Ἀργοναυτικά
Συγγραφέας:
Ἀργοναυτικῶν Β


Ἔνθα δ’ ἔσαν σταθμοί τε βοῶν αὖλίς τ’ Ἀμύκοιο,
Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη
τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα
Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν·
ὅς τ’ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, 5
μήτιν’ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο
πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν.
καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι
ναυτιλίης, οἵ τ’ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν,
τοῖον δ’ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον· 10
«Κέκλυθ’, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.
οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι
ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,
πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.
τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου 15
πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.
εἰ δ’ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,
ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ’ ἀνάγκη.»
Ἦ ῥα μέγα φρονέων· τοὺς δ’ ἄγριος εἰσαΐοντας
εἷλε χόλος· περὶ δ’ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή. 20
αἶψα δ’ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·
«Ἴσχεο νῦν, μηδ’ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,
φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.
αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.»

Ὧς φάτ’ ἀπηλεγέως· ὁ δ’ ἐσέδρακεν ὄμμαθ’ ἑλίξας, 25
ὥστε λέων ὑπ’ ἄκοντι τετυμμένος, ὅν τ’ ἐν ὄρεσσιν
ἀνέρες ἀμφιπένονται· ὁ δ’ ἰλλόμενός περ ὁμίλῳ
τῶν μὲν ἔτ’ οὐκ ἀλέγει, ἐπὶ δ’ ὄσσεται οἰόθεν οἶος
ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδ’ ἐδάμασσεν.
ἔνθ’ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος 30
λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι
ὤπασε Λημνιάδων· ὁ δ’ ἐρεμνὴν δίπτυχα λώπην
αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν
κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.
αὐτίκα δ’ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες 35
ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.
ἀλλ’ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς
Γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν
χωομένη Διὶ τίκτεν· ὁ δ’ οὐρανίῳ ἀτάλαντος 40
ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.
τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους
ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ
καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας 45
πειράζων, εἴθ’ ὡς πρὶν ἐυτρόχαλοι φορέονται,
μηδ’ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν.
οὐ μὰν αὖτ’ Ἄμυκος πειρήσατο· σῖγα δ’ ἄπωθεν
ἑστηὼς εἰς αὐτὸν ἔχ’ ὄμματα, καί οἱ ὀρέχθει
θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. 50
τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς
θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
ὠμούς, ἀζαλέους, περὶ δ’ οἵγ’ ἔσαν ἐσκληῶτες.
αὐτὰρ ὁ τόνγ’ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·
«Τῶνδέ τοι ὅν κ’ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω 55
αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.

ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,
ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι
ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.»
Ὧς ἔφατ’· αὐτὰρ ὅγ’ οὔτι παραβλήδην ἐρίδηνεν. 60
ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ’ ἀντίος ἤλυθε Κάστωρ
ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δ’ ἱμάντας
ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.
τῷ δ’ αὖτ’ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν 65
νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.
Οἱ δ’ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
αὐτίκ’ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
χεῖρας, ἐπ’ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης 70
τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δ’ ὑπὸ τυτθὸν
ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ’, οὐδέ μιν εἴα
δηθύνειν. ὁ δ’ ἄρ’ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν 75
ἀίσσοντ’ ἀλέεινεν· ἀπηνέα δ’ αἶψα νοήσας
πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων,
στῆ ῥ’ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
ὡς δ’ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες 80
θείνωσι σφύρῃσιν, ἐπ’ ἄλλῳ δ’ ἄλλος ἄηται
δοῦπος ἄδην· ὧς τοῖσι παρήιά τ’ ἀμφοτέρωθεν
καὶ γένυες κτύπεον· βρυχὴ δ’ ὑπετέλλετ’ ὀδόντων
ἄσπετος, οὐδ’ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,
ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. 85
στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων

ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
ἂψ δ’ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω
φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
ἔνθα δ’ ἔπειτ’ Ἄμυκος μὲν ἐπ’ ἀκροτάτοισιν ἀερθείς, 90
βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
χεῖρ’ ἐπὶ οἷ πελέμιξεν· ὁ δ’ ἀίξαντος ὑπέστη,
κρᾶτα παρακλίνας, ὤμῳ δ’ ἀνεδέξατο πῆχυν
τυτθόν· ὁ δ’ ἄγχ’ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων
κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ’ εἴσω 95
ῥῆξεν· ὁ δ’ ἀμφ’ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δ’ ἰάχησαν
ἥρωες Μινύαι· τοῦ δ’ ἀθρόος ἔκχυτο θυμός.
Οὐδ’ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος·
ἀλλ’ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον. 100
τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν’ ἑταῖροι
ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
ἤλασ’ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ’ ἑκάτερθεν
ἔνθα καὶ ἔνθ’ ὤμοισιν ἐπ’ ἀμφοτέροις ἐκεάσθη.
αὐτὸς δ’ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα, 105
τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας
πλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δ’ ἆσσον ἰόντος
δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,
δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ’ ὑπελείπετ’ ὀπωπή.
Ὠρεΐδης δ’ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων 110
οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ’ ἐπὶ δέρματι μοῦνον
νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.
αὔτως δ’ Ἄρητος μενεδήιον Εὐρύτου υἷα
Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας, 115
οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχ’ ἔμελλεν
αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.

