Ἀργοναυτικά
Συγγραφέας:
Ἀργοναυτικῶν Γ


Εἰ δ’ ἄγε νῦν, Ἐρατώ, παρά θ’ ἵστασο, καί μοι ἔνισπε,
ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
Μηδείης ὑπ’ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομ’ ἀνῆπται. 5
Ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
μίμνον ἀριστῆες λελοχημένοι· αἱ δ’ ἐνόησαν
Ἥρη Ἀθηναίη τε, Διὸς δ’ αὐτοῖο καὶ ἄλλων
ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
βούλευον· πείραζε δ’ Ἀθηναίην πάρος Ἥρη· 10
«Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
χρύσεον Αἰήταο μεθ’ Ἑλλάδα κῶας ἄγοιντο,
ἦ καὶ τόνγ’ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
μειλιχίοις; ἦ γὰρ ὅγ’ ὑπερφίαλος πέλει αἰνῶς. 15
ἔμπης δ’ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.»
Ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·
«Καὶ δ’ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει 20
θυμὸν ἀριστήων· πολέας δ’ ἐπεδοίασα βουλάς.»
Ἦ, καὶ ἐπ’ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ’ ἔπηξαν,

ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ’ Ἥρη
τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
«Δεῦρ’ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω 25
παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
θέλξαι ὀιστεύσας ἐπ’ Ἰήσονι. τὸν δ’ ἂν ὀίω
κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.»
Ὧς ἄρ’ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ, 30
καί μιν ἔπειτ’ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
«Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ’ ἂν ἔγωγε
ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.» 35
Ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
ἕρκεα δ’ εἰσελθοῦσαι ὑπ’ αἰθούσῃ θαλάμοιο
ἔσταν, ἵν’ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. 40
ἀλλ’ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,
νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα
δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ’ ἄρα μούνη
ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.
λευκοῖσιν δ’ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις 45
κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς
πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα
ἔσχεθεν, εἴσω τέ σφ’ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,
εἷσέ τ’ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ
ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. 50
τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·
«Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει
δηναιὰς αὔτως; τί δ’ ἱκάνετον, οὔτι πάρος γε
λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;»
Τὴν δ’ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·55

«Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.
ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει
Αἰσονίδης, ἠδ’ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.
τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,
δείδιμεν ἐκπάγλως, περὶ δ’ Αἰσονίδαο μάλιστα. 60
τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται
λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,
ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
ὅς μ’ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. 65
καὶ δ’ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ’ Ἰήσων
ἐξότ’ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου
ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν
θήρης ἐξανιών· νιφετῷ δ’ ἐπαλύνετο πάντα
οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ’ αὐτῶν 70
χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.
γρηὶ δέ μ’ εἰσαμένην ὀλοφύρατο, καί μ’ ἀναείρας
αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.
τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην
τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.» 75
Ὧς ηὔδα· Κύπριν δ’ ἐνεοστασίη λάβε μύθων.
ἅζετο δ’ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
καί μιν ἔπειτ’ ἀγανοῖσι προσέννεπεν ἥγ’ ἐπέεσσιν·
«Πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο
Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω 80
ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν
ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.»
Ὧς ἔφαθ’· Ἥρη δ’ αὖτις ἐπιφραδέως ἀγορευσεν·
«Οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.
ἀλλ’ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ 85
παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.

εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.»
Ὧς ἄρ’ ἔφη· Κύπρις δὲ μετ’ ἀμφοτέρῃσιν ἔειπεν· 90
«Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,
ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
τυτθή γ’ αἰδὼς ἔσσετ’ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο
οὐκ ὄθεται, μάλα δ’ αἰὲν ἐριδμαίνων ἀθερίζει.
καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι, 95
αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς
ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,
εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
ἕξω ἐμάς, μετέπειτά γ’ ἀτεμβοίμην ἑοῖ αὐτῇ.»
Ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην 100
ἀλλήλαις. ἡ δ’ αὖτις ἀκηχεμένη προσέειπεν·
«Ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ
μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.
νῦν δ’ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
πειρήσω, καί μιν μειλίξομαι, οὐδ’ ἀπιθήσει.» 105
Ὧς φάτο· τὴν δ’ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·
«Οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδ’ ἐρίδαινε
χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.» 110
Ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ’ Ἀθήνη·
ἐκ δ’ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ
βῆ ῤ’ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
εὗρε δὲ τόνγ’ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,
οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς 115
οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,
κάλλεος ἱμερθείς. ἀμφ’ ἀστραγάλοισι δὲ τώγε
χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.

καί ῥ’ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ
μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν, 120
ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς
χροιῇ θάλλεν ἔρευθος. ὁ δ’ ἐγγύθεν ὀκλαδὸν ἧστο
σῖγα κατηφιόων· δοιὼ δ’ ἔχεν, ἄλλον ἔτ’ αὔτως
ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.
καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας 125
βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ’ ἐνόησεν
Κύπριν ἐπιπλομένην. ἡ δ’ ἀντίη ἵστατο παιδός,
καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·
«Τίπτ’ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως
ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; 130
εἰ δ’ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω·
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,
σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο 135
χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.
χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δ’ ἑκάστῳ
διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·
κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ’ ἐπιδέδρομε πάσαις
κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο, 140
ἀστὴρ ὥς, φλεγέθοντα δι’ ἠέρος ὁλκὸν ἵησιν.
τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο
θέλξον ὀιστεύσας ἐπ’ Ἰήσονι· μηδέ τις ἔστω
ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.»
Ὧς φάτο· τῷ δ’ ἀσπαστὸν ἔπος γένετ’ εἰσαΐοντι. 145
μείλια δ’ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος
νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.
λίσσετο δ’ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δ’ ἀγανοῖσιν
ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,

κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· 150
«Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ’ ἐμὸν αὐτῆς,
ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδ’ ἀπατήσω,
εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.»
Φῆ· ὁ δ’ ἄῤ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ
μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. 155
αὐτίκα δ’ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ
πρέμνῳ κεκλιμένην· ἀνὰ δ’ ἀγκύλον εἵλετο τόξον.
βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.
αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος 160
οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ’ ἀερθεὶς
ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
νειόθι δ’ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ’ ἀνδρῶν
φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ’ αὖτε 165
ἄκριες, ἀμφὶ δὲ πόντος ἀν’ αἰθέρα πολλὸν ἰόντι.
Ἥρωες δ’ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
ἐν ποταμῷ καθ’ ἕλος λελοχημένοι ἠγορόωντο.
αὐτὸς δ’ Αἰσονίδης μετεφώνεεν· οἱ δ’ ὑπάκουον
ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες· 170
«Ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
ἐξερέω· τοῦ δ’ ὔμμι τέλος κρηῆναι ἔοικεν.
ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν
πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τ’ ἀπερύκων
ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας. 175
ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ’ ἕκηλοι·
αὐτὰρ ἐγὼν ἐς δώματ’ ἐλεύσομαι Αἰήταο,
υἷας ἑλὼν Φρίξοιο δύω δ’ ἐπὶ τοῖσιν ἑταίρους.
πειρήσω δ’ ἐπέεσσι παροίτερον ἀντιβολήσας,
εἴ κ’ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, 180

ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.
ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες
φρασσόμεθ’, εἴτ’ ἄρηι συνοισόμεθ’, εἴτε τις ἄλλη
μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.
μηδ’ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, 185
τόνδ’ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν
λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν
ἠνορέη, τόδ’ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει
πρηΰνας. ὁ δὲ καί ποτ’ ἀμύμονα Φρίξον ἔδεκτο 190
μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς.
πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,
Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ’ ἀλεγίζει.»
Ὧς φάτ’· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
πασσυδίῃ, οὐδ’ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι. 195
καὶ τότ’ ἄρ’ υἱῆας Φρίξου Τελαμῶνά θ’ ἕπεσθαι
ὦρσε καὶ Αὐγείην· αὐτὸς δ’ ἕλεν Ἑρμείαο
σκῆπτρον· ἄφαρ δ’ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ
χέρσονδ’ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο.
Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 200
ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,
τῶν καὶ ἐπ’ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδ’ ἐνὶ γαίῃ
ἔστι θέμις στείλαντας ὕπερθ’ ἐπὶ σῆμα χέεσθαι, 205
ἀλλ’ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις
δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ’ ἴσην
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.
Τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 210

ἠέρα πουλὺν ἐφῆκε δι’ ἄστεος, ὄφρα λάθοιεν
Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.
ὦκα δ’ ὅτ’ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ’ ἵκοντο
Αἰήτεω, τότε δ’ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.
ἔσταν δ’ ἐν προμολῇσι τεθηπότες ἕρκε’ ἄνακτος 215
εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους
ἑξείης ἄνεχον· θριγκὸς δ’ ἐφύπερθε δόμοιο
λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
εὔκηλοι δ’ ὑπὲρ οὐδὸν ἔπειτ’ ἔβαν. ἄγχι δὲ τοῖο
ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 220
ὑψοῦ ἀειρόμεναι μέγ’ ἐθήλεον. αἱ δ’ ὑπὸ τῇσιν
ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
Ἥφαιστος. καί ῥ’ ἡ μέν ἀναβλύεσκε γάλακτι,
ἡ δ’ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
ἡ δ’ ἄρ’ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 225
θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ ἀνιούσαις
κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
τοῖ’ ἄρ’ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 230
ἦν στόματ’, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δ’ ἐπὶ πολλαὶ 235
δικλίδες εὐπηγεῖς θάλαμοί τ’ ἔσαν ἔνθα καὶ ἔνθα·
δαιδαλέη δ’ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
λέχρις δ’ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 240
ἄλλῳ δ’ Ἄψυρτος ναῖεν πάις Αἰήταο.

τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια
πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.
καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 245
ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.
τοὺς δ’ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες
ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρ’ οἵγε
ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν—
Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δ’ οὔτι θάμιζεν 250
ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα—
καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δ’ ἄκουσεν
Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι
νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 255
ἔδραμον. ἡ δ’ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα
ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ
μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·
«Ἔμπης οὐκ ἄρ’ ἐμέλλετ’ ἀκηδείῃ με λιπόντες 260
τηλόθι πλάγξασθαι· μετὰ δ’ ὑμέας ἔτραπεν αἶσα.
δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης
λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ’ ἀνίας
ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο, 265
ὅστις ὅδ’ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι
μητέρ’ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;»
Ὧς ἔφατ’· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,
ἐκ δ’ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,
Χαλκιόπης ἀίουσα· τὸ δ’ αὐτίκα πᾶν ὁμάδοιο 270
ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο

ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,
ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.
Τόφρα δ’ Ἔρως πολιοῖο δι’ ἠέρος ἷξεν ἄφαντος, 275
τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.
ὦκα δ’ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας
ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ’ ἰόν.
ἐκ δ’ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν 280
ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
ἰθὺς δ’ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
ἧκ’ ἐπὶ Μηδείῃ· τὴν δ’ ἀμφασίη λάβε θυμόν.
αὐτὸς δ’ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 285
καγχαλόων ἤιξε· βέλος δ’ ἐνεδαίετο κούρῃ
νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δ’ αἰεὶ
βάλλεν ὑπ’ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν’ ἄλλην
μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 290
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
ἄγχι μάλ’ ἐγρομένη· τὸ δ’ ἀθέσφατον ἐξ ὀλίγοιο
δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ’ ἀμαθύνει· 295
τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
ἐς χλόον, ἄλλοτ’ ἔρευθος, ἀκηδείῃσι νόοιο.
Δμῶες δ’ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, 300
ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.

ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν·
«Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων
ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, 305
πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη
σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.
ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο
δινεύσας, ὅτ’ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 310
Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ’ ἱκόμεσθα
ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ’ ἔτι νῦν περ
ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
ἀλλὰ τί μύθων ἦδος; ἃ δ’ ἐν ποσὶν ὗμιν ὄρωρεν,
εἴπατ’ ἀριφραδέως, ἠδ’ οἵτινες οἵδ’ ἐφέπονται 315
ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.»
Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο
μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·
«Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 320
ζαχρηεῖς· αὐτοὺς δ’ ἐπὶ δούρασι πεπτηῶτας
νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα
λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμ’ ἐσάωσεν.
οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
ηὐλίζοντ’ ὄρνιθες Ἀρήιαι, οὐδ’ ἔτι κείνας 325
εὕρομεν. ἀλλ’ οἵγ’ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφ’ ἀπέρυκεν
ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,
αὐτίκ’ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ’ ἔδωκαν,
οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 330
ἠδ’ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.
χρειὼ δ’ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σ’ ἐπικεύσω.

τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι
καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ
σφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν, 335
πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδ’ ὑπαλύξειν
στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν
καὶ χόλον, οὐδ’ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς
Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.
νῆα δ’ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην, 340
οἷαί περ Κόλχοισι μετ’ ἀνδράσι νῆες ἔασιν,
τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δ’ ἐνὶ γόμφοις
ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
ἶσον δ’ ἐξ ἀνέμοιο θέει καὶ ὅτ’ ἀνέρες αὐτοὶ 345
νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.
τῇ δ’ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον
ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ’ ἐπαληθεὶς
ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.
αὐτῷ δ’ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 350
χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν
δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας
Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε
ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 355
τόνδε μέν, οἷό περ οὕνεκ’ ἀφ’ Ἑλλάδος ὧλλοι ἄγερθεν,
κλείουσ’ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.
εἰ δ’ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.
ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ’ ἔσαν Αἰόλου υἷες· 360
Φρίξος δ’ αὖτ’ Ἀθάμαντος ἔην πάις Αἰολίδαο.
τόνδε δ’ ἄρ’, Ἠελίου γόνον ἔμμεναι εἴ τιν’ ἀκούεις,
δέρκεαι Αὐγείην· Τελαμὼν δ’ ὅγε, κυδίστοιο
Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δ’ Αἰακὸν αὐτὸς ἔτικτεν.

ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, 365
ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.»
Τοῖα παρέννεπεν Ἄργος· ἄναξ δ’ ἐπεχώσατο μύθοις
εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.
φῆ δ’ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα
Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκ’ ἐώλπει· 370
ἐκ δέ οἱ ὄμματ’ ἔλαμψεν ὑπ’ ὀφρύσιν ἱεμένοιο·
«Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες,
νεῖσθ’ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,
πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;
αὐτίχ’ ὁμαρτήσαντες ἀφ’ Ἑλλάδος, οὐκ ἐπὶ κῶας, 375
σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε.
εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,
ἦ τ’ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας
ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,
ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, 380
οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.»
Φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο
νειόθεν οἰδαίνεσκον· ἐέλδετο δ’ ἔνδοθι θυμὸς
ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλ’ ἀπέρυκεν
Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 385
«Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως
ἄστυ τεὸν καὶ δώμαθ’ ἱκάνομεν, ὥς που ἔολπας,
οὐδὲ μὲν ἱέμενοι. τίς δ’ ἂν τόσον οἶδμα περῆσαι
τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων
καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 390
δὸς χάριν ἀντομένοισι· σέθεν δ’ ἐγὼ Ἑλλάδι πάσῃ
θεσπεσίην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη
πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,
εἴτ’ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν’ ἄλλον

δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.» 395
Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς
διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ’ ἄρειον
φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 400
«Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
οὐδὲν ἐμεῖο χέρηες ἐπ’ ὀθνείοισιν ἔβητε,
δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ’ ἐθέλῃσθα,
πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ’ ἀνδράσιν οὔτι μεγαίρω, 405
ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ’ ἄεθλος,
τόν ῥ’ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.
δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται
ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 410
τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος
τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ
οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν,
ἀλλ’ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ’ αὖθι δαΐζων 415
κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην
παύομαι ἀμήτοιο. σύ δ’, εἰ τάδε τοῖα τελέσσεις,
αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος·
πρὶν δέ κεν οὐ δοίην, μηδ’ ἔλπεο. δὴ γὰρ ἀεικὲς 420
ἄνδρ’ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.»
Ὧς ἄρ’ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
ἧστ’ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
βουλὴν δ’ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν
θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 425

ὀψὲ δ’ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·
«Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα
τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ’ ἄλλο
ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετ’ ἀνάγκης, 430
ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.»
Ὧς φάτ’ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε
σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·
«Ἔρχεο νῦν μεθ’ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·
εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι, 435
ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.»
Ἴσκεν ἀπηλεγέως· ὁ δ’ ἀπὸ θρόνου ὤρνυτ’ Ἰήσων,
Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δ’ Ἄργος 440
οἶος, ἐπεὶ μεσσηγὺς ἔτ’ αὐτόθι νεῦσε λιπέσθαι
αὐτοκασιγνήτοις· οἱ δ’ ἤισαν ἐκ μεγάροιο.
θεσπέσιον δ’ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς
κάλλεϊ καὶ χαρίτεσσιν· ἐπ’ αὐτῷ δ’ ὄμματα κούρη
λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, 445
κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτ’ ὄνειρος
ἑρπύζων πεπότητο μετ’ ἴχνια νισσομένοιο.
καί ῥ’ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.
Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο
καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει. 450
αὔτως δ’ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ
ὥρμαιν’, ὅσσα τ’ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.
προπρὸ δ’ ἄρ’ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,
αὐτός θ’ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,
οἷά τ’ ἔειφ’, ὥς θ’ ἕζετ’ ἐπὶ θρόνου, ὥς τε θύραζε 455
ἤιεν· οὐδέ τιν’ ἄλλον ὀίσσατο πορφύρουσα

ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ’ αἰὲν ὀρώρει
αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.
τάρβει δ’ ἀμφ’ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς
Αἰήτης φθίσειεν· ὀδύρετο δ’ ἠύτε πάμπαν 460
ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς
δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·
ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·
«Τίπτε με δειλαίην τόδ’ ἔχει ἄχος; εἴθ’ ὅγε πάντων
φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, 465
ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,
οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα
δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,
οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.» 470
Ἡ μὲν ἄρ’ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.
οἱ δ’ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν
τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
δὴ τότ’ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·
«Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν’ ἐνίψω· 475
πείρης δ’ οὐ μάλ’ ἔοικε μεθιέμεν ἐν κακότητι.
κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.
τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος
ἔσσετ’ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ’ αἰνῶς 480
δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.
ἔμπης δ’ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,
ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ’ ἧμιν ὄλεθρος.»
Ἴσκεν ἐυφρονέων· ὁ δ’ ἀμείβετο τοῖσδ’ ἐπέεσσιν·
«Ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω. 485
βάσκ’ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν
ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.»

