Papyrus Oxyrhynchus 281
*Πηγή: Bernard Pyne Grenfell, Arthur Surridge Hunt, Oxyrhynchus Papyri II, London: Egypt Exploration Fund (1898), pp. 271–272.


Ἡρακλείδηι ἱερεῖ καὶ ἀρχιδι-
καστῆι καὶ πρὸς τῇ ἐπιμε-
λείᾳ τῶν χρηματιστῶν καὶ τῶν
ἄλλων κριτηρίων
παρὰ Σύρας τῆς Θέωνος.
συνεβίωσα Σαραπίωνι φερνὴν τοῦ-
τῳ δοῦσα κατὰ συνχώρησιν εἰς
λόγον ἀργυρίου δραχμῶν διακοσί-
ων. ἐγὼ μὲν οὖν ἐπιδεξαμέ-
νη αὐτὸν εἰς τὰ τῶν γονέων
μου οἰκητἠρια λειτὸν παν-
τελῶς ὄντα ἀνέγκλητον
ἐματὴν ἐν ἁπᾶσει παρειχό-
μην. ὁ δὲ Σαραπίων κατα-
χρησάμενος τῆι φερνῇ εἰς ὅν
ἠβούλετο λόγον οὐ διέλει-
πεν κακουχῶν με καὶ ὑβρί-
[ζ]ων καὶ τὰς χεῖρας ἐπι-
φέρων καὶ τῶν ἀναγκαί-
ων ἐνδεῆ καθιστάς, ὕσ-
τερον δὲ καὶ ἐνκατέ-
λιπέ με λειτὴν καθεσ-
τῶσαν. διὸ ἀξιῶ συντάξαι
καταστῆσαι αὐτὸν ἐπὶ σὲ
ὅπως ἐπαναγκασθῇ συν-
εχόμενος ἀποδοῦναι [μ]
μοι τὴν [φ]ερνὴν σὺν ἡμι-
ολίᾳ. τῶ[ν] μὲν γὰρ ἄλ-
λων τῶν [ὄντων πρὸς αὐτὸν
ἀντέχομ[αι καὶ ἀνθέξομαι.