καὶ τότ’ ἄρ’ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱὸς
αἶψα μάλ’ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν
ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ 120
ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο
Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ’ Ἰήσων.
ὡς δ’ ὅτ’ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ’ ἐφόβησαν
ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες
λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, 125
μαίονται δ’ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,
πόλλ’ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτως
στείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγε
λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες 130
ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
αἱ δ’ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν·
ὧς οἵγ’ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ’ ἐκέδασθεν 135
εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·
νήπιοι, οὐδ’ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο
πῆμ’ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ
ἠδ’ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. 140
αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
οἱ δ’ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον·
ἤδη δ’ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·
«Φράζεσθ’ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν, 145
εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν.
ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
οὐδ’ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ’ ὅτε θεσμοὺς

ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. 150
ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
πόντον ἐπέπλωμεν· μάλα δ’ ἡμέων αὐτὸς ἕκαστος
εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.»
Ὧς ἄρ’ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι ἐτέτυκτο.
καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ’ ἀνδρῶν 155
οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς
ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τιν’ ὕπνος
εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.
ξανθὰ δ’ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα
ἀγχιάλῳ, τῇ καί τε περὶ πρυμνήσι’ ἀνῆπτο, 160
Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ
μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.
Ἦμος δ’ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας
ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας, 165
δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,
ληίδα τ’ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,
πνοιῇ δινήεντ’ ἀνὰ Βόσπορον ἰθύνοντο.
ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα
ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός, 170
αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης
φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς
λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγ’ ἔμπης
στόρνυται, εἴ κ’ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.
τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο, 175
ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ’ ἄλλῳ
ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ’ ἀνῆψαν.
Ἔνθα δ’ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,
ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ’ ἀνέτλη

εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν 180
Λητοΐδης· οὐδ’ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.
τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
ἐκ δ’ ἕλετ’ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι
εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ 185
θέσφατα πευθόμενοι περιναιέται οἴκαδ’ ἄγειρον.
ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
Ἅρπυιαι στόματος χειρῶν τ’ ἀπὸ γαμφηλῇσιν
συνεχέως ἥρπαζον. ἐλείπετο δ’ ἄλλοτε φορβῆς
οὐδ’ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. 190
καὶ δ’ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη
μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλ’ ἀποτηλοῦ
ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
αὐτίκα δ’ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου
τούσδ’ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων 195
θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
ὀρθωθεὶς δ’ εὐνῆθεν, ἀκήριον ἠύτ’ ὄνειρον,
βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
τοίχους ἀμφαφόων· τρέμε δ’ ἅψεα νισσομένοιο
ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς 200
ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
ἐκ δ’ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς
οὐδοῦ ἐπ’ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν
πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
νειόθεν, ἀβληχρῷ δ’ ἐπὶ κώματι κέκλιτ’ ἄναυδος. 205
οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο
καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο
στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν·
«Κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
οἵδ’ ὑμεῖς, οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ 210
Ἀργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.

ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα, Λητοῦς
υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς 215
ἀνδράσι, Φοίβου τ’ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
αὔτως. οὐ γὰρ μοῦνον ἐπ’ ὀφθαλμοῖσιν Ἐρινὺς 220
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·
πρὸς δ’ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν
Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθρου.
ἴσχω δ’ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα 225
αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
ἢ κείνας· ὧδ’ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δ’ ἢν ἄρα δήποτ’ ἐδητύος ἄμμι λίπωσιν,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·
οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, 230
οὐδ’ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
μίμνειν καὶ μίμνοντα κακῇ ἐν γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
υἱέας. οὐδ’ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, 235
εἰ δὴ ἐγὼν ὁ πρίν ποτ’ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ’ Ἀγήνωρ·
τῶν δὲ κασιγνήτην, ὅτ’ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.»
Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δ’ ἕλε κῆδος ἕκαστον 240
ἡρώων, πέρι δ’ αὖτε δύω υἷας Βορέαο.
δάκρυ δ’ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ’ ἔειπεν

Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·
«Ἆ δείλ’, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε’ ἀνῆπται; 245
ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ 250
ἀθανάτων. οὐδ’ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ’ ἂν ὀμόσσῃς,
μὴ μὲν τοῖό γ’ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.»
Ὧς φάτο· τοῦ δ’ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ’ ἐπέεσσιν· 255
«Σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μ’ ἔλαχεν, κὴρ
καὶ τόδ’ ἐπ’ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ’ ὑπένερθεν
δαίμονες, οἳ μηδ’ ὧδε θανόντι περ εὐμενέοιεν, 260
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ’ ἀρωγῆς.»
Τὼ μὲν ἔπειθ’ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δ’ ἄμφω
στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. 265
καὶ δὴ τὰ πρώτισθ’ ὁ γέρων ἔψαυεν ἐδωδῆς·
αἱ δ’ ἄφαρ ἠύτ’ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δ’ ἐσιδόντες
ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δ’ ἅμ’ ἀυτῇ 270
πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.

τάων δ’ αὖ κατόπισθε δύω υἷες Βορέαο
φάσγαν’ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν
Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην 275
νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
αἰέν. ὅτ’ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
ὡς δ’ ὅτ’ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης
ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν 280
ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·
ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
καί νύ κε δή σφ’ ἀέκητι θεῶν διεδηλήσαντο
πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, 285
εἰ μὴ ἄρ’ ὠκέα Ἶρις ἴδεν, κατὰ δ’ αἰθέρος ἆλτο
οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·
«Οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ’ αὐτὴ
δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.» 290
Ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν
ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,
μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
οἱ δ’ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα 295
σώεσθαι. Στροφάδας δὲ μετακλείουσ’ ἄνθρωποι
νήσους τοῖό γ’ ἕκητι, πάρος Πλωτὰς καλέοντες.
Ἄρπυιαί τ’ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν
κευθμῶνα Κρήτης Μινωίδος· ἡ δ’ ἀνόρουσεν
Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν. 300
Τόφρα δ’ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο

μῆλα, τά τ’ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
δαίνυνθ’ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς 305
ἁρπαλέως, οἷόν τ’ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
ἔνθα δ’, ἐπεὶ δόρποιο κορέσσαντ’ ἠδὲ ποτῆτος,
παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
αὐτὸς δ’ ἐν μέσσοισι παρ’ ἐσχάρῃ ἧστο γεραιὸς
πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου· 310
«Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
ἀτρεκές· ὅσσα δ’ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν 315
μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, 320
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ’ ἀλέγοντες 325
πείρετε· μηδ’ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
ἀφραδέως, ἢ θύνετ’ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι
νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι’ αὐτῶν
πετράων πόντονδε σόη πτερύγεσσι δίηται, 330
μηκέτι δὴν μηδ’ αὐτοὶ ἐρητύεσθε κελεύθου,
ἀλλ’ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ

τέμνεθ’ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον
ἔσσετ’ ἐν εὐχωλῇσιν, ὅσον τ’ ἐνὶ κάρτεϊ χειρῶν.
τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι 335
θαρσαλέως· πρὶν δ’ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
ἄψορροι στέλλεσθαι· ἐπεὶ πολὺ βέλτερον εἶξαι
ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
πετράων, οὐδ’ εἴ κε σιδηρείη πέλοι Ἀργώ. 340
ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
εἰ καί με τρὶς τόσσον ὀίεσθ’ Οὐρανίδῃσιν,
ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι·
μὴ τλῆτ’ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.
καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε 345
σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες
πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν
γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε. 350
κεῖθεν δ’ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.
ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,
ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,
δινήεις τ’ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων 355
ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
ἀγχίμολον δ’ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς
Παφλαγόνων, τοῖσίν τ’ Ἐνετήιος ἐμβασίλευσεν
πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ’ αἵματος εὐχετόωνται.

ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου, 360
πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·
ὧδε μάλ’ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη
Αἰγιαλός· πολέος δ’ ἐπὶ πείρασιν Αἰγιαλοῖο 365
ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
δεινὸν ἐρεύγονται· μετὰ τὸν δ’ ἀγχίροος Ἶρις
μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος 370
κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ’ ἄκρην
μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν
τρηχεῖειν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, 375
ἐργατίναι· τοὶ δ’ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοὶ
Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
τῇ δ’ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται, 380
δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες
[κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν
μόσσυνας· καὶ δ’ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.]
τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, 382
μήτι παντοίῃ μέγ’ ἀναιδέας ἐξελάσαντες
οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
νῆσον ἐρημαίην. τῇ μέν τ’ ἐνὶ νηὸν Ἄρηος 385
λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.

ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω
ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι 390
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
φέρβονται Φίλυρες· Φιλύρων δ’ ἐφύπερθεν ἔασιν
Μάκρωνες· μετὰ δ’ αὖ περιώσια φῦλα Βεχείρων.
ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν· 395
Βύζηρες δ’ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ’ ἐνὶ νηὶ
πείρεθ’, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.
ἔνθα δ’ ἐπ’ ἠπείροιο Κυταιίδος, ἠδ’ Ἀμαραντῶν
τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο 400
Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
κείνου νῆ’ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ’ ἄκρης
πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, 405
ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,
οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.»
Ὧς ἄρ’ ἔφη· τοὺς δ’ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
δὴν δ’ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ’ ἔειπεν
ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι· 410
«Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ’ ἀέθλων
ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις
τάσδ’ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. 415
πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αἶα δὲ Κολχὶς

Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.»
Ὧς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·
«Ὦ τέκος, εὖτ’ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας, 420
θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
ἐξ Αἴης· μετὰ δ’ Αἶαν ἅλις πομπῆες ἔσονται.
ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν
Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.
καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.» 425
Ὧς φάτ’ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ
Θρηικίου Βορέαο κατ’ αἰθέρος ἀίξαντε
οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ’ ἀνόρουσαν
ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
Ζήτης δ’ ἱεμένοισιν, ἔτ’ ἄσπετον ἐκ καμάτοιο 430
ἆσθμ’ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
ἤλασαν, ἠδ’ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,
ὅρκιά τ’ εὐμενέουσα θεὰ πόρεν, αἱ δ’ ὑπέδυσαν
δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι 435
αὐτός τ’ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν·
«Ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης
κήδετο λευγαλέης, καὶ δ’ ἡμέας αὖθι πέλασσεν
τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο· 440
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τ’ ἂν ὀίω
γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ’ ἱκοίμην.»
Ὧς ἔφατ’· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·
«Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος
ἔστ’ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. 445
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.»
Ὧς τώγ’ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
αὐτίκα δ’ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη

Ἠριγενής· τὸν δ’ ἀμφὶ περικτίται ἠγερέθοντο 450
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ’ ἤματι κεῖσε θάμιζον,
αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
ἔχραεν ἐνδυκέως, πολέων δ’ ἀπὸ πήματ’ ἔλυσεν
μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον. 455
σὺν τοῖσιν δ’ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγ’ ἐνόησεν.
πρὶν γὰρ δή νύ ποτ’ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
πείσματ’ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ, 460
οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
τοὺς μὲν ἔπειτ’ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν
πέμφ’ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
κέκλετ’ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγε
σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι 465
ἧκεν ἐποτρύνας. τοῦ δ’ ἐκ μεγάροιο κιόντος
μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·
«Ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
οὐδ’ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ’ ἀνὴρ
τοῖος ἐὼν δεῦρ’ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη. 470
εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
χρησμοσύνη τρύχεσκεν· ἐπ’ ἤματι δ’ ἦμαρ ὀρώρει
κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι.
ἀλλ’ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν 475
ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων
δή ποθ’ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,
μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν
αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε 480

ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
τῷ δ’ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ’ ἀφίκανεν,
ἀμπλακίην ἔγνων· βωμὸν δ’ ἐκέλευσα καμόντα
Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ’ αὐτῷ 485
ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
ἔνθ’ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ’ ἐμεῖο
ἐκλάθετ’, οὐδ’ ἀθέριξε· μόλις δ’ ἀέκοντα θύραζε
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.»
Ὧς φάτ’ Ἀγηνορίδης· ὁ δ’ ἐπισχεδὸν αὐτίκα δοιὼ 490
ἤλυθ’ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δ’ ἵστατ’ Ἰήσων,
ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
ῥέζον ἐπ’ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
κουρότεροι δ’ ἑτάρων μενοεικέα δαῖτ’ ἀλέγυνον. 495
ἔνθ’ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
τοὶ δ’ αὐτοῦ κατὰ δώματ’ ἀολλέες εὐνάζοντο.
ἦρι δ’ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τ’ ἀνὰ πᾶσαν
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο 500
μῆλα νέμειν προτέροισι παρ’ ἀνδράσιν· εὔαδε γάρ οἱ
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
τήνγ’ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος. 505
ἔνθα δ’ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δ’ ἔνεικεν
νηπίαχον Χείρωνος ὑπ’ ἄντροισιν κομέεσθαι. 510

τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
Μοῦσαι, ἄκεστορίην τε θεοπροπίας τ’ ἐδίδαξαν·
καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ’ ἐνέμοντο
ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ’ ἐρυμνὴν
Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο. 515
ἦμος δ’ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
Σείριος, οὐδ’ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
τῆμος τόνγ’ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο
λοιμοῦ ἀλεξητῆρα. λίπεν δ’ ὅγε πατρὸς ἐφετμῇ
Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας 520
Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης,
καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,
ἱερά τ’ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δ’ ἕκητι
γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι 525
ἤματα τεσσαράκοντα· Κέῳ δ’ ἔτι νῦν ἱερῆες
ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.
Καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι
μίμνον ἐρυκόμενοι· ξεινήια δ’ ἄσπετα Θυνοὶ
πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον. 530
ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ’ ἱερὰ θέντες,
νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης
τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλ’ ἄρα τήνγε
δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς 535
Εὔφημος, γαίης δ’ ἀπὸ διπλόα πείσματ’ ἔλυσαν.
Οὐδ’ ἄρ’ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·
αὐτίκα δ’ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν
κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
σεύατ’ ἴμεν πόντονδε, φίλα φρονέουσ’ ἐρέτῃσιν. 540
ὡς δ’ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ

πλαζόμεθ’ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα
τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,
σφωιτέρους δ’ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
ὑγρή τε τραφερή τ’ ἰνδάλλεται, ἄλλοτε δ’ ἄλλῃ 545
ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν·
ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
θῆκεν ἐπ’ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
Οἱ δ’ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν, 550
δινήεις δ’ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
νωλεμὲς οὔατ’ ἔβαλλε, βόων δ’ ἁλιμυρέες ἀκταί,
δὴ τότ’ ἔπειθ’ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς 555
Εὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δ’ ὑπ’ ἀνωγῇ
Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
εἰρεσίην, ἵν’ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,
κάρτεϊ ᾧ πίσυνοι. τὰς δ’ αὐτίκα λοίσθιον ἄλλων
οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο. 560
σὺν δέ σφιν χύτο θυμός· ὁ δ’ ἀίξαι πτερύγεσσιν
Εὔφημος προέηκε πελειάδα· τοὶ δ’ ἅμα πάντες
ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι’ αὐτῶν
ἔπτατο· ταὶ δ’ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ 565
ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος
σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δ’ ὄχθης
λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. 570
νῆα δ’ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ’ ἔκοψαν
οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δ’ ἀπόρουσεν
ἀσκηθής. ἐρέται δὲ μέγ’ ἴαχον· ἔβραχε δ’ αὐτὸς

Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
ἄνδιχα. τοὺς δ’ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ 575
πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
εἴσω πετράων. τότε δ’ αἰνότατον δέος εἷλεν
πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
ἤδη δ’ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν 580
κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ’ ἐσιδόντες
ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
ἀλλά μιν ἔφθη Τῖφυς ὑπ’ εἰρεσίῃ βαρύθουσαν
ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, 585
ἐκ δ’ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
Εὔφημος δ’ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δ’ ἀλαλητῷ
κόπτον ὕδωρ. ὅσσον δ’ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν, 590
δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι
ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
ἔνθεν δ’ αὐτίκ’ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
ἡ δ’ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ’ ἄρα μέσσαις 595
Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δ’ ἑκάτερθεν
σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα.
καὶ τότ’ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
ἡ δ’ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ’ ὀιστῷ. 600
ἔμπης δ’ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
Οὔλυμπόνδ’ ἀνόρουσεν, ὅτ’ ἀσκηθεῖς ὑπάλυξαν.
πέτραι δ’ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν

νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν 605
ἐκ μακάρων, εὖτ’ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.
οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο
ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης
τῆλ’ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
σώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων· 610
«Ἔλπομαι αὐτῇ νηὶ τόγ’ ἔμπεδον ἐξαλέασθαι
ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,
ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος
γόμφοισιν συνάρασσε· θέμις δ’ οὐκ ἔστιν ἁλῶναι.
Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν, 615
εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,
μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους
εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.»
Ἦ ῥ’ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε 620
μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν·
«Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;
ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην.
χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο
αὐτίκ’ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον 625
νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι·
νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας
ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
νηὶ διαπλώειν, στυγέων δ’, ὅτ’ ἐπ’ ἠπείροιο
βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν. 630
αἰεὶ δὲ στονόεσσαν ἐπ’ ἤματι νύκτα φυλάσσω,
ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
φραζόμενος τὰ ἕκαστα· σὺ δ’ εὐμαρέως ἀγορεύεις
οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε
εἷο μὲν οὐδ’ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο 635

καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι’ ἑταίρων
εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.»
Ὧς φάτ’ ἀριστήων πειρώμενος· οἱ δ’ ὁμάδησαν
θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη
κεκλομένων, καί ῥ’ αὖτις ἐπιρρήδην μετέειπεν· 640
«Ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.
τούνεκα νῦν οὐδ’ εἴ κε διὲξ Ἀίδαο βερέθρων
στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε
ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ’ ὅτε πέτρας
Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτ’ ὀπίσσω 645
ἔσσεσθαι τοιόνδ’ ἕτερον φόβον, εἰ ἐτεόν γε
φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.»
Ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
εἰρεσίῃ δ’ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε
Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης, 650
ἄκρην δ’ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
τῇ δ’ ἄρ’ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν
Διψακὸς υἷ’ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
ὁππόθ’ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο·
τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις 655
ἥνδανεν, ἀλλ’ ἐθελημὸς ἐφ’ ὕδασι πατρὸς ἑοῖο
μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.
τοῦ μέν θ’ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο
ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην
δερκόμενοι παράμειβον, ὁμῶς δ’ ἐπὶ ἤματι νύκτα 660
νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ’ ἐλάτῃσιν.
οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν
ἐργατίναι μογέουσι βόες, περὶ δ’ ἄσπετος ἱδρὼς
εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν
λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴ 665
αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δ’ ἐνὶ γαίῃ

χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται.
τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.
Ἦμος δ’ οὔτ’ ἄρ πω φάος ἄμβροτον, οὔτ’ ἔτι λίην
ὀρφναίη πέλεται, λεπτὸν δ’ ἐπιδέδρομε νυκτὶ 670
φέγγος, ὅτ’ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
τῆμος ἐρημαίης νήσου λιμέν’ εἰσελάσαντες
Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
τῆλ’ ἐπ’ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων, 675
ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν
πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι·
λαιῇ δ’ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις
ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ’ ὑπὸ ποσσὶν
σείετο νῆσος ὅλη, κλύζεν δ’ ἐπὶ κύματα χέρσῳ. 680
τοὺς δ’ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη
ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.
στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ
βῆ ῥ’ ἴμεναι πόντονδε δι’ ἠέρος· ὀψὲ δὲ τοῖον
Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων· 685
«Ἑἰ δ’ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος
τήνδ’ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,
βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δ’ ἂν ὀπίσσω
γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ, 690
δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.
νῦν δ’ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι
κέκλομαι. ἀλλ’ ἵληθι ἄναξ, ἵληθι φαανθείς.»
Ὧς ἄρ’ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
χερμάσιν· οἱ δ’ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες 695
εἴ κέ τιν’ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν
αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.

τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων
εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα. 700
ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ἰηπαιήον’ Ἰηπαιήονα Φοῖβον
μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο 705
Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ’ αὐτὴ
Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει. 710
πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι·
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν 715
ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
ἁπτόμενοι θυέων· καί τ’ εἰσέτι νῦν γε τέτυκται
κεῖσ’ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ’ ἐκάμοντο
αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.
Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ’ ἔπειτα 720
ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
ἔνθεν δ’ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν
ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην
δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες 725
ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.
ἠῶθεν δ’ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος
ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.

ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δ’ ὑπὸ πέτραι 730
λισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσιν
κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν
ἀμφιλαφεῖς πλατάνιστοι ἐπ’ ἀκροτάτῃ πεφύασιν.
ἐκ δ’ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ’ Ἀίδαο 735
ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ
πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο
συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,
ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
σιγὴ δ’ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην, 740
ἀλλ’ ἄμυδις πόντοιό θ’ ὑπὸ στένει ἠχήεντος,
φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.
ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,
ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. 745
τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν
αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
τῇ ῥ’ οἵγ’ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης 750
εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.
Οὐδ’ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,
καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες
αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον·
ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι. 755
αὐτὸν δ’ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο
πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγ’ ἐπὶ δηρὸν
ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.
καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο
κεῖν’ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες, 760

δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.
Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ’ ἑκάστου
σφωιτέρων μυθεῖθ’ ἑτάρων, Πελίαό τ’ ἐφετμάς,
ἠδ’ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν,
ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν· 765
Μυσίδα δ’ ὡς ἀφίκοντο Κίον θ’, ὅθι κάλλιπον ἥρω
Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν
πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ’ ἐδάιξαν,
καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε,
ἠδ’ ὡς Κυανέας πέτρας φύγον, ὥς τ’ ἀβόλησαν 770
Λητοΐδῃ κατὰ νῆσον. ὁ δ’ ἑξείης ἐνέποντος
θέλγετ’ ἀκουῇ θυμόν· ἄχος δ’ ἕλεν Ἡρακλῆι
λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα·
«Ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
πείρετ’ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν 775
Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο
οἶδ’ ἐσιδών, ὅτε δεῦρο δι’ Ἀσίδος ἠπείροιο
πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων
Ἱππολύτης· ἐμὲ δ’ εὗρε νέον χνοάοντα ἰούλους.
ἔνθα δ’ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος 780
ἡμετέρου Μυσοῖσιν ὑπ’ ἀνδράσιν, ὅντινα λαὸς
οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν
εἶδός τ’ ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασ’ ὀδόντας. 785
αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν
καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,
φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,
ἔστ’ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης·
Παφλαγόνες τ’ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως, 790

ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.
ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τ’ Ἀμύκοιο
τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος,
δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ’ ἐβάλοντο
οὖρα βαθυρρείοντος ὑφ’ εἱαμεναῖς Ὑπίοιο. 795
ἔμπης δ’ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι
ἤματι τῷδ’ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,
Τυνδαρίδην Βέβρυξιν, ὅτ’ ἀνέρα κεῖνον ἔπεφνεν.
τῶ νῦν ἥντιν’ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,
τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεδανοῖσιν 800
ἀνδράσιν, εὖτ’ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι
Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δ’ ἰόντος,
ἦ τ’ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε
ἀνδράσιν, ὄφρ’ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος. 805
νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης
εἵσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες
ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται·
καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην.» 810
Ὧς τότε μὲν δαῖτ’ ἀμφὶ πανήμεροι ἑψιόωντο.
ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες·
καὶ δ’ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί’ ὀπάσσας
δῶρα φέρειν· ἅμα δ’ υἷα δόμων ἔκπεμπε νέεσθαι.
Ἔνθα δ’ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα 815
Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι
μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι·
κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο
ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν
κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ 820
νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
ἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.