ὧς ἔφατ’· ὦκα δ’ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι
γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο· 490
τοῖσιν δ’ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·
«Ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ
ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ
οὔτ’ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.
φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι 495
ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.
τετράγυον δ’ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·
δώσειν δ’ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ’ ἀνίῃσιν
γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δ’ αὐτῷ
χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο 500
βέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην.»
Ὧς ἄρ’ ἔφη· πάντεσσι δ’ ἀνήνυτος εἴσατ’ ἄεθλος,
δὴν δ’ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,
ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς
θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· 505
«Ὥρη μητιάασθαι ὅ κ’ ἔρξομεν. οὐ μὲν ἔολπα
βουλῆς εἶναι ὄνειαρ, ὅσον τ’ ἐπὶ κάρτεϊ χειρῶν.
εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,
ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,
ἦ τ’ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· 510
εἰ δ’ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν
ἠνορέῃ, μήτ’ αὐτὸς ἐπείγεο, μήτε τιν’ ἄλλον
τῶνδ’ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε
σχήσομ’, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.»
Ὧς ἔφατ’ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη· 515
σπερχόμενος δ’ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας
ὦρτο μέγα φρονέων, ἐπὶ δ’ υἱέε Τυνδαρέοιο·
σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν
ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους

ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός. 520
οἱ δ’ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ’ Ἄργος
τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·
«Ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν’ οἴω
μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.
τῶ καί περ μεμαῶτες, ἐρητύοισθ’ ἐνὶ νηὶ 525
τυτθὸν ἔθ’, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης
λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.
κούρη τις μεγάροισιν ἐνιτρέφετ’ Αἰήταο,
τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι
φάρμαχ’, ὅσ’ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, 530
τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ’ ἀυτμή,
καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,
ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.
τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ’ ἰόντες
μνησάμεθ’, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα, 535
μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.
εἰ δὲ καὶ αὐτοῖσιν τόδ’ ἐφανδάνει, ἦ τ’ ἂν ἱκοίμην
ἤματι τῷδ’ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο
πειρήσων· τάχα δ’ ἂν σὺν δαίμονι πειρηθείην.
Ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. 540
τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς
ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·
κίρκος δ’ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·
«῎Υμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται· 545
οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
παρθενικὴν δ’ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,
εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον
πέφραδεν ἔσσεσθαι. κείνης δ’ ὅγε μείλιχος ὄρνις 550

πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ
τόνδε κατ’ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.
ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.»
Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς 555
μνησάμενοι· μοῦνος δ’ Ἀφαρήιος ἄνθορεν Ἴδας,
δείν’ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·
«Ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ’ ἔβημεν,
οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,
οὐκέτ’ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας 560
καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
ἔρρετε, μηδ’ ὔμμιν πολεμήια ἔργα μέλοιτο,
παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.»
Ὧς ηὔδα μεμαώς· πολέες δ’ ὁμάδησαν ἑταῖροι
ἦκα μάλ’, οὐδ’ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον. 565
χωόμενος δ’ ὅγ’ ἔπειτα καθέζετο· τοῖσι δ’ Ἰήσων
αὐτίκ’ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ’ ἀγόρευεν·
«Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
ἀμφαδὸν ἤδη πείσματ’ ἀνάψομεν. ἦ γὰρ ἔοικεν 570
μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.»
Ὧς ἄρ’ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δ’ ἐπὶ νηὸς
εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς. 575
Αὐτίκα δ’ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.
στεῦτο δ’, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται
ἄνδρα τόν, ὅς ῥ’ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον, 580
δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνης

αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ’ ἀλεγεινὴν
ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων 585
ξείνων μελιχίῃ τε θεουδείῃ τ’ ἐκέκαστο,
εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ’ οὐρανοῦ ἄγγελον ἧκεν
Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·
μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας
ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν 590
ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
νόσφι δὲ οἷ αὐτῷ φάτ’ ἐοικότα μείλια τίσειν
υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς 595
ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς
καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν
λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,
χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης
σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι· 600
τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν
πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν
εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν
φράσσωνται στυγερήν, οὐδ’ υἱέος Ἀψύρτοιο·
ἀλλ’ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. 605
καί ῥ’ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν
χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τ’ ἔρυσθαι
ἠδ’ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.
Τόφρα δὲ μητέρ’ ἑήν, μετιὼν δόμον Αἰήταο,
Ἄργος παντοίοισι παρηγορέεσκ’ ἐπέεσσιν, 610
Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ
πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν,

μή πως ἠὲ παρ’ αἶσαν ἐτώσια μειλίξαιτο
πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν
ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο. 615
Κούρην δ’ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος
λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,
οἷά τ’ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.
τὸν ξεῖνον δ’ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,
οὔτι μάλ’ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, 620
οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο
ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο
κουριδίην παράκοιτιν· ὀίετο δ’ ἀμφὶ βόεσσιν
αὐτὴ ἀεθλεύουσα μάλ’ εὐμαρέως πονέεσθαι·
σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, 625
οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ
προύθεσαν· ἐκ δ’ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον
πατρί τε καὶ ξείνοις· αὐτῇ δ’ ἐπιέτρεπον ἄμφω
τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.
ἡ δ’ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, 630
εἵλετο· τοὺς δ’ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ’ ἐβόησαν
χωόμενοι· τὴν δ’ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.
παλλομένη δ’ ἀνόρουσε φόβῳ, περί τ’ ἀμφί τε τοίχους
πάπτηνεν θαλάμοιο· μόλις δ’ ἐσαγείρατο θυμὸν
ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ’ ἀνενείκατο φωνήν· 635
«Δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.
δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος
ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.
μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην·
ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. 640
ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ’ ἄνευθεν
αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ’ ἀέθλῳ
χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα

παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.»
Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, 645
νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι
αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
αἰδοῖ ἐεργομένη· μετὰ δ’ ἐτράπετ’ αὖτις ὀπίσσω
στρεφθεῖσ’· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ’ ἀλέεινεν 650
εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·
ἤτοι ὅτ’ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·
αἰδοῖ δ’ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
τρὶς μὲν ἐπειρήθη, τρὶς δ’ ἔσχετο, τέτρατον αὖτις
λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 655
ὡς δ’ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δ’ ἀχέουσα θαάσσει·
τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω 660
δήνεσιν ἀλλήλων· ἡ δ’ ἔνδοθι δαιομένη περ
σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,
μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·
τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω
μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ’ ἐνόησεν 665
δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·
Χαλκιόπῃ δ’ ἤγγειλε παρασχεδόν· ἡ δ’ ἐνὶ παισὶν
ἧστ’ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.
ἀλλ’ οὐδ’ ὧς ἀπίθησεν, ὅτ’ ἔκλυεν ἀμφιπόλοιο
μῦθον ἀνώιστον· διὰ δ’ ἔσσυτο θαμβήσασα 670
ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη
κέκλιτ’ ἀκηχεμένη, δρύψεν δ’ ἑκάτερθε παρειάς·
ὡς δ’ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·
«Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;

