Γλώσσαι/Β

(Ανακατεύθυνση από Hesychius Β)
Γλώσσαι
Συγγραφέας:
Β


<Βαβάζειν>
τὸ <μὴ> διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν
*<βαβαί>
θαυμαστικὴ φωνή ASPnΣ
<βάβακα>
τὸν γάλλον (ps)
<βαβάκινον> <καὶ <βάκινον>> χύτρας εἶδος pl
<βάβακοι>
ὑπὸ Ἠλείων τέττιγες· ὑπὸ Ποντικῶν δὲ βάτραχοι
<βαβάκτης>
ὀρχηστής, ὑμνῳδός, μανιώδης (Cratin. fr. 321) p κραύγασος q ὅθεν καὶ Βάκχος
<βάβαλον>
κραύγασον. Λάκωνες
[<βάβαλον>
αἰδοῖον]
<βάβαξ>
μάταιος, bh λάλος, φλύαρος. bhp (Archil. fr. 33) ἐνθου- σιῶν. ἀναιδής pq
<βαβάξαι>
ὀρχήσασθαι bhf. <Λυδοί> h
†<βαβήρ>
ὁ ἄρης
[<βαλβῖδες>
αἱ θύραι τοῦ ἱππικοῦ. καὶ βαλβίδες]
<βαβράζων>
κεκραγὼς συντόνως
<βάβρηκες>
τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα q
<βαβρήν>
ὑπόστασις ἐλαίου, κατὰ Μακεδόνας
<βαβύας>
βόρβορος, S πηλός vgAS
<βαβύη>
χείμαῤῥος. οἱ δὲ πόλις
<Βαβύκα>
γέφυρα ps
<Βαβυλώνιοι>
οἱ βάρβαροι, παρὰ τοῖς Ἀττικοῖς
<βαβύρτας>
ὁ παράμωρος
<βαγαία>
ματαία. Λυσικράτης· βαγαία γὰρ ὥς τις ἐπικουρεῖ
<βαγαῖος>
ὁ μάταιος. ἢ Ζεὺς Φρύγιος. [μέγας. πολύς, ταχύς]
<βάγαρον>
χλιαρόν. Λάκωνες
*<βᾶσαι>
εἰσελθοῦσαι An
*<βάγιον>
μέγα gASn
<βάγος>
κλάσμα AS ἄρτου <ἢ> μάζης S καὶ βασιλεὺς καὶ [στρατη- γός. Λάκωνες AS
[<βάδος>
ὁ καὶ βάτος, λξ# εσται. ἤγουν δ# μη]
<βαδάς>
κίναιδος. ὡς Ἀμερίας
*†<βαδελεγεῖ>
ἀμέλγει gASn
*<βάδην>
ἠρέμα vSn σχολῇ. κατὰ βῆμα. Sn (Ν 516)
*<βάδην>, περιπάτῳ ἐρχόμενον gAS
*<βαδδίν>
βύσσινον g(n) ἔνδυμα ἐξαίρετον (Dan. 10,5)
<βάδος>
ὃ καὶ βάτος. ν# ξέσται, ἤγουν λίτραι μη#
<βαδίζει>
περιπατεῖ (Eur. Phoen. 544)
*†<βάδιος>
... υἱός vgASn
*[<βαδιστοι>
βαδύτατοι gAn]
<βάδομαι>
ἀγαπῶ p
[<βάδηδοι>
ἠχεῖοι]
<βαδακίζων>
κακῶς ἕρπων
*<βάζει>
λέγει (ξ 127) vgA (Sn)
*<βάζομεν>
λέγομεν (γ 127?) AS
*<βαθεῖαν>
κεκρυμμένην (Aesch. Sept. 533 Pl. rep. 362 a) AS
<βαθείης>
*ὑψηλῆς. g μελαίνης. δαψιλοῦς. ἢ <βαθέης> "ἐξάλλεται" (Ε 142). κεκρυμμένης
<βάθιστον>
βαθύτατον (Θ 14)
*<βάθρων>
θεμελίων, ἢ ἀγαλμάτων AS
[βαθάκων β κακῶς]
<Βαθάλη>
κρήνη. Ἀμερίας
<βαθμίδες>
ἀρχαὶ λόγων
<βαθμοί>
ἴχνη. πόδες. καὶ δίφροι, παρὰ στρατηγικοῖς <ἡ ἐφ' ἕνα τῆς φάλαγγος στάσις> q
*<βάθρα>
ἀγάλματα. gAn βάσεις
<βάθος>
στίχος. ἐπιστάσις καὶ τὸ <βαθύ> [καὶ μέγα.] καὶ ὑψη- λόν. καὶ μέλαν q
<βάθρον>
*βῆμα, gASn βάσις. ὑποπόδιον q <καὶ ἀνδριάς>
*<βαθύγλωσσοι>
ἐλλόγιμοι gAS [καὶ ἀνδριάς]
*<βαθυδίνης>
ἐν βάθει ἔχων τὰ ῥεύματα, vgAS ἢ βαθείας δίνας ἔχων, ἢ μεγάλα ῥεύματα (γ 73 etc.)
<βαθύζωνοι>
εἰς βάθος ζωννύμεναι τοὺς [χιτοὺς] χιτῶνας
<βαθυζώνους>
ἐν βάθει ζωννυμένας (Ι 594 γ 154)
*<βαθὺ κομῶσαν ληΐοις>
ἐν βάθει ἔχουσαν στάχυας ASn
<βαθύκολπος>
ἀρχαία παλαιά. κοίλη
<βαθυκόλπων Τρωιάδων>
ἀπὸ τοῦ μεγέθους. καὶ βαθυζώνων (Σ 122)
*<βαθὺ λήϊον>
πολύκαρπον πεδίον (Β 147) gA (vS)
*<βαθύλειμον>
βαθὺν λειμῶνα ἔχουσαν (Ι 151) A
<βαθύμαλλον>
κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ
<Βαθυμῆδαι>
γένος παρὰ Λυδοῖς
<βαθυπέπλων>
καλὰ ἱμάτια ἐχουσῶν
<βαθυῤῥηγάλη>
ἰκτῖνος, ὑπὸ Λυδῶν
<βαθύῤῥιζοι>
βαθεῖαι
*<βαθυῤῥόου>
βαθέως καὶ ταχέως ῥέοντος (Η 422) (gS)
<βαθυῤῥίζου πέτρας>
τῆς ὑψηλῆς (trag. ad. fr. 203)
<βαθυσπόρος>
βαθεῖαν σπείρων γῆν
<Βαιάγις>
ἑορτὴ παρὰ Ἀσσυρίοις, ὡς Λέων ὁ Ἀλαβανδεὺς ἐν τρίτῳ
<βαίβυκος>
πελεκᾶνος Φιλίτας (fr. 47 K.), Ἀμερίας δὲ βαυβυκᾶ- νας
<βαίδειον>
ἕτοιμον. Ἠλεῖοι
†<βαιδύμην>
ἀροτριᾶν. Βοιωτοί
*<βλίσσα>
βότρυς AS
<βαιῇσι>
μικραῖς
*<βαιήν>
ὀλίγην, μικράν gn [ἢ ἔβησαν, ἢ ἐπορεύθησαν (Α 327)]
<βαῖκαν>
...... Κρῆτες
<βαίκυλος>
προβατώδης
†<βαιμάζειν>
†βασιλεύειν. ἢ †βαστάζειν
†<βαίμεναι>
βαίνειν (θ 518 etc.)
