυθικά, ἀπείη δὲ εἰπεῖν τίνα, οὕτω τοὺς θεοὺς ἐς τοὺς λιμένας τε καὶ τὰς ἀγορὰς ἄγων οὐδὲν οἴει ἀσεβὲς πράττειν; καὶ μὴν καὶ σπερμολογοῦσιν ἔνιοι τῶν ἀνθρώπων ἐξαψάμενοί τι Δήμητρος ἢ Διονύσου ἄγαλμα καὶ τρέφεσθαί φασιν ὑπὸ τῶν θεῶν, οὓς φέρουσι, τὸ δ᾽ αὐτοὺς σιτεῖσθαι τοὺς θεοὺς καὶ μηδ᾽ ἐμπίπλασθαι τούτου, δεινῆς ἐμπορίας, εἴποιμι δ᾽ ἂν καὶ ἀνοίας, εἰ μηδὲν ἐκ τούτου δέδοικας.’ τοιαῦτα ἐπιπλήξας ἐπὶ νεὼς ἑτέρας ἔπλει.

καταπλεύσας δὲ ἐς τὴν Χίον, καὶ μηδὲ τὸν πόδα ἐς τὴν γῆν ἐρείσας μετεπήδησεν ἐς τὴν ναῦν τὴν πλησίον — ἐκήρυττε δ᾽ ἡ ναῦς ἐς Ῥόδον — καὶ οἱ ἑταῖροι δὲ μετεπήδων οὐδὲν εἰπόντες, ἐφιλοσοφεῖτο γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράττοντι. εὐφόρῳ δὲ περαιωθεὶς πνεύματι τάδε ἐσπούδασεν ἐν τῇ Ῥόδῳ· προσιόντα αὐτὸν τῷ τοῦ Κολοσσοῦ ἀγάλματι ἤρετο ὁ Δάμις, τί ἡγοῖτο ἐκείνου μεῖζον; ὁ δὲ εἶπεν· ‘ἄνδρα φιλοσοφοῦντα ὑγιῶς τε καὶ ἀδόλως’. ἐπεχωρίαζε τότε τῇ Ῥόδῳ Κάνος αὐλητής, ὃς ἄριστα δὴ ἀνθρώπων ἐδόκει αὐλεῖν. καλέσας οὖν αὐτὸν ‘τί’ ἔφη ‘ὁ αὐλητὴς ἐργάζεται;’ ‘πᾶν’, εἶπεν ‘ὅπερ ἂν ὁ ἀκροατὴς βούληται’. ‘καὶ μὴν πολλοὶ’ ἔφη ‘τῶν ἀκροωμένων πλουτεῖν βούλονται μᾶλλον ἢ αὐλοῦ ἀκούειν· πλουσίους οὖν ἀποφαίνεις, οὓς ἂν ἐπιθυμοῦντας τούτου αἴσθῃ;’ ‘οὐδαμῶς’, εἶπεν ‘ὡς ἐβουλόμην ἄν’. ‘τί δ᾽ ; εὐειδεῖς ἐργάζῃ τοὺς νέους τῶν ἀκροατῶν; ἐπειδὴ καλοὶ βούλονται δοκεῖν πάντες, περὶ οὓς νεότης ἐστίν’. ‘οὐδὲ τοῦτο’ ἔφη ‘καίτοι πλεῖστον ἀφροδίτης ἔχων ἐν τῷ αὐλῷ’. ‘τί οὖν ἐστιν,’ εἶπεν ‘ὃ τὸν ἀκροατὴν ἡγῇ βούλεσθαι;’ ‘τί δὲ ἄλλο γε’, ἦ δ᾽ ὁ Κάνος ‘ἢ τὸν λυπούμενον μὲν κοιμίζεσθαι αὐτῷ τὴν λύπην ὑπὸ τοῦ αὐλοῦ, τὸν δὲ χαίροντα ἱλαρώτερον ἑαυτοῦ γίγνεσθαι, τὸν δὲ ἐρῶντα θερμότερον, τὸν δὲ φιλοθύτην ἐνθεώτερόν τε καὶ ὑμνώδη;’ ‘τοῦτο οὖν’, ἔφη ‘ὦ Κάνε, πότερον αὐτὸς ἐργάζεται ὁ αὐλὸς διὰ τὸ χρυσοῦ τε καὶ ὀρειχάλκου καὶ ἐλάφων κνήμης ξυγκεῖσθαι, οἱ δὲ καὶ ὄνων, ἢ ἕτερόν ἐστιν, ὃ ταῦτα δύναται;’ ‘ἕτερον’ ἔφη ‘ὦ Ἀπολλώνιε, ἡ γὰρ μουσικὴ καὶ οἱ τρόποι καὶ τὸ ἀναμὶξ καὶ τὸ εὐμετάβολον τῆς αὐλήσεως καὶ τὰ τῶν ἁρμονιῶν ἤθη, ταῦτα τοὺς ἀκροωμένους ἁρμόττει καὶ τὰς ψυχὰς ἐργάζεται σφῶν, ὁποίας βούλονται’. ‘ξυνῆκα’ ἔφη ‘ὦ Κάνε, ὅ τι σοι ἡ τέχνη πράττει· τὸ γὰρ ποικίλον αὐτῆς καὶ τὸ ἐς πάντας τρόπους, τοῦτο ἐξασκεῖς τε καὶ παρέχεις τοῖς παρὰ σὲ φοιτῶσιν. ἐμοὶ δὲ πρὸς τοῖς ὑπὸ σοῦ εἰρημένοις καὶ ἑτέρων δοκεῖ ὁ αὐλὸς δεῖσθαι· τῆς τε εὐπνοίας καὶ τῆς εὐστομίας καὶ τοῦ εὔχειρα εἶναι τὸν αὐλοῦντα, ἔστι δὲ εὔπνοια μέν, ἢν τορὸν καὶ λευκὸν ᾖ τὸ πνεῦμα καὶ μὴ ἐπικτυπῇ ἡ φάρυγξ, τουτὶ γὰρ ἔοικε φθόγγῳ ἀμούσῳ, εὐστομία δέ, ἢν τὰ χείλη ἐνθέμενα τὴν τοῦ αὐλοῦ γλῶτταν μὴ πιμπραμένου τοῦ προσώπου αὐλῇ, τὸν δὲ εὔχειρα αὐλητὴν πολλοῦ ἡγοῦμαι ἄξιον, ἢν μήτε ὁ καρπὸς ἀπαγορεύῃ ἀνακλώμενος μήτε οἱ δάκτυλοι βραδεῖς ὦσιν ἐπιπέτεσθαι τοῖς φθόγγοις, καὶ γὰρ τὸ ταχέως μεταβάλλειν ἐκ τρόπου ἐς τρόπον περὶ τοὺς εὔχειράς ἐστι μᾶλλον. εἰ δὴ ταῦτα πάντα παρέχεις, θαρρῶν αὔλει, ὦ Κάνε, μετὰ σοῦ γὰρ ἡ Εὐτέρπη ἔσται.’

ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ ‘οὐδὲ δραχμήν’ εἶπεν. ‘ἐς δὲ τὴν οἰκίαν πόσα;’ ‘δώδεκα’ ἔφη ‘τάλαντα, προσαναλώσαιμι δ᾽ ἂν καὶ ἕτερα τοσαῦτα’. ‘τί δ᾽’ εἶπεν ‘ἡ οἰκία βούλεταί σοι;’ ‘δίαιτα’ ἔφη ‘λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες.’ ‘ζηλωτότεροι δὲ’ εἶπεν ‘οἱ ἄνθρωποι πότερον δι᾽ αὐτούς εἰσιν ἢ διὰ τὰ περὶ αὐτοὺς ὄντα;’ ‘διὰ τὸν πλοῦτον’, εἶπε, ‘τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει’. ‘χρημάτων δ᾽’, ἔφη ‘ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαιδευμένος ἔσται ἢ ὁ ἀπαίδευτος;’ ἐπεὶ δὲ ἐσιώπησε, ‘δοκεῖς μοι’, εἶπε ‘μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.’

νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν ‘ἀλλ᾽ ἦ σὺ’ ἔφη ‘τυγχάνεις ὢν ὁ γαστριζόμενος;’ ‘καὶ θύω γε’ εἶπεν ‘ὑπὲρ τούτου’. ‘τί οὖν’ ἔφη ‘ἀπολέλαυκας τῆς βορᾶς ταύτης;’ ‘τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο’. ‘Ἡρακλέους’ ἔφη ‘ὄντος· σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι’.

τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν· ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώνιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ θεολογίας ὄντες καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ αὑτῶν ηὔχοντο, ἅτε γὰρ πολλῶν ἀφικνουμένων μὲν ἐνθένδε ἐς Αἴγυπτον, πολλῶν δὲ ἐπιμιγνύντων δεῦρο ἐξ Αἰγύπτου ᾔδετό τε παρ᾽ αὐτοῖς Ἀπολλώνιος καὶ τὰ ὦτα ἐς αὐτὸν Αἰγυπτίοις ὀρθὰ ἦν· προϊόντα γέ τοι ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ θεῷ ἴσα ἀπέβλεπον καὶ διεχώρουν τῶν στενωπῶν, ὥσπερ τοῖς φέρουσι τὰ ἱερά. παραπεμπομένου δὲ αὐτοῦ μᾶλλον ἢ οἱ τῶν ἐθνῶν ἡγεμόνες, ἄνδρες ἤγοντο τὴν ἐπὶ θανάτῳ δώδεκα λῃσταὶ τὴν αἰτίαν, ὁ δὲ ἐς αὐτοὺς ἰδὼν ‘οὐ πάντες,’ εἶπεν ‘ὁ δεῖνα γὰρ καταψευσθεὶς ἄπεισι’. ‘καὶ πρὸς τοὺς δημίους, ὑφ᾽ ὧν ἤγοντο, ὑφεῖναι’ ἔφη ‘κελεύω τοῦ δρόμου καὶ σχολαιότερον ἥκειν ἐπὶ τὸ ὄρυγμα ὕστατόν τε ἀποκτεῖναι τοῦτον, μετέχει γὰρ οὐδὲν τῆς αἰτιάσεως, ἀλλ᾽ ὑμεῖς γε ὅσἰ ἂν πράττοιτε φειδόμενοι τούτων βραχὺ μέρος ἡμέρας, οὓς λῷον ἦν μηδ᾽ ἀποκτείνειν·’ καὶ ἅμα ἐνδιέτριβεν οἷς ἔλεγεν, οὐκ εἰωθὸς ἑαυτῷ ἀποτείνων μῆκος. τί δ᾽ αὐτῷ ἐνόει τοῦτο, αὐτίκα ἐδείχθη· ὀκτὼ γὰρ ἤδη ἀποτετμημένων τὰς κεφαλὰς ἱππεὺς ἐλαύνων ἐπὶ τὸ ὄρυγμα ‘Φαρίωνος’ ἐβόα ‘φείσασθε’, μὴ γὰρ εἶναι λῃστὴν αὐτόν, ἀλλ᾽ ἑαυτοῦ μὲν κατεψεῦσθαι δέει τοῦ στρεβλώσεσθαι, βασανισθέντων δὲ ἑτέρων χρηστὸν ὡμολογῆσθαι ἄνδρα. ἐῶ τὸ πήδημα τῆς Αἰγύπτου καὶ ὅσον ἐπὶ τούτῳ ἐκρότησαν καὶ ἄλλως θαυμαστικοὶ ὄντες.

ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ᾽ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν· ἐρομένου δ᾽ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι, ‘σὺ μὲν οὖν’ εἶπεν ‘ἀπόκριναί μοι μᾶλλον, τί μαθὼν οὕτω θύεις;’ εἰπόντος δὲ τοῦ ἱερέως ‘καὶ τίς οὕτω δεινός, ὡς διορθοῦσθαι τὰ Αἰγυπτίων;’ ‘πᾶς’ ἔφη ‘σοφός, ἢν ἀπ᾽ Ἰνδῶν ἥκῃ. καὶ βοῦν’ ἔφη ‘ἀπανθρακιῶ τήμερον καὶ κοινώνει τοῦ καπνοῦ ἡμῖν, οὐ γὰρ ἀχθέσῃ περὶ τῆς μοίρας, εἰ κἀκείνην οἱ θεοὶ δαίσονται’. τηκομένου δὲ τοῦ πλάσματος ‘ὅρα’ ἔφη ‘τὰ ἱερά’. ‘ποῖα;’ εἶπεν ὁ Αἰγύπτιος ‘ὁρῶ γὰρ οὐδὲν ἐνθάδε.’ ὁ δὲ Ἀπολλώνιος ‘οἱ δὲ Ἰαμίδαι’ εἶπε ‘καὶ οἱ Τελλιάδαι καὶ οἱ Κλυτιάδαι καὶ τὸ τῶν Μελαμποδιδῶν μαντεῖον ἐλήρησαν, ὦ λῷστε, τοσαῦτα μὲν περὶ πυρὸς εἰπόντες, τοσαύτας δὲ ἀπ᾽ αὐτοῦ ξυλλεξάμενοι φήμας; ἢ τὸ μὲν ἀπὸ τῆς πεύκης πῦρ καὶ τὸ ἀπό τῆς κέδρου μαντικὸν ἡγῇ καὶ ἱκανὸν δηλῶσαί τι, τὸ δ᾽ ἀπὸ τοῦ πιοτάτου τε καὶ καθαρωτάτου δακρύου καόμενον οὐ πολλῷ αἱρετώτερον; εἰ δ᾽ ἐμπύρου σοφίας ἦσθα εὐξύνετος, εἶδες ἂν καὶ ἐν τῷ τοῦ ἡλίου κύκλῳ πολλὰ δηλούμενα, ὁπότε ἀνίσχει.’

τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸν ‘ποῖ’ ἔφη ‘παρατενεῖτε ἀποθνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλ᾽ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκοντες, φθείροισθε δὲ ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφ᾽ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δἰ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν· ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδ᾽ ὑπὸ Αἰακιδῶν, ἀλλ᾽ ὑπ᾽ ἀλλήλων, ὃ μηδ᾽ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέθανεν ἴσως καὶ ξυγγνώμης ὑπαρχούσης, εἴ τις ὑπερσπουδάζοι περὶ τὸ ὁμόφυλον, ὑπὲρ δὲ ἵππων ἐνταῦθα γυμνὰ μὲν ὑμῖν ἐπ᾽ ἀλλήλους ξίφη, βολαὶ δὲ ἕτοιμοι λίθων. πῦρ δὲ ἐπὶ τὴν τοιαύτην πόλιν, ἔνθα οἰμωγή τε καὶ ὕβρις ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέει δ᾽ αἵματι γαῖα. αἰδέσθητε τὸν κοινὸν τῆς Αἰγύπτου κρατῆρα Νεῖλον. ἀλλὰ τί Νείλου μνημονεύω πρὸς ἀνθρώπους αἵματος ἀναβάσεις διαμετροῦντας μᾶλλον ἢ ὕδατος;’ καὶ πλείω ἐς τὴν ἐπίπληξιν ταύτην διελέχθη ἕτερα, ὡς διδάσκει ὁ Δάμις.

Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περινοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προχωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐφρᾶται, περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν παρεκελεύοντο· μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφ᾽ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρηστὸν δόξαι· καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν· ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφ᾽ ὧν οὕτω ῥᾳθύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἃ ἔμελλε πείσεσθαι, μηδ᾽ ἃ προῄδει, φυλάξασθαι. Ἀπολλώνιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δ᾽ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάντας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νομοί, καθ᾽ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε ὡσαύτως καὶ σοφία πᾶσα, ὁ δὲ Ἀπολλώνιος οὐδὲν ἐπολυπραγμόνει τούτων, ἀλλὰ ἐσπούδαζεν ἐν τῷ ἱερῷ. διαλεχθεὶς δὲ ὁ αὐτοκράτωρ γενναῖά τε καὶ ἥμερα καὶ διελθὼν λόγον οὐ μακρὸν ‘ἐπιδημεῖ’ ἔφη ‘ὁ Τυανεύς;’ ‘ναὶ’ ἔφασαν ‘βελτίους γε ἡμᾶς ἐργασάμενος’. ‘πῶς ἂν οὖν ξυγγένοιτο ἡμῖν;’ ἔφη ‘σφόδρα γὰρ δέομαι τοῦ ἀνδρός’. ‘ἐντεύξεταί σοι περὶ τὸ ἱερόν,’ ὁ Δίων εἶπε ‘πρὸς ἐμὲ γὰρ δεῦρο ἥκοντα ὡμολόγει ταῦτα’. ‘ἴωμεν’ ἔφη ὁ βασιλεὺς ‘προσευξόμενοι μὲν τοῖς θεοῖς, ξυνεσόμενοι δὲ ἀνδρὶ γενναίῳ.’ ἐντεῦθεν ἀνέφυ λόγος, ὡς ἐνθύμιος μὲν αὐτῷ ἡ ἀρχὴ γένοιτο πολιορκοῦντι τὰ Σόλυμα, μεταπέμποιτο δὲ τὸν Ἀπολλώνιον ὑπὲρ βουλῆς τούτων, ὁ δὲ παραιτοῖτο ἥκειν ἐς γῆν, ἣν ἐμίαναν οἱ ἐν αὐτῇ οἰκοῦντες οἷς τε ἔδρασαν οἷς τε ἔπαθον· ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον τὴν μὲν ἀρχὴν κεκτημένος, διαλεξόμενος δὲ τῷ ἀνδρὶ ὁπόσα δηλώσω·

θύσας γὰρ καὶ οὔπω χρηματίσας κατ᾽ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ ‘ποίησόν με’ ἔφη ‘βασιλέα’. ὁ δὲ ‘ἐποίησα’, εἶπεν ‘ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ.’ ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, ‘τί σοι’ ἔφη ‘Νέρωνος ἀρχὴ ἐφαίνετο;’ καὶ ὁ Ἀπολλώνιος ‘Νέρων’ εἶπε ‘κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.’ ‘ξύμμετρον οὖν’ ἔφη ‘κελεύεις εἶναι τὸν ἄρχοντα;’ ‘οὐκ ἐγώ’, εἶπε ‘θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες’ τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας ‘ὦ Ζεῦ’ ἔφη ‘σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ.’ καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους ‘ἀρύσασθε’, εἶπεν ‘ὡς Νείλου καὶ ἐμοῦ.’

ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη δι᾽ ἃ ἐπιέζοντο. κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, ‘ἴσως’ ἔφη ‘μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτ᾽ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδ᾽ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλ᾽ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρ᾽ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφ᾽ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδ᾽ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλ᾽ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπ᾽ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναρριπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι· μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέντας, ἀλλ᾽ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος· ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι, φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φροντίδων, ἐφ᾽ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵν᾽ εἰ μὲν εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥωμαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.’

ἐπιθειάσας δ᾽ ὁ Ἀπολλώνιος τῷ λόγῳ, ‘Ζεῦ’ ἔφη ‘Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται.’ θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον ‘αὐτὰ’ εἶπεν ‘αὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω’. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δ᾽ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δ᾽ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατ᾽ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρ᾽ ἃ ἐκεῖνοι πράττουσι ῾πράττειν᾽, ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν, ἀλλ᾽ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο δι᾽ ἃ ἤκουσεν.

τῇ δ᾽ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν ‘ὁ ἀνὴρ ἄρξει’. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν. ἐσκληθεὶς δὲ πρῶτος ‘ὦ βασιλεῦ’, εἶπεν ‘Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν· κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε’. ‘ἀκλείστους’ ἔφη ‘θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά’.

ἐπεὶ δὲ ἐσεκλήθησαν, ‘ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίας’, εἶπεν ‘ὦ ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ’. ‘ἠκούσαμεν’ ἦ δ᾽ ὁ Δίων ‘τῆς ἀπολογίας, καὶ νοῦν εἶχε’. ‘τήμερον δὲ’ εἶπεν ‘ὦ φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευμένων, ἵν᾽ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀνθρώπων πάντα πράττοιμι· ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν, εἶτα τὸν ἐπ᾽ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέμους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσχρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπ᾽ αὐτῶν, ὥς φασι, Νέρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου βραχὺν καὶ ἀθρόον λόγον περὶ ἀνέσεώς τε καὶ ἐπιτάσεως, αἷς Νέρων τὴν ἀρχὴν ᾔσχυνε; τί δ᾽ ἂν περὶ ὧν Γάλβας ξυνέταττεν, εἴποιμι, ὃς ἐπ᾽ ἀγορᾶς μέσης ἀπέθανεν ἡταιρημένους ἐσποιῶν ἑαυτῷ ἑαυτῷ παῖδας τὸν Ὄθωνα καὶ τὸν Πείσωνα; εἰ δὲ καὶ Βιτελίῳ τῷ πάντων ἀσελγεστάτῳ τὴν ἀρχὴν παραδοίημεν, ἀναβιῴη Νέρων· ὁρῶν οὖν, ὦ ἄνδρες, ὑφ᾽ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρουκὸς ἤδη τοῖς ἀνθρώποις.’ πρὸς ταῦτα ὁ Ἀπολλώνιος ‘αὐλητὴς’ ἔφη ‘τῶν πάνυ σοφῶν τοὺς ἑαυτοῦ μαθητὰς παρὰ τοὺς φαυλοτέρους τῶν αὐλητῶν ἔπεμπε μαθησομένους, πῶς δεῖ μὴ αὐλεῖν· τὸ μὲν δή, πῶς δεῖ μὴ ἄρχειν, μεμάθηκας, ὦ βασιλεῦ, παρὰ τούτων, οἳ πονηρῶς ἦρξαν, τὸ δ᾽, ὅπως δεῖ ἄρχειν, σπουδάσωμεν.’