αὐτὰρ ὅγ’ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
νίσσετ’ Ἀβαντιάδης· ὁ δ’ ἄρ’ ἔκποθεν ἀφράστοιο
ὕψι μάλ’ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν 825
ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
ὀξὺ δ’ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος
ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ’ αἶψ’ ὀλοοῖο
Πηλεὺς αἰγανέῃ φύγαδ’ εἰς ἕλος ὁρμηθέντος
καπρίου· ἔσσυτο δ’ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας 830
οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
τὸν δ’ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
ἀχνύμενοι, χείρεσσι δ’ ἑῶν ἐνικάτθαν’ ἑταίρων.
Ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι, 835
ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς
αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δ’ ἄσπετα μῆλα,
ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν. 840
καὶ δή τοι κέχυται τοῦδ’ ἀνέρος ἐν χθονὶ κείνῃ
τύμβος· σῆμα δ’ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις
ἄκρης τυτθὸν ἔνερθ’ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ
χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι, 845
τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
ἄστυ βαλεῖν· οἱ δ’ ἀντὶ θεουδέος Αἰολίδαο
Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν. 850
Τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτ’ αὖτις ἔχευαν
ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.

Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν
μοῖρ’ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν 855
αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
εἰσότ’ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
ἄτλητον δ’ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.
δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες, 860
ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
μνώοντ’ οὔτε ποτοῖο· κατήμυσαν δ’ ἀχέεσσιν
θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ’ ἐλπίδος ἔπλετο νόστος.
καί νύ κ’ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
εἰ μὴ ἄρ’ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη 865
θάρσος, ὃν Ἰμβρασίοισι παρ’ ὕδασιν Ἀστυπάλαια
τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο
ἰθύνειν, Πηλῆα δ’ ἐπεσσύμενος προσέειπεν·
«Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος 870
ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων
Παρθενίης ἀπάνευθεν, ὅσον τ’ ἐπιίστορα νηῶν.
τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει 875
ναυτιλίην. ἀλλ’ ὦκα, παραιφάμενος τάδε πάντα,
θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.»
Ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.
αὐτίκα δ’ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·
«Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως; 880
οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·
ἡμῖν δ’ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,
καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης·
ἀλλ’ ἔγρεσθ’ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.»
Τὸν δ’ αὖτ’ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν· 885

«Αἰακίδη, πῇ δ’ οἵδε κυβερνητῆρες ἔασιν;
οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ’ εἶναι,
οἵδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.
τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
εἰ δὴ μήτ’ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο 890
ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
πετράων ἔκτοσθε, καταυτόθι δ’ ἄμμε καλύψει
ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.»
Ὧς ἔφατ’· Ἀγκαῖος δὲ μάλ’ ἐσσυμένως ὑπέδεκτο
νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθ’ ὁρμῇ. 895
τὸν δὲ μετ’ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε
ὤρνυντ’, ἰθύνειν λελιημένοι. ἀλλ’ ἄρα τούσγε
ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.
Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο. 900
καρπαλίμως δ’ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
ἐκ δ’ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ’ ἐπιπρὸ
λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
ἤλυθον, ἔνθ’ ἐνέπουσι Διὸς Νυσήιον υἷα, 905
Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,
ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,
ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. 910
Ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
ὅς ῥά τ’ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
ἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι—
βλήμενος ἰῷ κεῖθεν ἐπ’ ἀγχιάλου θάνεν ἀκτῆς.
οὐ μέν θην προτέρω ἔτ’ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ 915
Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο
λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.

τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα
τοῖος ἐών, οἷος πόλεμόνδ’ ἴεν· ἀμφὶ δὲ καλὴ
τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. 920
καί ῥ’ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δ’ ἐσιδόντες
θάμβησαν· τοὺς δ’ ὦρσε θεοπροπέων ἐπικέλσαι
Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.
οἱ δ’ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
πείσματ’ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, 925
χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.
ἄνδιχα δ’ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι
βωμὸν δειμάμενοι μῆρ’ ἔφλεγον· ἂν δὲ καὶ Ὀρφεὺς
θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
Αὐτίκα δ’ οἵγ’ ἀνέμοιο κατασπέρχοντος ἔβησαν 930
νῆ’ ἔπι· κὰδ δ’ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
ἐς πόδας ἀμφοτέρους· ἡ δ’ ἐς πέλαγος πεφόρητο
ἐντενές, ἠύτε τίς τε δι’ ἠέρος ὑψόθι κίρκος
ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει
ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν. 935
καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
Λητωίς, ἄγρηθεν ὅτ’ οὐρανὸν εἰσαναβαίνῃ,
ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
νυκτί δ’ ἔπειτ’ ἄλληκτον ἐπιπροτέρωσε θέοντες 940
Σήσαμον αἰπεινούς τε παρεξενέοντ’ Ἐρυθίνους,
Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.
ἔνθεν δ’ αὖτε Κάραμβιν ἅμ’ ἠελίοιο βολῇσιν
γνάμψαντες παρὰ πουλὺν ἔπειτ’ ἤλαυνον ἐρετμοῖς
Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ’ ἤματι νύκτα. 945
Αὐτίκα δ’ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
θυγατέρ’ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν

παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δ’ ὅγ’ αὐτῇ
δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν. 950
ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
ἱέμενον, ποταμόν τ’ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν
τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο 955
υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε
τῆμος ἔθ’, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·
οἵ ῥα τόθ’, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,
σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·
οὐδ’ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ’ ἐνὶ νηί, 960
Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
τοῖσι δ’ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ’ ἀγχίρροον Ἶριν,
ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δ’ αὐτῷ
γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. 965
Ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
ἀμφὶ κασιγνήτης· ὁ δ’ ἀπήμονα πέμψεν ὀπίσσω.
τῆς οἵγ’ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος, 970
κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
τῷ δ’ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα
τόσσ’ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
πεμπάζοι· μία δ’ οἴη ἐτήτυμος ἔπλετο πηγή. 975
ἡ μέν τ’ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι.
ἔνθεν δ’ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν
ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι·

