Βιβλίον α΄
Συγγραφέας:
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870.


οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ᾽ αὐτῷ φασιν· ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς, ἀλλὰ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ᾽ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ

χαίρετ᾽, ἐγὼ δ᾽ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός

καὶ

ἤδη γάρ ποτ᾽ ἐγὼ γενόμην κόρη τε κόρος τε

καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλοσοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι προὐθέμην·

ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ᾽ ἀρχαίους οὔτ᾽ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν, ἀλλ᾽ ὁ μὲν τό, ὁ δὲ τὸ ἐπαινεῖ τοῦ ἀνδρός, οἱ δέ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς βιαίως σοφόν, κακῶς γιγνώσκοντες· Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ, Πλάτων τε βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτοῦ λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ προαισθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον ἐς τὴν σοφίαν ταύτην, ἢ διαβεβλήσεταί γε καὶ Σωκράτης ἐφ᾽ οἷς παρὰ τοῦ δαιμονίου προεγίγνωσκε καὶ Ἀναξαγόρας ἐφ᾽ οἷς προὔλεγε· καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπίασι μέν, ὁπότε ἥκιστα ὗε, παρελθόντα ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου οἰκίαν τε, ὡς πεσεῖται, προειπόντα μὴ ψεύσασθαι, πεσεῖν γάρ, νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ ἐκδοθήσονται, προαναφωνήσαντα ἀληθεῦσαι; καὶ σοφίᾳ ταῦτα τοῦ Ἀναξαγόρου προστιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν καί φασιν, ὡς μάγῳ τέχνῃ ταῦτ᾽ ἔπραττεν. δοκεῖ οὖν μοι μὴ περιιδεῖν τὴν τῶν πολλῶν ἄγνοιαν, ἀλλ᾽ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ᾽ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ᾽ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ᾽ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς ἤδη, τὰ δὲ ἐξ ὧν εἶπον ἕτεροι περὶ αὐτοῦ, τὰ δὲ ἐκ τῶν ἐκείνου ἐπιστολῶν. ἐπέστελλε δὲ βασιλεῦσι σοφισταῖς φιλοσόφοις Ἠλείοις Δελφοῖς Ἰνδοῖς Αἰγυπτίοις ὑπὲρ θεῶν ὑπὲρ ἐθῶν ὑπὲρ ἠθῶν ὑπὲρ νόμων, παρ᾽ οἷς ὅ τι ἁμαρτάνοιτο, ἐπηνώρθου. τὰ δὲ ἀκριβέστερα ὧδε συνελεξάμην·

ἐγένετο Δάμις ἀνὴρ οὐκ ἄσοφος τὴν ἀρχαίαν ποτὲ οἰκῶν Νῖνον· οὗτος τῷ Ἀπολλωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι, καὶ γνώμας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπε. καὶ προσήκων τις τῷ Δάμιδι τὰς δέλτους τῶν ὑπομνημάτων τούτων οὔπω γιγνωσκομένας ἐς γνῶσιν ἤγαγεν Ἰουλίᾳ τῇ βασιλίδι. μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου — καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας λόγους ἐπῄνει καὶ ἠσπάζετο — μεταγράψαι τε προσέταξε τὰς διατριβὰς ταύτας καὶ τῆς ἀπαγγελίας αὐτῶν ἐπιμεληθῆναι, τῷ γὰρ Νινίῳ σαφῶς μέν, οὐ μὴν δεξιῶς γε ἀπηγγέλλετο. ἐνέτυχον δὲ καὶ Μαξίμου τοῦ Αἰγιέως βιβλίῳ ξυνειληφότι τὰ ἐν Αἰγαῖς Ἀπολλωνίου πάντα, καὶ διαθῆκαι δὲ τῷ Ἀπολλωνίῳ γεγράφαται, παρ᾽ ὧν ὑπάρχει μαθεῖν, ὡς ὑποθειάζων τὴν φιλοσοφίαν ἐγένετο. οὐ γὰρ Μοιραγένει γε προσεκτέον βιβλία μὲν ξυνθέντι ἐς Ἀπολλώνιον τέτταρα, πολλὰ δὲ τῶν περὶ τὸν ἄνδρα ἀγνοήσαντι. ὡς μὲν οὖν ξυνήγαγον ταῦτα διεσπασμένα καὶ ὡς ἐπεμελήθην τοῦ ξυνθεῖναι αὐτά, εἴρηκα, ἐχέτω δὲ ὁ λόγος τῷ τε ἀνδρὶ τιμήν, ἐς ὃν ξυγγέγραπται, τοῖς τε φιλομαθεστέροις ὠφέλειαν· ἦ γὰρ ἂν μάθοιεν, ἃ μήπω γιγνώσκουσιν.

Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυμος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος ὁ Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων· ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι· ὁ δὲ ‘ἐμέ’ εἶπε. ‘σὺ δὲ τίς;’ εἰπούσης ‘Πρωτεὺς’ ἔφη ‘ὁ Αἰγύπτιος θεός’. ὅστις μὲν δὴ τὴν σοφίαν ὁ Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρωτέως, μάλιστα ἐπειδὰν προϊὼν ὁ λόγος δεικνύῃ τὸν ἄνδρα πλείω μὲν ἢ ὁ Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι.

τεχθῆναι δὲ ἐν λειμῶνι λέγεται, πρὸς ᾧ νῦν τὸ ἱερὸν αὐτῷ ἐκπεπόνηται. καὶ μηδὲ ὁ τρόπος ἀγνοείσθω, ὃν ἀπετέχθη· ἀγούσῃ γὰρ τῇ μητρὶ τόκου ὥραν ὄναρ ἐγένετο βαδίσαι ἐς τὸν λειμῶνα καὶ ἄνθη κεῖραι, καὶ δῆτα ἀφικομένη αἱ μὲν δμωαὶ προσεῖχον τοῖς ἄνθεσιν ἐσκεδασμέναι κατὰ τὸν λειμῶνα, αὐτὴ δὲ ἐς ὕπνον ἀπήχθη κλιθεῖσα ἐν τῇ πόᾳ. κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν ἐστήσαντο περὶ αὐτὴν καθεύδουσαν, καὶ τὰς πτέρυγας, ὥσπερ εἰώθασιν, ἄραντες ἀθρόον ἤχησαν, καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι, ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτεκεν, ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. οἱ δὲ ἐγχώριοί φασιν, ὡς ὁμοῦ τε τίκτοιτο καὶ σκηπτὸς ἐν τῇ γῇ πεσεῖσθαι δοκῶν ἐμμετεωρισθείη τῷ αἰθέρι καὶ ἀφανισθείη ἄνω, τό, οἶμαι, ἐκφανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ὁ ἀνὴρ ἐγένετο, φαίνοντες οἱ θεοὶ καὶ προσημαίνοντες.

ἔστι δέ τι περὶ Τύανα ὕδωρ Ὁρκίου Διός, ὥς φασι, καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον, οὗ πηγὴ ἀναδίδοται ψυχρά, παφλάζει δέ, ὥσπερ ὁ θερμαινόμενος λέβης. τοῦτο εὐόρκοις μὲν ἵλεών τε καὶ ἡδὺ ὕδωρ, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη· ἀποσκήπτει γὰρ καὶ ἐς ὀφθαλμοὺς καὶ ἐς χεῖρας καὶ ἐς πόδας, καὶ ὑδέροις ἁλίσκονται καὶ φθόαις, καὶ οὐδ᾽ ἀπελθεῖν δυνατόν, ἀλλ᾽ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι ὁμολογοῦντες ἃ ἐπιώρκησαν· οἱ μὲν δὴ ἐγχώριοί φασι παῖδα τοῦ Διὸς τὸν Ἀπολλώνιον γεγονέναι, ὁ δ᾽ ἀνὴρ Ἀπολλωνίου ἑαυτὸν καλεῖ.

προϊὼν δὲ ἐς ἡλικίαν, ἐν ᾗ γράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδ᾽ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο, καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ᾽ Εὐθύδημον τὸν ἐκ Φοινίκης. ὁ δὲ Εὐθύδημος ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι, τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι, ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται, καθάπερ τῶν ὀρνίθων οἱ ὑγροί. τό τοι‘ παύσασθε μεθύοντες τῷ ὕδατι’ Ἀπολλωνίῳ πρὸς αὐτοὺς ἐν ἐπιστολῇ εἴρηται. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιοῦ καὶ ὁ Ἀσκληπιὸς αὐτὸς ἐπίδηλος τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου, διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δέ γε Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνέλαβε· διδάσκαλος μὲν γὰρ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· ἦν δὲ οὗτος Εὔξενος ὁ ἐξ Ἡρακλείας τοῦ Πόντου, τὰς δὲ Πυθαγόρου δόξας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων, τὸ γὰρ ‘χαῖρε’ καὶ τὸ ‘εὖ πρᾶττε’ καὶ τὸ ‘Ζεὺς ἵλεως’ καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν· ὁ δέ, ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτοὺς μελετώμενοι ὑπ᾽ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δυνηθῶσιν, ὑπερπέτονται τοὺς γονέας ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους, οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχέ τε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ᾽ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος δέκατον καὶ ἕκτον ὥρμησεν ἐπὶ τὸν τοῦ Πυθαγόρου βίον, πτερωθεὶς ἐπ᾽ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τόν γε Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ᾽ ἐξαιτήσας αὐτῷ προάστειον παρὰ τοῦ πατρός, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, ‘σὺ μὲν ζῆθι τὸν σεαυτοῦ τρόπον’ ἔφη ‘ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι’.

ἡγουμένου δὲ αὐτὸν τοῦ Εὐξένου μεγάλης διανοίας ἅπτεσθαι καὶ ἐρομένου, ὁπόθεν ἄρξοιτο ‘ὅθεν περ οἱ ἰατροί’, ἔφη ‘καὶ γὰρ ἐκεῖνοι καθαίροντες τὰς γαστέρας τοὺς μὲν οὐδὲ νοσεῖν ἐῶσι, τοὺς δὲ ἰῶνται.’ καὶ εἰπὼν τοῦτο τὰς μὲν ἐμψύχους βρώσεις ὡς οὔτε καθαρὰς καὶ τὸν νοῦν παχυνούσας παρῃτήσατο, τραγήματα δὲ καὶ λάχανα ἐσιτεῖτο, καθαρὰ εἶναι φάσκων, ὁπόσα ἡ γῆ αὐτὴ δίδωσι, καὶ τὸν οἶνον καθαρὸν μὲν ἔφασκεν εἶναι πῶμα ἐκ φυτοῦ οὕτως ἡμέρου τοῖς ἀνθρώποις ἥκοντα, ἐναντιοῦσθαι δὲ τῇ τοῦ νοῦ συστάσει διαθολοῦντα τὸν ἐν τῇ ψυχῇ αἰθέρα. μετὰ δὲ τὴν κάθαρσιν τῆς γαστρὸς τοιαύτην γενομένην ἀνυποδησίαν τε ποιεῖται κόσμημα καὶ λίνου ἐσθῆτα ἀμπίσχεται παραιτησάμενος τὴν ἀπὸ τῶν ζῴων, ἀνῆκέ τε τὴν κόμην καὶ ἐν τῷ ἱερῷ ἔζη. ἐκπεπληγμένων δὲ αὐτὸν τῶν περὶ τὸ ἱερὸν καὶ τοῦ Ἀσκληπιοῦ ποτε πρὸς τὸν ἱερέα φήσαντος, ὡς χαίροι θεραπεύων τοὺς νοσοῦντας ὑπὸ Ἀπολλωνίῳ μάρτυρι, ξυνῄεσαν ἐς τὰς Αἰγὰς ἐφ᾽ ἱστορίᾳ Κίλικές τε αὐτοὶ καὶ οἱ πέριξ, ὅ τε Κιλίκιος λόγος ποῖ τρέχεις; ἦ ἐπὶ τὸν ἔφηβον; ἐπ᾽ ἐκείνῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν.

ἄξιον δὲ μηδὲ τὰ ἐν τῷ ἱερῷ παρελθεῖν βίον γε ἀφηγούμενον ἀνδρός, ὃς καὶ τοῖς θεοῖς ἦν ἐν λόγῳ· μειράκιον γὰρ δὴ Ἀσσύριον παρὰ τὸν Ἀσκληπιὸν ἧκον ἐτρύφα νοσοῦν καὶ ἐν πότοις ἔζη, μᾶλλον δὲ ἀπέθνησκεν· ὑδέρῳ δὲ ἄρα εἴχετο καὶ μέθῃ χαῖρον αὐχμοῦ ἠμέλει. ἠμελεῖτο δὴ ὑπὸ τοῦ Ἀσκληπιοῦ διὰ ταῦτα καὶ οὐδὲ ὄναρ αὐτῷ ἐφοίτα. ἐπιμεμφομένῳ δὲ ταῦτα ἐπιστὰς ὁ θεὸς ‘εἰ Ἀπολλωνίῳ’ ἔφη ‘διαλέγοιο, ῥᾴων ἔσῃ’. προσελθὼν οὖν τῷ Ἀπολλωνίῳ ‘τί ἂν’ ἔφη ‘τῆς σῆς σοφίας ἐγὼ ἀπολαύσαιμι; κελεύει γάρ με ὁ Ἀσκληπιὸς συνεῖναί σοι.’ ‘ὃ’ ἦ δ᾽ ὃς ‘ἔσται σοι πρὸς τὰ παρόντα πολλοῦ ἄξιον· ὑγιείας γάρ που δέῃ;’ ‘νὴ Δί᾽’ εἶπεν ‘ἥν γε ὁ Ἀσκληπιὸς ἐπαγγέλλεται μέν, οὐ δίδωσι δέ.’ ‘εὐφήμει’, ἔφη ‘τοῖς γὰρ βουλομένοις δίδωσι, σὺ δὲ ἐναντία τῇ νόσῳ πράττεις, τρυφῇ γὰρ διδοὺς ὀψοφαγίαν ἐπεσάγεις ὑγροῖς καὶ διεφθορόσι τοῖς σπλάγχνοις καὶ ὕδατι ἐπαντλεῖς πηλόν.’ ταυτὶ μὲν σαφέστερα, οἶμαι, τῆς Ἡρακλείτου σοφίας ἐχρησμῴδει· ὁ μὲν γὰρ δεῖσθαι ἔφη τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν, ἐσελθόντος αὐτὸν τουτουὶ τοῦ πάθους, οὐκ εὐξύνετά που λέγων, οὐδὲ δῆλα, ὁ δ᾽ ἤγαγεν ἐς ὑγίειαν τὸ μειράκιον τὰ σοφὰ σαφῶς ἑρμηνεύσας.