[<βαίνη>
ὕβρις]
*<βαίνειν>
[φιλεῖν. [κολακεύειν. AS] βιβάζειν. πορεύεσθαι. περιπα- τεῖν vgA
<βαίνετον>
βαδίσατε. δυϊκῶς
<βαῖνον>
ἐξέβαινον (Α 437)
<βαίνοντα>
ἐπιβαίνοντα (δ 653)
†<βαίομαι>
βιώσομαι (Χ 431)
<βαιόν>
ὀλίγον. μικρόν vgAS Σοφοκλῆς δὲ Οἰδίποδι Τυράννῳ (750) ἀντὶ τοῦ †ἄφθονος καὶ πολλός γράμμα. [*<Βαιθήλ>· οἶκος θεοῦ p] [<βαιών>· ἐκβαλών.] καὶ ἐν Αἰχμαλωτίσι (fr. 39) βαιόν [ἐν]
[<Βαρκάθοις ὄχλος>
Λιβυκός] (Soph. El. 727)]
<βαΐς>
ῥάβδος φοίνικος. καὶ <βαΐων>
<βαΐς>
ῥάβδος φοίνικος. καὶ <βαΐων>
<βαισήνης>
παρ' Ἰνδοῖς στρατόπεδον
<βαίσηνος>
ὁ στρατός
†<βαισσόν>
βάθος
<βαίταν>
Ἕλληνες
<βαιτάς>
εὐτελὴς γυνή. ἀρχαία δὲ ἡ λέξις
<βαιτάδα>
εὐτελὴς γυνή
<βαιτρεύειν>
ἀροτριᾶν
<βαίτιον>
βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
<βαίτη>
δερμάτινον ἔνδυμα, ὅπερ ἔνιοι σισύραν· ἔνιοι δὲ σκηνὴν δερματίνην (Soph. fr. 928)· οἱ δὲ διφθέραν (Sophr. fr. 38)
<Βαίτυλος>
οὕτως ἐκαλεῖτο ὁ δοθεὶς λίθος τῷ Κρόνῳ ἀντὶ Διός q
<βλίτυξ>
βδέλλα
[<βαιτῶνα>
τὸν εὐτελῆ ἄνδρα]
<βαιῶμφαι>
αἱ αἶγες, ἐν ἱερατικῆι
<βαιών>
ἰχθύς p (Epich. fr. 64), <ὁ καὶ βλέννος, παραπλήσιος κωβίῳ> p. οὕτως καὶ μέτρον παρὰ Ἀλεξανδρεῦσι
<Βαιῶτις>
Ἀφροδίτη, παρὰ Συρακουσίοις
<βακάϊον>
μέτρον τι
<βάκηλος>
*ὁ μέγας. ἢ ἀνόητος. vgA ἢ ὁ ἀπόκοπος, ὁ ὑπ' ἐνίων γάλλος. οἱ δὲ ἀνδρόγυνος. ἄλλοι παρειμένος, *γυναικώδης vgA. παρὰ Μενάνδρῳ Ὑμνίδι (fr. 477). καὶ τὸ σύνηθες ἡμῖν
<βάκκαρις>
μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης
[<βακνίδες>
εἶδος ὑποδημάτων]
[<βάκοα>
βάθρον]
<βακόν>
πεσόν. Κρῆτες
<βάκται>
ἰσχυροί
<βακτηρία>
ῥάβδος ASn
[*<βακοίας>
πηλός ASvg]
†<βάκτρον>
κάμηλος
*<βακτρεύμασιν>
τοῖς ἐρείσμασιν στηριζόμενος gA (Eur. Phoen. 1539)
<βακχᾶν>
ἐστεφανῶσθαι κισσῷ
<Βακχέβακχος>
ὁ Διόνυσος οὕτως ἐκαλεῖτο ἐν ταῖς θυσίαις (Ar. Eq. 408)
<Βακχεία>
ἑορτὴ Διονύσου [βακχεύτρια]
*<βακχεύει>
μαίνεται P τραγῳδεῖ
*<βακχευθεῖσα>
ἐξηχευομένη, ἐξεστηκυῖα vgAS
*<βακχεύοντες>
μαινόμενοι, vgAS σειόμενοι
<βακχεῖον>
τελεστήριον. νάρθηξ
<Βάκχη>
γένος ἀπίου. ἢ μία τῶν Βακχῶν, ἢ τοῦ Διονύσου <βακχεύτρια>
<Βακχιάδαι>
οὐ μόνον οἱ Μιλήσιοι, ἀλλὰ καὶ Κορίνθιοι, ἀπὸ Βάκχιδος
<βακχία>
μανία (S)
<βακχόαν>
βόθρον. Αἰολεῖς
<βάκχος>
ὁ ἱερεὺς τοῦ Διονύσου. καὶ κλάδος ὁ ἐν ταῖς τελεταῖς, οἱ δὲ φανὸν λέγουσιν· οἱ δὲ ἰχθύν q
<Βάκχου Διώνης>
οἱ μὲν βακχευτρίας Σεμέλης· οἱ δὲ Βάκχου τοῦ Διονύσου καὶ Ἀφροδίτης q τῆς Διώνης. παρόσον διωνυμία περὶ τὴν θεάν (trag. ad. fr. 204). Πράξιλλα δὲ ἡ Σικυωνία (fr. 8) Ἀφροδίτης παῖδα τὸν θεὸν ἱστορεῖ
<βάκχυλον>
σποδίτην ἄρτον. Ἠλεῖοι
<βάκχον>
κλαυθμόν. Φοίνικες
[<βάλαικες>
δεσμωτήριον καὶ <βαλαικάκες>]
<βαλαιόν>
μέγα, πολύ. οἱ δὲ ταχύ
*a) <βάλανοι>
δρύες. ASb) *<<βάξιν>·> φήμην (Eur. Or. 1458) gASn
*<βαλάντιον>
μαρσίππιον (Prov. 1,14. Luc. 10,4) ASP
*<βαλβῖδες>
ὕσπληγες AS
<βαλβίς>
*ἀφετηρία. καὶ ἡ ἀρχὴ τῆς εἰσόδου καὶ ἐξόδου. καὶ ἡ ἄφεσις τῶν ἵππων. καὶ ἡ θύρα τοῦ ἱππικοῦ. AS ἔνιοι δὲ καμπ- τῆρα. καὶ παρὰ Ἱπποκράτει (Mochl. 1) <βαλβιδῶδες> τὸ ἔχον ἑκατέρωθεν ἐπαναστάσεις. ἔστιν δὲ καὶ βαθμός, καὶ ἔρεισμα
<βάλε>
ἔῤῥιψε. (Α 245) ἢ ὄφελον (Call. fr. 254?)
*<βαλεῖν>
τρῶσαι, S πλῆξαι (Ν 387)
*<βάλεκες>
δεσμωτήριον ASn (vg)
*<βάλλε>
ἐτίτρωσκεν (Α 52) n
*<βάλλετο>
περιεβάλλετο (Β 43) g
<βάλλετον>
βάλλουσιν. δυϊκῶς
<βαλίαν>
κατάστικτον gAS ποικίλον (Eur. Hec. 90). [Κρῆτες.] ταχύ. ἐλαφρόν [πηρόν, βάλιον]
*<βαλανάγρα>
κλείς (Hdt. 3,155,6) Σp
<βαλανεύειν>
λαμπροφωνεύεσθαι. παρόσον οἱ βαλανεῖς, ὅταν παραχέωσιν τὸ ὕδωρ, κραυγάζουσιν
<βαλανεύς>
πολυπράγμων, περίεργος. p καὶ παραχύτης
<βαλανομφάλους>
οὕτω Κρατῖνος (fr. 50) ὠνόμασε <τὰς φιάλας> τὰς ἐχούσας ὀμφαλοὺς ἄνευ προσώπων, ὁποῖοι οἱ θόλοι <ἐν τοῖς βαλανείοις q οἱ δὲ> ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς πυέλοις [ἐν τοῖς βαλανείοις]
<βάλανοι>
τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q
<βάλαρες>
οἱ μαλακοί, <βανά> γὰρ γυνὴ παρὰ Βοιωτοῖς
<βαλάσαι>
ἀγοράσαι
<βαλαύστιον>
εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
<βαλβιδοῦχον>
τερματοῦχον
†<βαλῆρα>
ἀχρεῖα
<βαλήν>
βασιλεύς. Φρυγιστί (Soph. fr. 472)
<βάλλεκα>
ψῆφον
<βαλία>
ὀφθαλμία. καὶ <τὸν βάλιον> πηρόν· Κρῆτες
[<βακχιάδος>
μαινομένης]
<Βαλιαρίδες>
νῆσοι αἱ περὶ Κύρνον. αἱ δὲ αὐταὶ καὶ Γυμνησίαι
<βαλικιώτης>
συνέφηβος. Κρῆτες
<βαλιῶται>
πρόγονοι
*<βαλλαντιοτόμος>
κλέπτης (Pl. rep. 552d) vgAS
<βάλλαρις>
βοτάνη τρίφυλλος
<βᾶλλαι>
βαθμοί, ὑπὸ Κυπρίων
<βάλλ' ἐς Ἄκραν>
οἱ μὲν ἄκρα πλησίον Λέσβου· οἱ δὲ Ἀκτήν
<βάλλ' ἐς Μακαρίαν>
Ἡρακλέους θυγάτηρ Μακαρία, ἣν λόγος κατὰ τὴν Εὐρυσθέως <ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς. σφαγὴν ἐπιδοῦναι>
<βαλλήσομεν>
βαλοῦμεν (Ar. Vesp. 222)
<Βαλλητύς>
ἑορτὴ Ἀθήνησιν, ἐπὶ Δημοφῶντι τῷ Κελεοῦ ἀγο- μένη
†<βαλλήιαι>
οἱ ἀκροβολισμοί
†<βαλμός>
στῆθος vgAS
<βαλλομένων>
καταστρεφομένων (i 574)
<βαλοιτήσειρον>
παρὰ τὸ διεστραμμένον <εἶναι> τοὺς πόδας
*<βαλόν>
οὐδόν. καὶ οὐρανόν. (gAS) καὶ <βαλός>
<βάλσαμον>
ἀρωματικὸν ἄνθος
<βᾶμα>
βάσις, [βῆμα ps
<βάμβαλα>
χειμερινὰ [ἱμάτια ps
<βάμβαλον>
ἱμάτιον. καὶ τὸ αἰδοῖον. Φρύγες
<βαμβαλεῖν>
τρέμειν. ψοφεῖν τοῖς χείλεσι
*<βαμβαίνων>
τρέμων τοῖς ποσίν, SPn (vgA) ἢ τοὺς ὀδόντας <συγκρούων> (Κ 375)
<βαμβακεύτριαι>
μαγγανεύτριαι. οἱ δὲ φαρμάκισσαι. οἱ δὲ λα- λοῦσαι· τὸ δὲ <βαμβακείας χάριν>· φαρμακείας χάριν hf.
