Ανακρεόντεια
Ἀνακρεόντεια μέλη
- Carmina Anacreontea
- ed. M. L. West, Leipzig: Teubner 1984
- (Από τα Ανακρεόντεια, που περιέχουν και επιγράμματα της Παλατινής Ανθολογίας, κάποια από τα οποία λανθασμένα είχαν αποδοθεί στον Ανακρέοντα)
- 1 Ἀνακρέων ἰδών με ὁ Τήϊος μελωιδός
- 2 Δότε μοι λύρην Ὁμήρου φονίης ἄνευθε χορδῆς·
- 3 Ἄγε, ζωγράφων ἄριστε, λυρικῆς ἄκουε Μούσης
- 4 a (A. Gellius 19,9,6) Τὸν ἄργυρον τορεύσας Ἥφαιστέ μοι ποίησον
- 4 b (Αnth. Pal. XI 48) Τὸν ἄργυρον τορεύσας
...
- Conspectus siglorum (West):
- αυτ(ου) – verbi particula per compendium scripta
- < > – inserenda censeo
{ } – delenda censeo
- Ανακρέοντος
- Τηΐου συμποσιακά ημιάμβια
- Ἀνακρέων ἰδών με
- ὁ Τήϊος μελωιδός
- (ὄναρ λέγω) προσεῖπεν·
- κἀγὼ δραμὼν πρὸς αὐτόν
- περιπλάκην φιλήσας.
- γέρων μὲν ἦν, καλὸς δέ,
- καλὸς δὲ καὶ φίλευνος·
- τὸ χεῖλος ὦζεν οἴνου·
- τρέμοντα δ᾽ αὐτὸν ἤδη
- Ἔρως ἐχειραγώγει.
- ὃ δ᾽ ἐξελὼν καρήνου
- ἐμοὶ στέφος δίδωσι·
- τὸ δ᾽ ὦζ᾽ Ἀνακρέοντος.
- ἐγὼ δ᾽ ὁ μωρὸς ἄρας
- ἐδησάμην μετώπωι·
- καὶ δῆθεν ἄχρι καὶ νῦν
- ἔρωτος οὐ πέπαυμαι.
- Δότε μοι λύρην Ὁμήρου
- φονίης ἄνευθε χορδῆς·
- φέρε μοι κύπελλα θεσμῶν,
- φέρε μοι νόμους κεράσσας,
- μεθύων ὅπως χορεύσω,
- ὑπὸ σώφρονος δὲ λύσσης
- μετὰ βαρβίτων ἀείδων
- τὸ παροίνιον βοήσω·
- δότε μοι λύρην Ὁμήρου
- φονίης ἄνευθε χορδῆς.
- Ἄγε, ζωγράφων ἄριστε,
- λυρικῆς ἄκουε Μούσης
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦
- ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- γράφε τὰς πόλεις τὸ πρῶτον
- ἱλαράς τε καὶ γελώσας·
- ὁ δὲ κηρὸς ἂν δύναιτο,
- γράφε καὶ νόμους φιλούντων.
- φιλοπαίγμονες δὲ Βάκχαι
- ἑτεροπνόους ἐναύλους
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
4 a (A. Gellius 19,9,6)
Επεξεργασία- Τὸν ἄργυρον τορεύσας
- Ἥφαιστέ μοι ποίησον
- πανοπλίας μὲν οὐχί·
- τί γὰρ μάχαισι κἀμοί;
- ποτήριον δὲ κοῖλον
- ὅσον δύνηι βάθυνον.
- καὶ μὴ ποίει κατ᾽ αὐτό
- μήτ᾽ ἄστρα μήτ᾽ Ἀμάξας,
- <μὴ στυγνὸν Ὠρίωνα·>
- τί Πλειάδων μέλει μοι,
- τί δ᾽ ἀστέρος Βοώτεω;
- ποίησον ἀμπέλους μοι,
- καὶ βότρυας κατ᾽ αὐτῶν,
- <ποίει δὲ ληνὸν οἴνου,>
- καὶ χρυσέους πατοῦντας
- ὁμοῦ καλῶι Λυαίωι
- Ἔρωτα καὶ Βάθυλλον.
4 b (Anth. Pal. 11,48)
ΕπεξεργασίαXI 48 Ανακρέοντος
Επεξεργασία- Τὸν ἄργυρον τορεύσας
- Ἥφαιστέ μοι ποίησον
- πανοπλίαν μὲν οὐχί·
- ποτήριον δὲ κοῖλον
- ὅσον δύνηι βάθυνον.
- ποίει δέ μοι κατ᾽ αὐτοῦ
- μήτ᾽ ἄστρα μήτ᾽ Ἀμάξας,
- μὴ στυγνὸν Ὠρίωνα,
- ἀλλ᾽ ἀμπέλους χλοώσας
- καὶ βότρυας γελῶντας
- σὺν τῶι καλῶι Λυαίωι.
4 c (Cod. Paris. Suppl. gr. 384)
Επεξεργασία- Τὸν ἄργυρον τορεύων
- Ἥφαιστέ μοι ποίησον
- πανοπλίαν μὲν οὐχί·
- τί γὰρ μάχαισι κἀμοί;
- ποτήριον δὲ κοῖλον
- ὅσον δύνηι βαθύνας.
- ποίει δέ μοι κατ᾽ αὐτοῦ
- μήτ᾽ ἄστρα μήτ᾽ Ἄμαξαν,
- μὴ στυγνὸν Ὠρίωνα·
- τί Πλειάδων μέλει μοι,
- τί γὰρ καλοῦ Βοώτου;
- ποίησον ἀμπέλους μοι,
- καὶ βότρυας κατ᾽ αὐτῶν,
- καὶ Μαινάδας τρυγώσας·
- ποίει δὲ ληνὸν οἴνου
- ληνοβάτας πατοῦντας
- τοὺς Σατύρους γελῶντας
- καὶ χρυσέους Ἔρωτας
- καὶ Κυθέρην γελῶσαν
- ὁμοῦ καλῶι Λυαίωι.
- {Ἔρωτα κἀφροδίτην.}
- Καλλιτέχνα, τόρευσον
- ἔαρος κύπελλον ἤδη·
- τὰ πρῶτ᾽ ἡμῖν τὰ τερπνά
- ῥόδα φέρουσαν ὥρην.
- ἀργύρεον δ᾽ ἁπλώσας
- ποτὸν ποίει μοι τερπνόν·
- τῶν τελετῶν, παραινῶ,
- μὴ ξένον μοι τορεύσηις,
- μὴ φευκτὸν ἱστόρημα·
- μᾶλλον ποίει Διὸς γόνον,
- Βάκχον Εὔιον ἡμῖν.
- μύστις νάματος ἦι Κύπρις
- ὑμεναίους κροτοῦσα·
- χάρασσ᾽ Ἔρωτας ἀνόπλους
- καὶ Χάριτας γελώσας
- ὑπ᾽ ἄμπελον εὐπέταλον
- εὐβότρυον κομῶσαν·
- σύναπτε κούρους εὐπρεπεῖς
- †ἀν μη† Φοῖβος ἀθύρηι.
- Στέφος πλέκων ποτ᾽ εὗρον
- ἐν τοῖς ῥόδοις Ἔρωτα,
- καὶ τῶν πτερῶν κατασχών
- ἐβάπτισ᾽ εἰς τὸν οἶνον,
- λαβὼν δ᾽ ἔπιον αὐτόν·
- καὶ νῦν ἔσω μελῶν μου
- πτεροῖσι γαργαλίζει.
- Λέγουσιν αἱ γυναῖκες·
- «Ἀνάκρεον, γέρων εἶ·
- λαβὼν ἔσοπτρον ἄθρει
- κόμας μὲν οὐκέτ᾽ οὔσας,
- ψιλὸν δέ σευ μέτωπον.»
- ἐγὼ δὲ τὰς κόμας μέν,
- εἴτ᾽ εἰσὶν εἴτ᾽ ἀπῆλθον,
- οὐκ οἶδα· τοῦτο δ᾽ οἶδα,
- ὡς τῶι γέροντι μᾶλλον
- πρέπει τὸ τερπνὰ παίζειν,
- ὅσωι πέλας τὰ Μοίρης.