ἰδὼν δὲ ἀθρόον ποτὲ ἐν τῷ βωμῷ αἷμα καὶ διακείμενα ἐπὶ τοῦ βωμοῦ τὰ ἱερὰ τεθυμένους τε βοῦς Αἰγυπτίους καὶ σῦς μεγάλους, καὶ τὰ μὲν δέροντας αὐτούς, τὰ δὲ κόπτοντας, χρυσίδας τε ἀνακειμένας δύο καὶ λίθους ἐν αὐταῖς τῶν ἰνδικωτάτων καὶ θαυμασίων, προσελθὼν τῷ ἱερεῖ ‘τί ταῦτα;’ ἔφη ‘λαμπρῶς γάρ τις χαρίζεται τῷ θεῷ’. ὁ δὲ ‘θαυμάσῃ’ ἔφη ‘μᾶλλον, ὅτι μήτε ἱκετεύσας ποτὲ ἐνταῦθα μήτε διατρίψας, ὃν οἱ ἄλλοι χρόνον, μήτε ὑγιάνας πω παρὰ τοῦ θεοῦ, μηδ᾽ ἅπερ αἰτήσων ἦλθεν ἔχων, χθὲς γὰρ δὴ ἀφιγμένῳ ἔοικεν, ὁ δ᾽ οὕτως ἀφθόνως θύει. φησὶ δὲ πλείω μὲν θύσειν, πλείω δὲ ἀναθήσειν, εἰ πρόσοιτο αὐτὸν ὁ Ἀσκληπιός. ἔστι δὲ τῶν πλουσιωτάτων· κέκτηται γοῦν ἐν Κιλικίᾳ βίον πλείω ἢ Κίλικες ὁμοῦ πάντες· ἱκετεύει δὲ τὸν θεὸν ἀποδοῦναί οἱ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξερρυηκότα.’ ὁ δὲ Ἀπολλώνιος, ὥσπερ γεγηρακὼς εἰώθει, τοὺς ὀφθαλμοὺς ἐς τὴν γῆν στήσας ‘τί δὲ ὄνομα αὐτῷ;’ ἤρετο. ἐπεὶ δὲ ἤκουσε ‘δοκεῖ μοι,’ ἔφη ‘ὦ ἱερεῦ, τὸν ἄνθρωπον τοῦτον μὴ προσδέχεσθαι τῷ ἱερῷ, μιαρὸς γάρ τις ἥκει καὶ κεχρημένος οὐκ ἐπὶ χρηστοῖς τῷ πάθει, καὶ αὐτὸ δὲ τὸ πρὶν εὑρέσθαί τι παρὰ τοῦ θεοῦ πολυτελῶς θύειν οὐ θύοντός ἐστιν, ἀλλ᾽ ἑαυτὸν παραιτουμένου σχετλίων τε καὶ χαλεπῶν ἔργων.’ ταῦτα μὲν ὁ Ἀπολλώνιος. ὁ δ᾽ Ἀσκληπιὸς ἐπιστὰς νύκτωρ τῷ ἱερεῖ ‘ἀπίτω’ ἔφη ‘ὁ δεῖνα τὰ ἑαυτοῦ ἔχων, ἄξιος γὰρ μηδὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἔχειν.’ ἀναμανθάνων οὖν ὁ ἱερεὺς τὸν ἄνθρωπον, γυνὴ μὲν τῷ Κίλικι τούτῳ ἐγεγόνει θυγατέρα ἔχουσα προτέρων γάμων, ὁ δὲ ἤρα τῆς κόρης καὶ ἀκολάστως εἶχε ξυνῆν τε οὐδ᾽ ὡς λαθεῖν· ἐπιστᾶσα γὰρ ἡ μήτηρ τῇ εὐνῇ τῆς μὲν ἄμφω, τοῦ δὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξέκοψεν ἐναράξασα τὰς περόνας.

τό γε μὴν θύοντας ἢ ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο· πλειόνων γάρ ποτε ξυνεληλυθότων ἐς τὸ ἱερὸν ἄρτι ἐξεληλαμένου τοῦ Κίλικος ἤρετο τὸν ἱερέα οὑτωσί· ‘ἆρα’ ἔφη ‘οἱ θεοὶ δίκαιοι;’ ‘δικαιότατοι μὲν οὖν’ εἶπε. ‘τί δέ· ξυνετοί;’ ‘καὶ τί’ ἔφη ‘ξυνετώτερον τοῦ θείου;’ ‘τὰ δὲ τῶν ἀνθρώπων ἴσασιν, ἢ ἄπειροι αὐτῶν εἰσι;’ ‘καὶ μὴν τοῦτ᾽’ ἔφη ‘πλεονεκτοῦσι μάλιστα οἱ θεοὶ τῶν ἀνθρώπων, ὅτι οἱ μὲν ὑπ᾽ ἀσθενείας οὐδὲ τὰ ἑαυτῶν ἴσασι, τοῖς δὲ γιγνώσκειν ὑπάρχει τὰ ἐκείνων τε καὶ τὰ αὑτῶν.’ ‘πάντα’ ἔφη ‘ἄριστα, ὦ ἱερεῦ, καὶ ἀληθέστατα. ἐπεὶ τοίνυν πάντα γιγνώσκουσι, δοκεῖ μοι τὸν ἥκοντα ἐς θεοῦ καὶ χρηστὰ ἑαυτῷ ξυνειδότα τοιάνδε εὐχὴν εὔχεσθαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· ὀφείλεται γάρ που, ὦ ἱερεῦ, τοῖς μὲν ὁσίοις τὰ ἀγαθά, τοῖς δὲ φαύλοις τἀναντία, καὶ οἱ θεοὶ οὖν εὖ ποιοῦντες, ὃν μὲν ἂν ὑγιᾶ τε καὶ ἄτρωτον κακίας εὕρωσι, πέμπουσι δήπου στεφανώσαντες οὐ χρυσοῖς στεφάνοις, ἀλλ᾽ ἀγαθοῖς πᾶσιν, ὃν δ᾽ ἂν κατεστιγμένον ἴδωσι καὶ διεφθορότα, καταλείπουσι τῇ δίκῃ, τοσοῦτον αὐτοῖς ἐπιμηνίσαντες, ὅσον ἐτόλμησαν καὶ ἱερὰ ἐσφοιτᾶν μὴ καθαροὶ ὄντες.’ καὶ ἅμα ἐς τὸν Ἀσκληπιὸν βλέψας ‘φιλοσοφεῖς,’ ἔφη ‘ὦ Ἀσκληπιέ, τὴν ἄρρητόν τε καὶ συγγενῆ σαυτῷ φιλοσοφίαν μὴ συγχωρῶν τοῖς φαύλοις δεῦρο ἥκειν, μηδ᾽ ἂν πάντα σοι τὰ ἀπὸ Ἰνδῶν καὶ Σαρδῴων ξυμφέρωσιν· οὐ γὰρ τιμῶντες τὸ θεῖον θύουσι ταῦτα καὶ ἀνάπτουσιν, ἀλλ᾽ ὠνούμενοι τὴν δίκην, ἣν οὐ ξυγχωρεῖτε αὐτοῖς δικαιότατοι ὄντες.’ πολλὰ τοιαῦτα ἐν τῷ ἱερῷ ἐφιλοσόφει ἐν ἐφήβῳ ἔτι. κἀκεῖνα τῆς ἐν Αἰγαῖς διατριβῆς·

Κιλίκων ἦρχεν ὑβριστὴς ἄνθρωπος καὶ κακὸς τὰ ἐρωτικά· ἐς τοῦτον ἦλθε λόγος τῆς τοῦ Ἀπολλωνίου ὥρας, ὁ δὲ ἐρρῶσθαι φράσας οἷς ἔπραττεν, ἐν Ταρσοῖς δὲ ἄρα ἀγορὰν ἦγεν, ἐξωρμήθη ἐς τὰς Αἰγὰς νοσεῖν τε ἑαυτὸν φήσας καὶ τοῦ Ἀσκληπιοῦ δεῖσθαι, καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ βαδίζοντι ἰδίᾳ ‘σύστησόν με’ ἔφη ‘τῷ θεῷ’. ὁ δὲ ὑπολαβὼν ‘καὶ τί σοι δεῖ τοῦ συστήσοντος’, εἶπεν ‘εἰ χρηστὸς εἶ; τοὺς γὰρ σπουδαίους οἱ θεοὶ καὶ ἄνευ τῶν προξενούντων ἀσπάζονται.’ ‘ὅτι νὴ Δί᾽,’ ἔφη ‘Ἀπολλώνιε, σὲ μὲν ὁ θεὸς πεποίηται ξένον, ἐμὲ δὲ οὔπω’. ‘ἀλλὰ κἀμοῦ’ ἔφη ‘καλοκαγαθία προὐξένησεν, ᾗ χρώμενος, ὡς δυνατὸν νέῳ, θεράπων τέ εἰμι τοῦ Ἀσκληπιοῦ καὶ ἑταῖρος· εἰ δὲ καὶ σοὶ καλοκαγαθίας μέλει, χώρει θαρρῶν παρὰ τὸν θεὸν καὶ εὔχου, ὅ τι ἐθέλεις.’ ‘νὴ Δί᾽,’ ‘εἶπεν ‘ἢν σοί γε προτέρῳ εὔξωμαι.’ ‘καὶ τί’ ἔφη ‘ἐμοὶ εὔξῃ;’ ὃ’ ἦ δ᾽ ὃς ‘εὔχεσθαι δεῖ τοῖς καλοῖς· εὐχόμεθα δὲ αὐτοῖς κοινωνεῖν τοῦ κάλλους καὶ μὴ φθονεῖν τῆς ὥρας.’ ἔλεγε δὲ ταῦτα ὑποθρύπτων ἑαυτὸν καὶ τοὺς ὀφθαλμοὺς ὑγραίνων καὶ τί γὰρ οὐχ ἑλίττων τῶν οὕτως ἀσελγῶν τε καὶ ἐπιρρήτων; ὁ δὲ ταυρηδὸν ὑποβλέψας αὐτὸν ‘μαίνῃ’, ἔφη ‘ὦ κάθαρμα.’ τοῦ δ᾽ οὐ μόνον πρὸς ὀργὴν ταῦτα ἀκούσαντος, ἀλλὰ καὶ ἀπειλήσαντος, ὡς ἀποκόψοι αὐτοῦ τὴν κεφαλήν, καταγελάσας ὁ Ἀπολλώνιος ‘ὦ ἡ δεῖνα ἡμέρα’ ἀνεβόησε· τρίτη δὲ ἄρα ἦν ἀπ᾽ ἐκείνης, ἐν ᾗ δήμιοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν τὸν ὑβριστὴν ἐκεῖνον, ὡς ξὺν Ἀρχελάῳ τῷ Καππαδοκίας βασιλεῖ νεώτερα ἐπὶ Ῥωμαίους πράττοντα. ταῦτα καὶ πολλὰ τοιαῦτα Μαξίμῳ τῷ Αἰγιεῖ ξυγγέγραπται, ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν.

ἐπεὶ δὲ τεθνεῶτα τὸν πατέρα ἤκουσεν, ἔδραμεν ἐς τὰ Τύανα, κἀκεῖνον μὲν ταῖς ἑαυτοῦ χερσὶν ἔθαψε πρὸς τῷ τῆς μητρὸς σήματι, ἐτεθνήκει δὲ κἀκείνη οὐ πάλαι, τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφὸν ἀκόλαστόν τε καὶ φιλοπότην ὄντα. καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, ὁ δ᾽ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις. διατρίψας οὖν ἐν Αἰγαῖς πάλιν καὶ τὸ ἱερὸν Λύκειόν τε ἀποφήνας καὶ Ἀκαδημίαν, φιλοσοφίας γὰρ ἠχὼ πάσης ἐν αὐτῷ ἦν, ἐπανῆλθεν ἐς τὰ Τύανα ἀνὴρ ἤδη καὶ κύριος τῶν ἑαυτοῦ, εἰπόντος δὲ πρὸς αὐτόν τινος, ὡς σωφρονίσαι τὸν ἀδελφὸν προσήκοι αὐτῷ καὶ μεταβαλεῖν τοῦ τρόπου, ‘τουτὶ μὲν θρασὺ’ ἔφη ‘δόξει, πρεσβύτερον γὰρ νέος πῶς ἂν σωφρονίζοιμι; ὡς δέ μοι δυνατόν, ἰάσομαι αὐτὸν τουτωνὶ τῶν παθῶν·’ δίδωσι δὴ αὐτῷ τὴν ἡμίσειαν τῆς ἑαυτοῦ μοίρας, τὸν μὲν πλειόνων δεῖσθαι φήσας, ἑαυτὸν δὲ ὀλίγων, ἐφιστὰς δὲ αὐτὸν καὶ σοφῶς ὑπαγόμενος ἐς τὸ σωφρονίζοντι πείθεσθαι ‘ὁ μὲν πατὴρ’ ἔφη ‘μεθέστηκεν, ὃς ἐπαίδευέ τε ἡμᾶς καὶ ἐνουθέτει, λοιπὸς δὲ σὺ ἐμοὶ καὶ σοὶ δήπου ἐγώ· εἴτ᾽ οὖν ἐγώ τι ἁμαρτάνοιμι, σύμβουλος γίγνου καὶ ἰῶ τἀμά, εἴτ᾽ αὐτός τι ἁμαρτάνοις, ἀνέχου διδάσκοντος.’ κἀκεῖνον μέν, ὥσπερ οἱ καταψῶντες τοὺς δυσηνίους τε καὶ μὴ εὐαγώγους τῶν ἵππων, ἐς πειθὼ ἤγαγε καὶ μετερρύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων, καὶ γὰρ κύβων ἥττητο καὶ οἴνου καὶ ἐφ᾽ ἑταίρας ἐκώμαζεν ἐπαιρούσης αὐτὸν κόμης, ἣν καὶ βαφαῖς ἤσκει, σοβῶν τε καὶ ἄνω βαίνων. ἐπεὶ δὲ καὶ τὰ πρὸς τὸν ἀδελφὸν αὐτῷ εὖ εἶχεν, ἐπὶ τοὺς ἄλλους ἤδη συγγενεῖς ἐτράπετο καὶ τοὺς δεομένους σφῶν ἀνεκτήσατο τῇ λοιπῇ οὐσίᾳ μικρὰ ἑαυτῷ ὑπολιπόμενος, ὅτε δὴ τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀγέλαις τε καὶ μήλοις τὰ ἑαυτοῦ ἀνέντα προβάτοις ἔφη μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι, τὸν δὲ Θηβαῖον Κράτητα καταποντώσαντα τὴν οὐσίαν οὔτε ἀνθρώποις γενέσθαι ἐπιτήδειον οὔτε προβάτοις. εὐδοκιμήσαντος δὲ τοῦ Πυθαγόρου ἐπὶ τῷ λόγῳ, ὃν ἔλεγε περὶ τοῦ μὴ δεῖν παρ᾽ ἄλλην ἰέναι γυναῖκα ἢ τὴν ἑαυτοῦ, τουτὶ μὲν ἑτέροις ἔφη ὑπὸ Πυθαγόρου προειρῆσθαι, αὐτὸς δὲ μήτ᾽ ἂν γῆμαι μήτ᾽ ἂν ἐς ὁμιλίαν ἀφικέσθαι ποτὲ ἀφροδισίων, ὑπερβαλλόμενος καὶ τὸ τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν ἐς γῆρας ἐλθών, ὁ δ᾽ ὑπ᾽ ἀρετῆς τε καὶ σωφροσύνης οὐδ᾽ ἐν μειρακίῳ ἡττήθη τούτου, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλ᾽ ὅμως συκοφαντοῦσί τινες ἐπὶ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη· οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπὶ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ᾽ αὐτοῦ ξυνθείς, ὡς ἐν τοῖς περὶ Εὐφράτου λόγοις δείξομεν, διεφέρετο δὲ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ᾽ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἐπέκοπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαί τε καὶ τὴν σοφίαν καπηλεύειν. ἀλλὰ ταῦτα μὲν ἐς τοὺς αὐτῶν χρόνους ἀναβεβλήσθω μοι.

ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξένου, τί δῆτα οὐ ξυγγράφοι καίτοι γενναίως δοξάζων καὶ ἀπαγγελίᾳ χρώμενος δοκίμῳ καὶ ἐγηγερμένῃ ‘ὅτι’ ἔφη ‘οὔπω ἐσιώπησα.’ καὶ ἐνθένδε ἀρξάμενος σιωπᾶν ᾠήθη δεῖν, καὶ τὴν μὲν φωνὴν κατεῖχεν, οἱ δ᾽ ὀφθαλμοὶ καὶ ὁ νοῦς πλεῖστα μὲν ἀνεγίγνωσκον, πλεῖστα δὲ ἐς μνήμην ἀνελέγοντο· τό τοι μνημονικὸν ἑκατοντούτης γενόμενος καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. οὐ μὴν ἄχαρις τά γε ἐς ξυνουσίας ἦν παρ᾽ ὃν ἐσιώπα χρόνον, ἀλλὰ πρὸς τὰ λεγόμενα καὶ οἱ ὀφθαλμοί τι ἐπεσήμαινον καὶ ἡ χεὶρ καὶ τὸ τῆς κεφαλῆς νεῦμα, οὐδὲ ἀμειδὴς ἢ σκυθρωπὸς ἐφαίνετο, τὸ γὰρ φιλέταιρόν τε καὶ τὸ εὐμενὲς εἶχε. τοῦτον ἐπιπονώτατον αὑτῷ φησι γενέσθαι τὸν βίον ὅλων πέντε ἐτῶν ἀσκηθέντα, πολλὰ μὲν γὰρ εἰπεῖν ἔχοντα μὴ εἰπεῖν, πολλὰ δὲ πρὸς ὀργὴν ἀκούσαντα μὴ ἀκοῦσαι, πολλοῖς δ᾽ ἐπιπλῆξαι προαχθέντα τέτλαθι δὴ κραδίη τε καὶ γλῶττα πρὸς ἑαυτὸν φάναι, λόγων τε προσκρουσάντων αὐτῷ παρεῖναι τὰς ἐλέγξεις τότε.