<βαμβαλύζει>
τρέμει. τοὺς ὀδόντας S συγκρούει. *ῥιγοῖ σφόδρα (Hippon. fr. 56 Kn.) (A) S
<βάμμα>
τὸ χρῶμα. καὶ μύρου τι γένος. καὶ τὸ ἔμβαμμα. Συρακού- σιοι h
<βάμμα Κυζικηνόν>
Κυζικηνοὶ διὰ τὸ Ἴωνες εἶναι ἐκωμῳδοῦντο ἐπὶ μαλακίᾳ (Ar. Pac. 1176) [καὶ τὸ ἔμβαμμα. Συρακούσιοι. καὶ μύρου τι [μέρος, ἢ] γένος]
<βάμμα Σαρδανιακόν>
τὸ φοινικοῦν. διάφορα γὰρ ἦν τὰ ἐν Σάρδεσι βάμματα (Ar. Ach. 112. Pac. 1174).
<βανά>
γυνή, ὑπὸ Βοιωτῶν
*<βαναυσίας>
ἰδιωτείας. ἢ ἀλογίας AS
*<βαναυσία>
πᾶσα τέχνη διὰ πυρός. κυρίως δὲ ἡ περὶ τὰς καμίνους. καὶ πᾶς τεχνίτης χαλκεὺς ἢ χρυσοχόος <βάναυσος>
<βανῆκας>
γυναῖκας. Βοιωτοί
*<βάναυσοι τέχναι>
v <....>
<βανόν>
λεπτόν
<βάνισος>
εἶδος θυμιάματος
*<βαυκόν>
μωρόν AS
†<βαθίοι>
τόποι
<βάννας>
βασιλεὺς παρὰ Ἰταλιώταις. οἱ δὲ μέγιστος ἄρχων
<βαννάται>
αἱ λοξοὶ καὶ μὴ ἰθυτενεῖς ὁδοὶ παρὰ Ταραντίνοις. τὸ δὲ αὐτὸ καὶ <βάννατροι>
<βάννεια>
τὰ ἄρνεια. καὶ <βάννιμα> τὸ αὐτό
[<βάνος>
κλάσμα. μωρός, καὶ τυφλός]
<βανθῶσαι>
σκοτοδινιᾶσαι
<βανούς>
ὄρη στρογγύλα
<βανύσει>
μωραίνει, ἐπιμαίνεται
<βάξις>
*λόγος, φωνή (Sg) κληδών
<βάξον>
κάταξον. Λάκωνες
<βαπαίνει>
παρακαλεῖ
*<βάρ>
μικρόν (i. Reg. 2,18)
*<βαπτάν>
ἀντλουμένην, βαπτομένην (Eur. Hipp. 123) AS
<βάρα>
νόσημά τι καρηβαρικόν. ἢ θρέμματα. Λάκωνες
*<βάραθρον>
ὄρυγμα, vgASn βάθος γῆς, ASn βόθρος
*<βαρακινῇσιν>
ἀκάνθαις. σκόλοψι (Iud. 8,7. 16) vgAS
<βαράχνια>
τὰ βραγχία τῶν ἰχθύων
<βάρβαροι>
οἱ ἀπαίδευτοι
*<βαρβαρισμός>
παράτονος διάλεκτος vgASn
<βάρβιτος>
εἶδος κιθάρας, ἢ ὀργάνου μουσικοῦ. ἢ λύρα. *οὕτως καὶ <βαρβίτῳ>· <τῇ λύρᾳ, τῇ κιθάρᾳ> AS
<βαρβός>
μύστρον ἐν Θεσμοφοριαζούσαις (Ar. fr. 341)
<βάρακες>
τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκας. δηλοῖ δὲ καὶ τὴν τολύπην (Epilyc. fr. 3)
<βάρακος>
ἰχθὺς ποιός
<βάρακον>
τὸν ἄνουν, καὶ βάρβαρον (s)
<βάρβαξ>
ἱέραξ, παρὰ Λίβυσι. [καὶ φύραμα στρογγύλον, ἀφ' οὗ αἱ μάζαι γίνονται. καὶ ἐρίων τολύπαι]
<βάρβαρα>
ἀσύνετα. ἄτακτα
<βαρβαρόφωνοι>
οἱ Ἠλεῖοι καὶ οἱ Κᾶρες, ὡς τραχύφωνοι καὶ ἀσαφῆ τὴν φωνὴν ἔχοντες (Β 867)
<βαρυόπην>
βαρύφωνον (Pind. Pyth. 6,24)
<βάρακος>
βάτραχος
<βαρακίς>
γλαύκινον ἱμάτιον
†<βαρακάκαι>
†ἅγιοι διαφέραι†, παρὰ Κελτοῖς
*<βάρδιστοι>
βραδύτατοι gAn κατὰ ἀντίθεσιν τοῦ ρ, ὡς <κραδία> ἡ καρδία (Ψ 310. 530)
<βαρδῆν>
τὸ βιάζεσθαι γυναῖκας. Ἀμπρακιῶται
<βαρδοί>
ἀοιδοὶ παρὰ Γαλάταις
<βαρεῖα χείρ>
ἡ μιαιφόνος
[<βαρπύργος>
πορμεῖο περὶ ἀμφωδῶν]
*<βαρείης>
ἰσχυρᾶς. S βλαβερᾶς
<βᾶριν ἀπέλαγον>
τὸν δούριον ἵππον
†<Βαρθει ...>
γένος ἰθαγενῶν
*<βάριον>
πρόβατον. gAnp [καὶ τὸ βαρύ. καὶ τὸ βράδιον]
*<βᾶρις>
πλοῖον. ἢ τεῖχος. ἢ στοά. ἢ πύργος S (AvgΣ)
†<βαρισίκται>
οἱ μὴ γεννῶντες
<βάριχοι>
ἄρνες
<Βάρκη>
πόλις Λιβύης (s)
<βαρκίων>
βοτάνη τις ἐν Αἰγύπτῳ
<Βαρκαίοις ὄχοις>
Λιβυκοῖς (Soph. El. 729). οὗτοι γὰρ ἐσπού- δαζον περὶ ἱπποτροφίαν. φασὶν αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος, τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθη- νᾶς, ὡς Μνασέας ἐν τοῖς περὶ Λιβύης (frg. 40 M)
†<βαρμίγκαλλος>
ὑπέρκαλλος
*<Βᾶρος>
ὄνομα κύριον AS
<βάῤῥει>
ἀπόλωλε
<βαῤῥαχεῖν>
[ἠχεῖν] σκιρτᾶν
†<βαρύαρον>
ἰσχυρόν. στερέμνιον
<βαρύ>
τινὲς μέν φασι θυμίαμα εὐῶδες [τὴν βαρεῖαν]. δηλοῖ δὲ καὶ μέγα, καὶ χαλεπόν, καὶ ἰσχυρόν, καὶ ἀναιδές q
<Βαρυγέτας>
βάρος μὲν ἔχοντας, Γέτας δὲ ὄντας [ομα]
*<βαρυβρόμου>
μεγαλοφώνου ASg
<βαρύες>
δένδρα [βαρυκάνσου]
*<βαρυθυμήσαντος>
ὀλιγωρήσαντος AS
<βαρύθων>
βεβαρημένος
*<Βαρούχ>
εὐλογημένος
*<Βαρθολομαῖος>
υἱὸς κρεμάσας ὕδατα (Matth. 10,3)
<βαρύκαν>
σφῦραν
<βάρκα>
αἰδοῖον, παρὰ Ταραντίνοις. καὶ περόνη
*<βαρυκάρδιοι>
ἀσύνετοι, μωροί (Ps. 4,3) AS
<βαρὺν ἀστράγαλον>
δυσκίνητον
<βαρύνει>
ὀδυνᾷ. b) <...>ων· κωλύων
<βάρυνθεν>
ἐβαρύνθη<σαν> Αἰολικῶς
<βαρύκτυπος>
μεγαλόηχος, μεγαλόψοφος (Hes. Theog. 818)
<βαρύς>
κακός. ἀηδής. σκληρός (Eur. Hipp. 980?)