- Οὔ μοι μέλει τὰ Γύγεω
- τοῦ Σαρδίων ἄνακτος,
- οὐδ᾽ εἷλέ πώ με ζῆλος,
- οὐδὲ φθονῶ τυράννοις.
- ἐμοὶ μέλει μύροισιν
- καταβρέχειν ὑπήνην,
- ἐμοὶ μέλει ῥόδοισιν
- καταστέφειν κάρηνα·
- τὸ σήμερον μέλει μοι,
- τὸ δ᾽ αὔριον τίς οἶδεν;
- ὡς οὖν ἔτ᾽ εὔδι᾽ ἔστιν,
- καὶ πῖνε καὶ κύβευε
- καὶ σπένδε τῶι Λυαίωι,
- μὴ νοῦσος ἤν τις ἔλθηι
- λέγηι σε μηδὲ πίνειν.
- Ἄφες με, τοὺς θεούς σοι,
- πιεῖν, πιεῖν ἀμυστί·
- θέλω, θέλω μανῆναι.
- ἐμαίνετ᾽ Ἀλκμέων τε
- χὠ λευκόπους Ὀρέστης
- τὰς μητέρας κτανόντες·
- ἐγὼ δὲ μηδένα κτάς,
- πιὼν δ᾽ ἐρυθρὸν οἶνον
- θέλω, θέλω μανῆναι.
- ἐμαίνετ᾽ Ἡρακλῆς πρίν,
- δεινὴν κλονῶν φαρέτρην
- καὶ τόξον Ἰφίτειον·
- ἐμαίνετο πρὶν Αἴας,
- μετ᾽ ἀσπίδος κραδαίνων
- τὴν Ἕκτορος μάχαιραν·
- ἐγὼ δ᾽ ἔχων κύπελλον
- καὶ στέμμα τοῦτο χαίτης
- {οὐ τόξον, οὐ μάχαιραν,}
- θέλω, θέλω μανῆναι.
10
Επεξεργασία- Τί σοι θέλεις ποιήσω,
- τί σοι, †λάλευ† χελιδόν;
- τὰ ταρσά σευ τὰ κοῦφα
- θέλεις λαβὼν ψαλίξω,
- ἢ μᾶλλον ἔνδοθέν σευ
- τὴν γλῶσσαν, ὡς ὁ Τηρεύς
- ἐκεῖνος, ἐκθερίξω;
- τί μευ καλῶν ὀνείρων
- ὑπορθρίαισι φωναῖς
- ἀφήρπασας Βάθυλλον;
11
Επεξεργασία- Ἔρωτα κήρινόν τις
- νεηνίης ἐπώλει·
- ἐγὼ δέ οἱ παραστάς
- «πόσου θέλεις» ἔφην «σοι
- τὸ τυχθὲν ἐκπρίωμαι;»
- ὃ δ᾽ εἶπε δωριάζων
- «λάβ᾽ αὐτὸν ὁππόσου λῆις.
- ὅπως <δ᾽> ἂν ἐκμάθηις πᾶν,
- οὐκ εἰμὶ κηροτέχνας,
- ἀλλ᾽ οὐ θέλω συνοικεῖν
- Ἔρωτι παντορέκται.»
- «δὸς οὖν, δὸς αὐτὸν ἡμῖν
- δραχμῆς, καλὸν σύνευνον.»
- Ἔρως, σὺ δ᾽ εὐθέως με
- πύρωσον· εἰ δὲ μή, σύ
- κατὰ φλογὸς τακήσηι.
12
Επεξεργασία- Οἱ μὲν καλὴν Κυβήβην
- τὸν ἡμίθηλυν Ἄττιν
- ἐν οὔρεσιν βοῶντα
- λέγουσιν ἐκμανῆναι·
- οἱ δὲ Κλάρου παρ᾽ ὄχθαις
- δαφνηφόροιο Φοίβου
- λάλον πιόντες ὕδωρ
- μεμηνότες βοῶσιν·
- ἐγὼ δὲ τοῦ Λυαίου
- καὶ τοῦ μύρου κορεσθείς
- καὶ τῆς ἐμῆς ἑταίρης
- θέλω, θέλω μανῆναι.
13
Επεξεργασία- {θέλω, θέλω φιλῆσαι.}
- Ἔπειθ᾽ Ἔρως φιλεῖν με·
- ἐγὼ δ᾽ ἔχων νόημα
- ἄβουλον οὐκ ἐπείσθην.
- ὃ δ᾽ εὐθὺ τόξον ἄρας
- καὶ χρυσέην φαρέτρην
- μάχηι με προυκαλεῖτο·
- κἀγὼ λαβὼν ἐπ᾽ ὤμων
- θώρηχ᾽ ὅπως Ἀχιλλεύς
- καὶ δοῦρα καὶ βοείην
- ἐμαρνάμην Ἔρωτι.
- ἔβαλλ᾽, ἐγὼ δ᾽ ἔφευγον·
- ὡς δ᾽ οὐκέτ᾽ εἶχ᾽ ὀιστούς,
- ἤσχαλλεν, εἶτ᾽ ἑαυτόν
- ἀφῆκεν εἰς βέλεμνον·
- μέσος δὲ καρδίης μευ
- ἔδυνε καί μ᾽ ἔλυσεν.
- μάτην δ᾽ ἔχω βοείην·
- τί γὰρ βάλωμεν ἔξω,
- μάχης ἔσω μ᾽ ἐχούσης;
14
Επεξεργασία- Εἰ φύλλα πάντα δένδρων
- ἐπίστασαι κατειπεῖν,
- εἰ κύματ᾽ οἶδας εὑρεῖν
- τὰ τῆς ὅλης θαλάσσης,
- σὲ τῶν ἐμῶν ἐρώτων
- μόνον ποῶ λογιστήν.
- πρῶτον μὲν ἐξ Ἀθηνῶν
- ἔρωτας εἴκοσιν θές
- καὶ πεντεκαίδεκ᾽ ἄλλους.
- ἔπειτα δ᾽ ἐκ Κορίνθου
- θὲς ὁρμαθοὺς ἐρώτων·
- Ἀχαΐης γάρ ἐστιν,
- ὅπου καλαὶ γυναῖκες.
- τίθει δὲ Λεσβίους μοι
- καὶ μέχρι τῶν Ἰώνων
- καὶ Καρίης Ῥόδου τε
- δισχιλίους ἔρωτας.
- τί φήις; ἄγει καρωθείς;
- οὔπω Σύρους ἔλεξα,
- οὔπω πόθους Κανώβου,
- οὐ τῆς ἅπαντ᾽ ἐχούσης
- Κρήτης, ὅπου πόλεσσιν
- Ἔρως ἐποργιάζει.
- τί δ᾽ οὐ θέλεις ἀριθμεῖν
- καὶ τοὺς Γαδείρων ἐκτός,
- τῶν Βακτρίων τε κἰνδῶν
- ψυχῆς ἐμῆς ἔρωτας;
15
Επεξεργασία- Ἐρασμίη πέλεια,
- πόθεν, πόθεν πέτασαι;
- πόθεν μύρων τοσούτων
- ἐπ᾽ ἠέρος θέουσα
- πνέεις τε καὶ ψεκάζεις;
- τίς εἶ, τί σοι μέλει δέ;
- «Ἀνακρέων μ᾽ ἔπεμψε
- πρὸς παῖδα, πρὸς Βάθυλλον
- τὸν ἄρτι τῶν ἁπάντων
- κρατοῦντα καὶ τυράννων.
- πέπρακέ μ᾽ ἡ Κυθήρη
- λαβοῦσα μικρὸν ὕμνον
- ἐγὼ δ᾽ Ἀνακρέοντι
- διακονῶ τοσαῦτα·
- καὶ νῦν, ὁρᾶις, ἐκείνου
- ἐπιστολὰς κομίζω.
- καί φησιν εὐθέως με
- ἐλευθέρην ποιήσειν·
- ἐγὼ δέ, κἢν ἀφῆι με,
- δούλη μενῶ παρ᾽ αὐτῶι.