διέτριψέ τε τοὺς τῆς σιωπῆς χρόνους τὸν μὲν ἐν Παμφύλοις, τὸν δὲ ἐν Κιλικίᾳ, καὶ βαδίζων δι᾽ οὕτω τρυφώντων ἐθνῶν οὐδαμοῦ ἐφθέγξατο, οὐδ᾽ ὑπήχθη γρύξαι. ὁπότε μὴν στασιαζούσῃ πόλει ἐντύχοι, πολλαὶ δὲ ἐστασίαζον ὑπὲρ θεαμάτων οὐ σπουδαίων, παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητ᾽ ἂν ἀταξία πᾶσα καὶ ὥσπερ ἐν μυστηρίοις ἐσιώπων. καὶ τὸ μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα, οἱ γὰρ ὑπὲρ τοιούτων ἀτακτοῦντες, ἂν πρὸς ἄνδρα ἴδωσιν, ἐρυθριῶσί τε καὶ αὑτῶν ἐπιλαμβάνονται καὶ ῥᾷστα δὴ ἐς νοῦν ἥκουσι, λιμῷ δὲ πεπιεσμένην πόλιν οὐ ῥᾴδιον εὐηνίῳ καὶ πιθανῷ λόγῳ μεταδιδάξαι καὶ ὀργῆς παῦσαι. ἀλλ᾽ Ἀπολλωνίῳ καὶ ἡ σιωπὴ πρὸς τοὺς οὕτω διακειμένους ἤρκει. ἀφίκετο μὲν γὰρ ἐς Ἄσπενδον τὴν Παμφύλων — πρὸς Εὐρυμέδοντι δὲ οἰκεῖται ποταμῷ ἡ πόλις αὕτη, τρίτη τῶν ἐκεῖ — ὄροβοι δ᾽ ὤνιοι καὶ τὰ ἐς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς, τὸν γὰρ σῖτον οἱ δυνατοὶ ξυγκλείσαντες εἶχον, ἵν᾽ ἐκκαπηλευθείη τῆς χώρας. ἀνηρέθιστο δὴ ἐπὶ τὸν ἄρχοντα ἡλικία πᾶσα καὶ πυρὸς ἐπ᾽ αὐτὸν ἥπτοντο καίτοι προσκείμενον τοῖς βασιλείοις ἀνδριᾶσιν, οἳ καὶ τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ φοβερώτεροι ἦσαν τότε καὶ ἀσυλότεροι, Τιβερίου γε ὄντες, ἐφ᾽ οὗ λέγεταί τις ἀσεβῆσαι δόξαι τυπτήσας τὸν ἑαυτοῦ δοῦλον φέροντα δραχμὴν ἀργυρᾶν νενομισμένην ἐς Τιβέριον. προσελθὼν οὖν τῷ ἄρχοντι ἤρετο αὐτὸν τῇ χειρί, ὅ τι εἴη τοῦτο, τοῦ δὲ ἀδικεῖν μὲν οὐδὲν φήσαντος, ἀδικεῖσθαι δὲ μετὰ τοῦ δήμου, λόγου δ᾽ εἰ μὴ τύχοι, ξυναπολεῖσθαι τῷ δήμῳ, μετεστράφη τε εἰς τοὺς περιεστηκότας ὁ Ἀπολλώνιος καὶ ἔνευσεν ὡς χρὴ ἀκοῦσαι, οἱ δὲ οὐ μόνον ἐσιώπησαν ὑπ᾽ ἐκπλήξεως τῆς πρὸς αὐτόν, ἀλλὰ καὶ τὸ πῦρ ἔθεντο ἐπὶ τῶν βωμῶν τῶν αὐτόθι. ἀναθαρρήσας οὖν ὁ ἄρχων ‘ὁ δεῖνα’ ἔφη ‘καὶ ὁ δεῖνα’ πλείους εἰπὼν ‘τοῦ λιμοῦ τοῦ καθεστηκότος αἴτιοι, τὸν γὰρ σῖτον ἀπολαβόντες φυλάττουσι κατ᾽ ἄλλος ἄλλο τῆς χώρας.’ διακελευομένων δὲ τῶν Ἀσπενδίων ἀλλήλοις ἐπὶ τοὺς ἀγροὺς φοιτᾶν, ἀνένευσεν ὁ Ἀπολλώνιος μὴ πράττειν τοῦτο, μετακαλεῖν δὲ μᾶλλον τοὺς ἐν τῇ αἰτίᾳ καὶ παρ᾽ ἑκόντων εὑρέσθαι τὸν σῖτον. ἀφικομένων δὲ μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπ᾽ αὐτοὺς ῥῆξαι, παθών τι πρὸς τὰ τῶν πολλῶν δάκρυα — καὶ γὰρ παιδία ξυνερρυήκει καὶ γύναια, καὶ ὠλοφύροντο οἱ γεγηρακότες, ὡς αὐτίκα δὴ ἀποθανούμενοι λιμῷ — τιμῶν δὲ τὸ τῆς σιωπῆς δόγμα γράφει ἐς γραμματεῖον ἐπίπληξιν καὶ δίδωσιν ἀναγνῶναι τῷ ἄρχοντι· ἡ δὲ ἐπίπληξις ὧδε εἶχεν· ‘Ἀπολλώνιος σιτοκαπήλοις Ἀσπενδίων. ἡ γῆ πάντων μήτηρ, δικαία γάρ, ὑμεῖς δὲ ἄδικοι ὄντες πεποίησθε αὐτὴν αὑτῶν μόνων μητέρα, καὶ εἰ μὴ παύσεσθε, οὐκ ἐάσω ὑμᾶς ἐπ᾽ αὐτῆς ἑστάναι.’ ταῦτα δείσαντες ἐνέπλησαν τὴν ἀγορὰν σίτου καὶ ἀνεβίω ἡ πόλις.

Ἐπεφοίτησε καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ πεπαυμένος τοῦ σιωπᾶν, καὶ παρῆλθεν ἐς τὸ ἱερὸν τοῦ Δαφναίου Ἀπόλλωνος, ᾧ περιάπτουσιν Ἀσσύριοι τὸν μῦθον τὸν Ἀρκάδα· τὴν γὰρ τοῦ Λάδωνος Δάφνην ἐκεῖ μεταφῦναι λέγουσι καὶ ποταμὸς αὐτοῖς ῥεῖ Λάδων, καὶ φυτὸν τιμᾶται παρ᾽ αὐτοῖς δάφνης, τοῦτο δὴ τὸ ἀντὶ τῆς παρθένου, κυπαρίττων τε ὕψη ἀμήχανα περιέστηκε κύκλῳ τὸ ἱερὸν καὶ πηγὰς ἐκδίδωσιν ὁ χῶρος ἀφθόνους τε καὶ ἠρεμούσας, αἷς τὸν Ἀπόλλω φασὶ ῥαίνεσθαι. ἐνταῦθα κυπαρίττου τι ἔρνος ἡ γῆ ἀναδέδωκεν ἐπὶ Κυπαρίττῳ φασὶν ἐφήβῳ Ἀσσυρίῳ, καὶ πιστοῦται τὴν μεταβολὴν ἡ ὥρα τοῦ φυτοῦ. καὶ ἴσως νεανικώτερον ἅπτεσθαι δοκῶ τοῦ λόγου διαμυθολογῶν τὰ τοιαῦτα· ἀλλ᾽ οὐχ ὑπὲρ μυθολογίας ταῦτα. τί δέ μοι ὁ λόγος βούλεται;ὁ Ἀπολλώνιος ἰδὼν τὸ ἱερὸν χαρίεν μέν, σπουδὴν δ᾽ ἐν αὐτῷ οὐδεμίαν, ἀλλ᾽ ἀνθρώπους ἡμιβαρβάρους καὶ ἀμούσους ‘Ἄπολλον,’ ἔφη ‘μετάβαλε τοὺς ἀφώνους ἐς δένδρα, ἵνα κἂν ὡς κυπάριττοι ἠχῶσιν.’ τὰς δὲ πηγὰς ἐπισκεψάμενος, ὡς γαλήνην ἄγουσι καὶ κελαρύζει σφῶν οὐδεμία, ‘ἡ ἀφωνία’ εἶπεν ‘ἡ ἐνταῦθα οὐδὲ ταῖς πηγαῖς ξυγχωρεῖ φθέγγεσθαι.’ πρὸς δὲ τὸν Λάδωνα ἰδὼν ‘οὐχ ἡ θυγάτηρ’ ἔφη ‘σοὶ μόνη μετέβαλεν, ἀλλὰ καὶ σὺ τῷ δόξαι βάρβαρος ἐξ Ἕλληνός τε καὶ Ἀρκάδος.’ Ἐπεὶ δὲ ἔγνω διαλέγεσθαι, τὰ μὲν ὁμιλούμενα τῶν χωρίων καὶ ἀτακτοῦντα παρῃτεῖτο φήσας οὐκ ἀνθρώπων ἑαυτῷ δεῖν, ἀλλ᾽ ἀνδρῶν, τὰ δὲ σεμνότερα ἐσεφοίτα καὶ ᾤκει τῶν ἱερῶν τὰ μὴ κληιστά. ἡλίου μὲν δὴ ἀνίσχοντος ἐφ᾽ ἑαυτοῦ τινα ἔπραττεν, ἃ μόνοις ἐποίει δῆλα τοῖς ἐτῶν τεττάρων σιωπᾶν γεγυμνασμένοις, τὸν δὲ μετὰ ταῦτα καιρόν, εἰ μὲν Ἑλλὰς ἡ πόλις εἴη καὶ τὰ ἱερὰ γνώριμα, ξυγκαλῶν ἂν τοὺς ἱερέας ἐφιλοσόφει περὶ τῶν θεῶν καὶ διωρθοῦτο αὐτούς, εἴ που τῶν νομιζομένων ἐξαλλάττοιεν, εἰ δὲ βάρβαρά τε καὶ ἰδιότροπα εἴη, διεμάνθανε τοὺς ἱδρυσαμένους αὐτὰ καὶ ἐφ᾽ ὅτῳ ἱδρύθη, πυθόμενός τε, ὅπη θεραπεύεται ταῦτα καὶ ὑποθέμενος, εἴ τι σοφώτερον τοῦ δρωμένου ἐνθυμηθείη, μετῄει ἐπὶ τοὺς ὁμιλητὰς καὶ ἐκέλευεν ἐρωτᾶν, ἃ βούλονται. ἔφασκε γὰρ χρῆναι τοὺς οὕτω φιλοσοφοῦντας ἠοῦς μὲν ἀρχομένης ξυνεῖναι θεοῖς, προϊούσης δὲ περὶ θεῶν, τὸν δὲ μετὰ ταῦτα καιρὸν ἀνθρωπείων πέρι τὰς ξυνουσίας ποιεῖσθαι. εἰπὼν δ᾽ ἂν πρὸς τοὺς ἑταίρους, ὁπόσα ἠρώτων, καὶ ἱκανῶς τῆς τοιαύτης ξυνουσίας ἔχων ἐπὶ τὴν διάλεξιν ἀνίστατο λοιπὸν τὴν ἐς πάντας, οὐ πρὸ μεσημβρίας, ἀλλ᾽ ὁπότε μάλιστα ἡ ἡμέρα ἑστήκοι. καὶ διαλεχθεὶς ἂν ὡς ἀπαρκεῖν ᾤετο, ἠλείφετό τε καὶ τριψάμενος ἵει ἑαυτὸν ἐς ὕδωρ ψυχρὸν γῆρας ἀνθρώπων καλῶν τὰ βαλανεῖα· τῆς γοῦν Ἀντιοχείας ἀποκλεισθείσης ἐς αὐτὰ ἐπὶ μεγάλοις ἁμαρτήμασιν ‘ἔδωκεν ὑμῖν’ ἔφη ‘ὁ βασιλεὺς κακοῖς οὖσι βιῶναι πλείονα ἔτη.’ Ἐφεσίων δὲ βουλομένων καταλιθῶσαι τὸν ἄρχοντα ἐπὶ τῷ μὴ ἐκπυροῦν τὰ βαλανεῖα ‘ὑμεῖς μὲν τὸν ἄρχοντα’ ἔφη ‘αἰτιᾶσθε, ἐπειδὴ πονηρῶς λοῦσθε, ἐγὼ δὲ ὑμᾶς, ὅτι λοῦσθε.’

λόγων δὲ ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ᾽ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο, οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν ἢ περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ᾽ ὥσπερ ἐκ τρίποδος ὅτε διαλέγοιτο ‘οἶδα’ ἔλεγε καὶ ‘δοκεῖ μοι’ καὶ ‘ποῖ φέρεσθε;’ καὶ ‘χρὴ εἰδέναι.’ καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, ‘ὅτι’ ἔφη ‘μειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ ζητεῖν, ἀλλὰ διδάσκειν ἃ εὕρηκα.’ ‘πῶς οὖν, Ἀπολλώνιε, διαλέξεται ὁ σοφός;’ πάλιν ἐπερομένου αὐτὸν ‘ὡς νομοθέτης,’ ἔφη ‘δεῖ γὰρ τὸν νομοθέτην, ἃ πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολλοὺς ποιεῖσθαι.’ ὧδε αὐτῷ τὰ ἐν Ἀντιοχείᾳ ἐσπουδάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμουσοτάτους.

μετὰ δὲ ταῦτα λογισμὸν ἑαυτῷ διδοὺς ἀποδημίας μείζονος, ἐνθυμεῖται τὸ Ἰνδικὸν ἔθνος καὶ τοὺς ἐν αὐτῷ σοφούς, οἳ λέγονται Βραχμᾶνές τε καὶ Ὑρκάνιοι εἶναι, προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερορίῳ αἴρεσθαι. εὕρημα δὲ τοὺς μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσι, καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος. καὶ πρὸς τοὺς ὁμιλητὰς ἑπτὰ ὄντας ἀνέφηνε τὴν γνώμην. πειρωμένων δὲ αὐτῶν ξυμβουλεύειν ἕτερα, εἴ πη ἀφελχθείη τῆς ὁρμῆς ταύτης, ‘ἐγὼ μὲν θεοὺς’ ἔφη ‘συμβούλους πεποίημαι καὶ τὰ δεδογμένα εἴρηκα, ὑμῶν δὲ βάσανον ἐποιούμην, εἰ πρὸς ἅπερ ἐγὼ ἔρρωσθε· ἐπεὶ τοίνυν μαλακῶς ἔχετε, ὑμεῖς μὲν ὑγιαίνετε’ ἔφη ‘καὶ φιλοσοφεῖτε· ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία τε καὶ δαίμων με ἄγει.’ ταῦτα εἰπὼν ἐξελαύνει τῆς Ἀντιοχείας μετὰ δυοῖν θεραπόντοιν, οἵπερ αὐτῷ πατρικὼ ἤστην, ὁ μὲν ἐς τάχος γράφων, ὁ δὲ ἐς κάλλος.

καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα Ἰὼ ἡ Ἰνάχου καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος ἢ οἱ ἱερεῖς καὶ προφῆται, προσεφοίτησε Δάμις ὁ Νίνιος, ὃν καταρχὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενέσθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρὸς διασώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦ ‘ἴωμεν,’ ἔφη ‘Ἀπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν· εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δ᾽ οὖν ἐς Βαβυλῶνα ἧκον, πόλεις τε, ὁπόσαι εἰσίν, οἶδα ἀνελθὼν οὐ πάλαι καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς φωνὰς τῶν βαρβάρων, ὁπόσαι εἰσίν, εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας.’ ‘ἐγὼ δέ,’ εἶπεν ‘ὦ ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν.’ θαυμάσαντος δὲ τοῦ Νινίου ‘μὴ θαυμάσῃς,’ εἶπεν ‘εἰ πάσας οἶδα φωνὰς ἀνθρώπων· οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρωποι.’ ὁ μὲν δὴ Ἀσσύριος προσηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα, τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις, διατριβὴν δὲ ἀναγράψαι καὶ συνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυπῶσαι καὶ ὑπόμνημα τῶν τοιούτων ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν καὶ ἐπετήδευε τοῦτο ἄριστα ἀνθρώπων. ἡ γοῦν δέλτος ἡ τῶν ἐκφατνισμάτων τοιοῦτον τῷ Δάμιδι νοῦν εἶχεν· ὁ Δάμις ἐβούλετο μηδὲν τῶν Ἀπολλωνίου ἀγνοεῖσθαι, ἀλλ᾽ εἴ τι καὶ παρεφθέγξατο ἢ ῾ἀμελῶσ᾽ εἶπεν, ἀναγεγράφθαι καὶ τοῦτο, καὶ ἄξιόν γε εἰπεῖν, ἃ καὶ πρὸς τὸν μεμψάμενον τὴν διατριβὴν ταύτην ἀπεφθέγξατο· διασύροντος γὰρ αὐτὸν ἀνθρώπου ῥᾳθύμου τε καὶ βασκάνου καὶ τὰ μὲν ἄλλα ὀρθῶς ἀναγράφειν φήσαντος, ὁπόσαι γνῶμαί τέ εἰσι καὶ δόξαι τοῦ ἀνδρός, ταυτὶ δὲ τὰ οὕτω μικρὰ ξυλλεγόμενον παραπλήσιόν που τοῖς κυσὶ πράττειν τοῖς σιτουμένοις τὰ ἐκπίπτοντα τῆς δαιτός, ὑπολαβὼν ὁ Δάμις ‘εἰ δαῖτες’ ἔφη ‘θεῶν εἰσι καὶ σιτοῦνται θεοί, πάντως που καὶ θεράποντες αὐτοῖς εἰσιν, οἷς μέλει τοῦ μηδὲ τὰ πίπτοντα τῆς ἀμβροσίας ἀπόλλυσθαι.’ Τοιοῦδε μὲν ἑταίρου καὶ ἐραστοῦ ἔτυχεν, ᾧ τὸ πολὺ τοῦ βίου συνεπορεύθη.

παριόντας δὲ αὐτοὺς ἐς τὴν μέσην τῶν ποταμῶν ὁ τελώνης ὁ ἐπιβεβλημένος τῷ Ζεύγματι πρὸς τὸ πινάκιον ἦγε καὶ ἠρώτα, ὅ τι ἀπάγοιεν, ὁ δὲ Ἀπολλώνιος ‘ἀπάγω’ ἔφη ‘σωφροσύνην δικαιοσύνην ἀρετὴν ἐγκράτειαν ἀνδρείαν ἄσκησιν,’ πολλὰ καὶ οὕτω θήλεα εἴρας ὀνόματα. ὁ δ᾽ ἤδη βλέπων τὸ ἑαυτοῦ κέρδος ‘ἀπόγραψαι οὖν’ ἔφη ‘τὰς δούλας’. ὁ δὲ ‘οὐκ ἔξεστιν,’ εἶπεν ‘οὐ γὰρ δούλας ἀπάγω ταύτας, ἀλλὰ δεσποίνας.’ τὴν δὲ τῶν ποταμῶν μέσην ὁ Τίγρις ἀποφαίνει καὶ ὁ Εὐφράτης ῥέοντες μὲν ἐξ Ἀρμενίας καὶ Ταύρου λήγοντος, περιβάλλοντες δὲ ἤπειρον, ἐν ᾗ καὶ πόλεις μέν, τὸ δὲ πλεῖστον κῶμαι, ἔθνη τε Ἀρμένια καὶ Ἀράβια, ἃ ξυγκλέίσαντες οἱ ποταμοὶ ἔχουσιν, ὧν καὶ νομάδες οἱ πολλοὶ στείχουσιν, οὕτω τι νησιώτας ἑαυτοὺς νομίζοντες, ὡς ἐπὶ θάλαττάν τε καταβαίνειν φάσκειν, ὅτ᾽ ἐπὶ τοὺς ποταμοὺς βαδίζοιεν, ὅρον τε ποιεῖσθαι τῆς γῆς τὸν τῶν ποταμῶν κύκλον· ἀποτορνεύσαντες γὰρ τὴν προειρημένην ἤπειρον ἐπὶ τὴν αὐτὴν ἵενται θάλατταν. εἰσὶ δ᾽, οἵ φασιν ἐς ἕλος ἀφανίζεσθαι τὸ πολὺ τοῦ Εὐφράτου καὶ τελευτᾶν τὸν ποταμὸν τοῦτον ἐν τῇ γῇ. λόγου δ᾽ ἔνιοι θρασυτέρου ἐφάπτονται, φάσκοντες αὐτὸν ὑπὸ τῇ γῇ ῥέοντα ἐς Αἴγυπτον ἀναφαίνεσθαι καὶ Νείλῳ συγκεράννυσθαι. ἀκριβολογίας μὲν δὴ ἕνεκα καὶ τοῦ μηδὲν παραλελεῖφθαί μοι τῶν γεγραμμένων ὑπὸ τοῦ Δάμιδος ἐβουλόμην ἂν καὶ τὰ διὰ τῶν βαρβάρων τούτων ῾πορευομένοισ᾽ σπουδασθέντα εἰπεῖν, ξυνελαύνει δὲ ἡμᾶς ὁ λόγος ἐς τὰ μείζω τε καὶ θαυμασιώτερα, οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρείας, ᾗ χρώμενος ὁ Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδ᾽ ὑπὸ Ῥωμαίοις πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε αὐτὸ καὶ πραττόντων. ἔστι γὰρ τῶν Ἀραβίων ἤδη κοινὸν καὶ τῶν ὀρνίθων ἀκούειν μαντευομένων, ὁπόσα οἱ χρησμοί, ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.

Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια φρουρὰ μὲν αὐτόθι ἦν ἐκ βασιλέως, ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς ἑαυτόν τε καὶ πόλιν καὶ ἐφ᾽ ὅ τι ἥκοι. σατράπης δὲ τῇ φρουρᾷ ταύτῃ ἐπετέτακτο, βασιλέως τις, οἶμαι, ὀφθαλμός, ὁ γὰρ Μῆδος ἄρτι ἐς τὸ ἄρχειν ἥκων οὐ ξυνεχώρει ἑαυτῷ ἀδεῶς ζῆν, ἀλλὰ ὄντα τε καὶ οὐκ ὄντα δεδιὼς ἐς φόβους κατεπεπτώκει καὶ πτοίας. ἄγονται τοίνυν παρὰ τὸν σατράπην Ἀπολλώνιός τε καὶ οἱ ἀμφ᾽ αὐτόν, ὁ δὲ ἔτυχε μὲν σκηνὴν ἐφ᾽ ἁρμαμάξης πεποιημένος καὶ ἐξελαύνων ποι, ἰδὼν δὲ ἄνδρα αὐχμοῦ πλέων ἀνέκραγέ τε ὥσπερ τὰ δειλὰ τῶν γυναίων καὶ ξυνεκαλύψατο, μόγις τε ἀναβλέψας ἐς αὐτόν, ‘πόθεν ἡμῖν ἐπιπεμφθεὶς ἥκεις;’ οἷον δαίμονα ἠρώτα. ὁ δὲ ‘ὑπ᾽ ἐμαυτοῦ,’ ἔφη ‘εἴ πη καὶ ἄκοντες ἄνδρες γένοισθε.’ πάλιν ἤρετο, ὅστις ὢν ἐσφοιτᾷ τὴν βασιλέως χώραν, ὁ δὲ ‘ἐμὴ’ ἔφη ‘πᾶσα ἡ γῆ καὶ ἀνεῖταί μοι δι᾽ αὐτῆς πορεύεσθαι.’ τοῦ δὲ ‘βασανιῶ σε,’ εἰπόντος ‘εἰ μὴ λέγοις’, ‘εἰ γὰρ ταῖς σαυτοῦ χερσίν,’ εἶπεν ‘ὡς αὐτὸς βασανισθείης, θιγὼν ἀνδρός.’ ἐκπλαγεὶς δὲ αὐτὸν ὁ εὐνοῦχος, ἐπεὶ μηδὲ ἑρμηνέως ἑώρα δεόμενον, ἀλλ᾽ ὑπολαμβάνοντα τὴν φωνὴν ἀλύπως τε καὶ εὐκόλως ‘πρὸς θεῶν’ εἶπε ‘τίς εἶ;’ λιπαρῶν ἤδη καὶ μεταβαλὼν τοῦ τόνου. ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος ‘ἐπειδὴ μετρίως’ ἔφη ‘ταῦτα καὶ οὐκ ἀπανθρώπως ἤρου, ἄκουε, ὅς εἰμι· εἰμὶ μὲν ὁ Τυανεὺς Ἀπολλώνιος, ἡ δὲ ὁδὸς παρὰ τὸν Ἰνδῶν βασιλέα καθ᾽ ἱστορίαν τῶν ἐκεῖ, βουλοίμην δ᾽ ἂν καὶ τῷ σῷ βασιλεῖ ἐντυχεῖν· φασὶ γὰρ αὐτὸν οἱ ξυγγεγονότες οὐ τῶν φαύλων εἶναι, εἰ δὴ Οὐαρδάνης οὗτος, ὁ τὴν ἀρχὴν ἀπολωλυῖάν ποτ᾽ αὐτῷ νῦν ἀνακεκτημένος.’ ‘ἐκεῖνος,’ ἔφη ‘θεῖε Ἀπολλώνιε· πάλαι γάρ σε ἠκούομεν. σοφῷ δὲ ἀνδρὶ κἂν αὐτοῦ παραχωρήσειε τοῦ χρυσοῦ θρόνου καὶ πέμποι δ᾽ ἂν ὑμᾶς ἐς Ἰνδοὺς ἐπὶ καμήλου ἕκαστον. ἐγὼ δὲ καὶ ξένον ἐμαυτοῦ ποιοῦμαί σε καὶ δίδωμί σοι τούτων τῶν χρημάτων,’ ἅμα θησαυρὸν χρυσοῦ δείξας ‘ὁπόσα βούλει δράττεσθαι, καὶ μὴ ἐς ἅπαξ, ἀλλὰ δεκάκις.’ παραιτησαμένου δὲ αὐτοῦ τὰ χρήματα ‘σὺ δ᾽ ἀλλὰ οἴνου’ ἔφη ‘Βαβυλωνίου, προπίνει δὲ αὐτοῦ βασιλεὺς δέκα ἡμῖν σατράπαις, ἀμφορέα ἔχε, συῶν τε καὶ δορκάδων τεμάχη ὀπτὰ ἄλευρά τε καὶ ἄρτους καὶ ὅ τι ἐθέλεις. ἡ γὰρ μετὰ ταῦτα ὁδὸς ἐπὶ πολλὰ στάδια κῶμαί εἰσιν οὐ πάνυ εὔσιτοι.’ καὶ λαβόμενος ἑαυτοῦ ὁ εὐνοῦχος, ‘οἷον,’ ἔφη ‘ὦ θεοί, ἔπαθον· ἀκούων γὰρ τὸν ἄνδρα μήτ᾽ ἀπὸ ζῴων σιτεῖσθαι μήτε οἴνου πίνειν, παχέως αὐτὸν καὶ ἀμαθῶς ἑστιῶ.’ ‘ἀλλ᾽ ἔστι σοι’ ἔφη ‘καὶ λεπτῶς με ἑστιᾶν, ἢν ἄρτους τε δῷς καὶ τραγήματα.’ ‘δώσω’ ἔφη ‘ζυμίτας τε ἄρτους καὶ φοίνικος βαλάνους ἠλεκτρώδεις τε καὶ μεγάλας. δώσω καὶ λάχανα, ὁπόσα ὁ Τίγρις κηπεύει.’ ‘ἀλλ᾽ ἡδίω’ εἶπεν ὁ Ἀπολλώνιος ‘τὰ ἄγρια καὶ αὐτόματα λάχανα τῶν ἠναγκασμένων καὶ τεχνητῶν.’ ‘ἡδίω μέν,’ ἔφη ὁ σατράπης ‘ἡ χώρα δὲ ἡμῖν ἡ ἐπὶ Βαβυλῶνος ἀψινθίου πλήρης οὖσα ἀηδῆ αὐτὰ φύει καὶ πικρά.’ πλὴν ἀλλὰ τοῦ σατράπου γε ἀπεδέξατο, καὶ ἀπιὼν ἤδη ‘ὦ λῷστε,’ ἔφη ‘μὴ λῆγε μόνον καλῶς, ἀλλὰ καὶ ἄρχου’ νουθετῶν που αὐτὸν ἐπὶ τῷ ‘βασανιῶ σε,’ καὶ οἷς ἐν ἀρχῇ βαρβαρίζοντος ἤκουσε.

προελθόντες δὲ εἴκοσι στάδια λεαίνῃ ἐντυγχάνουσιν ἀπεσφαγμένῃ ἐν θήρᾳ, καὶ ἦν τὸ θηρίον μέγα καὶ ὅσον οὔπω εἶδον, ἐβόων τε οἱ ἐκ τῆς κώμης συνερρυηκότες, καί, νὴ Δί᾽, οἱ τεθηρακότες, ὥς τι μέγα θαῦμα ἐν αὐτῷ ὁρῶντες· καὶ ἦν ἀτεχνῶς θαῦμα· σκύμνους γὰρ ἀνατμηθεῖσα ὀκτὼ εἶχεν. ὁ δὲ τῆς λεαίνης τόκος, αἱ λέαιναι μηνῶν μὲν κυΐσκουσιν ἕξ, τρὶς δὲ ἀποτίκτουσιν, ἀριθμὸς δὲ τῶν σκύμνων παρὰ μὲν τὴν πρώτην τρεῖς, ἐπὶ δὲ τῆς δευτέρας δύο, τρίτου δὲ ἁπτομένη τόκου μονήρη σκύμνον ἀποτίκτει μέγαν, οἶμαι, καὶ ἀγριώτερον τῆς φύσεως. οὐ γὰρ προσεκτέα τοῖς λέγουσιν, ὡς ξήναντες οἱ σκύμνοι τὰς τῶν λεαινῶν μήτρας ἐκδίδονται τοῦ σπλάγχνου. δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους. ἐνιδὼν οὖν ὁ Ἀπολλώνιος τῷ θηρίῳ καὶ πολὺν χρόνον ἐπισχὼν ‘ὦ Δάμι,’ ἔφη ‘ὁ χρόνος τῆς παρὰ βασιλέα ἀποδημίας ἐνιαυτοῦ ἔσται καὶ μηνῶν ὀκτώ, οὔτε γὰρ ἐκεῖνος ἀνήσει θᾶττον, οὔτε ὑμῖν λῷον ἀπελθεῖν πρὸ τούτου. τεκμαίρεσθαι δὲ χρὴ τῶν μὲν σκύμνων ἐς μῆνας, τῆς λεαίνης δὲ ἐς ἐνιαυτόν, τέλεια γὰρ τελείοις παραβλητέα.’ ‘οἱ δὲ δὴ στρουθοὶ’ ἔφη ὁ Δάμις ‘οἱ παρὰ τῷ Ὁμήρῳ τί φήσουσιν, οὓς ὁ δράκων μὲν ἐν τῇ Αὐλίδι ἐδαίσατο ὀκτὼ ὄντας ἐννάτην ἐπ᾽ αὐτοῖς τὴν μητέρα ἑλών; Κάλχας δ᾽ ἐξηγούμενος ταῦτα ἐννέα ἐνιαυτοῖς ἀνεῖπε καταπολεμήσεσθαι τὴν Τροίαν· καὶ ὅρα μὴ καθ᾽ Ὅμηρόν τε καὶ Κάλχαντα ἐς ἐννέα ἡμῖν ἔτη ἡ ἀποδημία τείνῃ.’ ‘καὶ εἰκότως,’ ἔφη ‘ὦ Δάμι, καὶ τοὺς νεοττοὺς Ὅμηρος ἐνιαυτοῖς εἰκάζει, γεγόνασι γὰρ ἤδη καί εἰσιν, ἐγὼ δὲ ἀτελῆ θηρία καὶ μήπω γεγονότα, ἴσως δὲ μηδ᾽ ἂν γενόμενα, πῶς ἂν ἐνιαυτοῖς εἰκάζοιμι; τὰ γὰρ παρὰ φύσιν οὔτ᾽ ἂν γένοιτο, ταχεῖάν τε ἴσχει διαφθοράν, κἂν γένηται. ἀλλ᾽ ἕπου δὴ τῷ λόγῳ, καὶ ἴωμεν εὐξόμενοι τοῖς θεοῖς, οἳ ταῦτα φαίνουσι.’