<βαρύστονος>
κακοδαίμων
<βαρυσυμφορώτατος>
βαρέως φέρων τὰς συμφοράς (Hdt 1,45,3) q
<βαρὺ τὸ σκάφιον>
τοῦτο λέγεται ἐπὶ τῶν δυσαρεστουμένων
[<βαρυδάνειν,] βαρίβαν>
τὸν ναυσιβάτην, ἐν ναυσὶν ἐλθόντα (Soph. fr. 474)
<βάς>
ἐπιβάς (Σ 65)
[<βασά>
αἰσχύνη. ὅ ἐστι δρῦς]
<βασαγεῖ>
†ἀλεσχοῖ
*<βασάν>
αἰσχύνη (Ps. 67,23) np
<βασαγικόρος>
ὁ θᾶσσον συνουσιάζων, παρὰ Ἱππώνακτι (fr. 107 Bgk.)
<βασανεύεται>
διελέγχεται. ἢ διακρίνεται. βασανίζεται
<βασανιστής>
ὁ δημόκοινος [τί πολλὰ δὲ ὁ διαιτητής] καὶ παρὰ τῶν ἀνδραπόδων τὴν ἀλήθειαν πυνθανόμενος
<βασανίτης λίθος>
οὕτω λέγεται Λυδικοῦ λίθου γένος. καὶ λίθος βάσανος, ᾧ παρατρίβοντες τὸ χρυσίον ἐδοκίμαζον q
*<βάσανος>
δοκιμασία P
†<βαθανίαν>
νεοσσείαν. Κρῆτες
*<βασιλεύει>
κρατεῖ, ἄρχει (Matth. 2,22) AS
<βασίλειοι δικασταί>
παρὰ Ἡροδότῳ (3,31,3) οἱ βασιλεῖ παράνομον ἐργαζομένῳ ἐναντιούμενοι
<βασίλεια>
γένος ἰσχάδων
<βασίλειον>
εἶδος [τυροῦ καὶ] μύρου (Cratet. fr. 2)
<βασίλειος στοά>
δύο εἰσὶν Ἀθήνησιν βασίλειοι στοαί, ἥ τε τοῦ λεγομένου Βασιλέως [Διός], καὶ ἡ <Διὸς> τοῦ Ἐλευθερίου q
<βασιλειῶντα>
βασιλείᾳ ἐπιβαλλόμενον
<βασιλεύς>
ἄρχων τις Ἀθήνησιν, μυστηρίων προνοῶν
<βασίλη>
βασίλεια. Σοφοκλῆς Ἰφιγενείᾳ (fr. 289)
<βασιλέως ὀφθαλμός>
ἐπέμπετό τις ὑπὸ βασιλέως ἐπίσκοπος, q ὃς ἐφεώρα τὰ πράγματα, <ὃν> τοῦ <βασιλέως ὀφθαλμὸν> ἐκάλουν (Ar. Ach. 192)
<βασιλίδες>
ὑπόδημα γυναικεῖον, καὶ αὐλητικόν, ὡς Ἐρατοσθέ- νης (frg. 28 Str.) ἀπὸ τοῦ βασιλέως κληθέν
*<βασιλῆα>
βασιλέα vASn <Ἀττικῶς> vn
<βασιλίνδα>
παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ στρατιώτας ἀπομι- μούμενοι ἐχρῶντο ... παρὰ Ταραντίνοις δὲ καὶ ἡ Ἀφροδίτη <Βασιλίς>
*<βάσιμα>
ἐπίβατα vgASn
<βάσιμον>
ἑδραῖον, βέβαιον, στάσιμον. *ἢ πορευτικόν (vgASP)
<βάσις>
ὁ ῥυθμός. δηλοῖ καὶ τὴν πορείαν. καὶ βῆμα. καὶ ὁδόν
*<βάσις>
στήριγμα. vgAS ἕδρα. *στάσις. Σ ῥυθμός. πορεία. βῆμα. ὁδός
<βάσκα>
μακέλη [βασκανία]
<βασκαίνει>
λυπεῖ. φθονεῖ. μέμφεται (Dem. 18,189) q vgAS
<βάσκανος>
*φθονερός (Dem. 18,119) AS [ἀχάριστος. συκοφάν- της]. Σοφοκλῆς (fr. 931) δὲ ἰδίως τὸ <βάσκανον> ἐπὶ τοῦ ἀχάριστος. καὶ ὁ συκοφάντης παρὰ τοῖς ῥήτορσιν
<βασκαρίζειν>
σκαρίζειν. Κρῆτες
<βασκάς>
ὄρνεόν τι (Ar. Av. 883?)
<βασκεπικρολεα>
πλησίον †ἐξεθόαζε. Λυδιστί (Hippon. fr. 14 A1 D.)