ὁ δ᾽ Εὐφράτης ἀφανῶς μὲν ἤδη ἐβάσκαινε τῷ Ἀπολλωνίῳ προσκείμενον αὐτῷ τὸν βασιλέα ὁρῶν μᾶλλον ἢ τοῖς χρηστηρίοις τοὺς ἐς αὐτὰ ἥκοντας, ἀνοιδήσας δὲ ὑπὲρ τὸ μέτρον τότε καὶ τὴν φωνὴν ἐπάρας παρ᾽ ὃ εἰώθει ‘οὐ χρὴ’ ἔφη ‘κολακεύειν τὰς ὁρμάς, οὐδὲ ἀνοήτως συνεκφέρεσθαι τοῖς παρὰ τὴν ἡνίαν τι πράττουσι, καταρρυθμίζειν δὲ αὐτούς, εἴπερ φιλοσοφοῦμεν· ἃ γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθ᾽ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρακτέων οἱ λόγοι. ἐγὼ δὲ Βιτέλιον μὲν καταλυθῆναι κελεύω, μιαρὸν γὰρ τὸν ἄνθρωπον οἶδα καὶ μεθύοντα ἀσελγείᾳ πάσῃ, σὲ δ᾽ ἄνδρα εἰδὼς ἀγαθὸν καὶ γενναιότητι προὔχοντα οὔ φημι χρῆναι τὰ μὲν Βιτελίου διορθοῦσθαι, τὰ σεαυτοῦ δὲ μήπω εἰδέναι. ὅσα μὲν δὴ αἱ μοναρχίαι ὑβρίζουσιν, οὐκ ἐμοῦ χρὴ μανθάνειν, ἀλλ᾽ αὐτὸς εἴρηκας, γιγνώσκοις δ᾽ ἄν, ὡς νεότης μὲν ἐπὶ τυραννίδα πηδῶσα προσήκοντα ἑαυτῇ που πράττει, τὸ γὰρ τυραννεύειν οὕτως ἔοικε νέοις, ὡς τὸ μεθύειν, ὡς τὸ ἐρᾶν, καὶ νέος μὲν τυραννεύσας οὔπω κακός, ἢν μιαιφόνος παρὰ τὴν τυραννίδα καὶ ὠμὸς καὶ ἀσελγὴς δόξῃ, γέροντος δὲ ἐπὶ τυραννίδα ἥκοντος πρώτη αἰτία τὸ τοιαῦτα βούλεσθαι· καὶ γὰρ ἢν φιλάνθρωπος φαίνηται καὶ κεκοσμημένος, οὐκ ἐκείνου ταῦτα νομίζουσιν, ἀλλὰ τῆς ἡλικίας καὶ τοῦ κατηρτυκέναι, δόξει δὲ καὶ πάλαι τούτου καὶ νέος ἔτι ἐπιθυμήσας ἁμαρτεῖν, αἱ δὲ τοιαῦται ἁμαρτίαι πρόσκεινται μὲν δυστυχίᾳ, πρόσκεινται δὲ δειλίᾳ· δοκεῖ γάρ τις ἢ καταγνοὺς τῆς ἑαυτοῦ τύχης τὸ ἐν νῷ τυραννεῦσαι παρεῖναι ἢ τυραννησείοντι ἐκστῆναι ἑτέρῳ δείσας δήπου αὐτὸν ὡς ἄνδρα. τὸ μὲν δὴ τῆς δυστυχίας ἐάσθω, τὸ δὲ τῆς δειλίας πῶς παραιτήσῃ καὶ ταῦτα Νέρωνα δοκῶν δεῖσαι τὸν δειλότατόν τε καὶ ῥᾳθυμότατον; ἃ γὰρ ἐνεθυμήθη Βίνδιξ ἐπ᾽ αὐτόν, σέ, νὴ τὸν Ἡρακλέα, ἐκάλει πρῶτον. καὶ γὰρ στρατιὰν εἶχες καὶ ἡ δύναμις, ἣν ἐπὶ τοὺς Ἰουδαίους ἦγες, ἐπιτηδειοτέρα ἦν τιμωρεῖσθαι Νέρωνα· ἐκεῖνοι μὲν γὰρ πάλαι ἀφεστᾶσιν οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ πάντων ἀνθρώπων· οἱ γὰρ βίον ἄμικτον εὑρόντες καὶ οἷς μήτε κοινὴ πρὸς ἀνθρώπους τράπεζα μήτε σπονδαὶ μήτε εὐχαὶ μήτε θυσίαι, πλέον ἀφεστᾶσιν ἡμῶν ἢ Σοῦσα καὶ Βάκτρα καὶ οἱ ὑπὲρ ταῦτα Ἰνδοί· οὐκοῦν οὐδ᾽ εἰκὸς ἦν τιμωρεῖσθαι τούτους ἀφισταμένους, οὓς βέλτιον ἦν μηδὲ κτᾶσθαι. Νέρωνα δὲ τίς οὐκ ἂν ηὔξατο τῇ ἑαυτοῦ χειρὶ ἀποκτεῖναι μονονοὺ πίνοντα τὸ τῶν ἀνθρώπων αἷμα καὶ ἐν μέσοις τοῖς φόνοις ᾄδοντα; καίτοι ἐμοῦ τὰ ὦτα ὀρθὰ ἦν πρὸς τοὺς ὑπὲρ σοῦ λόγους καὶ ὁπότε τις ἐκεῖθεν ἀφίκοιτο τρισμυρίους Ἰουδαίων ἀπολωλέναι φάσκων ὑπὸ σοῦ καὶ πεντακισμυρίους κατὰ τὴν ἐφεξῆς μάχην, ἀπολαμβάνων τὸν ἥκοντα ξυμμέτρως ἠρώτων, τί δ᾽ ὁ ἀνήρ; μὴ μεῖζόν τι τούτων; ἐπεὶ δὲ τὸν Βιτέλιον εἴδωλον πεποιημένος τοῦ Νέρωνος ἐπ᾽ αὐτὸν στρατεύεις, ἃ μὲν βεβούλευσαι, πρᾶττε, καλὰ γὰρ καὶ ταῦτα, τὰ δὲ ἐπὶ τούτοις ὧδε ἐχέτω· Ῥωμαίοις τὸ δημοκρατεῖσθαι πολλοῦ ἄξιον καὶ πολλὰ τῶν ὄντων αὐτοῖς ἐπ᾽ ἐκείνης τῆς πολιτείας ἐκτήθη· παῦε μοναρχίαν, περὶ ἧς τοιαῦτα εἴρηκας, καὶ δίδου Ῥωμαίοις μὲν τὸ τοῦ δήμου κράτος, σαυτῷ δὲ τὸ ἐλευθερίας αὐτοῖς ἄρξαι.’