αἰεὶ δ’ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα 980
ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν,
ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν,
ὅππῃ ὑπεξαφύονται· ὁ δ’ ἀμφαδὸν ἄμμιγα παύροις
Πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.
καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν 985
ὑσμίνην, καὶ δ’ οὔ κεν ἀναιμωτί γ’ ἐρίδηναν—
οὐ γὰρ Ἀμαζονίδες μάλ’ ἐπήτιδες, οὐδὲ θέμιστας
τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο·
ἀλλ’ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει·
δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε 990
νύμφης, ἥ τ’ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,
ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα—
εἰ μὴ ἄρ’ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο
ἤλυθον· οἱ δ’ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν,
ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο. 995
οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ’ ἀνὰ γαῖαν
κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον·
νόσφι μὲν αἵδ’ αὐταί, τῇσιν τότε κοιρανέεσκεν
Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,
νόσφι δ’ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ’ ἄλλῳ 1000
νυκτί τ’ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.
Τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη
φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἵγε
ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.
ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες 1005
ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν
ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ
λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν.
Τοὺς δὲ μετ’ αὐτίκ’ ἔπειτα Γενηταίου Διὸς ἄκρην

γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν. 1010
ἔνθ’ ἐπεὶ ἄρ κε τέκωνται ὑπ’ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι· ταὶ δ’ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
Ἱρὸν δ’ αὖτ’ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, 1015
ᾗ ἔνι Μοσσύνοικοι ἀν’ οὔρεα ναιετάουσιν
μόσσυνας, καὶ δ’ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.
ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,
ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· 1020
ὅσσα δ’ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
οὐδ’ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς
φορβάδες, οὐδ’ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. 1025
αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται,
λιμῷ μιν κεῖν’ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν 1030
νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
ἤδη καί τιν’ ὕπερθεν Ἀρήιον ἀίσσοντα
ἐνναέτην νήσοιο δι’ ἠέρος ὄρνιν ἴδοντο,
ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν 1035
ἧκ’ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δ’ ἐν λαιῷ πέσεν ὤμῳ
δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν
βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,

ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο 1040
λυσάμενος τελαμῶνα κατήορον· ἐκ δ’ ἐφαάνθη
ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως
Εὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
ἧκε δ’ ἐπ’ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειτα
πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. 1045
τοῖσιν δ’ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο·
«Nῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ
τούσδ’ ὄρνιθας ἰδόντες. ἐγὼ δ’ οὐκ ἔλπομαι ἰοὺς
τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν’ ἄλλην
μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ’ ἐπικέλσαι 1050
μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.
οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ’ ἤλυθεν Ἀρκαδίηνδε,
πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης
ὤσασθαι τόξοισι, τὸ μέν τ’ ἐγὼ αὐτὸς ὄπωπα.
ἀλλ’ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων 1055
δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δ’ ἐφέβοντο
τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
τῶ καὶ νῦν τοίην τιν’ ἐπιφραζώμεθα μῆτιν·
αὐτὸς δ’ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, 1060
ἡμίσεες μὲν ἐρέσσετ’ ἀμοιβαδίς, ἡμίσεες δὲ
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ’ ἀυτὴν
ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ’ ὕπερθεν. 1065
εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ’ ἔπειτα
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.»
Ὧς ἄρ’ ἔφη· πάντεσσι δ’ ἐπίρροθος ἥνδανε μῆτις.
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο 1070

φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·
τοὶ δ’ αὖτ’ ἐγχείῃσι καὶ ἀσπίσι νῆ’ ἐκάλυψαν.
ὡς δ’ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
ἄλλῳ δ’ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· 1075
ὧς οἵγ’ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,
τοίη ἄρ’ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ’ ἀυτή.
οὐδέ τιν’ οἰωνῶν ἔτ’ ἐσέδρακον, ἀλλ’ ὅτε νήσῳ 1080
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ’ ἄρ’ οἵγε
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
ὡς δ’ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
ἐκ νεφέων ἀνά τ’ ἄστυ καὶ οἰκία, τοὶ δ’ ὑπὸ τοῖσιν
ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες 1085
ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον·
ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
ὕψι μάλ’ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
Tίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι 1090
ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
ἐξ Αἴης ἐνέοντο παρ’ Αἰήταο Κυταίου,
Κολχίδα νῆ’ ἐπιβάντες, ἵν’ ἄσπετον ὄλβον ἄρωνται 1095
πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
Ζεὺς δ’ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·
αὐτὰρ ὅγ’ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ’ ἐτίνασσεν 1100
τυτθὸν ἐπ’ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·

νυκτὶ δ’ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
κεκληγὼς πνοιῇσι· κελαινὴ δ’ οὐρανὸν ἀχλὺς
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ’ ἰδέσθαι
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. 1105
οἱ δ’ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
υἱῆες Φρίξοιο φέρονθ’ ὑπὸ κύμασιν αὔτως.
ἱστία δ’ ἐξήρπαξ’ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
νῆα διάνδιχ’ ἔαξε τινασσομένην ῥοθίοισιν.
ἔνθα δ’ ὑπ’ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες 1110
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
αὐτίκα δ’ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον 1115
καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
τοὺς δ’ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ
υἱῆας Φρίξοιο μετ’ ἠιόνας βάλε νήσου
νύχθ’ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ 1120
λῆξεν ἅμ’ ἠελίῳ· τάχα δ’ ἐγγύθεν ἀντεβόλησαν
ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·
«Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι 1125
νηὸς ἀεικελίης διὰ δούρατα πάντ’ ἐκέδασσαν,
ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
τούνεκα νῦν ὑμέας γουναζόμεθ’, αἴ κε πίθησθε,
δοῦναι ὅσον τ’ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. 1130
ἀλλ’ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
ξεινίου Ἱκεσίου τε· Διὸς δ’ ἄμφω ἱκέται τε

καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.»
Τὸν δ’ αὖτ’ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,
μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι· 1135
«Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.
ἀλλ’ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης
ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,
αὐτῶν θ’ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην.»
Τὸν δ’ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι· 1140
«Αἰολίδην Φρίξον τιν’ ἀφ’ Ἑλλάδος Αἶαν ἱκέσθαι
ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,
Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε. 1145
τὸν μὲν ἔπειτ’ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν
Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο
Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν
Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.
τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ’ ὁ μὲν ἤδη 1150
γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·
ἡμεῖς δ’ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες
νεύμεθ’ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις, 1155
τῷ δὲ Μέλας· ἐμὲ δ’ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.»
Ὧς φάτ’· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ’ ἐπέεσσιν·
«Ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες 1160
λίσσεσθ’ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
Κρηθεὺς γάρ ῥ’ Ἀθάμας τε κασίγνητοι γεγάασιν.