- τί γάρ με δεῖ πέτασθαι
- ὄρη τε καὶ κατ᾽ ἀγρούς
- καὶ δένδρεσιν καθίζειν
- φαγοῦσαν ἄγριόν τι;
- τὰ νῦν ἔδω μὲν ἄρτον
- ἀφαρπάσασα χειρῶν
- Ἀνακρέοντος αὐτοῦ,
- πιεῖν δέ μοι δίδωσι
- τὸν οἶνον ὃν προπίνει,
- πιοῦσα δ᾽ ἀγχορεύω
- καὶ δεσπότην κρέκοντα
- πτεροῖσι συγκαλύπτω·
- κοιμωμένου δ᾽ ἐπ᾽ αὐτῶι
- τῶι βαρβίτωι καθεύδω.
- ἔχεις ἅπαντ᾽· ἄπελθε·
- λαλιστέραν μ᾽ ἔθηκας,
- ἄνθρωπε, καὶ κορώνης.»
16
Επεξεργασία- Ἄγε, ζωγράφων ἄριστε,
- <γράφε, ζωγράφων ἄριστε,>
- Ῥοδίης κοίρανε τέχνης,
- ἀπεοῦσαν, ὡς ἂν εἴπω,
- γράφε τὴν ἐμὴν ἑταίρην.
- γράφε μοι τρίχας τὸ πρῶτον
- ἁπαλάς τε καὶ μελαίνας·
- ὁ δὲ κηρὸς ἂν δύνηται,
- γράφε καὶ μύρου πνεούσας.
- γράφε δ᾽ ἐξ ὅλης παρειῆς
- ὑπὸ πορφυραῖσι χαίταις
- ἐλεφάντινον μέτωπον.
- τὸ μεσόφρυον δὲ μή μοι
- διάκοπτε μήτε μίσγε,
- ἐχέτω δ᾽, ὅπως ἐκείνη,
- τὸ λεληθότως σύνοφρυν
- βλεφάρων ἴτυν κελαινήν.
- τὸ δὲ βλέμμα νῦν ἀληθῶς
- ἀπὸ τοῦ πυρὸς ποίησον,
- ἅμα γλαυκὸν ὡς Ἀθήνης,
- ἅμα δ᾽ ὑγρὸν ὡς Κυθήρης.
- γράφε ῥῖνα καὶ παρειάς
- ῥόδα τῶι γάλακτι μίξας·
- γράφε χεῖλος οἷα Πειθοῦς,
- προκαλούμενον φίλημα.
- τρυφεροῦ δ᾽ ἔσω γενείου
- περὶ λυγδίνωι τραχήλωι
- Χάριτες πέτοιντο πᾶσαι.
- στόλισον τὸ λοιπὸν αὐτήν
- ὑποπορφύροισι πέπλοις,
- διαφαινέτω δὲ σαρκῶν
- ὀλίγον, τὸ σῶμ᾽ ἐλέγχον.
- ἀπέχει· βλέπω γὰρ αὐτήν·
- τάχα κηρὲ καὶ λαλήσεις.
17
Επεξεργασία- Γράφε μοι Βάθυλλον οὕτω
- τὸν ἑταῖρον ὡς διδάσκω·
- λιπαρὰς κόμας ποίησον,
- τὰ μὲν ἔνδοθεν μελαίνας,
- τὰ δ᾽ ἐς ἄκρον ἡλιώσας·
- ἕλικας δ᾽ ἐλευθέρους μοι
- πλοκάμων ἄτακτα συνθείς
- ἄφες ὡς θέλωσι κεῖσθαι.
- ἁπαλὸν δὲ καὶ δροσῶδες
- στεφέτω μέτωπον ὀφρῦς
- κυανωτέρη δρακόντων.
- μέλαν ὄμμα γοργὸν ἔστω,
- κεκερασμένον γαλήνηι,
- τὸ μὲν ἐξ Ἄρηος ἕλκον,
- τὸ δὲ τῆς καλῆς Κυθήρης,
- ἵνα τις τὸ μὲν φοβῆται,
- τὸ δ᾽ ἀπ᾽ ἐλπίδος κρεμᾶται.
- ῥοδέην δ᾽ ὁποῖα μῆλον
- χνοΐην ποίει παρειήν·
- ἐρύθημα δ᾽ ὡς ἂν Αἰδοῦς
- δύνασαι βαλεῖν ποίησον.
- τὸ δὲ χεῖλος οὐκέτ᾽ οἶδα
- τίνι μοι τρόπωι ποιήσεις
- ἁπαλόν, γέμον τε Πειθοῦς·
- τὸ δὲ πᾶν ὁ κηρὸς αὐτός
- ἐχέτω λαλῶν σιωπῆι.
- μετὰ δὲ πρόσωπον ἔστω
- τὸν Ἀδώνιδος παρελθών
- ἐλεφάντινος τράχηλος.
- μεταμάζιον δὲ ποίει
- διδύμας τε χεῖρας Ἑρμοῦ,
- Πολυδεύκεος δὲ μηρούς,
- Διονυσίην δὲ νηδύν·
- ἁπαλῶν δ᾽ ὕπερθε μηρῶν,
- μαλερὸν τὸ πῦρ ἐχόντων,
- ἀφελῆ ποίησον αἰδῶ
- Παφίην θέλουσαν ἤδη.
- φθονερὴν ἔχεις δὲ τέχνην,
- ὅτι μὴ τὰ νῶτα δεῖξαι
- δύνασαι· τὰ δ᾽ ἦν ἀμείνω.
- τί με δεῖ πόδας διδάσκειν·
- λάβε μισθὸν ὅσσον εἴπηις,
- τὸν Ἀπόλλωνα δὲ τοῦτον
- καθελὼν ποίει Βάθυλλον·
- ἢν δ᾽ ἐς Σάμον ποτ᾽ ἔλθηις,
- γράφε Φοῖβον ἐκ Βαθύλλου.
18
Επεξεργασία- Δότε μοι, δότ᾽ ὦ γυναῖκες
- Βρομίου πιεῖν ἀμυστί·
- ἀπὸ καύματος γὰρ ἤδη
- προδοθεὶς ἀναστενάζω·
- δότε δ᾽ ἀνθέων, ἑλίνου·
- στεφάνους δότ᾽ οἷς πυκάζω
- τὰ μέτωπά μου, ᾽πικαίει.
- τὸ δὲ καῦμα τῶν ἐρώτων,
- κραδίη, τίνι σκεπάζω;
- παρὰ τὴν σκιὴν Βαθύλλου
- καθίσω· καλὸν τὸ δένδρον,
- ἁπαλὰς δ᾽ ἔσεισε χαίτας
- μαλακωτάτωι κλαδίσκωι·
- παρὰ δ᾽ αὐτὸ νέρθε ῥοιζεῖ
- πηγὴ ῥέουσα Πειθοῦς.
- τίς ἂν οὖν ὁρῶν παρέλθοι
- καταγώγιον τοιοῦτο;
19
Επεξεργασία- Αἱ Μοῦσαι τὸν Ἔρωτα
- δήσασαι στεφάνοισι
- τῶι Κάλλει παρέδωκαν·
- καὶ νῦν ἡ Κυθέρεια
- ζητεῖ λύτρα φέρουσα
- λύσασθαι τὸν Ἔρωτα.
- κἂν λύσηι δέ τις αὐτόν,
- οὐκ ἔξεισι, μενεῖ δέ·
- δουλεύειν δεδίδακται.
20
Επεξεργασία- Ἡδυμελὴς Ἀνακρέων,
- ἡδυμελὴς δὲ Σαπφώ·
- Πινδαρικὸν δ᾽ ἔτι μοι μέλος
- συγκεράσας τις ἐγχέοι.
- τὰ τρία ταῦτά μοι δοκεῖ
- καὶ Διόνυσος ἐλθών
- καὶ Παφίη λιπαρόχροος
- καὐτὸς Ἔρως ἂν ἐκπιεῖν.