προελθόντι δὲ αὐτῷ ἐς τὴν Κισσίαν χώραν καὶ πρὸς Βαβυλῶνι ἤδη ὄντι δόξα ἐνυπνίου ἐφοίτησεν ὧδε τῷ φήναντι θεῷ ξυντεθεῖσα· ἰχθῦς ἐκπεπτωκότες τῆς θαλάττης ἐν τῇ γῇ ἤσπαιρον θρῆνον ἀνθρώπων ἱέντες καὶ ὀλοφυρόμενοι τὸ ἐκβεβηκέναι τοῦ ἤθους, δελφῖνά τε τῇ γῇ παρανέοντα ἱκέτευον ἀμῦναί σφισιν ἐλεεινοὶ ὄντες, ὥσπερ τῶν ἀνθρώπων οἱ ἐν τῇ ξένῃ κλαίοντες. ἐκπλαγεὶς δὲ οὐδὲν ὑπὸ τοῦ ἐνυπνίου ξυμβάλλεται μὲν αὐτοῦ ὅπως καὶ ὅπη εἶχε, διαταράττειν δὲ βουλόμενος τὸν Δάμιν, καὶ γὰρ τῶν εὐλαβεστέρων αὐτὸν ἐγίγνωσκεν, ἀπαγγέλλει πρὸς αὐτὸν τὴν ὄψιν δέος πλασάμενος ὡς ἐπὶ πονηροῖς, οἷς εἶδεν, ὁ δὲ ἀνεβόησέ τε ὡς αὐτὸς ἰδὼν ταῦτα καὶ ἀπῆγε τὸν Ἀπολλώνιον τοῦ πρόσω ‘μή πη’ ἔφη ‘καὶ ἡμεῖς ὥσπερ ἰχθύες ἐκπεσόντες τῶν ἠθῶν ἀπολώμεθα καὶ πολλὰ ἐλεεινὰ ἐν τῇ ἀλλοδαπῇ εἴπωμεν, καί που καὶ ἐς ἀμήχανον ἐμπεσόντες ἱκετεύσωμεν δυνάστην τινὰ ἢ βασιλέα, ὁ δὲ ἡμᾶς ἀτιμάσῃ, καθάπερ τοὺς ἰχθῦς οἱ δελφῖνες.’ γελάσας δὲ ὁ Ἀπολλώνιος ‘σὺ μὲν οὔπω φιλοσοφεῖς,’ εἶπεν ‘εἰ δέδιας ταῦτα, ἐγὼ δὲ οἷ τὸ ἐνύπνιον τείνει δηλώσω· Ἐρετριεῖς γὰρ τὴν Κισσίαν ταύτην χώραν οἰκοῦσιν οἱ ἐξ Εὐβοίας ποτὲ Δαρείῳ ἀναχθέντες ἔτη ταῦτα πεντακόσια, καὶ λέγονται, ὥσπερ ἡ ὄψις ἐφάνη, ἰχθύων πάθει περὶ τὴν ἅλωσιν χρήσασθαι· σαγηνευθῆναι γὰρ δὴ καὶ ἁλῶναι πάντας. ἐοίκασιν οὖν οἱ θεοὶ κελεύειν με ἐς αὐτοὺς παρελθόντα ἐπιμεληθῆναι σφῶν, εἴ τι δυναίμην. ἴσως δὲ καὶ αἱ ψυχαὶ τῶν Ἑλλήνων, οἵπερ ἔλαχον τὴν ἐνταῦθα μοῖραν, ἐπάγονταί με ἐπ᾽ ὠφελείᾳ τῆς γῆς· ἴωμεν οὖν ἐξαλλάξαντες τῆς ὁδοῦ περὶ μόνου ἐρωτῶντες τοῦ φρέατος, πρὸς ᾧ οἰκοῦσι.’ λέγεται δὲ τοῦτο κεκρᾶσθαι μὲν ἀσφάλτου καὶ ἐλαίου καὶ ὕδατος, ἐκχέαντος δὲ τοῦ ἀνιμήσαντος ἀποχωρεῖν ταῦτα καὶ ἀπ᾽ ἀλλήλων κρίνεσθαι. παρελθεῖν μὲν δὴ ἐς τὴν Κισσίαν καὶ αὐτὸς ὡμολόγηκεν ἐν οἷς πρὸς τὸν Κλαζομένιον σοφιστὴν γράφει, χρηστὸς γὰρ οὕτω τι καὶ φιλότιμος ἦν, ὡς ἐπειδὴ Ἐρετριέας εἶδε, σοφιστοῦ τε ἀναμνησθῆναι καὶ γράψαι πρὸς αὐτὸν ἅ τε εἶδεν ἅ τε ὑπὲρ αὐτῶν ἔπραξεν· καὶ παρακελεύεταί οἱ παρὰ τὴν ἐπιστολὴν πᾶσαν ἐλεεῖν τοὺς Ἐρετριέας, καὶ ὁπότε μελετῴη τὸν περὶ αὐτῶν λόγον, μηδὲ τὸ κλάειν ἐπ᾽ αὐτοῖς παραιτεῖσθαι.

ξυνῳδὰ δὲ τούτοις καὶ ὁ Δάμις περὶ τῶν Ἐρετριέων ἀναγέγραφεν· οἰκοῦσι γὰρ ἐν τῇ Μηδικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες, ἡμέρας ῾ὁδὸν᾽ δρομικῷ ἀνδρί, ἡ χώρα δὲ ἄπολις, ἡ γὰρ Κισσία κῶμαι πᾶσα καί τι καὶ νομάδων ἐν αὐτῇ γένος μικρὰ τῶν ἵππων ἀποβαίνοντες. ἡ δὲ τῶν Ἐρετριέων οἰκεῖται μὲν τῶν ἄλλων μέση, περιβέβληται δὲ ποταμοῦ τάφρον, ἣν αὐτοὶ βαλέσθαι περὶ τῇ κώμῃ λέγονται τεῖχος αὐτὴν ποιούμενοι πρὸς τοὺς ἐν τῇ Κισσίᾳ βαρβάρους. ὕπομβρος δὲ ἀσφάλτῳ ἡ χώρα καὶ πικρὰ ἐμφυτεῦσαι, βραχυβιώτατοί τε οἱ ἐκείνῃ ἄνθρωποι, τὸ γὰρ ἀσφαλτῶδες ποτὸν ἐς πολλὰ τῶν σπλάγχνων ἱζάνει. τρέφει δ᾽ αὐτοὺς λόφος ἐν ὁρίοις τῆς κώμης, ὃν ὑπεραίροντα τοῦ παρεφθορότος χωρίου σπείρουσι τε καὶ ἡγοῦνται γῆν. φασὶ δὲ ἀκοῦσαι τῶν ἐγχωρίων, ὡς ἑπτακόσιοι μὲν τῶν Ἐρετριέων πρὸς τοῖς ὀγδοήκοντα ἥλωσαν, οὔτι που μάχιμοι πάντες, ἦν γάρ τι καὶ θῆλυ ἐν αὐτοῖς γένος καὶ γεγηρακός, ἦν δ᾽, οἶμαί, τι καὶ παιδία, τὸ γὰρ πολὺ τῆς Ἐρετρίας τὸν Καφηρέα ἀνέφυγε καὶ ὅ τι ἀκρότατον τῆς Εὐβοίας. ἀνήχθησαν δὲ ἄνδρες μὲν ἀμφὶ τοὺς τετρακοσίους, γύναια δὲ ἴσως δέκα, οἱ δὲ λοιποὶ ἀπ᾽ Ἰωνίας τε καὶ Λυδίας ἀρξάμενοι διεφθάρησαν ἐλαυνόμενοι ἄνω. λιθοτομίαν δὲ αὐτοῖς παρεχομένου τοῦ λόφου καί τινες καὶ λιθουργοὺς εἰδότες τέχνας ἱερά τε ἐδείμαντο Ἑλληνικὰ καὶ ἀγοράν, ὁπόσην εἰκὸς ἦν, βωμούς τε ἱδρύσαντο Δαρείῳ μὲν δύο, Ξέρξῃ δὲ ἕνα, Δαριδαίῳ δὲ πλείους. διετέλεσαν δὲ ἐς Δαριδαῖον ἔτη μετὰ τὴν ἅλωσιν ὀκτὼ καὶ ὀγδοήκοντα γράφοντες τὸν Ἑλλήνων τρόπον, καὶ οἱ τάφοι δὲ οἱ ἀρχαῖοι σφῶν ‘ὁ δεῖνα τοῦ δεῖνος’ γεγράφαται, καὶ τὰ γράμματα Ἑλλήνων μέν, ἀλλ᾽ οὔπω ταῦτα ἰδεῖν φασι. καὶ ναῦς ἐγκεχαραγμένας τοῖς τάφοις, ὡς ἕκαστος ἐν Εὐβοίᾳ ἔζη πορθμεύων ἢ πορφυρεύων ἢ θαλάττιον ἢ καὶ ἁλουργὸν πράττων, καί τι καὶ ἐλεγεῖον ἀναγνῶναι γεγραμμένον ἐπὶ ναυτῶν τε καὶ ναυκλήρων σήματι·

οἵδε ποτ᾽ Αἰγαίοιο βαθύρροον οἶδμα πλέοντες
Ἐκβατάνων πεδίῳ κείμεθ᾽ ἐνὶ μεσάτῳ.
χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ᾽ Ἀθῆναι,
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.

τοὺς μὲν δὴ τάφους διεφθορότας ἀναλαβεῖν τε αὐτὸν ὁ Δάμις φησὶ καὶ ξυγκλεῖσαι χέασθαί τε καὶ ἐπενεγκεῖν σφισιν, ὁπόσα νόμιμα, πλὴν τοῦ τεμεῖν τι ἢ καθαγίσαι, δακρύσαντά τε καὶ ὑποπλησθέντα ὁρμῆς τάδε ἐν μέσοις ἀναφθέγξασθαι· ‘Ἐρετριεῖς οἱ κλήρῳ τύχης δεῦρ᾽ ἀπενεχθέντες, ὑμεῖς μέν, εἰ καὶ πόρρω τῆς αὑτῶν, τέθαφθε γοῦν, οἱ δ᾽ ὑμᾶς ἐνταῦθα ῥίψαντες ἀπώλοντο περὶ τὴν ὑμετέραν νῆσον ἄταφοι δεκάτῳ μεθ᾽ ὑμᾶς ἔτει· τὸ γὰρ ἐν κοίλῃ Εὐβοίᾳ πάθος θεοὶ φαίνουσιν.’ Ἀπολλώνιος δὲ πρὸς τὸν σοφιστὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς ‘καὶ ἐπεμελήθην,’ φησὶν ‘ὦ Σκοπελιανέ, τῶν σῶν Ἐρετριέων νέος ὢν ἔτι καὶ ὠφέλησα ὅ τι ἐδυνάμην καὶ τοὺς τεθνεῶτας αὐτῶν καὶ τοὺς ζῶντας.’ τί δῆτα ἐπεμελήθη τῶν ζώντων; οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν Ἐρετριέων αὐτὸν ἐληίζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. ὁπότ᾽ οὖν παρὰ βασιλέα ἀφίκετο, εὕρετο αὐτοῖς τὸ χρῆσθαι μόνους τῷ λόφῳ.

τὰ δὲ ἐν Βαβυλῶνι τοῦ ἀνδρὸς τούτου καὶ ὁπόσα Βαβυλῶνος πέρι προσήκει γιγνώσκειν, τοιάδε εὗρον· ἡ Βαβυλὼν τετείχισται μὲν ὀγδοήκοντα καὶ τετρακόσια στάδια, τοσαύτη κύκλῳ, τεῖχος δὲ αὐτῆς τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος, ποταμῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους, ὃν ἀπόρρητος ὑποστείχει γέφυρα τὰ βασίλεια τὰ ἐπὶ ταῖς ὄχθαις ἀφανῶς ξυνάπτουσα. γυνὴ γὰρ λέγεται Μήδεια τῶν ἐκείνῃ ποτὲ ἄρχουσα τὸν ποταμὸν ὑποζεῦξαι τρόπον, ὃν μήπω τις ποταμὸς ἐζεύχθη· λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδεσιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ νήσασα τὸ ῥεῦμα ἐς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν ὀργυιὰς ἐς δύο σήραγγα ἐργαζομένη κοίλην, ἵν᾽ ἐς τὰ βασίλεια τὰ παρὰ ταῖς ὄχθαις ὥσπερ ἐκ γῆς ἀναφαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος, ἅτε δὲ τῆς ἀσφάλτου δεομένης τοῦ ὕδατος ἐς τὸ λιθοῦσθαί τε καὶ πήγνυσθαι ὁ Εὐφράτης ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ καὶ ὧδε ἔστη τὸ ζεῦγμα. τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπ᾽ αὐτῶν ἀστράπτει, θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαί, τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασι, τὰ δὲ χρυσῷ αὐτῷ καθάπερ γραφαῖς ἠγλάισται, τὰ δὲ ποικίλματα τῶν πέπλων ἐκ τῶν Ἑλληνικῶν σφίσιν ἥκει λόγων, Ἀνδρομέδαι καὶ Ἀμυμῶναι καὶ Ὀρφεὺς πολλαχοῦ. χαίρουσι δὲ τῷ Ὀρφεῖ, τιάραν ἴσως καὶ ἀναξυρίδα τιμῶντες, οὐ γὰρ μουσικήν γε, οὐδὲ ᾠδάς, αἷς ἔθελγεν. ἐνύφανταί που καὶ ὁ Δᾶτις τὴν Νάξον ἐκ τῆς θαλάττης ἀνασπῶν καὶ Ἀρταφέρνης περιεστηκὼς τὴν Ἐρέτριαν καὶ τῶν ἀμφὶ Ξέρξην, ἃ νικᾶν ἔφασκεν· Ἀθῆναι γὰρ δὴ ἐχόμεναί εἰσι καὶ Θερμοπύλαι καὶ τὰ Μηδικώτερα ἔτι, ποταμοὶ ἐξαιρούμενοι τῆς γῆς καὶ θαλάττης ζεῦγμα καὶ ὁ Ἄθως ὡς ἐτμήθη. φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆχθαι σχῆμα οὐρανῷ τινι εἰκασμένον, σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ — κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν — καὶ θεῶν ἀγάλματα, οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαίνεται, καθάπερ ἐξ αἰθέρος. δικάζει μὲν δὴ ὁ βασιλεὺς ἐνταῦθα, χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν Ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀνθρώπους αἴρεσθαι. ταύτας οἱ μάγοι αὐτοί φασιν ἁρμόττεσθαι φοιτῶντες ἐς τὰ βασίλεια, καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας.