<βάσκε>
πορεύου S [λέγε] ἀνάστηθι
<βάσκειν>
[λέγειν] κακολογεῖν h καὶ ἀναστῆναι
<βασκευταί>
φασκίδες. ἀγκάλαι
*<βάσκ' ἴθι>
ἐκ παραλλήλου· πορεύου (Β 8) g
<βάσκιοι>
δεσμαὶ φρυγάνων
<βάσκιλλος>
κίσσα
<βάσκον>
ἐχώρουν
[<βάσκου>
πορεύου]
*<βασμός>
βαθμός ASP (g)
<βασσαίας>
τὰς ἐν βήσσῃ γεγονυίας. ἔλεγον δὲ <βήσσας> τοὺς κοίλους καὶ δενδρώδεις τόπους. ἔνιοι τοὺς βασίμους τῶν ὀρῶν
<βασσάραι>
χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι q
*<βάσσαρος>
ἀλώπηξ vgAS [καὶ βασσάτη] παρὰ Κυρηναίοις (Hdt. 4,192,2)
<βασσάρια>
τὰ ἀλωπέκια οἱ Λίβυες λέγουσιν (Hdt. 4,192,2)
<βᾶσσος>
οὐδετέρως· ἡ βῆσσα
<βασταγή>
βάρος
<βαστά>
ὑποδήματα. Ἰταλιῶται
<Βάστας ὁ Χῖος>
Δημοκρίτου ἐπώνυμον, καθὰ καὶ Εὔπολις (fr. 81) ἐν Βάπταις. ἔστι δὲ ἱστοριογράφος
<Βάτα Κάρας>
δύο ταῦτα ὀνόματα. ἐπιγέγραπται δὲ ἐπὶ ἀναθή- ματος ἐν Σάμῳ ἐν τῷ τῆς Ἥρας ἱερῷ οὕτω· <Βάτα Κάρας Σάμιος Ἥρῃ τήνδε θήρην ἀνέθηκε>
<βάστακας>
τοὺς πλουσίους καὶ εὐγενεῖς
<βαστιζα κρόλεα>
θᾶσσον ἔρχου. Λυδιστί
<βαστραχηλίζει>
τραχηλίζει
<βάστραχας>
τοὺς τραχήλους. Βοιωτοί
*<Βάταλος>
καταπύγων καὶ ἀνδρόγυνος S κίναιδος. ἔκλυτος (Dem. 18,180) AS
<βατάνια>
τὰ λοπάδια. ἡ δὲ λέξις Σικελική
<βαταίνει>
καλεῖ
†<βαθάρα>
πυκλιή, Μακεδόνες. πυρλός, Ἀθαμᾶνες
<βατᾶς>
ὁ καταφερής. Ταραντῖνοι
<βατήν>
†αἰχμήν. [ἐπορεύετο, ἐβάδιζεν]
<βατήρ>
βαίνων. βαδιστικός
<βατῆρα>
τὸ ἄκρον τοῦ σκάμματος τῶν πεντάθλων, ἀφ' οὗ ἅλλονται τὸ πρῶτον q
<βατηρίαν>
ῥάβδον. *καὶ <βακτηρίαν> (ASn)
<βάτης>
πίθηκος. ἀναβάτης
<βάτια>
ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ καὶ <ἅβρυνα ἢ μόρα> q
<βατίδες>
εἶδος ἰχθύος πλατύ, [ἢ βατία]· διαφέρει δὲ τοῦ βάτου ἰχθύος, ὡς Ἀριστοτέλης ποιεῖ φανερόν q
<Βατίεια>
πόλις Τρωϊκή (Β 813)
<βατιάκη>
φιάλη. οἱ δὲ εἶδος ποτηρίου
<Βατιῆθεν>
ἐκ δήμου Βατῆς, τῆς Αἰγηΐδος φυλῆς
†<βάτηρος>
ἐξ ἐχίνου σφάκελος
*<βατόν>
βάσιμον, ἐν ᾧ δύναταί τις ἐπιβαίνειν AS
<βάτινος>
δαυλός. Μεσήνιοι
<βάτος> καὶ <βατίς>
ἰχθύες διαφέρουσιν ἀλλήλων. καὶ ἀκάνθης εἶδος
*<βατός>
διαπεράσιμος AS τόπος Σ ἡ δὲ ἄκανθα <βάτος>
*<βαπταῖς>
πορφυρίσιν n [ἢ ὁδοί]
<βατταρισταῖς>
τοῖς βατταρίζουσιν
<βατεῖν>
πορεύειν. πορεῖν
*<βαττολογία>
ἀργολογία. ἀκαιρολογία (vg)
*a) <βάτρα> AS <καὶ b) <βάττος>>
S βάσις <καὶ> βασιλεύς (Hdt. 4,155,2) ASn
<βάτραχος>
ἐσχάρας εἶδος
<βατραχίς>
ἱματίου εἶδος (Ar. Eq. 1406)
<βατραχίς>
ἱματίου χρῶμα, ὃ βάπτεται ὑπὸ <βατραχίου> πόας q
<βατραχίσκοι>
μέρος τι τῆς κιθάρας
<βατταρίζειν>
ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φωνῆς πεποιῆ- σθαι, ὡς τὸ <ποππύζειν>. λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπεν· "Βάττ' ἐπὶ φωνὴν ἦλθες" ἔστι δὲ <ἀσήμως> φθέγγεσθαι, ποππύζειν, τραυ- λίζειν. q
*<βατταρισμοῖς>
φλυαρίαις (vg) AS
[<βάττικες>
γυναῖκες. Βοιωτοί]
<Βάττος>
βασιλεύς, τύραννος· Λίβυες. - τραυλόφωνος, ἰσχνό- φωνος (Hdt 4, 155)
<Βάττου σίλφιον>
παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς εὑρισκομένων. Μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον σίλφιον, ὃ ἐκτετίμηται παρ' αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα, ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι
<Βάττου σκοπιά>
χωρίον Λιβύης, ἀπὸ Βάττου
<βᾶϋ>
εἶδος ἄνθους
<βαυβᾷ>
κοιμίζει
<βαυβᾶν>
καθεύδειν (Eur. fr. 694? trag. ad. 165?)
<βαυβυκᾶνες>
πελεκᾶνες
<Βαυβώ>
τιθήνη Δήμητρος. ps σημαίνει δὲ καὶ κοιλίαν, ὡς παρ' Ἐμπεδοκλεῖ (fr. 153)
<βαΰζειν>
*ὑλακτεῖν (ps) ἀσαφῶς λέγειν (Aesch. Ag. 449?)
*[<βρύκει>
μασᾶται] gA
<βαυκά>
ἡδέα (Arar. fr. 9)
<βαυκαλᾶν>
κατακοιμίζειν. [τιθηνεῖν <τὰ> παιδία μετ' ᾠδῆς p κοιμίζειν
[<βαυκανήσεται>
[βοήσεται.] βοήσει]
<βαυκαλιζόντων>
τιθηνούντων
<βαυκίδες>
εἶδος ὑποδήματος γυναικείου q
<βαυκίζεσθαι>
θρύπτεσθαι gp
<βαυκιζόμενον>
τρυφερὸν καὶ ὡραϊστήν (Alex. 222,9) g
<βαυκίσματα>
τρυφερώματα g
<βαυκισμός>
Ἰωνικὴ ὄρχησις. καὶ εἶδος ᾠδῆς πρὸς ὄρχησιν πεποιημένον
<βαύνη>
κάμινος ἢ χωνευτήριον
<βαῦνοι>
χυτρόποδες καὶ κάμινοι. ἔνιοι δὲ καὶ ἐφ' ὧν ἐπικαθίζουσι
*<βαῦνος>
χυτρόπους A
<βαφά>
ζωμός. Λάκωνες
<βάφιον>
ὀξύβαφον. Ταραντῖνοι
*<βακχεία>
τελετὴ ἐν ὀρχήσει gn χορεία
†<βάχθει>
τέλμα ὕδατος. ἢ βάθος
<βάψας>
δεύσας. πλεύσας, ἢ τὴν κώπην βάψας (Ar. fr. 225?)
*<βδάλλει>
ἀμέλγει
<βδαλοί>
ῥαφίδες θαλάσσιαι. καὶ φλέβες κρισσώδεις
<βδάλληται>
θηλάζηται, ἢ ἀμέλγηται (Hippocr.)
<βδαροί>
δρύες, δένδρα
*<βδέλλα>
εἶδος σκώληκος (Prov. 30,15) ἢ <βδέλλιον> AS
[<βδέλεσθαι>
κοιλιολυτεῖν]
*<βδελυγμίαις>
δυσωδίαις (vgAS)
<βδελυγμίαι>
ναυσίαι S
<βδελυκτός>
μισητός P ἐξουδενημένος (Prov. 17,15. 2. Macc. 1,27) καὶ <βδελυρός>
<βδελύξεται>
<μισήσει> (Hippocr. aff. mul. 1,39) S
*<βδελυρά>
μίσους ἀξία vgAS
*<βδελυροί>
μισητοί, (vgAS) κακοί, ἐξουδενημένοι (Dem. 21,123)
<βδελυρῶν>
ὑφορωμένων, μισητῶν
[<βδελύσσεσθαι>
κενοῦσθαι τὴν κοιλίαν]
*<βδελυσσόμενοι>
μισοῦντες AS
*<βδελύττεται>
μισεῖ gn ὑφορᾶται (Ps. 5,7?)
<βδύλλων>
τρέμων. ἢ βδέων
*<βδύλλειν>
δεδιέναι, τρέμειν AS ἢ βδεῖν S
*<βδέννυσθαι>
κενοῦσθαι κοιλίαν gASph
*<βεβάασι>
βεβήκασιν. AS ἐνεστήκασι. παρεληλύθασι (Β 134)
<βεβαδικώς>
παρών
*<βεβαίαν>
ἀσάλευτον, μένουσαν (Hebr. 6,19; 2. Petr. 1,19) vgAS
*<βέβαιον>
ἀσάλευτον, ἀσφαλές, ἀμετάβλητον (vg)
<βεβαιῶ>
κυρῶ
<βεβαιώσεως δίκην>
τὸ ἐπὶ τῶν ὠνησαμένων τὸ μετὰ ταῦτα ἀμφισβητούμενον q
*<βέβακεν>
οἴχεται. [ἀπέθανεν (Eur. Or. 971) AS
<βέβακται>
εἴρηται (θ 408) S
<βεβάμεν>
βεβηκέναι (Ρ 359)
†<βέβασις>
τὸ εὐζόμενον
*<βεβαώς>
βεβηκώς vgAS ἱστάμενος (Ξ 477)
<βεβῶσα>
βεβηκυῖα. ἢ περιβεβηκυῖα (υ 17)
<βέβηκεν>
οἴχεται. τέθνηκε, πεπόρευται (Eur. Alc. 393. Or. 971 ..)