21
Επεξεργασία- Ἡ γῆ μέλαινα πίνει,
- πίνει δένδρεα δ᾽ αὖ γῆν
- πίνει θάλασσ᾽ ἀναύρους,
- ὁ δ᾽ ἥλιος θάλασσαν,
- τὸν δ᾽ ἥλιον σελήνη·
- τί μοι μάχεσθ᾽, ἑταῖροι,
- καὐτῶι θέλοντι πίνειν;
22
Επεξεργασία- Ἡ Ταντάλου ποτ᾽ ἔστη
- λίθος Φρυγῶν ἐν ὄχθαις,
- καὶ παῖς ποτ᾽ ὄρνις ἔπτη
- Πανδίονος χελιδών.
- ἐγὼ δ᾽ ἔσοπτρον εἴην,
- ὅπως ἀεὶ βλέπηις με·
- ἐγὼ χιτὼν γενοίμην,
- ὅπως ἀεὶ φορῆις με.
- ὕδωρ θέλω γενέσθαι,
- ὅπως σε χρῶτα λούσω·
- μύρον, γύναι, γενοίμην,
- ὅπως ἐγώ σ᾽ ἀλείψω.
- καὶ ταινίη δὲ μασθῶι
- καὶ μάργαρον τραχήλωι
- καὶ σάνδαλον γενοίμην·
- μόνον ποσὶν πάτει με.
23
Επεξεργασία- Θέλω λέγειν Ἀτρείδας,
- θέλω δὲ Κάδμον ἄιδειν,
- ὁ βάρβιτος δὲ χορδαῖς
- ἔρωτα μοῦνον ἠχεῖ.
- ἤμειψα νεῦρα πρώην
- καὶ τὴν λύρην ἅπασαν·
- κἀγὼ μὲν ἦιδον ἄθλους
- Ἡρακλέους, λύρη δέ
- ἔρωτας ἀντεφώνει.
- χαίροιτε λοιπὸν ἡμῖν,
- ἥρωες· ἡ λύρη γάρ
- μόνους ἔρωτας ἄιδει.
24
Επεξεργασία- Φύσις κέρατα ταύροις,
- ὁπλὰς δ᾽ ἔδωκεν ἵπποις,
- ποδωκίην λαγωοῖς,
- λέουσι χάσμ᾽ ὀδόντων,
- τοῖς ἰχθύσιν τὸ νηκτόν,
- τοῖς ὀρνέοις πέτασθαι,
- τοῖς ἀνδράσιν φρόνημα·
- γυναιξὶν οὐκέτ᾽ εἶχεν.
- τί οὖν; δίδωσι κάλλος
- ἀντ᾽ ἀσπίδων ἁπασῶν,
- ἀντ᾽ ἐγχέων ἁπάντων·
- νικᾶι δὲ καὶ σίδηρον
- καὶ πῦρ καλή τις οὖσα.
25
Επεξεργασία- Σὺ μέν, φίλη χελιδόν,
- ἐτησίη μολοῦσα
- θέρει πλέκεις καλιήν,
- χειμῶνι δ᾽ εἶς ἄφαντος
- ἢ Νεῖλον ἢ ᾽πὶ Μέμφιν·
- Ἔρως δ᾽ ἀεὶ πλέκει μευ
- ἐν καρδίηι καλιήν.
- Πόθος δ᾽ ὃ μὲν πτεροῦται,
- ὃ δ᾽ ὠιόν ἐστιν ἀκμήν,
- ὃ δ᾽ ἡμίλεπτος ἤδη·
- βοὴ δὲ γίνετ᾽ ἀεί
- κεχηνότων νεοττῶν·
- Ἐρωτιδεῖς δὲ μικρούς
- οἱ μείζονες τρέφουσιν·
- οἳ δὲ τραφέντες εὐθύς
- πάλιν κύουσιν ἄλλους.
- τί μῆχος οὖν γένηται;
- οὐ γὰρ σθένω τοσούτους
- Ἔρωτας ἐκσοβῆσαι.
26
Επεξεργασία- Σὺ μὲν λέγεις τὰ Θήβης,
- ὃ δ᾽ αὖ Φρυγῶν ἀυτάς,
- ἐγὼ δ᾽ ἐμὰς ἁλώσεις.
- οὐχ ἵππος ὤλεσέν με,
- οὐ πεζός, οὐχὶ νῆες,
- στρατὸς δὲ καινὸς ἄλλος
- ἀπ᾽ ὀμμάτων με βάλλων.
27
Επεξεργασία- Ἐν ἰσχίοις μὲν ἵπποι
- πυρὸς χάραγμ᾽ ἔχουσιν·
- καὶ Παρθίους τις ἄνδρας
- ἐγνώρισεν τιάραις·
- ἐγὼ δὲ τοὺς ἐρῶντας
- ἰδὼν ἐπίσταμ᾽ εὐθύς·
- ἔχουσι γάρ τι λεπτόν
- ψυχῆς ἔσω χάραγμα.
28
Επεξεργασία- Ὁ ἀνὴρ ὁ τῆς Κυθήρης
- παρὰ Λημνίαις καμίνοις
- τὰ βέλη τὰ τῶν Ἐρώτων
- ἐπόει λαβὼν σίδηρον·
- ἀκίδας δ᾽ ἔβαπτε Κύπρις
- μέλι τὸ γλυκὺ λαβοῦσα·
- ὁ δ᾽ Ἔρως χολὴν ἔμισγε.
- ὁ δ᾽ Ἄρης ποτ᾽ ἐξ ἀυτῆς
- στιβαρὸν δόρυ κραδαίνων
- βέλος ηὐτέλιζ᾽ Ἔρωτος·
- ὁ δ᾽ Ἔρως «τόδ᾽ ἐστὶν» εἶπεν
- «βαρύ· πειράσας νοήσεις».
- ἔλαβεν βέλεμνον Ἄρης·
- ὑπεμειδίασε Κύπρις·
- ὁ δ᾽ Ἄρης ἀναστενάξας
- «βαρύ·» φησιν, «ἆρον αὐτό.»
- ὁ δ᾽ Ἔρως «ἔχ᾽ αὐτό» φησιν.
29
Επεξεργασία- Χαλεπὸν τὸ μὴ φιλῆσαι,
- χαλεπὸν δὲ καὶ φιλῆσαι·
- χαλεπώτερον δὲ πάντων
- ἀποτυγχάνειν φιλοῦντα.
29A
Επεξεργασία- Γένος οὐδὲν εἰς ἔρωτα·
- σοφίη, τρόπος πατεῖται·
- μόνον ἄργυρον βλέπουσιν.
- ἀπόλοιτο πρῶτος αὐτός
- ὁ τὸν ἄργυρον φιλήσας.
- διὰ τοῦτον οὐκ ἀδελφός,
- διὰ τοῦτον οὐ τοκῆες·
- πόλεμοι, φόνοι δι᾽ αὐτόν·
- τὸ δὲ χεῖρον, ὀλλύμεσθα
- διὰ τοῦτον οἱ φιλοῦντες.
30
Επεξεργασία- Ἐδόκουν ὄναρ τροχάζειν
- πτέρυγας φέρων ἐπ᾽ ὤμων,
- ὁ δ᾽ Ἔρως ἔχων μόλιβδον
- περὶ τοῖς καλοῖς ποδίσκοις
- ἐδίωκε καὶ κίχανεν.
- τί θέλει δ᾽ ὄναρ τόδ᾽ εἶναι;
- δοκέω δ᾽ ἔγωγε· πολλοῖς
- ἐν ἔρωσί με πλακέντα
- διολισθάνειν μὲν ἄλλους,
- ἑνί τωι δὲ συνδεθῆναι.
31
Επεξεργασία- Ὑακινθίνηι με ῥάβδωι
- χαλεπῶς Ἔρως ῥαπίζων
- ἐκέλευε συντροχάζειν.
- διὰ δ᾽ ὀξέων μ᾽ ἀναύρων
- ξυλόχων τε καὶ φαράγγων
- τροχάοντα τεῖρεν ἱδρώς·
- κραδίη δὲ ῥινὸς ἄχρις
- ἀνέβαινε, κἂν ἀπέσβην.