περὶ δὲ τῶν μάγων Ἀπολλώνιος μὲν τὸ ἀποχρῶν εἴρηκε, συγγενέσθαι γὰρ αὐτοῖς καὶ τὰ μὲν μαθεῖν, τὰ δὲ ἀπελθεῖν διδάξας, Δάμις δὲ τοὺς μὲν λόγους, οἷοι ἐγένοντο τῷ ἀνδρὶ πρὸς τοὺς μάγους, οὐκ οἶδεν, ἀπαγορεῦσαι γὰρ αὐτῷ μὴ συμφοιτᾶν παρ᾽ αὐτοὺς ἰόντι, λέγει δ᾽ οὖν φοιτᾶν αὐτὸν τοῖς μάγοις μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας, καὶ ἔρεσθαί ποτε ‘τί οἱ μάγοι;’ τὸν δὲ ἀποκρίνασθαι ‘σοφοὶ μέν, ἀλλ᾽ οὐ πάντα.’

ταυτὶ μὲν ὕστερον. ἀφικομένῳ δὲ αὐτῷ ἐς βαβυλῶνα ὁ σατράπης ὁ ἐπὶ τῶν μεγάλων πυλῶν μαθὼν ὅτι ὑπὲρ ἱστορίας ἥκοι, ὀρέγει χρυσῆν εἰκόνα τοῦ βασιλέως, ἣν εἰ μὴ προσκυνήσειέ τις, οὐ θεμιτὸν ἦν ἐσφοιτᾶν ἔσω. πρεσβεύοντι μὲν οὖν παρὰ τοῦ Ῥωμαίων ἄρχοντος οὐδεμία ἀνάγκη τούτου, παρὰ βαρβάρων δὲ ἥκοντι ἢ ἀφιστοροῦντι τὴν χώραν, εἰ μὴ τὴν εἰκόνα προθεραπεύσειεν, ἄτιμον ἀπειλῆφθαι· καὶ σατραπεύεται παρὰ τοῖς βαρβάροις τὰ οὕτως εὐήθη. ἐπεὶ τοίνυν τὴν εἰκόνα εἶδε ‘τίς’ ἔφη ‘οὗτος;’ ἀκούσας δὲ ὅτι ὁ βασιλεύς ‘οὗτος,’ εἶπεν ‘ὃν ὑμεῖς προσκυνεῖτε, εἰ ἐπαινεθείη ὑπ᾽ ἐμοῦ καλὸς κἀγαθὸς δόξας μεγάλων τεύξεται·’ καὶ εἰπὼν ταῦτα διὰ πυλῶν ᾔει. θαυμάσας δὲ ὁ σατράπης αὐτὸν ἐπηκολούθησέ τε καὶ κατασχὼν τὴν χεῖρα τοῦ Ἀπολλωνίου δἰ ἑρμηνέος ἤρετο ὄνομά τε αὐτοῦ καὶ οἶκον καὶ ὅ τι ἐπιτηδεύοι καὶ ἐφ᾽ ὅ τι φοιτῴη, καὶ ἀπογραψάμενος ταῦτα ἐς γραμματεῖον στολήν τε αὐτοῦ καὶ εἶδος ἐκεῖνον μὲν περιμεῖναι κελεύει, δραμὼν δὲ

αὐτὸς παρὰ τοὺς ἄνδρας, οἳ δὴ νομίζονται βασιλέως ὦτα, ἀνατυποῖ τὸν Ἀπολλώνιον προειπών, ὅτι μήτε προσκυνεῖν βούλεται μήτε τι ἀνθρώπῳ ἔοικεν· οἱ δὲ ἄγειν κελεύουσι τιμῶντά τε καὶ μηδὲν ὕβρει πράττοντα, ἐπεὶ δὲ ἦλθεν, ἤρετο αὐτὸν ὁ πρεσβύτατος ὅ τι μαθὼν καταφρονήσειε τοῦ βασιλέως, ὁ δὲ ‘οὔπω’ ἔφη ‘κατεφρόνησα.’ ‘καταφρονήσειας δ᾽ ἄν;’ πάλιν ἐρομένου ‘νὴ Δί᾽’ εἶπεν ‘ἤν γε ξυγγενόμενος μὴ καλόν τε καὶ ἀγαθὸν εὕρω αὐτόν.’ ‘ἀπάγεις δὲ δὴ τίνα αὐτῷ δῶρα;’ τοῦ δὲ αὖ τήν τε ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰ τοιαῦτα φήσαντος ‘πότερον,’ ἔφη, ‘ὡς οὐκ ἔχοντι;’ ‘μὰ Δί᾽,’ εἶπεν ‘ἀλλ᾽ ὡς μαθησομένῳ χρῆσθαι, ἢν ἔχῃ αὐτάς.’ ‘καὶ μὴν χρώμενος τούτοις’ ἔφη ‘τήν τε βασιλείαν, ἣν ὁρᾷς, ἀπολωλυῖαν αὐτῷ ἀνέλαβε τόν τε οἶκον ἐπανήγαγε τοῦτον οὐκ ἀπόνως, οὐδὲ ῥᾳθύμως.’ ‘ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ;’ ‘τρίτου’ ἔφη ‘ἀρχόμεθα, δύο ἤδη που μῆνες.’ ἀναστήσας οὖν, ὥσπερ εἰώθει, τὴν γνώμην ‘ὦ σωματοφύλαξ,’ εἶπεν ‘ἢ ὅ τί σε προσήκει καλεῖν, Δαρεῖος ὁ Κύρου καὶ Ἀρταξέρξου πατὴρ τὰ βασίλεια ταῦτα κατασχὼν ἑξήκοντα, οἶμαι, ἔτη λέγεται τελευτὴν ὑποπτεύσας τοῦ βίου τῇ δικαιοσύνῃ θῦσαι, καὶ ‘ὦ δέσποινα,’ εἰπεῖν, ‘ἥ τίς ποτε εἶ·’ ὥσπερ ἐπιθυμήσας μὲν πάλαι τῆς δικαιοσύνης, οὔπω δὲ αὐτὴν γιγνώσκων, οὐδὲ δοκῶν κεκτῆσθαι, τὼ παῖδέ τε οὕτως ἀμαθῶς ἐπαίδευσεν, ὡς ὅπλα ἐπ᾽ ἀλλήλους ἄρασθαι, καὶ ὁ μὲν τρωθῆναι, ὁ δὲ ἀποθανεῖν ὑπὸ τοῦ ἑτέρου, σὺ δ᾽ ἤδη τοῦτον ἴσως οὐδ᾽ ἐν τῷ βασιλείῳ θρόνῳ καθῆσθαι εἰδότα ξυνειληφέναι ὁμοῦ πάσας ἀρετὰς βούλει καὶ ἐπαίρεις αὐτὸν σοὶ φέρων, οὐκ ἐμοί, κέρδος, εἰ βελτίων γένοιτο.’ βλέψας οὖν ὁ βάρβαρος ἐς τὸν πλησίον ‘ἕρμαιον’ ἔφη ‘θεῶν τις ἄγει τουτονὶ τὸν ἄνδρα ἐνταῦθα, ἀγαθὸς γὰρ ξυγγενόμενος ἀγαθῷ πολλῷ βελτίω τὸν βασιλέα ἡμῖν ἀποφανεῖ καὶ σωφρονέστερον καὶ ἡδίω, ταυτὶ γὰρ διαφαίνεται τοῦ ἀνδρός.’ ἐσέθεον οὖν εὐαγγελιζόμενοι πᾶσιν, ὅτι ἀνὴρ ἐπὶ ταῖς βασιλέως θύραις ἑστήκοι σοφός τε καὶ Ἕλλην καὶ ξύμβουλος ἀγαθός.

ἐπεὶ δὲ τῷ βασιλεῖ ἀνηγγέλη ταῦτα, ἔτυχε μὲν θύων παρόντων αὐτῷ τῶν μάγων, τὰ γὰρ ἱερὰ ὑπ᾽ ἐκείνοις δρᾶται, καλέσας δὲ αὐτῶν ἕνα ‘ἥκει’ ἔφη ‘τὸ ἐνύπνιον, ὃ διηγούμην σοι τήμερον ἐπισκοπουμένῳ με ἐν τῇ εὐνῇ.’ ὄναρ δὲ ἄρα τῷ βασιλεῖ τοιοῦτον ἀφῖκτο· ἐδόκει Ἀρταξέρξης εἶναι ὁ τοῦ Ξέρξου καὶ μεθεστηκέναι ἐς ἐκεῖνον τὸ εἶδος, περιδεῶς τε εἶχε, μὴ ἐς μεταβολὴν ἤδη τὰ πράγματα ἥκῃ αὐτῷ ἐς τοῦτο ἐξηγουμένῳ τὴν μεταβολὴν τοῦ εἴδους. ἐπεὶ δὲ ἤκουσεν Ἕλληνά τε καὶ σοφὸν εἶναι τὸν ἥκοντα, ἐσῆλθεν αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος, ὃς ἀπὸ Ἑλλήνων ποτὲ ἥκων ξυνεγένετο τῷ Ἀρταξέρξῃ καὶ πολλοῦ ἄξιον ἐκεῖνόν τε ἐποίησεν ἑαυτόν τε παρέσχετο. καὶ προτείνας τὴν δεξιὰν ‘κάλει,’ ἔφη ‘καὶ γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας τε καὶ ξυνευξάμενος.’

εἰσῄει μὲν δὴ παραπεμπόμενος ὑπὸ πλειόνων, τουτὶ γὰρ ᾤοντο καὶ τῷ βασιλεῖ χαρίζεσθαι μαθόντες ὡς χαίροι ἀφιγμένῳ, διιὼν δὲ ἐς τὰ βασίλεια οὐ διέβλεψεν ἐς οὐδὲν τῶν θαυμαζομένων, ἀλλ᾽ ὥσπερ ὁδοιπορῶν διῄει αὐτά, καὶ καλέσας τὸν Δάμιν ‘ἤρου με’ ἔφη ‘πρώην, ὅ τι ὄνομα ἦν τῇ Παμφύλῳ γυναικί, ἣ δὴ Σαπφοῖ τε ὁμιλῆσαι λέγεται καὶ τοὺς ὕμνους, οὓς ἐς τὴν Ἄρτεμιν τὴν Περγαίαν ᾄδουσι, ξυνθεῖναι τὸν Αἰολέων τε καὶ Παμφύλων τρόπον.’ ‘ἠρόμην,’ ἔφη ‘τὸ δὲ ὄνομα οὐκ εἶπας.’ ‘οὐκ, ὦ χρηστέ, εἶπον, ἀλλ᾽ ἐξηγούμην σοι τοὺς νόμους τῶν ὕμνων καὶ τὰ ὀνόματα καὶ ὅπη τὰ Αἰολέων ἐς τὸ ἀκρότατόν τε καὶ τὸ ἴδιον Παμφύλων παρήλλαξε· πρὸς ἄλλῳ μετὰ ταῦτα ἐγενόμεθα, καὶ οὐκέτ᾽ ἤρου με περὶ τοῦ ὀνόματος· καλεῖται τοίνυν ἡ σοφὴ αὕτη Δαμοφύλη, καὶ λέγεται τὸν Σαπφοῦς τρόπον παρθένους τε ὁμιλητρίας κτήσασθαι ποιήματά τε ξυνθεῖναι τὰ μὲν ἐρωτικά, τὰ δὲ ὕμνους. τά τοι ἐς τὴν Ἄρτεμιν καὶ παρῴδηται αὐτῇ καὶ ἀπὸ τῶν Σαπφῴων ᾖσται.’ ὅσον μὲν δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βασιλέα τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖσθαι τὰ τοιαῦτα, ἀλλὰ ἑτέρων πέρι διαλέγεσθαι κἀκεῖνα δήπου ἡγεῖσθαι ὁρᾶν.

προϊδὼν δὲ ὁ βασιλεὺς προσιόντα, καὶ γάρ τι καὶ μῆκος ἡ τοῦ ἱεροῦ αὐλὴ εἶχε, διελάλησέ τε πρὸς τοὺς ἐγγύς, οἷον ἀναγιγνώσκων τὸν ἄνδρα, πλησίον τε ἤδη γιγνομένου μέγα ἀναβοήσας ‘οὗτος’ ἔφη ‘ὁ Ἀπολλώνιος, ὃν Μεγαβάτης ὁ ἐμὸς ἀδελφὸς ἰδεῖν ἐν Ἀντιοχείᾳ φησὶ θαυμαζόμενόν τε καὶ προσκυνούμενον ὑπὸ τῶν σπουδαίων, καὶ ἀπεζωγράφησέ μοι τότε τοιοῦτον αὐτόν, ὁποῖος ἥκει.’ προσελθόντα δὲ καὶ ἀσπασάμενον προσεῖπέ τε ὁ βασιλεὺς φωνῇ Ἑλλάδι καὶ ῾δἢ ἐκέλευσε θύειν μετ᾽ αὐτοῦ· λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας, ὥσπερ ἐς πομπήν, ὁ δ᾽ ὑπολαβὼν ‘σὺ μέν, ὦ βασιλεῦ, θῦε,’ ἔφη, ‘τὸν σαυτοῦ τρόπον, ἐμοὶ δὲ ξυγχώρησον θῦσαι τὸν ἐμαυτοῦ·’ καὶ δραξάμενος τοῦ λιβανωτοῦ, ‘Ἥλιε,’ ἔφη, ‘πέμπε με ἐφ᾽ ὅσον τῆς γῆς ἐμοί τε καὶ σοὶ δοκεῖ, καὶ γιγνώσκοιμι ἄνδρας ἀγαθούς, φαύλους δὲ μήτε ἐγὼ μάθοιμι μήτε ἐμὲ φαῦλοι.’ καὶ εἰπὼν ταῦτα τὸν λιβανωτὸν ἐς τὸ πῦρ ἧκεν, ἐπισκεψάμενος δὲ αὐτὸ ὅπη διανίσταται καὶ ὅπη θολοῦται καὶ ὁπόσαις κορυφαῖς ᾄττει καί που καὶ ἐφαπτόμενος τοῦ πυρός, ὅπη εὔσημόν τε καὶ καθαρὸν φαίνοιτο ‘θῦε,’ ἔφη, ‘λοιπόν, ὦ βασιλεῦ, κατὰ τὰ σαυτοῦ πάτρια, τὰ γὰρ πάτρια τἀμὰ τοιαῦτα.’