<βέβηκα>
ἵσταμαι
*<βεβήκει>
ἐπορεύετο (Α 221) AS ἥδραστο, πεπαγίωτο (Ρ 137) vgAS
*<βεβηκός>
ἀσφαλές gAS
<βεβηκότας>
βεβαίως ἐνεστηκότας
<βέβηλον>
τὸ μὴ ἱερὸν καὶ ἄθεον. καὶ ἀβέβηλον· <τὸ θεῖον> q
*<βέβηλος>
ἀνίερος. g ἀμύητος (hebr. 12,16?) g Pp
*<βεβηλοῦνται>
μιαίνονται. ASn ἁμαρτάνουσιν (Ps. 9,26) AS
<βεβίηκε>
βεβίασται (Κ 145) S
*<βεβίωκα>
ἔζησα (Dem. 18,10) vgAS
<βεβιωμένα>
ἃ ἐπράξαμεν (Dem. 18,265) (p)
<βεβλημένος>
τετρωμένος (Λ 591 etc.)
*<βεβλήκει>
ἔβαλε (Δ 108) n
<βέβλεσθαι>
μέλειν. φροντίζειν
<βέβλην>
μέλειν
<βεβλιχασμένον>
μεμολυσμένον
<Βεθηλ>
οἶκος θεοῦ p
<βέβλωκεν>
ἠρεμεῖ. φύεται, <φαίνεται> q
<βεβολημένος>
βεβλημένος. ASn [βεβουλευμένος.] ἠπορημένος. τεταραγμένος (Ι 9) ἢ [τετρωμένος (κ 247) S
<βεβολήατο>
τέτρωντο (Ι 3)
<βεβοημένα>
διαβόητα (Hdt. 3,39?)
*<βεβουκόλημαι>
πέπαιγμαι πεπλάνημαι vgAS
<βεβράδα>
ἀθερίνην
<βεβράξαντα>
συντόνως κεκραγότα. Λέγουσι γὰρ τὸ ἔνδον τῶν σιαγόνων μέρος <βέβρηκας>
<βεβρασμένων>
[εἱμαρμένων.] τετιναγμένων
<βέβρηκες>
τὸ ἔνδον τῶν σιαγόνων μέρος
<βεβρενθυμένον>
παρὰ Ἱππώνακτι (fr. 109 B.) ὀργιζόμενον
<βεβρίθασι>
βεβαρημέναι εἰσίν, οἱ δὲ πεπληρωμέναι. <Βρῖθος> γὰρ τὸ βάρος καὶ ἡ ἰσχύς (o 334)
*<βέβριθε>
βεβάρηται (Π 384) gSn
*<βεβριθυῖαι>
βαρεῖαι, ἰσχυραί (v. l. Δ 282) (g)AS
*<βεβριθώς>
βαρούμενος (vg) ASn
<βεβρεγμένος>
ὑπομεθύων (Eubul. fr. 126)
<βέβροξ>
ἀγαθός, χρηστός, καλός
<βεβρός>
ψυχρός, τετυφωμένος (Hippon. fr. 71 Kn.)
<βεβροτωμένα>
ᾑματωμένα, μεμολυσμένα (λ 41)
*<βέβρυχεν>
ἤχησε (ε 412) gASn
<βεβρυχότες>
†θυμοφονοῦντες
<βεβρώθοις>
καταφάγοις (Δ 35) ASn
<βεβυκῶσθαι>
πεπρῆσθαι, <παρὰ> Θετταλοῖς
<βεβυλλῶσθαι>
βεβύσθαι
*<βεβυσμένη>
πεπληρωμένη AS πεφραγμένη (vg)
<βεβυσμένον>
πλῆρες (δ 134)
*<βεβῶτα>
βεβηκότα gAS
†<Βεβέηκος>
ὁ Ἠριδανὸς ὑπὸ τῶν Ἐνετῶν
<βειέλοπες>
ἱμάντες, p οἷς ἀναδοῦσι Λακεδαιμόνιοι τοὺς νικη- φόρους
[<βυίκας>
μακράν]
<βεικάδες>
δέρματα θρεμμάτων νόσῳ θανόντων. Λάκωνες
<βείκατι>
εἴκοσι. Λάκωνες
*<Βεζέκ>
ἀστραπή (g) τις. Ἰεζεκιήλ (Ezech. 1,14)
<βιβάσθων>
κατ' ὀλίγον προβάς (Π 534)
<βειλαρμοστάς>
ἰλάρχας. Ταραντῖνοι
<βείῃ>
ζήσεις S, βιώσεις, [βιώσῃ S, πορεύσῃ (Π 852 Ω 131)
<βείομαι>
πορεύσομαι. ζήσομαι (Ο 194 Χ 431)
<βείομεν>
πορευθῶμεν. ζήσωμεν
<βείρακες>
ἱέρακες
<βειρακή>
ἡ ἁρπακτική
<βείριξ>
ἔλαφος
<βειρόν>
δασύ
<βεικηλᾶ>
νωχελῆ. ἀχρεῖα. Λάκωνες
<βινεῖν>
παρὰ Σόλωνι τὸ βίᾳ μίγνυσθαι. τὸ δὲ κατὰ νόμον ὀπύειν
<βινητιᾶν>
τὸ πασχητιᾶν. καὶ τὸ ὄρεξιν ἐπὶ συνουσίαν ἔχειν
<βείω>
πορευθῶ (Ζ 113)
[<βείωνται>
καταπονῶνται]
<βεικούς>
τοὺς πίθους (Hdt. 1,194,2)
<βεκάς>
μακράν
<βεκός>
ἄρτος. [ἢ ἄβητος]. Φρύγες (Hdt. 2,2,3)
†<βεκῶς>
μακρόθεν
<βεκκεσέληνος>
σεληνόπληκτος (Ar. Nu b. 398)
<βεκός>
ἀνόητος
<βέλα>
ἥλιος, gASn καὶ αὐγή, S ὑπὸ Λακώνων
<βελάς>
εἴρων, καὶ καταγελαστής
*<Βελβίνα>
κώμη Λακωνική (Hdt. 8,125) np
<Βελέβατος>
ὁ τοῦ πυρὸς ἀστήρ. Βαβυλώνιοι
<βελεβέκη>
βελόνη.
[<Βελγαῖος>
ἀπὸ πόλεως Βέλγης]
*<βέλεμνα>
βέλη, vgAS τόξα (Ο 484)
<βελέων>
βελῶν (Δ 465)
<βέλεα>
βέλη (Θ 67)
<βέλεκκος>
ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον (Ar. fr. 755)
<βελάσεται>
ἡλιωθήσεται
[<βέλλαι>
ῥαφίδες θαλάσσιαι]
<βέλλειν>
μέλλειν
<Βέλλερος>
ὑπὸ Βελλεροφόντου κτανθείς. ἢ ὁ Βελλεροφόντης
<βέλλιον>
ἀτυχές. Κρῆτες
*<βέλιαι>
<διάβολοι> S εὐκίνητοι AS
<Βελίαρ>
δράκων (2 Cor. 6,15)
<βέλλιρ>
τρυφαλίς. Λάκωνες
*<βεελφεγώρ>
εἴδωλον <τοῦ Βήλ> (Ps. 105,28) n
<βελλούνης>
τριόρχης. Λάκωνες
<βελονοποικίλτης>
ὁ τῇ ῥαφίδι ὕφη ποιῶν καὶ ζωγραφῶν
<βέλος>
μάχαιρα. [τραῦμα. (Θ 513) gn ἀκίς. καὶ πᾶν τὸ βαλλόμενον. (Μ 458) καὶ τὴν ἀλγηδόνα (n) <βέλος> λέγει (Λ 269 Ξ 439)
<Βέλτη>
χωρίον Φρυγιακόν
*<βέλτερον>, βέλτιον, κρεῖσσον, AS ἄμεινον, κάλλιον
<βελτιωτέρας>
τὰς βελτίους. Τελέσιλλα (fr. 6)
†<βελτός>
ὁ βλητός
<βέμβιξ>
ῥόμβος. στρέβλα. δίνη. ἢ συστροφὴ ἀνέμου
<βέμβικος δίκην>
ῥόμβου τρόπον. ἐπὶ τοῦ φεύγοντα μὴ <ἐπ'> εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ' εἱλεῖσθαι
[<βεμεῖ>
δονεῖ]
<βεμβικίζει>
ῥομβεῖ. στρέφει. διώκει
[<βεμβεύει>
δινεύει]
<βεμβίδιον>
ἰχθύδιον λεπτόν
<βέμβλωκεν>
ἐντυγχάνει. ἕστηκε. πάρεστι
[<βεμόλετο>
ἐφρόντισε]
<βεβροντῆσθαι>
παραπεφρονηκέναι
[<βεμβρός>
τετυφωμένος. πάρετος]
<βέμβιξ>
κῶνος. [συστροφὴ ἀνέμου. ῥόμβος. στρέβλα] *τροχός vgAS
<βεμβρεῖ, βεμβρεύει>
δινεύει
<Βενδῖς>
ἡ Ἄρτεμις, Θρᾳκιστί· παρὰ δὲ Ἀθηναίοις ἑορτὴ Βεν- δίδεια
*<βένθεσι>
βάθεσι (Α 358) vgAS
<βένθος>
βάθος. πυθμήν
<βερβίνια>
ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους ἐκρέμων (Hermipp.). οἱ δὲ γένος τι Ἀρκαδικὸν τοὺς Βερβενίους
<Βεργαῖος>
ὁ ἀπὸ πόλεως βέργης (Alex.)