τοσαῦτα τοῦ Εὐφράτου εἰπόντος ὁρῶν ὁ Ἀπολλώνιος τὸν Δίωνα προστιθέμενον τῇ γνώμῃ, τουτὶ γὰρ καὶ τῷ νεύματι ἐπεδήλου καὶ οἷς ἐπῄνει λέγοντα, ‘μή τι,’ ἔφη ‘Δίων, τοῖς εἰρημένοις προστίθης;’ ‘νὴ Δί᾽,’ εἶπε ‘πὴ μὲν ὅμοια, πὴ δὲ ὀνόμοια· τὸ μὲν γὰρ ὡς πολλῷ βελτίων ἂν ἦν Νέρωνα καταλύων μᾶλλον ἢ τὰ τῶν Ἰουδαίων διορθούμενος, ἡγοῦμαι κἀμοὶ πρὸς σὲ εἰρῆσθαι, σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν· ὁ γὰρ τὴν ταραχὴν τῶν ἐκείνου πραγμάτων εὖ τιθέμενος ἐρρώννυέ που τὸν ἄνθρωπον ἐπὶ πάντας, οὓς κακῶς ἔρρωτο. τὴν δὲ ἐπὶ τὸν Βιτέλιον ὁρμὴν ἐπαινῶ· τοῦ γὰρ τυραννίδα καθεστηκυῖαν παῦσαι μεῖζον ἡγοῦμαι τὸ μηδὲ ἐᾶσαι φῦναι. δημοκρατίαν δὲ ἀσπάζομαι μέν — καὶ γὰρ εἰ τῆς ἀριστοκρατίας ἥττων ἥδε ἡ πολιτεία, ἀλλὰ τυραννίδων τε καὶ ὀλιγαρχιῶν αἱρετωτέρα τοῖς σώφροσι — δέδια δέ, μὴ χειροήθεις ἤδη Ῥωμαίους αὗται αἱ τυραννίδες πεποιηκυῖαι χαλεπὴν ἐργάσωνται τὴν μεταβολὴν καὶ μὴ δύνωνται μήτε ἐλευθεριάζειν μήτε πρὸς δημοκρατίαν ἀναβλέπειν, ὥσπερ οἱ ἐκ σκότους ἐς ἀθρόον φῶς βλέψαντες· ὅθεν φημὶ δεῖν τὸν μὲν Βιτέλιον ἐξωθεῖν τῶν πραγμάτων, καὶ ὡς τάχιστά γε καὶ ἄριστα τοῦτο ἔσται, γιγνέσθω, δοκεῖ δέ μοι παρασκευάζεσθαι μὲν ὡς πολεμήσοντα, πόλεμον δὲ αὐτῷ μὴ προκηρύττειν, ἀλλὰ τιμωρίαν, εἰ μὴ μεθεῖτο. τῆς ἀρχῆς, κἂν ἕλῃς αὐτόν, τουτὶ δ᾽ ὑπάρξειν ἡγοῦμαί σοι μηδὲ πονήσαντι, δίδου Ῥωμαίοις αἵρεσιν τῆς αὑτῶν πολιτείας, κἂν μὲν αἱρῶνται δημοκρατίαν, ξυγχώρει· τουτὶ γάρ σοι πολλῶν μὲν τυραννίδων, πολλῶν δὲ Ὀλυμπιάδων μεῖζον καὶ πανταχοῦ μὲν γεγράψῃ τῆς πόλεως, πανταχοῦ δὲ ἑστήξεις χαλκοῦς, ἡμῖν δ᾽ ἀφορμὰς παραδώσεις λόγων, αἷς οὔτε Ἁρμόδιος οὔτε Ἀριστογείτων παραβεβλήσεταί τις. εἰ δὲ μοναρχίαν προσδέχοιντο, τίνι λοιπὸν ἀλλ᾽ ἢ σοὶ ψηφίσασθαι τὴν ἀρχὴν πάντας; ἃ γὰρ ἔχων ἤδη τῷ κοινῷ παρήσεις, σοὶ δήπου μᾶλλον ἢ ἑτέρῳ δώσουσιν.’

σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθ᾽ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ ὁ Ἀπολλώνιος ‘δοκεῖτέ μοι’ εἶπεν ‘ἁμαρτάνειν ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων, ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιούτων ἐγίγνεσθε, προὔβαινεν ἂν ὁ λόγος ὑμῖν — αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνται — ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ, καὶ ᾧ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ διωθεῖται τὰ παρὰ τῆς τύχης, ἀλλὰ δέχεται μὲν αὐτὰ ἥκοντα, βουλεύεται δέ, ὅπως χρήσεται σωφρόνως οἷς ἔχει; ὥσπερ οὖν, εἰ ἀθλητὴν ὁρῶντες εὐψυχίᾳ τε κατεσκευασμένον καὶ μήκει καὶ τὴν ἁρμονίαν τοῦ σώματος ἐπιτήδειον ἐς Ὀλυμπίαν βαδίζοντα δι᾽ Ἀρκαδίας ἤδη προσελθόντες ἐπὶ μὲν τοὺς ἀντιπάλους ἐρρώννυμεν, ἐκελεύομεν δὲ αὐτόν, ἐπειδὰν νικήσῃ τὰ Ὀλύμπια, μὴ κηρύττεσθαι τῆς νίκης, μηδὲ ὑπέχειν τὴν κεφεαλὴν τῷ κοτίνῳ, ληρεῖν ἂν ἐδόξαμεν ἢ παίζειν ἐς τοὺς ἑτέρων πόνους, οὕτως ἐνθυμούμενοι τὸν ἄνδρα, καὶ ὁπόση μὲν αἰχμὴ περὶ αὐτόν, ὁπόσος δὲ χαλκὸς ἀστράπτει, πλῆθος δὲ ἵππων ὅσον, αὐτὸς δὲ ὡς γενναῖός τε καὶ σώφρων καὶ πρέπων κατασχεῖν ἃ διανοεῖται, πέμπωμεν ἐφ᾽ ἃ ὥρμηκεν αἴσια μὲν φθεγγόμενοι πρὸς αὐτόν, εὐφημότερα δὲ τούτων παρεγγυῶντες. οὔτε γὰρ ἐκεῖνο ἐνεθυμήθητε, ὅτι δυοῖν παίδοιν πατὴρ οὗτος, οἳ στρατοπέδων ἤδη ἄρχουσιν, οἷς εἰ μὴ παραδώσει τὴν ἀρχήν, ἐχθίστοις χρήσεται, καὶ τί λοιπόν, ἀλλ᾽ ἢ ἐκπεπολεμῆσθαι πρὸς τὸν ἑαυτοῦ οἶκον; τὴν δὲ ἀρχὴν ὑποδεξάμενος θεραπεύσεται μὲν ὑπὸ τῶν ἑαυτοῦ παίδων, στηρίξεται δὲ ἐπ᾽ αὐτῶν καὶ ἐπ᾽ αὐτοῦ οἱ παῖδες, δορυφόροις δὲ αὑτοῦ χρήσεται, μὰ Δί᾽, οὐ μεμισθωμένοις, οὐδ᾽ ἠναγκασμένοις, οὐδὲ πλαττομένοις εὔνουν πρόσωπον, ἀλλ᾽ ἐπιτηδειοτάτοις τε καὶ φιλτάτοις. ἐμοὶ πολιτείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς, τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην οὐκ ἀξιῶ φθείρεσθαι χήτει βουκόλου δικαίου τε καὶ σώφρονος. ὥσπερ γὰρ εἷς ἀρετῇ προὔχων μεθίστησι τὴν δημοκρατίαν ἐς τὸ ἑνὸς ἀνδρὸς τοῦ ἀρίστου ἀρχὴν φαίνεσθαι, οὕτως ἡ ἑνὸς ἀρχὴ πάντα ἐς τὸ ξυμφέρον τοῦ κοινοῦ προορῶσα δῆμός ἐστιν. οὐ κατέλυσας, φησί, Νέρωνα. σὺ δὲ, Εὐφρᾶτα; Δίων δέ; ἐγὼ δέ; ἀλλ᾽ ὅμως οὐδεὶς ἡμῖν ἐπιπλήττει τοῦτο, οὐδ᾽ ἡγεῖται δειλούς, εἰ φιλοσόφων ἀνδρῶν μυρίας ἤδη καθελόντων τυραννίδας ἀπελείφθημεν ἡμεῖς τοῦ δόξαι ὑπὲρ ἐλευθερίας τι πράττειν. καίτοι τό γε ἐπ᾽ ἐμοὶ καὶ παρεταττόμην πρὸς Νέρωνα, πολλὰ μὲν κακοήθως διαλεχθεὶς καὶ τὸν ὠμότατον Τιγελλῖνον ἐπικόψας ἀκούοντα, ἃ δὲ περὶ τὰ ἑσπέρια τῶν χωρίων ὠφέλουν Βίνδικα, Νέρωνι δήπου ἐπετείχιζον. ἀλλ᾽ οὔτε ἐμαυτὸν διὰ ταῦτα φήσω καθῃρηκέναι τὸν τύραννον, οὔτε ὑμᾶς, ἐπεὶ μὴ ταῦτ᾽ ἐπράττετε, μαλακωτέρους ἡγήσομαι τοῦ φιλοσοφίᾳ προσήκοντος. ἀνδρὶ μὲν οὖν φιλοσόφῳ τὸ ἐπὶ νοῦν ἐλθὸν εἰρήσεται, ποιήσεται δέ, οἶμαι, λόγον τοῦ μή τι ἀνοήτως ἢ μανικῶς εἰπεῖν· ὑπάτῳ δ᾽ ἐνθυμουμένῳ καταλῦσαι τύραννον πρῶτον μὲν δεῖ βουλῆς πλείονος, ἵν᾽ ἐξ ἀφανοῦς προσβαίη τοῖς πράγμασιν, εἶτ᾽ ἐπιτηδείου σχήματος ἐς τὸ μὴ παρορκεῖν δοκεῖν. εἰ γὰρ ἐπ᾽ αὐτόν, ὃς ἀπέφηνεν αὐτὸν στρατηγὸν καὶ ᾧ τὰ βέλτιστα βουλεύσειν τε καὶ πράξειν ὤμοσε, μέλλοι χρήσεσθαι τοῖς ὅπλοις, ἀπολογεῖσθαι δήπου τοῖς θεοῖς δεῖ πρότετον, ὡς ξὺν ὁσίᾳ ἐπιορκοῦντα, φίλων τε δεῖ πλειόνων, οὐ γὰρ ἀχαρακώτους γε, οὐδὲ ἀφράκτους χρὴ τὰ τοιαῦτα πράττειν, καὶ χρημάτων ὡς πλείστων, ἵν᾽ ὑποποιήσαιτο τὰς δυνάμεις καὶ ταῦτα ἐπιτιθέμενος ἀνθρώπῳ τὰ ἐν πάσῃ τῇ γῇ κεκτημένῳ. τριβὴ δὲ ὅση περὶ ταῦτα, ὅσοι δὲ χρόνοι. καὶ ταῦτα μὲν ἐκδέχεσθε, ὅπη βούλεσθε, μὴ γὰρ ἐς ἔλεγχον ἴωμεν ὧν ἐνεθυμήθη μέν, ὡς εἰκός, οὗτος, ἡ τύχη δὲ οὐδὲ ἀγωνισαμένῳ ξυνέλαβε· πρὸς δὲ ἐκεῖνο τί ἐρεῖτε; τὸν γὰρ χθὲς ἄρχοντα καὶ στεφανούμενον μὲν ὑπὸ τῶν πόλεων ἐν τοῖς δεῦρο ἱεροῖς, χρηματίζοντα δὲ λαμπρῶς καὶ ἀφθόνως, τοῦτον κελεύετε δημοσίᾳ κηρύττειν τήμερον, ὡς ἰδιώτης μὲν εἴη λοιπόν, παρανοῶν δὲ ἐπὶ τὴν ἀρχὴν ἦλθεν; ὥσπερ γὰρ ἐπιτελῶν τὰ δεδογμένα προθύμους δορυφόρους, οἷς πιστεύων ταῦτ᾽ ἐνεθυμήθη, παραστήσεται, οὕτως ἐς τὸ μεθίστασθαι τῶν δοξάντων ἥκων πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται.’