καὶ ἀνεχώρησε τῆς θυσίας, ὡς μὴ κοινωνοίη τοῦ αἵματος. μετὰ δὲ τὴν θυσίαν προσῆλθε καὶ ‘ὦ βασιλεῦ,’ ἔφη ‘τὴν φωνὴν τὴν Ἑλλάδα πᾶσαν γιγνώσκεις, ἢ σμικρὰ αὐτῆς ὑπὲρ τοῦ εὐξυμβόλου ἴσως καὶ τοῦ μὴ ἀηδὴς δοκεῖν, εἴ τις ἀφίκοιτο Ἕλλην;’ ‘πᾶσαν’ εἶπεν ‘ἴσα τῇ ἐγχωρίῳ ταύτῃ, καὶ λέγε ὅ τι βούλει, διὰ τοῦτο γάρ που ἐρωτᾷς·’ ‘διὰ τοῦτο’ ἔφη ‘καὶ ἄκουε· ἡ μὲν ὁρμή μοι τῆς ἀποδημίας Ἰνδοί εἰσι, παρελθεῖν δὲ οὐδ᾽ ὑμᾶς ἐβουλήθην, σέ τε ἀκούων ἄνδρα, οἷον ἐξ ὄνυχος ἤδη ὁρῶ, σοφίαν τε, ἥπερ ὑμῖν ἐστιν ἐπιχώριος μελετωμένη μάγοις ἀνδράσι, κατιδεῖν δεόμενος, εἰ τὰ θεῖα, ὡς λέγονται, σοφοί εἰσι· σοφία δὲ ἐμοὶ Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διάλεξιν θεῶν καὶ γηίνῳ τούτῳ ἐρίῳ ἐστάλθαι, οὐ γὰρ προβάτου ἐπέχθη, ἀλλ᾽ ἀκήρατος ἀκηράτων φύεται ὕδατός τε καὶ γῆς δῶρα ὀθόνη· καὶ αὐτὸ δὲ τὸ ἄνετον τῆς κόμης ἐκ Πυθαγόρου ἐπήσκησα, καὶ τὸ καθαρεύειν ζῴου βορᾶς ἐκ τῆς ἐκείνου μοι σοφίας ἥκει. ξυμπότης μὲν δὴ καὶ κοινωνὸς ῥᾳστώνης ἢ τρυφῆς οὔτ᾽ ἄν σοι γενοίμην οὔτ᾽ ἂν ἑτέρῳ οὐδενί, φροντίδων δὲ ἀπόρων τε καὶ δυσευρέτων δοίην ἂν λύσεις οὐ γιγνώσκων τὰ πρακτέα μόνον, ἀλλὰ καὶ προγιγνώσκων.’ ταῦτα ὁ Δάμις μὲν διαλεχθῆναί φησι τὸν ἄνδρα, Ἀπολλώνιος δὲ ἐπιστολὴν αὐτὰ πεποίηται, πολλὰ δὲ καὶ ἄλλα τῶν ἑαυτῷ ἐς διάλεξιν εἰρημένων ἐς ἐπιστολὰς ἀνετυπώσατο.

ἐπεὶ δὲ χαίρειν ὁ βασιλεὺς ἔφη καὶ ἀγάλλεσθαι ἥκοντι μᾶλλον, ἢ εἰ τὰ Περσῶν καὶ Ἰνδῶν πρὸς τοῖς οὖσιν αὐτῷ ἐκτήσατο, ξένον τε ποιεῖσθαι καὶ κοινωνὸν τῆς βασιλείου στέγης, ‘εἰ ἐγώ σε, ὦ βασιλεῦ,’ εἶπεν ‘ἐς πατρίδα τὴν ἐμὴν Τύανα ἥκοντα ἠξίουν οἰκεῖν οὗ ἐγώ, οἰκῆσαι ἂν ἤρας;’ ‘μὰ Δί᾽’ εἶπεν ‘εἰ μὴ τοσαύτην γε οἰκίαν οἰκήσειν ἔμελλον, ὁπόσην δορυφόρους τε καὶ σωματοφύλακας ἐμοὺς αὐτόν τε ἐμὲ λαμπρῶς δέξασθαι.’ ‘ὁ αὐτὸς οὖν’ ἔφη ‘καὶ παρ᾽ ἐμοῦ λόγος· εἰ γὰρ ὑπὲρ ἐμαυτὸν οἰκήσω, πονήρως διαιτήσομαι, τὸ γὰρ ὑπερβάλλον λυπεῖ τοὺς σοφοὺς μᾶλλον ἢ ὑμᾶς τὸ ἐλλεῖπον· ξενιζέτω με οὖν ἰδιώτης ἔχων ὁπόσα ἐγώ, σοὶ δὲ ἐγὼ ξυνέσομαι ὁπόσα βούλει.’ ξυνεχώρει ὁ βασιλεύς, ὡς μὴ ἀηδές τι αὐτῷ λάθοι πράξας, καὶ ᾤκησε παρ᾽ ἀνδρὶ Βαβυλωνίῳ χρηστῷ τε καὶ ἄλλως γενναίῳ. δειπνοῦντι δὲ ἤδη εὐνοῦχος ἐφίσταται τῶν τὰς ἀγγελίας διαφερόντων καὶ προσειπὼν τὸν ἄνδρα ‘βασιλεὺς’ ἔφη ‘δωρεῖταί σε δέκα δωρεαῖς καὶ ποιεῖται κύριον τοῦ ἐπαγγεῖλαι αὐτάς, δεῖται δέ σου μὴ μικρὰ αἰτῆσαι, μεγαλοφροσύνην γὰρ ἐνδείξασθαι σοί τε καὶ ἡμῖν βούλεται.’ ἐπαινέσας δὲ τὴν ἐπαγγελίαν ‘πότε οὖν χρὴ αἰτεῖν;’ ἤρετο, ὁ δὲ ‘αὔριον’ ἔφη, καὶ ἅμα ἐφοίτησε παρὰ πάντας τοὺς βασιλέως φίλους τε καὶ ξυγγενεῖς, παρεῖναι κελεύων αἰτοῦντι καὶ τιμωμένῳ τῷ ἀνδρί. φησὶ δὲ ὁ Δάμις ξυνιέναι μέν, ὅτι μηδὲν αἰτήσοι, τόν τε τρόπον αὐτοῦ καθεωρακὼς καὶ εἰδὼς εὐχόμενον τοῖς θεοῖς εὐχὴν τοιαύτην. ‘ὦ θεοί, δοίητε μοι μικρὰ ἔχειν καὶ δεῖσθαι μηδενός.’ ἐφεστηκότα μέντοι ὁρῶν καὶ ἐνθυμουμένῳ ὅμοιον οἴεσθαι ὡς αἰτήσοι μέν, βασανίζοι δέ, ὅ τι μέλλει αἰτήσειν. ὁ δὲ ἑσπέρας ἤδη ‘ὦ Δάμι,’ ἔφη ‘θεωρῶ πρὸς ἐμαυτόν, ἐξ ὅτου ποτὲ οἱ βάρβαροι τοὺς εὐνούχους σώφρονας ἡγοῦνται καὶ ἐς τὰς γυναικωνίτιδας ἐσάγονται.’ ‘ἀλλὰ τοῦτο,’ ἔφη ‘ὦ Ἀπολλώνιε, καὶ παιδὶ δῆλον· ἐπειδὴ γὰρ ἡ τομὴ τὸ ἀφροδισιάζειν ἀφαιρεῖται σφᾶς, ἀνεῖνταί σφισιν αἱ γυναικωνίτιδες, κἂν ξυγκαθεύδειν ταῖς γυναιξὶ βούλωνται.’ ‘τὸ δὲ ἐρᾶν’ εἶπεν ‘ἢ τὸ ξυγγίγνεσθαι γυναιξὶν ἐκτετμῆσθαι αὐτοὺς οἴει;’ ‘ἄμφω,’ ἔφη ‘εἰ γὰρ σβεσθείη τὸ μόριον ὑφ᾽ οὗ διοιστρεῖται τὸ σῶμα, οὐδ᾽ ἂν τὸ ἐρᾶν ἐπέλθοι οὐδενί.’ ὁ δὲ βραχὺ ἐπισχὼν ‘αὔριον,’ ἔφη ‘ὦ Δάμι, μάθοις ἄν, ὅτι καὶ εὐνοῦχοι ἐρῶσι καὶ τὸ ἐπιθυμητικόν, ὅπερ ἐσάγονται διὰ τῶν ὀφθαλμῶν, οὐκ ἀπομαραίνεται σφῶν, ἀλλ᾽ ἐμμένει θερμόν τε καὶ ζώπυρον, δεῖ γάρ τι περιπεσεῖν, ὃ τὸν σὸν ἐλέγξει λόγον. εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννός τε καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης, οὐκ ἄν μοι δοκῶ τοὺς εὐνούχους ποτὲ ἐς τὰ τῶν σωφρονούντων ἤθη προσγράψαι κατηναγκασμένους τὴν σωφροσύνην καὶ βιαίῳ τέχνῃ ἐς τὸ μὴ ἐρᾶν ἠγμένους. σωφροσύνη γὰρ τὸ ὀρεγόμενόν τε καὶ ὁρμῶντα μὴ ἡττᾶσθαι ἀφροδισίων, ἀλλ᾽ ἀπέχεσθαι καὶ κρείττω φαίνεσθαι τῆς λύττης ταύτης.’

ὑπολαβὼν οὖν ὁ Δάμις ‘ταῦτα μὲν καὶ αὖθις ἐπισκεψόμεθα,’ ἔφη ‘ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρίνασθαι αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν γὰρ ἴσως οὐδέν, τὸ δ᾽ ὅπως ἂν μὴ ἄλλῳ, φασί, τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό, ὁρῶν οἷ τῆς γῆς εἰ καὶ ὅτι ἐπ᾽ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι διαβολάς, ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπανιοῦσι δὲ ἐκεῖθεν οὔτ᾽ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο δὲ οὐκ ἂν ἕτερα.’ καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ,

μὴ ἀπαξιῶσαι λαβεῖν, ὅ τι διδοίη, ὁ δὲ Ἀπολλώνιος ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγου ‘παραδειγμάτων δὲ,’ εἶπεν ‘ὦ Δάμι, ἀμελήσεις; ἐν οἷς ἐστιν, ὡς Αἰσχίνης μὲν ὁ τοῦ Λυσανίου παρὰ Διονύσιον ἐς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο, Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ, Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ὁ ἐκ Κυζίκου καὶ Φύτων, ὅτ᾽ ἔφευγεν, ὁ Ῥηγῖνος, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυρούς, ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον, ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου, καὶ ἵνα μὴ πλείους διαβάλλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασάνδρου γάμον ἐς Μακεδονίαν κωμάσαι ποιήματα ψυχρὰ ξυνθέντα, καὶ δημοσίᾳ ταῦθ᾽ ὑπὲρ χρημάτων ᾆσαι. ἐγὼ δὲ ἡγοῦμαι, ὦ Δάμι, τὸν ἄνδρα τὸν σοφὸν πλείω κινδυνεύειν ἢ οἱ πλέοντές τε καὶ ξὺν ὅπλοις μαχόμενοι, φθόνος γὰρ ἐπ᾽ αὐτὸν στείχει καὶ σιωπῶντα καὶ φθεγγόμενον καὶ ξυντείνοντα καὶ ἀνιέντα κἂν παρέλθῃ τι κἂν προσέλθῃ τῳ κἂν προσείπῃ κἂν μὴ προσείπῃ. δεῖ δὲ πεφράχθαι τὸν ἄνδρα γιγνώσκειν τε ὡς ἀργίας μὲν ἡττηθεὶς ὁ σοφὸς ἢ χολῆς ἢ ἔρωτος ἢ φιλοποσίας ἢ ἑτοιμότερόν τε τοῦ καιροῦ πράξας ἴσως ἂν καὶ ξυγγνώμην φέροντο, χρήμασι δὲ ὑποθεὶς ἑαυτὸν οὔτ᾽ ἂν ξυγγινώσκοιτο καὶ μισοῖτ᾽ ἄν, ὡς ὁμοῦ πάσας κακίας συνειληφώς· μὴ γὰρ ἂν ἡττηθῆναι χρημάτων αὐτόν, εἰ μὴ γαστρὸς ἥττητο καὶ ἀμπεχόνης καὶ οἴνου καὶ τοῦ ἐς ἑταίρας φέρεσθαι. σὺ δ᾽ ἴσως ἡγῇ τὸ ἐν Βαβυλῶνι ἁμαρτεῖν ἧττον εἶναι τοῦ Ἀθήνησιν ἢ Ὀλυμπίασιν ἢ Πυθοῖ, καὶ οὐκ ἐνθυμῇ ὅτι σοφῷ ἀνδρὶ Ἑλλὰς πάντα καὶ οὐδὲν ἔρημον ἢ βάρβαρον χωρίον οὔτε ἡγήσεται ὁ σοφὸς οὔτε νομιεῖ ζῶν γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς, καὶ βλέπει μὲν ὀλίγους τῶν ἀνθρώπων, μυρίοις δ᾽ ὄμμασιν αὐτὸς ὁρᾶται. εἰ δὲ καὶ ἀθλητῇ ξυνῆσθα τούτων τινί, ὦ Δάμι, οἳ παλαίειν τε καὶ παγκρατιάζειν ἀσκοῦσιν, ἆρα ἂν ἠξίους αὐτόν, εἰ μὲν Ὀλύμπια ἀγωνίζοιτο καὶ ἐς Ἀρκαδίαν ἴοι, γενναῖόν τε καὶ ἀγαθὸν εἶναι, καὶ νὴ Δί᾽, εἰ Πύθια ἄγοιτο ἢ Νέμεα, ἐπιμελεῖσθαι τοῦ σώματος, ἐπειδὴ φανεροὶ οἱ ἀγῶνες καὶ τὰ στάδια ἐν σπουδαίῳ τῆς Ἑλλάδος, εἰ δὲ θύοι Φίλιππος Ὀλύμπια πόλεις ᾑρηκὼς ἢ ὁ τούτου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς ἑαυτοῦ νίκαις ἀγῶνα ἄγοι, χεῖρον ἤδη παρασκευάζειν τὸ σῶμα καὶ μὴ φιλονίκως ἔχειν, ἐπειδὴ ἐν Ὀλύνθῳ ἀγωνιεῖται ἢ Μακεδονίᾳ ἢ Αἰγύπτῳ, ἀλλὰ μὴ ἐν Ἕλλησι καὶ σταδίοις τοῖς ἐκεῖ;’ ὑπὸ μὲν δὴ τῶν λόγων τούτων ὁ Δάμις οὕτω διατεθῆναί φησιν, ὡς ξυγκαλύψασθαί τε ἐφ᾽ οἷς αὐτὸς εἰρηκὼς ἔτυχε παραιτεῖσθαί τε τὸν Ἀπολλώνιον ξυγγνώμην αὐτῷ ἔχειν, εἰ μήπω κατανενοηκὼς αὐτὸν ἐς ξυμβουλίαν τε καὶ πειθὼ τοιαύτην ὥρμησεν. ὁ δὲ ἀναλαμβάνων αὐτὸν ‘θάρρει,’ ἔφη ‘οὐ γὰρ ἐπίπληξιν ποιούμενος, ἀλλὰ τοὐμὸν ὑπογράφων σοι ταῦτα εἶπον.’

ἀφικομένου δὲ τοῦ εὐνούχου καὶ καλοῦντος αὐτὸν παρὰ τὸν βασιλέα ‘ἀφίξομαι,’ εἶπεν ‘ἐπειδὰν τὰ πρὸς τοὺς θεοὺς εὖ μοι ἔχῃ.’ θύσας οὖν καὶ εὐξάμενος ἀπῄει περιβλεπόμενός τε καὶ θαυμαζόμενος τοῦ σχήματος. ὡς δὲ ἔσω παρῆλθε, ‘δίδωμί σοι’ ἔφη ὁ βασιλεὺς ‘δέκα δωρεὰς ἄνδρα σε ἡγούμενος, οἷος οὔπω τις ἀπὸ Ἑλλήνων δεῦρ᾽ ἦλθεν.’ ὁ δὲ ὑπολαβὼν ‘οὐ πάσας,’ εἶπεν ‘ὦ βασιλεῦ, παραιτήσομαι, μίαν δέ, ἣν ἀντὶ πολλῶν δεκάδων αἱροῦμαι, προθύμως αἰτήσω·’ καὶ ἅμα τὸν περὶ τῶν Ἐρετριέων διῆλθε λόγον ἀναλαβὼν ἀπὸ τοῦ Δάτιδος. ‘αἰτῶ οὖν’ ἔφη ‘μὴ περικόπτεσθαι τοὺς ἀθλίους τούτους τῶν ὁρίων τε καὶ τοῦ λόφου, ἀλλὰ νέμεσθαι σφᾶς μέτρον τῆς γῆς, ὃ Δαρεῖος ἐνόμισε, δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόντες μηδ᾽ ἣν ἀντ᾽ ἐκείνης ἔχουσιν, ἕξουσιν.’ ξυντιθέμενος οὖν ὁ βασιλεὺς ‘Ἐρετριεῖς’ εἶπεν ‘ἐς μὲν τὴν χθὲς ἡμέραν ἐμοῦ τε πολέμιοι καὶ πατέρων ἐμῶν ἦσαν, ἐπειδὴ ὅπλων ποτὲ ἐφ᾽ ἡμᾶς ἦρξαν, καὶ παρεωρῶντο, ὡς τὸ γένος αὐτῶν ἀφανισθείη, λοιπὸν δὲ φίλοι τε ἀναγεγράψονται καὶ σατραπεύσει αὐτῶν ἀνὴρ ἀγαθός, ὃς δικαιώσει τὴν χώραν. τὰς δὲ ἐννέα δωρεὰς’ ἔφη ‘διὰ τί οὐ λήψῃ;’ ‘ὅτι, ὦ βασιλεῦ’ εἶπεν ‘οὔπω φίλους ἐνταῦθα ἐκτησάμην.’ ‘αὐτὸς δὲ οὐδενὸς δέῃ;’ φήσαντος· ‘τῶν γε τραγημάτων’ ἔφη ‘καὶ τῶν ἄρτων, ἅ με ἡδέως τε καὶ λαμπρῶς ἑστιᾷ.’