<Βέργιος>
ποταμὸς ἐν Λιβύῃ
*<βέρεθρον>
βάθος. (Θ 14) ASP βάραθρον. κατώτατον. ἔσχατον (Greg. Naz. c. 1,2,9,9. 2,1,1,502 ..) ἢ πηλώδης τόπος. [ἢ κοίλωμα καταχθόνιον (gn)
<Βερεκύνδαι>
δαίμονές τινες [καὶ ῥόμβοι]
<Βερεκύνται>
Φρυγῶν τι γένος. καὶ πρότερον <Βερεκυντία> ἡ Φρυγία. καὶ <αὐλὸς Βερεκύντιος>
<Βερέκυντα βρόμον>
Φρύγιον αὐλόν. Σοφοκλῆς Ποιμέσιν (fr. 470)
<Βερεκυντίας>
ἄνεμος οὕτως καλούμενος
<Βερενίκης> [*Βερονίκη
πόλις ASn] <πλόκαμος>· τοῦτον κατη- στερίσθαι φησὶ Κόνων. καὶ βόλος δέ τις ἀστραγάλων οὕτω καλεῖται
<Βερενικίδαι>
δῆμος Πτολεμαΐδος φυλῆς
<Βερενικίδες>
<εἶδος> ὑποδήματος γυναικείου
<Βερενίκιον>
εἶδος βοτάνης
<βέρκιος>
ἔλαφος, ὑπὸ Λακώνων
[<βρέκται>
φυσσῆται]
<βερκνίς>
ἀκρίς
<βερνώμεθα>
κληρωσώμεθα. Λάκωνες
<βέῤῥης>
δραπέτης
<βεῤῥόν>
δασύ
<βεῤῥεύει>
δραπετεύει
†<βεῤῥέαι>
κληρῶσαι
†<βερωνετῶν>
ἀλλὰ ἀνετῶν
<βέσκεροι>
ἄρτοι, ὑπὸ Λακώνων
<βεστόν>
ἔσθος καὶ .. ὁ τῶν †ἐθῶν ἔμπειρος. Λάκωνες δὲ βεστη- κότα ἕσσαντα
[<βέτεθρον>
βάθος]
<βέτης>
τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ
<βεῦδος>
στέμμα τι, καὶ ἱμάτιον γυναικεῖον (Sapph. fr. 155) καὶ πόλις. καὶ ἄγαλμα
<βῆ>
ἔβη, ἐπορεύθη (Β 665?)
[<βεβῆσαι>
τὸ βιῶσαι, βιῶναι]
<βηβήν>
πρόβατον
<βήζει>
φωνεῖ
<βῆ δ' ἄρ'>
ἐπορεύθη (Β 16)
*<βῆ δέ>
ἐπορεύθη δέ (Α 34) ASg
<βῆκα>
ἀναδενδράς
<βῆθι>
βάδιζε. μέτρει
<>βῆμα>
πρόβατα (Ε 140)
<βήκη>
χίμαιρα
<βηκώνιον>
εἶδος βοτάνης
<βὴ λέγει>
βληχᾶται. ἢ θύει (Aristoph. fr. 642)
<βήλημα>
κώλυμα. φράγμα ἐν ποταμῷ. Λάκωνες
<Βῆλθις>
ἡ Ἥρα. ἢ Ἀφροδίτη
<βηλήσσει>
βληχᾶται
<βῆλος>
οὐρανός Sn <βαρυτόνως> καὶ Ζεὺς An <καὶ> Ποσειδῶνος υἱός nq
<βηλός>
οὐδὸς οἴκου. ἀπὸ τοῦ βαίνεσθαι. *ὁδός v σταθμός q
*<βηλοῦ>
σταθμοῦ (Α 591) vgAS
†<βλοσέμεν>
σκοτωθῆναι
*<βηλῷ>
βαθμῷ. [βατῆρι. οὐδῷ (Ψ 202) AS
<βῆμα>
πλείονα μὲν σημαίνει κοινότερον· <ἐστὶ> δὲ οὕτως καὶ τὸ λογεῖον, ὥσπερ <καὶ τὸ> ἐν ἐκκλησίᾳ καὶ δικαστηρίῳ. σημαίνει δὲ καὶ τὸ [κύκλημα γράφεται δὲ καὶ] ἐκκύκλημα. ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ <βῆμα> q
[<βῆνος>
κιβωτός]
<βηματίζει>
τὸ τοῖς ποσὶ μετρεῖν. ἔστι δέ πως ἡ λέξις Μακεδονική
†<βηνῶσα>
ἡ φωνὴ τῶν προβάτων
<βήξ>
βηχίον
<βήρ>
τὸ φρέαρ. Σύροι
<βήρβη>
κωδία μήκωνος
<βήραξ>
μάζα μεγάλη
<βηράνθεμον>
νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
<βήρηκες>
μάζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας. ἄλλοι μάζας ἄνωθεν κέρατα ἐχούσας q ........