ἄσμενος τούτων ἀκούσας ὁ βασιλεὺς ‘εἰ τὴν ψυχὴν’ ἔφη ‘τὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἃ ἐνεθυμήθην, ἀπήγγειλας· ἕπομαι δή σοι, θεῖον γὰρ ἡγοῦμαι τὸ ἐκ σοῦ πᾶν, καὶ ὁπόσα χρὴ τὸν ἀγαθὸν βασιλέα πράττειν δίδασκε.’ καὶ ὁ Ἀπολλώνιος ‘οὐ διδακτά με’ ἔφη ‘ἐρωτᾷς· βασιλεία γὰρ μέγιστον μὲν τῶν κατ᾽ ἀνθρώπους, ἀδίδακτον δέ. ὁπόσα δ᾽ οὖν μοι δοκεῖς πράττων ὑγιῶς ἂν πρᾶξαι, καὶ δὴ φράσω· πλοῦτον ἡγοῦ μὴ τὸν ἀπόθετον — τί γὰρ βελτίων οὗτος τῆς ὁποθενδὴ ξυνενεχθείσης ψάμμου; — μηδὲ τὸν φοιτῶντα παρ᾽ ἀνθρώπων, οἳ τὰς ἐσφορὰς ὀλοφύρονται, κίβδηλον γὰρ ὁ χρυσὸς καὶ μέλαν, ἢν ἐκ δακρύων ἥκῃ· πλούτῳ δ᾽ ἂν ἄριστα βασιλέων χρῷο τοῖς μὲν δεομένοις ἐπαρκῶν, τοῖς δὲ πολλὰ κεκτημένοις παρέχων ἀσφαλῆ τὸν πλοῦτον. τὸ ἐξεῖναί σοι πᾶν, ὅ τι βούλει, δέδιθι, σωφρονέστερον γὰρ αὐτῷ χρήσῃ. μὴ τέμνε τῶν ἀσταχύων τοὺς ὑψηλούς τε καὶ ὑπεραίροντας, ἄδικος γὰρ ὁ τοῦ Ἀριστοτέλους λόγος, ἀλλὰ τὸ δύσνουν ἐξαίρει μᾶλλον, ὥσπερ τὰς ἀκάνθας τῶν ληίων καὶ φοβερὸς δόκει τοῖς νεώτερα πράττουσι μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ᾽ ἐν τῷ τιμωρήσεσθαι. νόμος, ὦ βασιλεῦ, καὶ σοῦ ἀρχέτω· σωφρονέστερον γὰρ νομοθετήσεις, ἢν μὴ ὑπερορᾷς τῶν νόμων. θεοὺς θεράπευε μᾶλλον ἢ πρότερον· μεγάλα μὲγ γὰρ παρ᾽ αὐτῶν εἴληφας, ὑπὲρ μεγάλων δὲ εὔχῃ. καὶ τὰ μὲν τῇ ἀρχῇ προσήκοντα, ὡς βασιλεὺς πρᾶττε, τὰ δὲ τῷ σώματι, ὡς ἰδιώτης. περὶ δὲ κύβων καὶ μέθης καὶ ἐρώτων καὶ τοῦ διαβεβλῆσθαι πρὸς τὰ τοιαῦτα τί ἄν σοι παραινοίην, ὅν φασι μηδὲ ἐφ᾽ ἡλικίας ταῦτα ἐπαινέσαι; παῖδές εἰσί σοι, βασιλεῦ, δύο καὶ γενναῖοι, ὥς φασιν. ἄρχε τούτων μάλιστα, τὰ γὰρ ἐκείνοις ἁμαρτηθέντα σὲ δήπου διαβαλεῖ. ἔστω δέ σοι καὶ ἀπειλὴ πρὸς αὐτούς, ὡς οὐ παραδώσεις τὴν ἀρχήν σφισιν, εἰ μή που καλοί τε καὶ ἀγαθοὶ μείνωσιν, ἵνα μὴ κληρονομίαν ἡγῶνται τὴν ἀρχήν, ἀλλ᾽ ἀρετῆς ἆθλα. τὰς δὲ ἐμπολιτευομένας ἡδονὰς τῇ Ῥώμῃ, πολλαὶ δὲ αὗται, δοκεῖ μοι, ὦ βασιλεῦ, ξυμμέτρως παύειν, χαλεπὸν γὰρ μεταβαλεῖν δῆμον ἐς τὸ ἀθρόως σῶφρον, ἀλλὰ δεῖ κατ᾽ ὀλίγον ἐμποιεῖν ῥυθμὸν ταῖς γνώμαις, τὰ μὲν φανερῶς, τὰ δὲ ἀφανῶς διορθούμενον. ἀπελευθέρων τε καὶ δούλων, οὓς ἡ ἀρχή σοι δίδωσιν, ἀνέλωμεν τρυφὴν τοσούτῳ ταπεινότερον αὐτοὺς ἐθίσαντες φρονεῖν, ὅσῳ μείζονος δεσπότου εἰσίν. τί λοιπὸν ἀλλ᾽ ἢ περὶ τῶν ἡγεμόνων εἰπεῖν, οἳ ἐς τὰ ἔθνη φοιτῶσιν, οὐ περὶ ὧν αὐτὸς ἐκπέμψεις, ἀριστίνδην γάρ που τὰς ἀρχὰς δώσεις, ἀλλὰ περὶ τῶν κληρωσομένων τὸ ἄρχειν· τούτων γὰρ τοὺς μὲν προσφόρους τοῖς ἔθνεσιν, ἃ διέλαχον, φημὶ δεῖν πέμπειν, ὡς ὁ κλῆρος, ἑλληνίζοντας μὲν Ἑλληνικῶν ἄρχειν, ῥωμαΐζοντας δὲ ὁμογλώττων καὶ ξυμφώνων. ὅθεν δὲ τοῦτ᾽ ἐνεθυμήθην, λέξω· κατὰ τοὺς χρόνους, οὓς ἐν Πελοποννήσῳ διῃτώμην, ἡγεῖτο τῆς Ἑλλάδος ἄνθρωπος οὐκ εἰδὼς τὰ Ἑλλήνων, καὶ οὐδ᾽ οἱ Ἕλληνές τι ἐκείνου ξυνίεσαν· ἔσφηλεν οὖν καὶ ἐσφάλη τὰ πλεῖστα, οἱ γὰρ ξύνεδροί τε καὶ κοινωνοὶ τῆς ἐν τοῖς δικαστηρίοις γνώμης ἐκαπήλευον τὰς δίκας διαλαβόντες τὸν ἡγεμόνα, ὥσπερ ἀνδράποδον. ταῦτά μοι, βασιλεῦ, παρέστη τήμερον, εἰ δέ τι καὶ ἕτερον ἐπὶ νοῦν ἔλθοι, πάλιν ξυνελευσόμεθα. νυνὶ δὲ τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, μὴ ἀργότερος τοῖς ὑπηκόοις δόξῃς.’

ὁ δὲ Εὐφράτης ‘τοῖς μὲν δεδογμένοις ξυγχωρῶ,’ ἔφη ‘τί γὰρ ἂν πλέον μεταδιδάσκων πράττοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπάζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, καταψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν.’ ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν· βουλομένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν ‘ἐσκαλεῖτε’ ἔφη ‘τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα.’ οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν, καὶ γὰρ βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνωσκεν, εἰρηκώς, ἀλλ᾽ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δἰ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει· οὐ μὴν ἀπερρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα. καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν· ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς· λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀποσχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν Ἰνδὸν Φραώτην ποταμούς τε ἀναγράφοντι καὶ θηρία, ὑφ᾽ ὧν ἡ Ἰνδικὴ οἰκεῖται, προλέγοντι δὲ καὶ ὁπόσα οἱ θεοὶ περὶ τῆς ἀρχῆς ἔφαινον. ἐξελαύνων δὲ τῆς Αἰγύπτου ξυνῳκισμένης τε καὶ νεαζούσης κοινωνὸν μὲν τῆς ὁδοῦ τὸν Ἀπολλώνιον ἐποιεῖτο, τῷ δὲ οὐκ ἐδόκει ταῦτα· Αἴγυπτόν τε γάρ, ὁπόση ἐστίν, οὔπω ἑωρακέναι τοῖς τε Γυμνοῖς οὔπω ἀφῖχθαι ἐς λόγον μάλα ἐσπουδακὼς σοφίᾳ Ἰνδικῇ ἀντικρῖναι Αἰγυπτίαν. ‘οὐδὲ Νείλου’ ἔφη ‘ἔπιον, ὅθεν ἄρχεται.’ ξυνεὶς οὖν ὁ βασιλεύς, ὅτι ἐπ᾽ Αἰθιοπίαν στέλλεται ‘ἡμῶν δὲ’ ἔφη ‘οὐ μεμνήσῃ;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ἢν βασιλεὺς ἀγαθὸς μένῃς καὶ σεαυτοῦ μνημονεύῃς.’

μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτήσων ‘τίνας δέ,’ εἶπεν ‘ὦ βασιλεῦ, δωρεὰς δώσεις;’ ‘δέκα’ ἔφη ‘νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα.’ καὶ ὁ Ἀπολλώνιος ‘οὐκοῦν’ ἔφη ‘φείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλ᾽ ἐπιμελήθητι τούτων, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις.’ ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ ὁ Δίων ‘διάλλαξόν με, βασιλεῦ,’ εἶπε ‘πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί.’ ἐπαινέσας οὖν ὁ βασιλεὺς ‘χθὲς’ ἔφη ‘τοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει· ἀλλ᾽ αἴτει ὑπερ δωρεᾶς.’ καὶ ὁ Δίων ‘Λασθένης’ ἔφη ‘ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται.’ ‘ἀνείσθω’, ἔφη ‘δίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρατευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ.’ καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθ᾽ ἑαυτόν, βουληθεὶς δὲ ὁ βασιλεὺς παραδοῦναί τινα κατ᾽ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν· αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρήματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν ὁ Ἀπολλώνιος ‘εἶτα ὑπὲρ δημοκρατίας’ ἔφη ‘ξυνεβούλευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;’

τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δ᾽ αὖ φιλοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλοσοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός, οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐθέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος, δι᾽ ὃν ἐγένετο κρείττων ὀργῆς νενικηκυίας ἤδη.

ἡ δὲ τοῦ Δίωνος φιλοσοφία ῥητορικωτέρα τῷ Ἀπολλωνίῳ ἐφαίνετο καὶ ἐς τὸ εὐφραῖνον κατεσκευασμένη μᾶλλον, ὅθεν διορθούμενος αὐτόν φησιν ‘αὐλῷ καὶ λύρᾳ μᾶλλον ἢ λόγῳ θέλγε,’ καὶ πολλαχοῦ τῶν πρὸς Δίωνα ἐπιστολῶν ἐπιπλήττει τῇ δημαγωγίᾳ ταύτῃ.

τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι· Νέρων ἐλευθέραν ἀφῆκε τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς, καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, ὃ μηδὲ πάλαι ἡ Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς· ταῦτ᾽ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πικρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέστειλε τῷ βασιλεῖ ὧδε· Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν. Ἐδουλώσω τὴν Ἐλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέρωνος· Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔρρωσο. τῷ αὐτῷ. διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦσθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔρρωσο. τῷ αὐτῷ. Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔρρωσο. τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολλωνίῳ τοιάδε ἐγένετο, ἀκούων δ᾽ αὐτὸν εὖ διατιθέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράττεσθαι.

θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε· λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, ὁ δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πόλεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι· οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδ᾽ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, ὁ δὲ Ἀπολλώνιος ‘δεῖταί μου’ ἔφη ‘ὁ λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει· ἔστι τοίνυν Ἄμασις οὗτος, ὁ βασιλεὺς Αἰγύπτου περὶ τὸν Σαίτην νομόν.’ ἐπεὶ δ᾽ ἤκουσεν ὁ λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶδες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά. καταψῶν οὖν αὐτὸν ὁ Ἀπολλώνιος ‘δοκεῖ’ ἔφη ‘πέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμενον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν, καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ᾽ αὐτῷ ᾄδοντες.’

ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυνουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παρρησίᾳ χρῆσθαι δεινὸς ἦν, κατέλιπεν αὐτόθι ἔφεδρον τῷ Εὐφράτῃ, καὶ τὸν Διοσκουρίδην ἰδὼν οὐκ ἐρρωμένως πρὸς τὴν ἀποδημίαν διακείμενον παρῃτήσατο τῆς ὁδοῦ, τοὺς δὲ λοιποὺς ξυναγαγών, μετὰ γὰρ τοὺς ἀπολιπόντας αὐτὸν περὶ τὴν Ἀρικίαν προσεγένοντο πλείους ἕτεροι, διῄει πρὸς αὐτοὺς περὶ τῆς ἀποδημίας ἐνθένδε ἀρξάμενος· ‘Ὀλυμπικῆς προρρήσεως’ ἔφη ‘δέομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες· Ὀλυμπικὴ δὲ πρόρρησις ἡ τοιάδε εἴη ἄν· Ἠλεῖοι τοὺς ἀθλητάς, ἐπειδὰν ἥκῃ Ὀλύμπια, γυμνάζουσιν ἡμερῶν τριάκοντα ἐν αὐτῇ Ἤλιδι, καὶ ξυναγαγόντες αὐτοὺς ὁ μὲν Δελφός, ὅτε Πύθια, ὁ δὲ Κορίνθιος, ὅτε Ἴσθμια,’ ‘ἴτε’ φασὶν ‘ἐς τὸ στάδιον, καὶ γίγνεσθε ἄνδρες οἷοι νικᾶν,’ Ἠλεῖοι δέ, ἐπειδὰν ἴωσιν ἐς Ὀλυμπίαν, διαλέγονται πρὸς τοὺς ἀθλητὰς ὧδε· ‘εἰ πεπόνηται ὑμῖν ἐπαξίως τοῦ ἐς Ὀλυμπίαν ἐλθεῖν καὶ μηδὲν ῥᾴθυμον μηδὲ ἀγεννὲς εἴργασται, ἴτε θαρροῦντες, οἷς δὲ μὴ ὧδε ἤσκηται, χωρεῖτε οἷ βούλεσθε.’ ξυνῆκαν οἱ ὁμιληταὶ τοῦ λόγου καὶ κατέμειναν ἀμφὶ τοὺς εἴκοσι παρὰ τῷ Μενίππῳ, οἱ δὲ λοιποὶ δέκα, οἶμαι, ὄντες εὐξάμενοι τοῖς θεοῖς καὶ οἷον ἐμβατήρια πλοῦ θύσαντες ἐχώρουν εὐθὺ πυραμίδων ἐπὶ καμήλων ὀχούμενοι δεξιὸν θέμενοι τὸν Νεῖλον. πολλαχοῦ δὲ διεπλεῖτο αὐτοῖς ὁ ποταμὸς ὑπὲρ ἱστορίας τῶν ἐν αὐτῷ πάντων, οὔτε γὰρ πόλιν οὔτε ἱερὸν οὔθ᾽ ὁπόσα τεμένη κατ᾽ Αἴγυπτον, οὐδὲν τούτων ἄφωνοι παρῆλθον, ἀλλ᾽ ἱερούς τινας ἀεὶ λόγους διδασκόμενοί τε καὶ διδάσκοντες, καὶ ἡ ναῦς, ἣν ἐμβαίη Ἀπολλώνιος, ἐῴκει θεωρίδι.