- ὁ δ᾽ Ἔρως †μέτωπα σείων†
- ἁπαλοῖς πτεροῖσιν εἶπεν·
- «σὺ γὰρ οὐ δύνηι φιλῆσαι;»
32
Επεξεργασία- Ἐπὶ μυρσίναις τερείναις
- ἐπὶ λωτίναις τε ποίαις
- στορέσας θέλω προπίνειν·
- ὁ δ᾽ Ἔρως χιτῶνα δήσας
- ὑπὲρ αὐχένος παπύρωι
- μέθυ μοι διακονείτω.
- τροχὸς ἅρματος γὰρ οἷα
- βίοτος τρέχει κυλισθείς,
- ὀλίγη δὲ κεισόμεσθα
- κόνις ὀστέων λυθέντων.
- τί σε δεῖ λίθον μυρίζειν;
- τί δὲ γῆι χέειν μάταια;
- ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ,
- μύρισον, ῥόδοις δὲ κρᾶτα
- πύκασον, κάλει δ᾽ ἑταίρην·
- πρίν, Ἔρως, ἐκεῖ μ᾽ ἀπελθεῖν
- ὑπὸ νερτέρων χορείας,
- σκεδάσαι θέλω μερίμνας.
33
Επεξεργασία- Μεσονυκτίοις ποτ᾽ ὥραις,
- στρέφετ᾽ ἦμος Ἄρκτος ἤδη
- κατὰ χεῖρα τὴν Βοώτου,
- μερόπων δὲ φῦλα πάντα
- κέαται κόπωι δαμέντα,
- τότ᾽ Ἔρως ἐπισταθείς μευ
- θυρέων ἔκοπτ᾽ ὀχῆας.
- «τίς» ἔφην «θύρας ἀράσσει,
- κατά μευ σχίσας ὀνείρους;»
- ὁ δ᾽ Ἔρως «ἄνοιγε,» φησίν,
- «βρέφος εἰμί, μὴ φόβησαι·
- βρέχομαι δὲ κἀσέληνον
- κατὰ νύκτα πεπλάνημαι.»
- ἐλέησα ταῦτ᾽ ἀκούσας,
- ἀνὰ δ᾽ εὐθὺ λύχνον ἅψας
- ἀνέωιξα, καὶ βρέφος μέν
- ἐσορῶ φέροντα τόξον
- πτέρυγάς τε καὶ φαρέτρην·
- παρὰ δ᾽ ἱστίην καθίξας
- παλάμαις τε χεῖρας αὐτοῦ
- ἀνέθαλπον, ἐκ δὲ χαίτης
- ἀπέθλιβον ὑγρὸν ὕδωρ.
- ὃ δ᾽ ἐπεὶ κρύος μεθῆκε
- «φέρε» φησὶ «πειράσωμεν
- τόδε τόξον, εἴ τί μοι νῦν
- βλάβεται βραχεῖσα νευρή.»
- τανύει δέ, καί με τύπτει
- μέσον ἧπαρ ὥσπερ οἶστρος·
- ἀνὰ δ᾽ ἅλλεται καχάζων·
- «ξένε» δ᾽ εἶπε «συγχάρηθι·
- κέρας ἀβλαβὲς μένει μοι·
- σὺ δὲ καρδίαν πονήσεις.»
34
Επεξεργασία- Μακαρίζομέν σε, τέττιξ,
- ὅτε δενδρέων ἐπ᾽ ἄκρων
- ὀλίγην δρόσον πεπωκώς
- βασιλεὺς ὅπως ἀείδεις.
- σὰ γάρ ἐστι κεῖνα πάντα,
- ὁπόσα βλέπεις ἐν ἀγροῖς
- χὠπόσα φέρουσιν ὗλαι.
- σὺ δὲ φείδεαι γεωργῶν,
- ἀπὸ μηδενός τι βλάπτων·
- σὺ δὲ τίμιος βροτοῖσιν,
- θέρεος γλυκὺς προφήτης.
- φιλέουσι μέν σε Μοῦσαι,
- φιλέει δὲ Φοῖβος αὐτός,
- λιγυρὴν δ᾽ ἔδωκεν οἴμην·
- τὸ δὲ γῆρας οὔ σε τείρει.
- σοφέ, γηγενής, φίλυμνε,
- ἀπαθής, ἀναιμόσαρκε·
- σχεδὸν εἶ θεοῖς ὅμοιος.
35
Επεξεργασία- Ἔρως ποτ᾽ ἐν ῥόδοισι
- κοιμωμένην μέλιτταν
- οὐκ εἶδεν, ἀλλ᾽ ἐτρώθη.
- τὸν δάκτυλον παταχθείς
- τᾶς χειρὸς ὠλόλυξε,
- δραμὼν δὲ καὶ πετασθείς
- πρὸς τὴν καλὴν Κυθήρην
- «ὄλωλα, μῆτερ,» εἶπεν,
- «ὄλωλα κἀποθνήσκω·
- ὄφις μ᾽ ἔτυψε μικρός
- πτερωτός, ὃν καλοῦσιν
- μέλιτταν οἱ γεωργοί.»
- ἃ δ᾽ εἶπεν· «εἰ τὸ κέντρον
- πονεῖς τὸ τᾶς μελίττας,
- πόσον δοκεῖς πονοῦσιν,
- Ἔρως, ὅσους σὺ βάλλεις;»
36
Επεξεργασία- Ὁ Πλοῦτος εἴ γε χρυσοῦ
- τὸ ζῆν παρεῖχε θνητοῖς,
- ἐκαρτέρουν φυλάττων,
- ἵν᾽ †ἂν Θάνατος ἐπέλθῃ†
- λάβηι τι καὶ παρέλθηι.
- εἰ δ᾽ οὖν μὴ τὸ πρίασθαι
- τὸ ζῆν ἔνεστι θνητοῖς,
- τί καὶ μάτην στεγάζω;
- {τί καὶ γόους προπέμπω;}
- θανεῖν γὰρ εἰ πέπρωται,
- τί χρυσὸς ὠφελεῖ με;
- ἐμοὶ γένοιτο πίνειν,
- πιόντι δ᾽ οἶνον ἡδύν
- ἐμοῖς φίλοις συνεῖναι,
- ἐν δ᾽ ἁπαλαῖσι κοίταις
- τελεῖν τὰν Ἀφροδίταν.
37
Επεξεργασία- Διὰ νυκτὸς ἐγκαθεύδων
- ἁλιπορφύροις τάπησι
- γεγανυμένος Λυαίωι
- ἐδόκουν ἄκροισι ταρσῶν
- δρόμον ὠκὺν ἐκτανύειν
- μετὰ παρθένων ἀθύρων·
- ἐπεκερτόμουν δὲ παῖδες
- ἁπαλώτεροι Λυαίου,
- δακέθυμά μοι λέγοντες
- διὰ τὰς καλὰς ἐκείνας.
- ἐθέλοντι δὲ φιλῆσαι
- φύγον ἐξ ὕπνου μοι πάντες,
- μεμονωμένος δ᾽ ὁ τλήμων
- πάλιν ἤθελον καθεύδειν.
38
Επεξεργασία- Ἱλαροὶ πίωμεν οἶνον,
- ἀναμέλψομεν δὲ Βάκχον,
- τὸν ἐφευρετὰν χορείας,
- τὸν ὅλας ποθοῦντα μολπάς,
- τὸν ὁμότροπον Ἐρώτων,
- τὸν ἐρώμενον Κυθήρης·
- δι᾽ ὃν ἡ Μέθη λοχεύθη,
- δι᾽ ὃν ἡ Χάρις ἐτέχθη,
- δι᾽ ὃν ἀμπαύεται Λύπα,
- δι᾽ ὃν εὐνάζετ᾽ Ἀνία.
- τὸ μὲν οὖν πῶμα κερασθέν
- ἁπαλοὶ φέρουσι παῖδες,
- τὸ δ᾽ ἄχος πέφευγε μιχθέν
- ἀνεμοστρόφωι θυέλληι.
- τὸ μὲν οὖν πῶμα λάβωμεν,
- τὰς δὲ φροντίδας μεθῶμεν·
- τί γάρ ἐστί σοι <τὸ> κέρδος
- ὀδυνωμένωι μερίμναις;
- πόθεν οἴδαμεν τὸ μέλλον;
- ὁ βίος βροτοῖς ἄδηλος.