τίπτ’ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος; 675
ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,
ἦέ τιν’ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν
ἀμφί τ’ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων
δῶμα τόδ’ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλ’ ἐπὶ γαίης
πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.» 680
Ὧς φάτο· τῆς δ’ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς
παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.
μῦθος δ’ ἄλλοτε μέν οἱ ἐπ’ ἀκροτάτης ἀνέτελλεν
γλώσσης, ἄλλοτ’ ἔνερθε κατὰ στῆθος πεπότητο.
πολλάκι δ’ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν· 685
φθογγῇ δ’ οὐ προύβαινε παροιτέρω· ὀψὲ δ’ ἔειπεν
τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες·
«Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,
μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ’ ὀλέσσῃ.
τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ 690
λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα
θείη, μηδ’ ἀλεγεινὸν ἐφ’ υἱάσι κῆδος ἕλοιο.»
Φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ
ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.
τὴν δ’ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη 695
δείματι, τοῖ’ ἐσάκουσεν· ἀμείβετο δ’ ὧδ’ ἐπέεσσιν·
«Καὶ δ’ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,
εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.
ἀλλ’ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω
σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. 700
λίσσομ’ ὑπὲρ μακάρων σέο τ’ αὐτῆς ἠδὲ τοκήων,
μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι
λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα
εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.»
Ὧς ἄρ’ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ’ αὐτίκα δάκρυ· 705

νειόθι θ’ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,
σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ’ ἐλεεινὸν
ἄμφω ἐπ’ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δ’ ἰωὴ
λεπταλέη διὰ δώματ’ ὀδυρομένων ἀχέεσσιν.
τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα· 710
«Δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷ’ ἀγορεύεις,
ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἰ γὰρ ὄφελλεν
ἔμπεδον εἶναι ἐπ’ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντιν’ ὀμόσσαι
αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θ’ ὑπένερθεν 715
Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
μή σ’ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.»
Φῆ ἄρα· Χαλκιόπη δ’ ἠμείβετο τοῖσδ’ ἐπέεσσιν·
«Οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ
ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου, 720
παίδων εἵνεκ’ ἐμεῖο; καὶ ἐκ κείνοιο δ’ ἱκάνει
Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·
μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδ’ ἰοῦσα.»
Ὧς φάτο· τῇ δ’ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,
φοινίχθη δ’ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς 725
εἷλεν ἰαινομένην, τοῖον δ’ ἐπὶ μῦθον ἔειπεν·
«Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,
ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι
ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,
εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων 730
σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν,
κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ
φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,
ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ
νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον. 735
ἀλλ’ ἴθι, κεῦθε δ’ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας

λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν
οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.» 738
Ὧς ἥγ’ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ’ ἀρωγὴν 740
αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις
αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,
τοῖα παρὲξ οὗ πατρὸς ἐπ’ ἀνέρι μητιάασθαι.
Νὺξ μὲν ἔπειτ’ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δ’ ἐνὶ πόντῳ
ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος 745
ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης
ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων
μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ’ ἐκάλυπτεν·
οὐδὲ κυνῶν ὑλακὴ ἔτ’ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν
ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. 750
ἀλλὰ μάλ’ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.
πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ’ ἔγειρεν
δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν
φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.
πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, 755
ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη
ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι
ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δ’ ἔνθα καὶ ἔνθα
ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·
ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. 760
δάκρυ δ’ ἀπ’ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ’ αἰεὶ
τεῖρ’ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τ’ ἀραιὰς
ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
ἔνθ’ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ’ ἀνίας
ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. 765

φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων
δωσέμεν, ἄλλοτε δ’ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·
αὐτίκα δ’ οὔτ’ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,
ἀλλ’ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.
ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε· 770
«Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;
πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ
πήματος· ἀλλ’ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε
Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,
πρὶν τόνγ’ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι 775
Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς
ἄμμι πολυκλαύτους δεῦρ’ ἤγαγε κεῖθεν ἀνίας.
φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι
μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας
φάρμακα μησαμένη; ποῖον δ’ ἐπὶ μῦθον ἐνίψω; 780
τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ’ ἀρωγῆς;
ἦ μιν ἄνευθ’ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα;
δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης
λωφήσειν ἀχέων· τότε δ’ ἂν κακὸν ἄμμι πέλοιτο,
κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, 785
ἐρρέτω ἀγλαΐη· ὁ δ’ ἐμῇ ἰότητι σαωθεὶς
ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο.
αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ’ ἐξανύσειεν ἄεθλον,
τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ,
ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. 790
ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω
κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει
πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι
Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται·
ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο 795
κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,

μαργοσύνῃ εἴξασα. τί δ’ οὐκ ἐμὸν ἔσσεται αἶσχος;
ᾤ μοι ἐμῆς ἄτης. ἦ τ’ ἂν πολὺ κέρδιον εἴη
τῇδ’ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν
πότμῳ ἀνωίστῳ, κάκ’ ἐλέγχεα πάντα φυγοῦσαν, 800
πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.»
Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ
φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι’, ἔκειτο.
ἐνθεμένη δ’ ἐπὶ γούνατ’ ὀδύρετο. δεῦε δὲ κόλπους
ἄλληκτον δακρύοισι, τὰ δ’ ἔρρεεν ἀσταγὲς αὔτως, 805
αἴν’ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ’ ἥγε
φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.
ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,
ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω
δεῖμ’ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ’ Ἀίδαο. 810
ἔσχετο δ’ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι
θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.
μνήσατο μὲν τερπνῶν, ὅσ’ ἐνὶ ζωοῖσι πέλονται,
μνήσαθ’ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·
καί τέ οἱ ἠέλιος γλυκίων γένετ’ εἰσοράασθαι, 815
ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ’ ἕκαστα.
καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,
Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδ’ ἔτι βουλὰς
ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ’ αἶψα φανῆναι
ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη 820
φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.
πυκνὰ δ’ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων,
αἴγλην σκεπτομένη· τῇ δ’ ἀσπάσιον βάλε φέγγος
Ἠριγενής, κίνυντο δ’ ἀνὰ πτολίεθρον ἕκαστοι.
Ἔνθα κασιγνήτους μὲν ἔτ’ αὐτόθι μεῖναι ἀνώγει 825
Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·
αὐτὸς δ’ αὖτ’ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.