τοιαῦτα δὴ λαλούντων πρὸς ἀλλήλους κραυγὴ τῶν βασιλείων ἐξεφοίτησεν εὐνούχων καὶ γυναικῶν ἅμα· εἴληπτο δὲ ἄρα εὐνοῦχός τις ἐπὶ μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν ξυγκατακείμενός τε καὶ ὁπόσα οἱ μοιχοὶ πράττων, καὶ ἦγον αὐτὸν οἱ ἀμφὶ τὴν γυναικωνῖτιν ἐπισπῶντες τῆς κόμης, ὃν δὴ ἄγονται τρόπον οἱ βασιλέως δοῦλοι. ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη καὶ προειρηκέναι οἱ, μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι, ὁ δὲ βασιλεὺς πρὸς τοὺς παρόντας ‘ἀλλ᾽ αἰσχρόν γε’ εἶπεν ‘ὦ ἄνδρες, παρόντος ἡμῖν Ἀπολλωνίου περὶ σωφροσύνης ἡμᾶς, ἀλλὰ μὴ τοῦτον, ἀποφαίνεσθαι· τί οὖν κελεύεις, Ἀπολλώνιε, παθεῖν αὐτόν;’ ‘τί δὲ ἄλλο ἢ ζῆν;’ εἶπε παρὰ τὴν πάντων ἀποκρινάμενος δόξαν. ἀνερυθριάσας οὖν ὁ βασιλεὺς ‘εἶτα οὐ πολλῶν’ ἔφη ‘θανάτων ἄξιος ὑφέρπων οὕτως τὴν εὐνὴν τὴν ἐμήν;’ ‘ἀλλ᾽ οὐχ ὑπὲρ ξυγγνώμης’ ἔφη ‘βασιλεῦ, ταῦτα εἶπον, ἀλλ᾽ ὑπὲρ τιμωρίας, ἣ ἀποκναίσει αὐτόν· εἰ γὰρ ζήσεται νοσῶν καὶ ἀδυνάτων ἁπτόμενος καὶ μήτε σῖτα μήτε ποτὰ ἥσει αὐτὸν μήτε θεάματα, ἃ σέ τε καὶ τούς σοι συνόντας εὐφρανεῖ, πηδήσεταί τε ἡ καρδία θαμὰ ἐκθρώσκοντος τοῦ ὕπνου, ὃ δὴ μάλιστα περὶ τοὺς ἐρῶντάς φασι γίγνεσθαι, καὶ, τίς μὲν οὕτω φθόη τήξει αὐτόν, τίς δὲ οὕτω λιμὸς ἐπιθρύψει τὰ σπλάγχνα; εἰ δὲ μὴ τῶν φιλοψύχων εἴη τις, αὐτός, ὦ βασιλεῦ, δεήσεταί σού ποτε καὶ ἀποκτεῖναι αὐτὸν ἢ ἑαυτόν γε ἀποκτενεῖ πολλὰ ὀλοφυρόμενος τὴν παροῦσαν ταύτην ἡμέραν, ἐν ᾗ μὴ εὐθὺς ἀπέθανε.’ τοῦτο μὲν δὴ τοιοῦτον τοῦ Ἀπολλωνίου καὶ οὕτω σοφόν τε καὶ ἥμερον, ἐφ᾽ ᾧ ὁ βασιλεὺς ἀνῆκε τὸν θάνατον τῷ εὐνούχῳ.

μέλλων δέ ποτε πρὸς θήρᾳ γίγνεσθαι τῶν ἐν τοῖς παραδείσοις θηρίων, ἐς οὓς λέοντές τε ἀπόκεινται τοῖς βαρβάροις καὶ ἄρκτοι καὶ παρδάλεις, ἠξίου τὸν Ἀπολλώνιον παρατυχεῖν οἱ θηρῶντι, ὁ δὲ ‘ἐκλέλησαι, ὦ βασιλεῦ,’ ἔφη ‘ὅτι μηδὲ θύοντί σοι παρατυγχάνω; καὶ ἄλλως οὐχ ἡδὺ θηρίοις βεβασανισμένοις καὶ παρὰ τὴν φύσιν τὴν ἑαυτῶν δεδουλωμένοις ἐπιτίθεσθαι.’ ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως, πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι, ‘πολλοὺς’ ἔφη ‘τιμῶν, πιστεύων δὲ ὀλίγοις.’ πρεσβευομένου δέ ποτε τοῦ τῆς Συρίας ἄρχοντος περὶ κωμῶν, οἶμαι, δύο προσοίκων τῷ Ζεύγματι καὶ φάσκοντος ὑπακηκοέναι μὲν αὐτὰς Ἀντιόχῳ καὶ Σελεύκῳ πάλαι, νῦν δὲ ὑπ᾽ αὐτῷ εἶναι Ῥωμαίοις προσηκούσας, καὶ τοὺς μὲν Ἀραβίους τε καὶ Ἀρμενίους μὴ ἐνοχλεῖν τὰς κώμας, αὐτὸν δὲ ὑπερβαίνοντα τοσαύτην γῆν καρποῦσθαι σφᾶς, ὡς αὐτοῦ μᾶλλον ἢ Ῥωμαίων οὔσας, μεταστησάμενος ὁ βασιλεὺς τοὺς πρέσβεις ‘τὰς μὲν κώμας ταύτας,’ ἔφη ‘Ἀπολλώνιε, ξυνεχώρησαν τοῖς ἐμοῖς προγόνοις οἱ βασιλεῖς, οὓς εἶπον, τροφῆς ἕνεκα τῶν θηρίων, ἃ παρ᾽ ἡμῖν ἁλισκόμενα φοιτᾷ ἐς τὴν ἐκείνων διὰ τοῦ Εὐφράτου, οἱ δ᾽, ὥσπερ ἐκλαθόμενοι τούτου καινῶν τε καὶ ἀδίκων ἅπτονται. τίς οὖν φαίνεταί σοι τῆς πρεσβείας ὁ νοῦς;’ ‘μέτριος, ὦ βασιλεῦ,’ ἔφη ‘καὶ ἐπιεικής, εἰ, ἃ δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα, βούλονται παρ᾽ ἑκόντος εὑρίσκεσθαι μᾶλλον.’ προσετίθει δὲ καὶ τὸ μὴ δεῖν ὑπὲρ κωμῶν, ὧν μείζους κέκτηνται τάχα καὶ ἰδιῶται, διαφέρεσθαι πρὸς Ῥωμαίους καὶ πόλεμον οὐδ᾽ ὑπὲρ μεγάλων αἴρεσθαι. νοσοῦντι δὲ τῷ βασιλεῖ παρὼν τοσαῦτά τε καὶ οὕτω θεῖα περὶ ψυχῆς διεξῆλθεν, ὡς τὸν βασιλέα ἀναπνεῦσαι καὶ πρὸς τοὺς παρόντας εἰπεῖν, ὅτι ‘Ἀπολλώνιος οὐχ ὑπὲρ τῆς βασιλείας μόνης ἀφροντιστεῖν εἴργασταί με, ἀλλὰ καὶ ὑπὲρ τοῦ θανάτου.’

τὴν δὲ σήραγγα τὴν ὑπὸ τῷ Εὐφράτῃ δεικνύντος αὐτῷ ποτε τοῦ βασιλέως καὶ ‘τί σοι φαίνεται τὸ θαῦμα;’ εἰπόντος καταβάλλων τὴν τερατουργίαν ὁ Ἀπολλώνιος ‘θαῦμα ἂν ἦν, ὦ βασιλεῦ,’ ἔφη, ‘εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε.’ δείξαντος δὲ καὶ τὰ ἐν Ἐκβατάνοις τείχη καὶ θεῶν φάσκοντος ταῦτα εἶναι οἴκησιν ‘θεῶν μὲν οὐκ ἔστιν ὅλως οἴκησις,’ εἶπεν ‘εἰ δὲ ἀνδρῶν οὐκ οἶδα· ἡ γὰρ Λακεδαιμονίων, ὦ βασιλεῦ, πόλις ἀτείχιστος ᾤκισται.’ καὶ μὴν καὶ δίκην τινὰ δικάσαντος αὐτοῦ κώμαις καὶ μεγαλοφρονουμένου πρὸς τὸν Ἀπολλώνιον, ὡς δυοῖν ἡμερῶν ἠκροαμένος εἴη τῆς δίκης ‘βραδέως γ᾽’ ἔφη ‘τὸ δίκαιον εὗρες.’ χρημάτων δὲ ἐκ τῆς ὑπηκόου φοιτησάντων ποτὲ ἀθρόων ἀνοίξας τοὺς θησαυροὺς ἐδείκνυ τῷ ἀνδρὶ τὰ χρήματα ὑπαγόμενος αὐτὸν ἐς ἐπιθυμίαν πλούτου, ὁ δὲ οὐδὲν ὧν εἶδε θαυμάσας ‘σοὶ ταῦτα,’ ἔφη ‘ὦ βασιλεῦ, χρήματα, ἐμοὶ δὲ ἄχυρα·’. ‘τί ἂν οὖν’ ἔφη ‘πράττων καλῶς αὐτοῖς χρησαίμην;’ ‘χρώμενος,’ ἔφη ‘βασιλεὺς γὰρ εἶ.’

πολλὰ τοιαῦτα πρὸς τὸν βασιλέα εἰπὼν καὶ τυχὼν αὐτοῦ προθύμου πράττειν ἃ ξυνεβούλευεν, ἔτι καὶ τῆς πρὸς τοὺς μάγους ξυνουσίας ἱκανῶς ἔχων ‘ἄγε, ὦ Δάμι,’ ἔφη ‘ἐς Ἰνδοὺς ἴωμεν. οἱ μὲν γὰρ τοῖς Λωτοφάγοις προσπλεύσαντες ἀπήγοντο τῶν οἰκείων ἠθῶν ὑπὸ τοῦ βρώματος, ἡμεῖς δὲ μὴ γευόμενοί τινος τῶν ἐνταῦθα καθήμεθα πλείω χρόνον τοῦ εἰκότος τε καὶ ξυμμέτρου.’ ‘κἀμοὶ’ ἔφη ὁ Δάμις ‘ὑπερδοκεῖ ταῦτα· ἐπεὶ δὲ ἐνεθυμούμην τὸν χρόνον, ὃν ἐν τῇ λεαίνῃ διεσκέψω, περιέμενον ἀνυσθῆναι αὐτόν· οὔπω μὲν οὖν ἐξήκει πᾶς, ἐνιαυτὸς γὰρ ἡμῖν ἤδη καὶ μῆνες τέτταρες· εἰ δὲ ἤδη κομιζοίμεθα, εὖ ἂν ἔχοι;’ ‘οὐδὲ ἀνήσει ἡμᾶς,’ ἔφη ‘ὦ Δάμι, ὁ βασιλεὺς πρότερον ἢ τὸν ὄγδοον τελευτῆσαι μῆνα· χρηστὸν γάρ που ὁρᾷς αὐτὸν καὶ κρείττω ἢ βαρβάρων ἄρχειν.’

ἐπεὶ δὲ ἀπαλλάττεσθαι λοιπὸν ἐδόκει καὶ ξυνεχώρησέ ποτε ὁ βασιλεὺς ἀπιέναι, ἀνεμνήσθη τῶν δωρεῶν ὁ Ἀπολλώνιος, ἃς ἀνεβάλλετο ἔς τ᾽ ἂν φίλοι αὐτῷ γένωνται, καὶ ‘ὦ βέλτιστε’ ἔφη ‘βασιλεῦ, τὸν ξένον οὐδὲν εὖ πεποίηκα καὶ μισθὸν ὀφείλω τοῖς μάγοις· σὺ οὖν ἐπιμελήθητι αὐτῶν καὶ τοὐμὸν προθυμήθητι περὶ ἄνδρας σοφούς τε καὶ σοὶ σφόδρα εὔνους.’ ὑπερησθεὶς οὖν ὁ βασιλεὺς ‘τούτους μὲν αὔριον ζηλωτοὺς’ ἔφη ‘καὶ μεγάλων ἠξιωμένους ἀποδείξω σοι, σὺ δ᾽ ἐπεὶ μηδενὸς δέῃ τῶν ἐμῶν, ἀλλὰ τούτοις γε ξυγχώρησον χρήματα παρ᾽ ἐμοῦ λαβεῖν καὶ ὅ τι βούλονται,’ τοὺς ἀμφὶ τὸν Δάμιν δείξας. ἀποστραφέντων οὖν κἀκείνων τὸν λόγον τοῦτον ‘ὁρᾷς,’ἔφη ‘ὦ βασιλεῦ, τὰς ἐμὰς χεῖρας, ὡς πολλαί τέ εἰσι καὶ ἀλλήλαις ὅμοιαι;’ ‘σὺ δὲ ἀλλὰ ἡγεμόνα ἄγου’ ὁ βασιλεὺς ἔφη ‘καὶ καμήλους, ἐφ᾽ ὧν ὀχήσεσθε, τὸ γὰρ μῆκος τῆς ὁδοῦ κρεῖττον ἢ βαδίσαι πᾶσαν.’ ‘γιγνέσθω,’ ἔφη ‘ὦ βασιλεῦ, τοῦτο, φασὶ γὰρ τὴν ὁδὸν ἄπορον εἶναι μὴ οὕτως ὀχουμένῳ, καὶ ἄλλως τὸ ζῷον εὔσιτόν τε καὶ ῥᾴδιον βόσκειν, ὅπου μὴ χιλὸς εἴη. καὶ ὕδωρ δέ, οἶμαι, χρὴ ἐπισιτίσασθαι καὶ ἀπάγειν αὐτὸ ἐν ἀσκοῖς, ὥσπερ τὸν οἶνον.’ ‘τριῶν ἡμερῶν’ ἔφη ὁ βασιλεὺς ‘ἄνυδρος ἡ χώρα, μετὰ ταῦτα δὲ πολλὴ ἀφθονία ποταμῶν τε καὶ πηγῶν, βαδίζειν δὲ ῾δεἶ τὴν ἐπὶ Καυκάσου, τὰ γὰρ ἐπιτήδεια ἄφθονα καὶ φίλη ἡ χώρα.’ ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως ὅ τι αὐτῷ ἀπάξει ἐκεῖθεν· ‘χαρίεν’ ἔφη ‘ὦ βασιλεῦ, δῶρον· ἢν γὰρ ἡ συνουσία τῶν ἀνδρῶν σοφώτερόν με ἀποφήνῃ, βελτίων ἀφίξομαί σοι ἢ νῦν εἰμι.’ περιέβαλεν ὁ βασιλεὺς ταῦτα εἰπόντα καὶ ‘ἀφίκοιο,’ εἶπε ‘τὸ γὰρ δῶρον μέγα.’