- μεθύων θέλω χορεύειν
- μεμυρισμένος τε παίζειν
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- μετὰ καὶ καλῶν γυναικῶν
- μελέτω δὲ τοῖς θέλουσι,
- ὅσον ἐστὶν ἐν μερίμναις.
- ἱλαροὶ πίωμεν οἶνον,
- ἀναμέλψομεν δὲ Βάκχον.
39
Επεξεργασία- Φιλῶ γέροντα τερπνόν,
- φιλῶ νέον χορευτάν·
- ἂν δ᾽ ὁ γέρων χορεύηι,
- τρίχας γέρων μέν ἐστιν,
- τὰς δὲ φρένας νεάζει.
40
Επεξεργασία- Ἐπειδὴ βροτὸς ἐτύχθην
- βιότου τρίβον ὁδεύειν,
- χρόνον ἔγνων ὃν παρῆλθον,
- ὃν δ᾽ ἔχω δραμεῖν οὐκ οἶδα.
- †μέθετέ με φροντίδες·†
- μηδέν μοι χὔμιν ἔστω.
- πρὶν ἐμὲ φθάσηι τὸ τέλος.
- παίξω, γελάσω, χορεύσω
- μετὰ τοῦ καλοῦ Λυαίου.
41
Επεξεργασία- Ἡ καλόν ἐστι βαδίζειν
- ὅπου λειμῶνες κομῶσιν,
- ὅπου λεπτὸς ἡδυτάτην
- ἀναπνεῖ Ζέφυρος αὔρην,
- κλῆμά τε Βάκχιον ἰδεῖν
- χὐπὸ τὰ πέταλα δῦναι
- ἁπαλὴν παῖδα κατέχων
- Κύπριν ὅλην πνέουσαν.
42
Επεξεργασία- Ποθέω μὲν Διονύσου
- φιλοπαίγμονος χορείας,
- φιλέω δ᾽ ὅταν ἐφήβου
- μετὰ συμπότου λυρίζω·
- στεφανίσκους δ᾽ ὑακίνθων
- κροτάφοισιν ἀμφιπλέξας
- μετὰ παρθένων ἀθύρειν
- φιλέω μάλιστα πάντων.
- φθόνον οὐκ οἶδ᾽ ἐμὸν ἦτορ·
- {φθόνον οὐκ οἶδα δαϊκτόν·}
- φιλολοιδόροιο γλώττης
- ἔφυγον βέλεμνα κοῦφα·
- στυγέω μάχας παροίνους.
- πολυκώμους κατὰ δαῖτας
- νεοθηλέσιν ἅμα κούραις
- ὑπὸ βαρβίτωι χορεύων
- βίον ἥσυχον φεροίμην.
43
Επεξεργασία- Στεφάνους μὲν κροτάφοισι
- ῥοδίνους συναρμόσαντες
- μεθύωμεν ἁβρὰ γελῶντες.
- ὑπὸ βαρβίτωι δὲ κούρα
- κατακίσσοισι βρέμοντας
- πλοκάμοις φέρουσα θύρσους
- χλιδανόσφυρος χορεύει·
- ἁβροχαίτας δ᾽ ἅμα κοῦρος
- στομάτων ἁδὺ πνεόντων
- κατὰ πηκτίδων ἀθύρει
- προχέων λίγειαν ὀμφάν.
- ὁ δ᾽ Ἔρως ὁ χρυσοχαίτας
- μετὰ τοῦ καλοῦ Λυαίου
- καὶ τῆς καλῆς Κυθήρης
- τὸν ἐπήρατον γεραιοῖς
- κῶμον μέτεισι χαίρων.
44
Επεξεργασία- Τὸ ῥόδον τὸ τῶν Ἐρώτων
- μίξωμεν Διονύσωι·
- τὸ ῥόδον τὸ καλλίφυλλον
- κροτάφοισιν ἁρμόσαντες
- πίνωμεν ἁβρὰ γελῶντες.
- ῥόδον ὦ φέριστον ἄνθος,
- ῥόδον εἴαρος μέλημα,
- {ῥόδα καὶ θεοῖσι τερπνά,}
- ῥόδον ὧι παῖς ὁ Κυθήρης
- στέφεται καλοὺς ἰούλους
- Χαρίτεσσι συγχορεύων·
- στέψον οὖν με, καὶ λυρίξω
- παρὰ σοῖς Διόνυσε σηκοῖς
- μετὰ κούρης βαθυκόλπου
- ῥοδίνοισι στεφανίσκοις
- πεπυκασμένος χορεύσω.
45
Επεξεργασία- Ὅταν πίνω τὸν οἶνον,
- εὕδουσιν αἱ μέριμναι.
- τί μοι πόνων, τί μοι γόων,
- τί μοι μέλει μεριμνῶν;
- θανεῖν με δεῖ, κἂν μὴ θέλω
- τί δὲ τὸν βίον πλανῶμαι·
- πίωμεν οὖν τὸν οἶνον
- τὸν τοῦ καλοῦ Λυαίου·
- σὺν τῶι δὲ πίνειν ἡμᾶς
- εὕδουσιν αἱ μέριμναι.
46
Επεξεργασία- Ἴδε πῶς ἔαρος φανέντος
- Χάριτες ῥόδα βρύουσιν·
- ἴδε πῶς κῦμα θαλάσσης
- ἁπαλύνεται γαλήνηι·
- ἴδε πῶς νῆσσα κολυμβᾶι
- ἴδε πῶς γέρανος ὁδεύει.
- ἀφελῶς δ᾽ ἔλαμψε Τιτάν,
- νεφελῶν σκιαὶ δονοῦνται,
- τὰ βροτῶν δ᾽ ἔλαμψεν ἔργα,
- †καρποῖσι γαῖα προκύπτει,
- καρπὸς ἐλαίας† προκύπτει·
- †Βρομίου στέφεται† νᾶμα
- κατὰ φύλλον †κατακλόνον
- καθελων† ἤνθισε καρπός.
47
Επεξεργασία- Ἐγὼ γέρων μέν εἰμι,
- νέων πλέον δὲ πίνω
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- σκῆπτρον ἔχων τὸν ἀσκόν
- ὁ νάρθηξ δ᾽ οὐδέν ἐστιν.
- ὁ μὲν θέλων μάχεσθαι,
- πάρεστι γάρ, μαχέσθω·
- ἐμοὶ κύπελλον ὦ παῖ
- μελιχρὸν οἶνον ἡδύν
- ἐγκεράσας φόρησον.
- ἐγὼ γέρων μέν εἰμι,
- <νέων πλέον δὲ πίνω·>
- κἂν δεήσηι με χορεύειν,
- Σιληνὸν ἐν μέσοισι
- μιμούμενος χορεύσω.
48
Επεξεργασία- Ὅταν ὁ Βάκχος ἔλθηι,
- εὕδουσιν αἱ μέριμναι,
- δοκῶ δ᾽ ἔχειν τὰ Κροίσου.
- θέλω καλῶς ἀείδειν·
- κισσοστεφὴς δὲ κεῖμαι,
- πατῶ δ᾽ ἅπαντα θυμῶι.
- ὅπλιζ᾽· ἐγὼ δὲ πίνω.
- φέρε μοι κύπελλον ὦ παῖ·
- μεθύοντα γάρ με κεῖσθαι
- πολὺ κρεῖσσον ἢ θανόντα.
49
Επεξεργασία- Τοῦ Διὸς ὁ παῖς ὁ Βάκχος,
- ὁ λυσίφρων ὁ Λυαῖος,
- ὅταν εἰς φρένας τὰς ἐμάς
- εἰσέλθηι μεθυδώτας,
- διδάσκει με χορεύειν.
- ἔχω δέ τι καὶ τερπνόν
- ὁ τᾶς μέθας ἐραστάς·
- μετὰ κρότων, μετ᾽ ὠιδᾶς
- τέρπει με κἀφροδίτα·
- πάλιν θέλω χορεύειν.
50
Επεξεργασία- Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- τότ᾽ ἐμὸν ἦτορ ἰανθέν
- <μέλος> ἄρχεται λιγαίνειν,
- <ἀναβάλλεται δὲ> Μούσας.
- ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- ἀπορίπτονται μέριμναι
- πολυφρόντιδές τε βουλαί
- ἐς ἁλικτύπους ἀήτας.
- ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- λυσιπήμων τότε Βάκχος
- πολυανθέσιν <μ᾽> ἐν αὔραις
- δονέει μέθηι γανώσας.
- ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- στεφάνους ἄνθεσι πλέξας
- ἐπιθείς τε τῶι καρήνωι
- βιότου μέλπω γαλήνην.
- ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- μύρωι εὐώδεϊ τέγξας
- δέμας, ἀγκάλαις δὲ κούρην
- κατέχων, Κύπριν ἀείδω.
- ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- ὑπὸ κυρτοῖσι κυπέλλοις
- τὸν ἐμὸν νόον ἁπλώσας
- θιάσωι τέρπομαι κούρων.
- ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
- τοῦτ᾽ ἐμοὶ μόνωι τὸ κέρδος,
- τοῦτ᾽ ἐγὼ λαβὼν ἀποίσω·
- τὸ θανεῖν γὰρ μετὰ πάντων.
Ανακρεόντεια 51
Επεξεργασία- Μή με φύγηις ὁρῶσα τὰν πολιὰν ἔθειραν·
- μηδ΄͵ ὅτι σοὶ πάρεστιν ἄνθος ἀκμαῖον͵ τᾶς ἐμᾶς ὥρας φίλτρα διώξηις.
- ὅρα͵ κἀν στεφάνοισιν ὅπως πρέπει τὰ λευκά ῥόδοις κρίνα πλακέντα.
- Μετάφραση
- Μη με διώχνεις βλέποντας τ' άσπρα τα μαλλιά μου
- ούτε, ότι σε εσένα άνθος ακμαίο, δε σου ταιριάζουν τα χρόνια μου και να με διώχνεις
- κοίτα, ακόμη και στα στεφάνια ταιριάζουν να πλέκονται τα λευκά κρίνα με τα τριαντάφυλλα
52
Επεξεργασία- Τί με τοὺς νόμους διδάσκεις
- καὶ ῥητόρων ἀνάγκας;
- τί δέ μοι λόγων τοσούτων
- τῶν μηδὲν ὠφελούντων;
- μᾶλλον δίδασκε πίνειν
- ἁπαλὸν πῶμα Λυαίου,
- μᾶλλον δίδασκε παίζειν
- μετὰ χρυσῆς Ἀφροδίτης.
- 52A
- Πολιαὶ στέφουσι κάραν·
- δὸς ὕδωρ, βάλ᾽ οἶνον ὦ παῖ·
- τὴν ψυχήν μου κάρωσον.
- βραχύ με ζῶντα καλύπτεις·
- ὁ θανὼν οὐκ ἐπιθυμεῖ.
53
Επεξεργασία- Ὅτ᾽ ἐγὼ ᾽ς νέων ὅμιλον
- ἐσορῶ, πάρεστιν ἥβα.
- τότε δή, τότ᾽ ἐς χορείην
- ὁ γέρων ἐγὼ πτεροῦμαι,
- παραμαίνομαι, κυβηβῶ.
- παράδος· θέλω στέφεσθαι·
- πολιὸν δὲ γῆρας ἐκδύς
- νέος ἐν νέοις χορεύσω.
- Διονυσίης δέ μοί τις
- φερέτω ῥοὰν ὀπώρης,
- ἵν᾽ ἴδηι γέροντος ἀλκήν
- δεδαηκότος μὲν εἰπεῖν,
- δεδαηκότος δὲ πίνειν
- χαριέντως τε μανῆναι.
54
Επεξεργασία- Ὁ ταῦρος οὗτος ὦ παῖ
- δοκεῖ τις εἶναί μοι Ζεύς
- φέρει γὰρ ἀμφὶ νώτοις
- Σιδωνίαν γυναῖκα·
- περᾶι δὲ πόντον εὐρύν,
- τέμνει δὲ κῦμα χηλαῖς.
- οὐκ ἂν δὲ ταῦρος ἄλλος
- ἐξ ἀγέλης ἐλασθείς
- ἔπλευσε τὴν θάλασσαν,
- εἰ μὴ μόνος ἐκεῖνος.
55
Επεξεργασία- Στεφανηφόρου μετ᾽ ἦρος
- μέλομαι ῥόδον τέρεινον
- †σὺνεταιρεῖ ἀύξει† μέλπειν.
- τόδε γὰρ θεῶν ἄημα,
- τόδε καὶ βροτοῖσι χάρμα,
- Χάρισίν τ᾽ ἄγαλμ᾽ ἐν ὥραις
- πολυανθέων Ἐρώτων,
- ἀφροδίσιόν τ᾽ ἄθυρμα·
- τόδε καὶ μέλημα μύθοις
- χαρίεν φυτόν τε Μουσῶν.
- γλυκὺ καὶ πονοῦντ᾽ ἀγείρειν
- ἐν ἀκανθίναις ἀταρποῖς,
- γλυκὺ δ᾽ αὖ λαβόντα θάλπειν
- μαλακαῖσι χερσί, κοῦφον
- προάγοντ᾽ ἔρωτος ἄνθος.
- ἀπορῶ τόδ᾽ αὖ, τί τερπνόν
- θαλίαις τε καὶ τραπέζαις
- Διονυσίαις τ᾽ ἑορταῖς
- δίχα τοῦ ῥόδου γένοιτ᾽ ἄν.
- ῥοδοδάκτυλος μὲν Ἠώς,
- ῥοδοπήχεες δὲ Νύμφαι,
- ῥοδόχρους δὲ κἀφροδίτα
- παρὰ τῶν σοφῶν καλεῖται.
- τόδε καὶ νοσοῦσιν ἀρκεῖ,
- τόδε καὶ νεκροῖς ἀμύνει,
- τόδε καὶ χρόνον βιᾶται·
- χαρίεν ῥόδων δὲ γῆρας
- νεότητος ἔσχεν ὀδμήν.
- φέρε δή, φύσιν λέγωμεν·
- χαροπῆς ὅτ᾽ ἐκ θαλάττης
- δεδροσωμένην Κυθήρην
- ἐλόχευε πόντος ἀφρῶι,
- πολεμόκλονόν τ᾽ Ἀθήνην
- κορυφῆς ἔδειξεν ὁ Ζεύς,
- φοβερὰν θέαν Ὀλύμπωι,
- τότε καὶ ῥόδων ἀγητόν
- νέον ἔρνος ἤνθισε χθών,
- πολυδαίδαλον λόχευμα·
- μακάρων θεῶν δ᾽ ὅμοιον
- ῥόδον ὡς γένοιτο, νέκταρ
- ἐπιτέγξας ἀνέθηλεν
- ἀγέρωχον ἐξ ἀκάνθης
- φυτὸν ἄμβροτον Λυαῖος.
56
Επεξεργασία- Ὁ τὸν ἐν πόνοις ἀτειρῆ,
- νέον ἐν πόθοις ἀταρβῆ,
- καλὸν ἐν πότοις χορευτήν
- τελέων θεὸς κατῆλθε,
- ἁπαλὸν βροτοῖσι φίλτρον,
- πόθον ἄστονον κομίζων,
- γόνον ἀμπέλου, τὸν οἶνον,
- πεπεδημένον ὀπώραις
- ἐπὶ κλημάτων φυλάττειν,
- ἵν᾽ ὅταν τέμωσι βότρυν
- ἄνοσοι μένωσι πάντες,
- ἄνοσοι δέμας θεητόν,
- ἄνοσοι γλυκύν τε θυμόν
- ἐς ἔτους φανέντος ἄλλου.
57
Επεξεργασία- Ἄρα τίς τόρευσε πόντον;
- ἄρα τίς μανεῖσα τέχνα
- ἀνέχευε κῦμα δίσκωι;
- ἐπὶ νῶτα τῆς θαλάττης
- ἄρα τίς ὕπερθε λευκάν
- ἁπαλὰν χάραξε Κύπριν
- νόος ἐς θεοὺς ἀερθείς,
- μακάρων φύσιος ἀρχάν;
- ὃ δέ νιν ἔδειξε γυμνάν,
- ὅσα μὴ θέμις δ᾽ ὁρᾶσθαι
- μόνα κύμασιν καλύπτει.