Ἡ δ’ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ
παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, 830
αὐσταλέας δ’ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ
νεκταρέῃ φαιδρύνετ’ ἐπὶ χρόα· δῦνε δὲ πέπλον
καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·
ἀμβροσίῳ δ’ ἐφύπερθε καρήατι βάλλε καλύπτρην
ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα 835
στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν
θεσπέσι’, ἄλλα τ’ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
κέκλετο δ’ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι
ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο
ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, 840
ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,
οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.
ἔνθ’ αὖτ’ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·
ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο
φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι. 845
τῷ εἴ κ’ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν
Kούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,
ἦ τ’ ἂν ὅγ’ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,
οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ
λωίτερος κεῖν’ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. 850
πρωτοφυὲς τόγ’ ἀνέσχε καταστάξαντος ἔραζε
αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν
αἱματόεντ’ ἰχῶρα Προμηθῆος μογεροῖο.
τοῦ δ’ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν
χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη, 855
καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δ’ ἐνὶ γαίῃ
σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.
τῆς οἵην τ’ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ

Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,
ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, 860
ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,
Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.
μυκηθμῷ δ’ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δ’ αὐτὸς 865
Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.
τό ῥ’ ἥγ’ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ’ ἀπήνης·
σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. 870
αὐτὴ δ’ ἡνί’ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην
δεξιτερῇ, ἔλαεν δὲ δι’ ἄστεος· αἱ δὲ δὴ ἄλλαι
ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,
τρώχων εὐρεῖαν κατ’ ἀμαξιτόν· ἂν δὲ χιτῶνας
λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. 875
οἵη δὲ λιαροῖσιν ἐφ’ ὕδασι Παρθενίοιο,
ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο
χρυσείοις Λητωὶς ἐφ’ ἅρμασιν ἑστηυῖα
ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης· 880
τῇ δ’ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ’ αὐτῆς
ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι
ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες
κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·
ὧς αἵγ’ ἐσσεύοντο δι’ ἄστεος· ἀμφὶ δὲ λαοὶ 885
εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.
αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ’ ἀγυιάς,
νηὸν δ’ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,
δὴ τότ’ ἐυτροχάλοιο κατ’ αὐτόθι βήσατ’ ἀπήνης

ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν· 890
«Ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδ’ ἐνόησα
μὴ ἴμεν ἀλλοδαποῖσι μετ’ ἀνδράσιν, οἵ τ’ ἐπὶ γαῖαν
ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται
πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν
τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται. 895
ἀλλ’ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,
εἰ δ’ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης
λεξάμεναι τότ’ ἔπειτ’ αὐτὴν ἀπονισσόμεθ’ ὥρην.
καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ’ ἵκοισθε 900
ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.
Ἄργος γάρ μ’ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ
Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετ’ εἰσαΐουσαι
ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.
τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη, 905
δῶρ’ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.
αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν
κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,
ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ
δῶρα φέρων, τῷ δ’ αὖτε κακώτερον ἄλλο πόρωμεν 910
φάρμακον. ἀλλ’ ἀπονόσφι πέλεσθέ μοι, εὖτ’ ἂν ἵκηται.»
Ὧς ηὔδα· πάσῃσι δ’ ἐπίκλοπος ἥνδανε μῆτις.
αὐτίκα δ’ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας
Ἄργος, ὅτ’ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν
ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν, 915
ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος
Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν
οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.
Ἔνθ’ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ’ ἀνδρῶν,
οὔθ’ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ’ ὅσοι ἄλλων 920

ἀθανάτων ἥρωες ἀφ’ αἵματος ἐβλάστησαν,
οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ
ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.
τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι
λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ 925
Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.
Ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ
αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,
τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.
τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα 930
ὑψοῦ ἐπ’ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς·
«Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ’ ὅσα παῖδες ἴσασιν
οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν
οὔτ’ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο
ἠιθέῳ, εὖτ’ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 935
ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις,
οὔτ’ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.»
Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας
ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ’ ἔειπεν·
«Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην 940
δήεις, Αἰσονίδη· μάλα δ’ ἠπίῃ ἀντιβολήσεις
Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων
ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.
νῶι δ’, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτ’ ἂν ἵκηαι,
τῷδ’ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ’· οἰόθι δ’ αὐτὸς 945
λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.»
Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.
οὐδ’ ἄρα Μηδείης θυμὸς τράπετ’ ἄλλα νοῆσαι,
μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντιν’ ἀθύροι
μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. 950
ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ’ ὄσσε

ἀμφιπόλων μεθ’ ὅμιλον ἔχ’ ἀτρέμας· ἐς δὲ κελεύθους
τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.
ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον
ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. 955
αὐτὰρ ὅγ’ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη
ὑψόσ’ ἀναθρῴσκων ἅ τε Σείριος Ὠκεανοῖο,
ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ’ ἐσιδέσθαι
ἀντέλλει, μήλοισι δ’ ἐν ἄσπετον ἧκεν ὀιζύν·
ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι 960
Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.
ἐκ δ’ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ’ αὔτως
ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.
γούνατα δ’ οὔτ’ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
ἔσθενεν, ἀλλ’ ὑπένερθε πάγη πόδας. αἱ δ’ ἄρα τείως 965
ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
τὼ δ’ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
νηνεμίῃ· μετὰ δ’ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο 970
κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε
μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.
γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν
θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·
«Τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα; 975
οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν
ἀνέρες, οὐδ’ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,
ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,
ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.
ἀλλ’ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες, 980
χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ’ οὐ θέμις ἔστ’ ἀλιτέσθαι,
ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς
φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης

αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
πρός σ’ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων 985
καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ’ ὑπερίσχει·
ἀμφότερον δ’, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ’ ἱκάνω,
χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν
ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ’ ἀέθλου.
σοὶ δ’ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, 990
ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι
ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες
ἡρώων τ’ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη
ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν· 995
τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.
δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ’ ἀέθλων
παρθενικὴ Μινωὶς ἐυφρονέουσ’ Ἀριάδνη,
ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.
ἀλλ’ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως, 1000
σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ
ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ
ἀστερόεις στέφανος, τόν τε κλείουσ’ Ἀριάδνης,
πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.
ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς 1005
τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας
ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.»
Ὧς φάτο κυδαίνων· ἡ δ’ ἐγκλιδὸν ὄσσε βαλοῦσα
νεκτάρεον μείδησ’· ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς
αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην· 1010
οὐδ’ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
ἀλλ’ ἄμυδις μενέαινεν ἀολλέα πάντ’ ἀγορεῦσαι.
προπρὸ δ’ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης
φάρμακον· αὐτὰρ ὅγ’ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.

καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα 1015
ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·
τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο
στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ’ ἀμαρυγὰς
ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω
τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση 1020
τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
ἄμφω δ’ ἄλλοτε μέν τε κατ’ οὔδεος ὄμματ’ ἔρειδον
αἰδόμενοι, ὁτὲ δ’ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
ἱμερόεν φαιδρῇσιν ὑπ’ ὀφρύσι μειδιόωντες.
ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη· 1025
«Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ’ ἀρωγήν.
εὖτ’ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, 1030
οἶος ἄνευθ’ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ’ ἔνι θῆλυν
ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
μουνογενῆ δ’ Ἑκάτην Περσηίδα μειλίσσοιο, 1035
λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.
ἔνθα δ’ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος
ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας 1040
οὐδ’ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ’ ἀλοιφῇ
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ

ἔσσετ’ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης
ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. 1045
πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
καὶ ξίφος. ἔνθ’ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ
γηγενέων ἀνδρῶν, οὐδ’ ἄσχετος ἀίσσουσα
φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν
ἔσσεαι, ἀλλ’ αὐτῆμαρ· ὅμως σύγε μή ποτ’ ἀέθλου 1050
χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ’ ὄνειαρ.
αὐτίκ’ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
οἱ δ’ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, 1055
αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δ’ ἂν ἐπ’ αὐτῷ,
καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
ἀλλήλους· καὶ δ’ αὐτὸς ἐπείγεο δηιοτῆτος
ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γ’ ἕκητι 1060
οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δ’ ἔμπης,
ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.»
Ὧς ἄρ’ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
μυρομένη, ὅ τ’ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο 1065
πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην
ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς
δεξιτερῆς· δὴ γάρ οἱ ἀπ’ ὀφθαλμοὺς λίπεν αἰδώς·
«Μνώεο δ’, ἢν ἄρα δή ποθ’ ὑπότροπος οἴκαδ’ ἵκηαι,
οὔνομα Μηδείης· ὧς δ’ αὖτ’ ἐγὼ ἀμφὶς ἐόντος 1070
μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·
ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,

ἥντινα τήνδ’ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν 1075
Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.»
Ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης
οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·
«Καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτ’ ἦμαρ
σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε 1080
φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν’ ἄλλον
Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην
ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, 1085
πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. 1090
ἐν δ’ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
πολλαὶ ναιετάουσιν, ἵν’ οὐδέ περ οὔνομ’ ἀκοῦσαι
Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,
Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. 1095
ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ’ ἀγορεύω,
ἡμετέρους τε δόμους τηλεκλείτην τ’ Ἀριάδνην,
κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ’ ἐρεείνεις;
αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως 1100
ἀμφ’ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.»
Ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
τῆς δ’ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·
«Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν· 1105

Αἰήτης δ’ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδ’ Ἀριάδνῃ
ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.
ἀλλ’ οἶον τύνη μὲν ἐμεῦ, ὅτ’ Ἰωλκὸν ἵκηαι,
μνώεο· σεῖο δ’ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων 1110
μνήσομαι. ἔλθοι δ’ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
ἠέ τις ἄγγελος ὄρνις, ὅτ’ ἐκλελάθοιο ἐμεῖο·
ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
ἐνθένδ’ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
ὄφρα σ’, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, 1115
μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.»
Ὧς ἄρ’ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
δάκρυα· τὴν δ’ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·
«Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, 1120
ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.
εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,
τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε
ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,
οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ’ ἵκοντο 1125
σῇ βουλῇ, τῶν δ’ αὖτε κασίγνητοί τε ἔται τε
καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.
ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν
πορσυνέεις· οὐδ’ ἄμμε διακρινέει φιλότητος
ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.» 1130
Ὧς φάτο· τῇ δ’ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,
ἔμπης δ’ ἔργ’ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.
σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,
ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο 1135
Αἰαίη Μήδεια, λιποῦσ’ ἄπο πατρίδα γαῖαν.

Ἤδη δ’ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν
σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ’ ἤματος ὥρη
ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
ἡ δ’ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ 1140
θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,
εἰ μὴ ἄρ’ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·
«Ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
ὀθνείων· αὖτις δ’ ἀβολήσομεν ἐνθάδ’ ἰόντες.» 1145
Ὧς τώγ’ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν
πείρηθεν· μετὰ δ’ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων
εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·
ἡ δὲ μετ’ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν
πᾶσαι ὁμοῦ· τὰς δ’ οὔτι περιπλομένας ἐνόησεν. 1150
ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.
αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ’ ἀπήνης,
καί ῥ’ ἑτέρῃ μὲν χειρὶ λάβ’ ἡνία, τῇ δ’ ἄρ’ ἱμάσθλην
δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε
θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ’ ἄρ’ ἰοῦσαν 1155
Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·
ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
ἔκλυεν, οὔτ’ αὐδῆσαι ἀνειρομένῃ λελίητο.
ἷζε δ’ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν
λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν· 1160
ὑγρὰ δ’ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα
οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
Αἰσονίδης δ’ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,
ὦρτ’ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, 1165
ἡρώων ἐς ὅμιλον· ὁμοῦ δ’ ἐπὶ νῆα πέλασσαν.
οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ’ ἐρέοντο.

αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
δεῖξέ τε φάρμακον αἰνόν· ὁ δ’ οἰόθεν οἶος ἑταίρων
Ἴδας ἧστ’ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι 1170
γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ’ ἠοῖ
πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο. 1175
βὰν δ’ ἴμεν, οὐδ’ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
Κάδμος, ὅτ’ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· 1180
ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
καί ῥ’ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν 1185
Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
τοὺς δὲ τότ’ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ’ ἀέθλου
ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο. 1190
Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
Νὺξ δ’ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
αὐτίκ’ ἐπεί ῥ’ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 1195
ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ’ αἰθήρ,
βῆ ῥ’ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,

σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τ’ ἀλέγυνεν ἕκαστα
ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τ’ ἔκτοθι ποίμνης
Ἄργος ἰὼν ἤνεικε· τὰ δ’ ἐξ αὐτῆς ἕλε νηός. 1200
ἀλλ’ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν
ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,
ἔνθ’ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο
εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος
ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν 1205
Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.
πήχυιον δ’ ἄρ’ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας
νήησε σχίζας, ἐπὶ δ’ ἀρνειοῦ τάμε λαιμόν,
αὐτόν τ’ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς
πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, 1210
Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.
καί ῥ’ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ’ ἀίουσα
κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν
ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο
σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες· 1215
στράπτε δ’ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε
ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.
πίσεα δ’ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δ’ ὀλόλυξαν
νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην
Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. 1220
Αἰσονίδην δ’ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ’ ὧς
ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ’ ἑτάροισιν
μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν
Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.
Καὶ τότ’ ἄρ’ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο1225
θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας
σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα·
χρυσείην δ’ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,

λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος
ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. 1230
ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος
δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη
ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα
τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν.
τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον 1235
ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς
βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος
ἤλασεν εὐρεῖαν κατ’ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ
παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.
οἷος δ’ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα 1240
ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης
ὕδωρ, ἠὲ κατ’ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,
καί τε Καλαύρειαν μετὰ δῆθ’ ἅμα νίσσεται ἵπποις,
πέτρην θ’ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·
τοῖος ἄρ’ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. 1245
Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων
φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν
ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δ’ ἑταῖροι
πείρησαν τευχέων βεβιημένοι, οὐδ’ ἐδύναντο
κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ’ αὔτως 1250
ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.
αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας
κόψε παρ’ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ’ ἀκωκὴ
ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δ’ ὁμάδησαν
γηθόσυνοι ἥρωες ἐπ’ ἐλπωρῇσιν ἀέθλου. 1255
καὶ δ’ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ
σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δ’ ἑκάτερθεν
χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.
ὡς δ’ ὅτ’ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο

σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν 1260
κυδιόων ὀρθοῖσιν ἐπ’ οὔασιν αὐχέν’ ἀείρει·
τοῖος ἄρ’ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
ἀσπίδα χαλκείην μελίην τ’ ἐν χερσὶ τινάσσων.
φαίης κε ζοφεροῖο κατ’ αἰθέρος ἀίσσουσαν 1265
χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
ἐκ νεφέων, ὅτ’ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
καὶ τότ’ ἔπειτ’ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες
ῥίμφα μάλ’ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 1270
τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
ὅσσον τ’ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα
γίγνεται, ὁππότ’ ἄεθλα καταφθιμένοιο ἄνακτος
κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
τέτμον δ’ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, 1275
τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
τὸν δ’ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
Αἰσονίδης δ’, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν’ ἐς ἄεθλον,
νηὸς ἀποπροθορών· ἄμυδις δ’ ἕλε παμφανόωσαν 1280
χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων
καὶ ξίφος ἀμφ’ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
παπτήνας δ’ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
αὐτόγυόν τ’ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. 1285
χρίμψε δ’ ἔπειτα κιών, παρὰ δ’ ὄβριμον ἔγχος ἔπηξεν
ὀρθὸν ἐπ’ οὐριάχῳ, κυνέην δ’ ἀποκάτθετ’ ἐρείσας.
βῆ δ’ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
ἴχνια μαστεύων· οἱ δ’ ἔκποθεν ἀφράστοιο
κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα 1290

καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
ἔδδεισαν δ’ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,
εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη
μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματ’ ἀέλλαις. 1295
πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω
μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·
οὐδ’ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
ὡς δ’ ὅτ’ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
φῦσαι χαλκήων ὁτὲ μέν τ’ ἀναμαρμαίρουσιν, 1300
πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ’ αὖ λήγουσιν ἀυτμῆς,
δεινὸς δ’ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ’ ἀίξῃ
νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
ἐκ στομάτων ὁμάδευν, τὸν δ’ ἄμφεπε δήιον αἶθος
βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ’ ἔρυτο. 1305
καί ῥ’ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
ζεύγλῃ χαλκείῃ, τὸν δ’ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. 1310
εὐρὺ δ’ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
θαύμασε δ’ Αἰήτης σθένος ἀνέρος. οἱ δ’ ἄρα τείως
Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν— 1315
ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δ’ ἀείρας
χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα

χαζέσθην. ὁ δ’ ἄρ’ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ 1320
ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων
πήληκα βριαρὴν δόρυ τ’ ἄσχετον, ᾧ ῥ’ ὑπὸ μέσσας
ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ
οὐτάζων λαγόνας· μάλα δ’ ἔμπεδον εὖ ἀραρυῖαν
τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. 1325
οἱ δ’ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,
λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δ’ ἀυτμὴ
ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα
δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.
δηρὸν δ’ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ 1330
ἤισαν· ὀκριόεσσα δ’ ἐρείκετο νειὸς ὀπίσσω,
σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ’ ἀροτῆρι.
δεινὸν δ’ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου
βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δ’ αὐτὸς
λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ’ ἑοῖο 1335
βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας
ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν
γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δ’ ἄρ’ ἐπιπρὸ
χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.
ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο 1340
λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες
ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,
τῆμος ἀρήροτο νειὸς ὑπ’ ἀκαμάτῳ ἀροτῆρι,
τετράγυός περ ἐοῦσα· βοῶν τ’ ἀπελύετ’ ἄροτρα.
καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· 1345
αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ’ ἔτι κεινὰς
γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ’ ἑταῖροι
θάρσυνον μύθοισιν. ὁ δ’ ἐκ ποταμοῖο ῥοάων
αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·
γνάμψε δὲ γούνατ’ ἐλαφρά, μέγαν δ’ ἐμπλήσατο θυμὸν 1350

ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τ’ ὀδόντας
θήγει θηρευτῇσιν ἐπ’ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς
ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο.
οἱ δ’ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν
γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν 1355
δούρασί τ’ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν
Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δ’ αἴγλη
νειόθεν Οὔλυμπόνδε δι’ ἠέρος ἀστράπτουσα.
ὡς δ’ ὁπότ’ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος
ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέσασσαν ἄελλαι 1360
λυγαίῃ ὑπὸ νυκτί, τὰ δ’ ἀθρόα πάντ’ ἐφαάνθη
τείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγε
λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων
μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων,
λάζετο δ’ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, 1365
δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες
αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν.
τόν ῥ’ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις
ἀίξας· αὐτὸς δ’ ὑφ’ ἑὸν σάκος ἕζετο λάθρῃ
θαρσαλέως. Κόλχοι δὲ μέγ’ ἴαχον, ὡς ὅτε πόντος 1370
ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·
τὸν δ’ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο
Αἰήτην. οἱ δ’ ὥστε θοοὶ κύνες ἀμφιθορόντες
ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δ’ ἐπὶ γαῖαν
μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι 1375
ἢ δρύες, ἅς τ’ ἀνέμοιο κατάικες δονέουσιν.
οἷος δ’ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ
ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωνται
μαρμαρυγῇ σκοτίοιο δι’ ἠέρος ἀίξαντα·
τοῖος ἄρ’ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν, 1380

γυμνὸν δ’ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην
ἀμώων, πολέας μὲν ἔτ’ ἐς νηδὺν λαγόνας τε
ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις
ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,
τοὺς δ’ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. 1385
ὡς δ’ ὁπότ’ ἀμφ’ οὔροισιν ἐγειρομένου πολέμοιο,
δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,
ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν
μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· 1390
ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δ’ ὁλκοὶ
ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
πῖπτον δ’, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
λαζόμενοι πρηνεῖς, οἱ δ’ ἔμπαλιν, οἱ δ’ ἐπ’ ἀγοστῷ
καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. 1395
πολλοὶ δ’ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε 1400
κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·
τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει
κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότ’ ἄνακτος
Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.
ἤιε δ’ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, 1405
πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.
ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.