Κρηθῆος δ’ υἱωνὸς ἐγὼ σὺν τοισίδ’ ἑταίροις
Ἑλλάδος ἐξ αὐτῆς νέομ’ ἐς πόλιν Αἰήταο.
ἀλλὰ τὰ μὲν καὶ ̣̣αῦτις ἐνίφομεν ἀλλήλοισιν. 1165
νῦν δ’ ἕσσασθε πάροιθεν· ὑπ’ ἐννεσίῃσι δ’ ὀίω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.»
Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
μῆλ’ ἱερευσόμενοι· περὶ δ’ ἐσχάρῃ ἐστήσαντο 1170
ἐσσυμένως, ἥ τ’ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
στιάων· εἴσω δὲ μέγας λίθος ἠρήρειστο
ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
οὐδέ σφιν θέμις ἦεν, ὅτ’ ἀντιπέρηθεν ἵκοιντο,
μήλων τ’ ἠδὲ βοῶν τῇδ’ ἐσχάρῃ ἱερὰ καίειν· 1175
ἀλλ’ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ’ ἐπάσαντο,
δὴ τότ ἄρ’ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·
«Ζεὺς αὐτὸς τὰ ἕκαστ’ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. 1180
ὡς μὲν γὰρ πατέρ’ ὑμὸν ὑπεξείρυτο φόνοιο
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·
ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ’ ἐπὶ νηὸς
ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ’ Αἶαν, 1185
εἶτε μετ’ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος
τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ’ ἐκέδασσεν,
πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ’ ἐνὶ πόντῳ 1190

στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
ἀλλ’ ἄγεθ’ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς
στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.» 1195
Ἶσκε παρηγορέων· οἱ δ’ ἔστυγον εἰσαΐοντες.
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δ’ ἔειπεν
Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·
«Ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ’ ἀρωγῆς 1200
σχήσεται, οὐδ’ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.
ἀλλ’ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.
στεῦται δ’ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων
ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει 1205
σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
οὐ μὰν οὐδ’ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
ῥηίδιον, τοῖός μιν ὄφις περί τ’ ἀμφί τ’ ἔρυται
ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ’ ἀνέφυσεν
Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη, 1210
ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ
βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ’ αὔτως
οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ’ ἔτι νῦν περ
κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.» 1215
Ὧς ἄρ’ ἔφη· πολέεσσι δ’ ἐπὶ χλόος εἷλε παρειὰς
αὐτίκα, τοῖον ἄεθλον ὅτ’ ἔκλυον. αἶψα δὲ Πηλεὺς
θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·
«Μηδ’ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
οὔτε γὰρ ὧδ’ ἀλκὴν ἐπιδευόμεθ’, ὥστε χερείους 1220
ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο

κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.» 1225
Ὧς οἵγ’ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
μέσφ’ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.
ἦρι δ’ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος·
ἱστία δ’ ἤειραν, τὰ δ’ ὑπαὶ ῥιπῆς ἀνέμοιο
τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος. 1230
Νυκτὶ δ’ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον·
ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ’ ἐν Ὀλύμπῳ
Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ’ ἄντρον
Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ’ Ἰδαίοισιν,
Ῥείην ἐξαπαφών, παρελέξατο· τοὺς δ’ ἐνὶ λέκτροις 1235
τέτμε θεὰ μεσσηγύς· ὁ δ’ ἐξ εὐνῆς ἀνορούσας
ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·
ἡ δ’ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα
Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν
ἦλθ’, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ, 1240
ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.
Κεῖθεν δ’ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων
γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,
Βύζηράς τ’ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον
ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο. 1245
καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο πόντου.
καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς
αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα. 1250
τὸν μὲν ἐπ’ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ
νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης
λαίφεα πάντ’ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.

οὐ γὰρ’ ὅγ’ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
ἶσα δ’ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς, 1255
δηρὸν δ’ οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν
ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δ’ αἰθὴρ
οἰμωγῇ, μέσφ’ αὖτις ἀπ’ οὔρεος ἀίσσοντα
αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
ἐννύχιοι δ’ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο 1260
Φᾶσίν τ’ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου.
Αὐτίκα δ’ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν
ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ’ ἐρετμοῖς
εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ 1265
καχλάζων ὑπόεικεν. ἔχον δ’ ἐπ’ ἀριστερὰ χειρῶν
Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,
ἔνθεν δ’ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ’ ἄλση
τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων
πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. 1270
αὐτὸς δ’ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
Γαίῃ τ’ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων
ἡρώων· γουνοῦτο δ’ ἀπήμονας εἶναι ἀρωγοὺς
εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. 1275
αὐτίκα δ’ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·
«Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
Φάσιδος· ὥρη δ’ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,
εἴτ’ οὖν μειλιχίῃ πειρησόμεθ’ Αἰήταο,
εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.» 1280
Ὧς ἔφατ’· Ἄργου δ’ αὖτε παρηγορίῃσιν Ἰήσων
ὑψόθι νῆ’ ἐκέλευσεν ἐπ’ εὐναίῃσιν ἐρύσσαι
δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ’ ἐπισχεδὸν ἦεν
νισσομένων, ἔνθ’ οἵγε διὰ κνέφας ηὐλίζοντο.
ἠὼς δ’ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη. 1285