- ἀλαλημένα δ᾽ ἐπ᾽ αὐτά
- βρύον ὥς, ὕπερθε λευκᾶς
- ἁπαλόχροον γαλήνας
- δέμας εἰς πλόον φέρουσα,
- ῥόθιον πάροιθεν ἕλκει·
- ῥοδέων δ᾽ ὕπερθε μαζῶν,
- ἁπαλῆς ἔνερθε δειρῆς,
- μέγα κῦμα πρῶτα τέμνει
- μέσον αὔλακος δὲ Κύπρις
- κρίνον ὣς ἴοις ἑλιχθέν
- διαφαίνεται γαλήνας.
- †ὑπερἀργύρωι† δ᾽ ὀχοῦνται
- ἐπὶ δελφῖσι χορευταῖς
- δολερὸν νόον μετοίσων
- Ἔρος Ἵμερος γελῶν τε,
- χορὸς ἰχθύων τε κυρτός
- ἐπὶ κυμάτων κυβιστᾶι
- Παφίης τε σῶμα παίζει
- ἵνα νήχεται γελῶσα.
58
Επεξεργασία- Ὁ δραπέτας ὁ Χρυσός
- ὅταν με φεύγηι κραιπνοῖς
- διηνέμοις τε ταρσοῖς
- (ἀεὶ δ᾽, ἀεί με φεύγει),
- οὔ μιν διώκω· τίς γάρ
- μισοῦν θέλει τι θηρᾶν;
- ἐγὼ δ᾽ ἄφαρ λιασθείς
- τῶι δραπέται τῶι Χρυσῶι
- ἐμῶν φρενῶν μὲν αὔραις
- φέρειν ἔδωκα λύπας,
- λύρην δ᾽ ἑλὼν ἀείδω
- ἐρωτικὰς ἀοιδάς.
- πάλιν δ᾽ ὅταν με θυμός
- ὑπερφρονεῖν διδάξηι,
- ἄφνω προσεῖπ᾽ ὁ δραπέτας
- φέρων μέθαν μοι φροντίδων,
- ἑλών μιν ὡς μεθήμων
- λύρης γένωμαι λαροῦ.
- ἄπιστ᾽, ἄπιστε Χρυσέ,
- μάταν δόλοις με θέλγεις·
- πλέον λύρης σου νεῦρα
- πόθους κέκευθεν ἁδεῖς·
- σὺ γὰρ δόλων, σύ τοι φθόνων
- ἔρωτ᾽ ἔθηκας ἀνδράσιν·
- λύρη δ᾽ ἄλυπα παστάδων
- φιλαμάτων τε κεδνῶν
- πόθων κύπελλα κιρνᾶι.
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- ὅταν θέληις δέ, φεύγεις
- λύρης δ᾽ ἐμῆς ἀοιδάν
- οὐκ ἂν λίποιμι τυτθόν.
- ξείνοις σὺ δ᾽ ἀντὶ Μουσῶν
- δολίοις ἀπίστοις ἁνδάνεις
- ἐμοὶ δὲ τῶι λυροκτύπηι
- Μοῦσα φρεσὶν πάροικος·
- ἀχὰν †δέασ† ὀρίνοις
- αἴγλαν †τε λαμπρύνοις†.
59
Επεξεργασία- Τὸν μελανόχρωτα βότρυν
- ταλάροις φέροντες ἄνδρες
- μετὰ παρθένων ἐπ᾽ ὤμων
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- κατὰ ληνοῦ δὲ βαλόντες
- μόνον ἄρσενες πατοῦσιν
- σταφυλῆς λύοντες οἶνον,
- μέγα τὸν θεὸν κροτοῦντες
- ἐπιληνίοισιν ὕμνοις,
- ἐρατὸν πίθοις ὁρῶντες
- νέον ἐσζέοντα Βάκχον.
- ὃν ὅταν πίνηι γεραιός,
- τρομεροῖς ποσὶν χορεύει,
- πολιὰς τρίχας τινάσσων.
- ὁ δὲ παρθένον λοχήσας
- ἐρατὸς νέος < ◦ ◦ ◦ ◦
- ◦ ◦ ◦ ◦ ◦ ◦ > ἐλυσθείς
- ἁπαλὸν δέμας χυθεῖσαν
- σκιερῶν ὕπερθε φύλλων,
- βεβαρημένην ἐς ὕπνον.
- ὁ δ᾽ Ἔρως ἄωρα θέλγων
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- προδότιν γάμων γενέσθαι.
- ὁ δὲ μὴ λόγοισι πείθων
- τότε μὴ θέλουσαν ἄγχει·
- μετὰ γὰρ νέων ὁ Βάκχος
- μεθύων ἄτακτα παίζει.
60
Επεξεργασία- Ἀνὰ βάρβιτον δονήσω
- (ἄεθλος μὲν οὐ πρόκειται,
- μελέτη δ᾽ ἔπεστι) πάντηι
- σοφίης λαχὼν ἄωτον.
- ἐλεφαντίνωι δὲ πλήκτρωι
- λιγυρὸν μέλος κροαίνων
- Φρυγίωι ῥυθμῶι βοήσω,
- ἅτε τις κύκνος Καΰστρου
- ποικίλον πτεροῖσι μέλπων
- ἀνέμου σύναυλος ἠχῆι·
- σὺ δὲ Μοῦσα συγχόρευε.
- <ἐρέω Δάφνης τὸν οἶτον·>
- ἱερὸν γάρ ἐστι Φοίβου
- κιθάρη δάφνη τρίπους τε.
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦
- ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
- τοῦ μὲν ἐκπέφευγα κέντρα
- λαλέων ἔρωτα Φοίβου,
- ἀνεμώλιον τὸν οἶστρον.
- σαόφρων γὰρ ἐστ<έναξεν
- θεὸν οὐ θέλουσα κούρη
- γαμέτην ἔχειν· ὁ δὲ Ζεύς
- ἐλέησ᾽ ἄπωθ᾽> ἀκούσας,
- φύσεως δ᾽ ἄμειψε μορφήν,
- φυτὸν εὐθαλὲς δ᾽ ἐπήχθη.
- ὁ δὲ Φοῖβος †ἠὲ Φοῖβος†
- κρατέειν κόρην νομίζων,
- χλοερὸν δρέπων δὲ φύλλον
- ἐδόκει τελεῖν Κυθήρην.
- ἄγε, θυμέ, πῆι μέμηνας
- μανίην μανεὶς ἀρίστην·
- τὸ βέλος φέρε κράτυνον,
- σκοπὸν ὡς βαλὼν ἀπέλθηις,
- τὸ δὲ τόξον Ἀφροδίτης
- ἄφες ὡς θεοὺς ἐνίκα.
- τὸν Ἀνακρέοντα μιμοῦ,
- τὸν ἀοίδιμον μελιστήν.
- φιάλην πρόπινε παισίν,
- φιάλην λόγων ἐραννήν·
- ἀπὸ νέκταρος ποτοῖο
- παραμύθιον λαβόντες
- φλογερὸν φυγόντες ἄστρον
- < ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
―――――――
Fragmenta anacreonteorum veterum in sylloge Palatina non comprehensorum
Επεξεργασία1 [Anacr. 65B, 28D, PMG 505 (d)]
Επεξεργασία- <τὸν> Ἔρωτα γὰρ τὸν ἁβρόν
- μέλομαι βρύοντα μίτραις
- πολυανθέμοις ἀείδειν.
- ὅδε καὶ θεῶν δυνάστης,
- ὅδε καὶ βροτοὺς δαμάζει.
2 [Anacr. 60B]
Επεξεργασία- φέρ᾽ ὕδωρ, φέρ᾽ οἶνον ὦ παῖ,
- μέθυσόν με καὶ κάρωσον·
- τὸ ποτήριον λέγει μου
- ποδαπόν με δεῖ γενέσθαι.
3 [Anacr. 62B]
Επεξεργασία- δοκέει κλύειν γὰρ ἥδε,
- λαλέειν τις εἰ θελήσηι.
:4 [Anacr. 61B]
Επεξεργασία- τί με φεύγεις τὸν γέροντα;