<βηρίδες>
ὑποδήματα, ἃ ἡμεῖς <ἐμβάδας> λέγομεν
<βῆ ῥ' ἴμεναι>
ὥρμησεν ἰέναι (π 341. ρ 604)
<βηρίχαλκον>
τὸ μάρανθον. Λάκωνες
<βηρυσσεύειν>
σπείρειν
<βηρύς>
ἰχθύς
<βήρυλλος>
*λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
<βῆσσαι>
κλίμακες, κοιλίαι. καὶ ὑδρηλοὶ τόποι. κρημνοί. καὶ τὰ βάσιμα ὄρη. καὶ πόλις (Β 532) καὶ βάσιμοι τόποι τῶν ὀρέων
<βήσσας>
ὁμοίως
<βήσατο>
ἐπέβη (Γ 262)
*<βήσσῃς>
τόποις βασίμοις τῶν ὀρέων (Γ 34) AS
*<βήσεται>
ἀποβήσεται (Β 339) vAS
*<βησίον>
ποτήριον AS
<βήχιον>
βοτάνης εἶδος (Hippocr. art. 63)
*<βήσομεν>
ἐπιβιβάσομεν, ἐμβιβάσομεν (Α 144) AS
<βητάρμονες>
ὀρχησταί, [οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι.] ἀπὸ τοῦ ἡρμοσμένως βαίνειν (θ 250) q(n)
<βηχίον>
νόσος ἐν λάρυγγι
*<βία>
δύναμις AS ἰσχύς. [ἀνάγκη P
<βιάζεται>
βιαίως κρατεῖται (Λ 588)
*<βίαιος>
παράνομος AS
<βία πυρός>
δύναμις n πυρός, ἢ ἀνάγκη
<βιάτωρ>
κυάθιον μικρόν, ἤγουν κοχλιάριον
<βιᾶται>
γυναῖκας βιάζεται
*<βιβάζει>
ὀχεύει. gAS ἐπὶ τῶν θρεμμάτων. ὑβρίζει
<βιβάς>
βαίνων. ἕρπων. *διαβαίνων (Η 213) AS
*<βίβασις>
κοίτη. στιβάς AS
*<βιβάσθων>
διαβαίνων (Ν 809) S
*<βιβλία>
βυβλία. AS ἐπιστολαί
*<βιβῶντα>
διαβαίνοντα (Γ 22) AS
<βίδην>
εἶδος. κροῦμα. Σοφοκλῆς Ἀκρισίῳ (fr. 57) [<Βηρσαβεέ>· μήτηρ Σολομῶντος. καὶ τόπος περὶ τὴν ὀρεινὴν τῆς Παλαι- στίνης]· "<ὡς ἐπιψάλλειν βίδην τε καὶ ξυναυλίαν> ..." ἄλλοι <βίθυν>
[<βιζῆαι>
κοῖται. στιβάδες S]
<βίην Ἡρακληείην>
περιφραστικῶς τὸν Ἡρακλέα (Ε 638 etc.) S
*<βίῃ>
δυνάμει. AS [ἢ δύναμις] (Α 430)
*<βίηφι>
δυνάμει. βίᾳ (α 403) AS. [ὡς Πολέμων (p. 94 P.) ἐν Ἐρατοσθένους Ἐπιδημίᾳ]
<Βῖκας>
σφίγγας
*<βῖκος>
στάμνος ὦτα ἔχων (Ier. 19,1) vgAS
*<βιμβικίζεται>
περικρούεται vgAS
<Βίβλινος>
εἶδος οἴνου (Hes. op. 589) καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ. καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος (fr. 174) δὲ ἀπ' ὀρῶν Βιβλί- νων. ἔστι δὲ Θρᾴκης q
<βιοῖο>
τοῦ τόξου (Α 49)
*<βιόν>
τόξον (Κ 260) n
<βιός>
τόξον ἀπὸ τῆς κατὰ τὴν ἔντασιν βίας (Δ 125)
*<βίος>
ζωή P, περιουσία
*<βιότοιο>
τῆς ζωῆς (Δ 170) S
<βιοτεύειν>
τὸ ζῆν. Θουκυδίδης (1,130,1)
*<βιοτῆς>
ζωῆς vg
<βιοτεύων>
συνζῶν. συναναστρέφων
<βιοῦν> καὶ <βιοτεύειν
βιοῦν> μὲν τὸ διάγειν, τὸ ζῆν, <βιο- τεύειν> δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον
*<βίοτος>
τὸ ζῆν, ἢ [ζωή. S καὶ τὰ πρὸς τὸ ζῆν· Σ βίοτον κατα- κείρειν (Δ 686)
[<βιοῤῥός>
δουλεία]
<βίον μεμαγμένον>
ἐπὶ τοῦ εὐδαίμονος βίου
<βιότου>
βίου (ξ 527)
<βιόσσαο>
τὸ ζῆν ἔδωκας, βιῶσαι ἐποίησας (θ 468)
<βιόωνται>
καταπονοῦσι. βιάζονται (λ 503)
<βιπτάζειν>
ἐπιβάπτειν (Epich. fr. 175)
<βίῤῥη>
πυράγρα. οἱ δὲ δρέπανον
<βίῤῥοξ>
δασύ. Μακεδόνες
<βιῤῥωθῆναι>
ταπεινωθῆναι
<βίσβης>
δρέπανον ἀμπελοτόμον λέγουσι Μεσάπιοι. καὶ ἑορτὴν <Βισβαῖα>, ἣν ἡμεῖς <κλαδευτήρια> λέγομεν
<Βίσσαιον>
<τόπου> ὄνομα ἐν Ἰλίῳ· Πολέμων
<βίσκαρις>
εἶδος βοτάνης
<βίσταξ>
ὁ β# <μετὰ> βασιλέα παρὰ Πέρσαις
<βιστήνη>
ἡ καρδία
<Βιστονίς>
Θρᾳκίς
[<Βίστρας>
Θρᾴκιον ὄνομα]
<βιστιάριον>
τόπος, ἐν ᾧ τὰ χρήματα τίθενται καὶ τὰ ἱμάτια †τοῦ κοινοῦ
<Βισύρας>
ἥρως Θρᾷξ. Θεόπομπος (115, 302 J.) δὲ Χερσοννη- σίτην λέγει [Βισσύρας]
<βίσχυν>
ἰσχύν. σφόδρα †ὀλίγον. Λάκωνες
<βιωμένων>
βιαζομένων
<βείω>
βῶ, πορευθῶ (Ζ 113)
*<βιώνης>
ὁ τὰ δημόσια ἀγοράζων gAS
<βιῳ>
τῷ τόξῳ. ἢ τῇ ζωῇ
*<βιῶναι>
ζῆσαι (Κ 174) gSn
*<βιώτω>
ζήτω (Θ 429) gAn
<βίὡρ>
ἴσως. σχεδόν. Λάκωνες
<βλαί>
βληχή. Λάκωνες
<βλάβεν>
ἐσφάλησαν. ἐστέροντο. ἐβλάβησαν (Ψ 545)
<βλάβεται>
βλάπτεται (Τ 82) S
*<βλάβη>
λύμη. φθορά (Eur. Hipp. 511) ASn
<βλάβος>
βλάβη (Dem. 20,9? Hdt. 1,9,13)
<βλαβυρίαν>
εἰκαιολογίαν
<βλαβύσσειν>
βλάπτεσθαι
<βλαγίς>
κηλίς. Λάκωνες
*[<βλαδά>
ἄωρα. μωρά. AS ὠμά]
<βλάδαν>
νωθρῶς
*<βλαδαρά>
ἄωρα. μωρά. ὠμά AS
<βλαδαρόν>
ἐκλελυμένον. χαῦνον
<βλαδόν>
ἀδύνατον
<βλαδεῖς>
ἀδύνατοι, ἐξ ἀδυνάτων
<βλάζειν>
μωραίνειν
<βλαβύρει>
πτερύσσεται
<βλάθρον>
φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον>
*[<βλαιμάζειν>
ψηλαφᾶν. δοκιμάζειν, πειράζειν] AS
<βλᾶκα> καὶ <βλακεύειν>
τὸν ἀργὸν καὶ ἀργεῖν Ἀθηναῖοι. ἔνιοι προβατώδη
*<βλᾶκα>
μωρόν A
<βλακείας>
ἰχθὺς ποιός
<βλακεύει>
διατρίβει. ληρεῖ, μωραίνει. νωθρῶς τι ποιεῖ. *ῥᾳθυ- μεῖ. μαλακίζεται AS
*<βλακεία>
μαλακία ASPn
<βλακεύειν>
μωραίνειν. εἴρηται δὲ ἀπὸ ἰχθύος τοῦ καλουμένου <βλακός>
<βλακικώτερα>
εὐηθικώτερα
*<βλάξ>
μωρός. ἀπό τινος ἰχθύος δυσώδους. S ἢ ὁ διὰ νωθείαν ἡμαρτηκὼς ἐν τοῖς προδήλοις AS
*<βλάσκει>
[λέγει.] καπνίζει AS
<βλασκείας>
ἰχθὺς ποιός
<βλαστά>
βλαστήματα. S πλαταγώνια. Σικελοί
[<βλαστάζειν>
βλιμάζειν.] [οἱ αὐτοί]
<βλάξ>
ἀργός. τρυφερώδης. μαλθακός
<βλάστην>
φυήν. βλάστημα. βλαστός
<βλαταγίζουσα>
ἐπικροτοῦσα
[<βλάνος>
τυφλώδης]
*<βλάτταν>
χόρτος. AS ἢ λάχανον S
<βλαττοῖ>
παιδαριεύεται
*<βλαύτια>
σανδάλια vgAS
[<βλαχάν>
ὁ βάτραχος]
<βλᾶχρον>
πόα τις
<βλάσταν>
βλάστησιν, Κύπριοι
<βλαῦδες>
ἐμβάδες, κρηπῖδες, σανδάλια, ὑποδήματος ... [οἱ δὲ <βλακεύς>]
<Βλαύτη>
τόπος Ἀθήνησι
<βλαυτοῦν>
ὑποδέειν. ἢ πλήσσειν σανδαλίῳ, οἱ δὲ ὑποδήματι (Men.)
†<βλεερεῖ>
οἰκτείρει. Βοιωτοί
<βλείης>
(Epich. fr. 219) βληθείης. καὶ <βλεῖο> (Ν 288) ὅτι†
<βλέθραν>
λεῖον ἰχθύν
<βλεκέμυξος>
βλακώδης. μυξώδης. εὐαπάτητος
*<βλεμεαίνειν>
γαυριᾶν, (AS) ἐπαίρεσθαι. πεποιθέναι. εὐθυμεῖν. χαίρειν. πιστεύειν. ἀφρίζειν. ὀργίζεσθαι (Greg. Naz. c. 1,2,9, 113 [37,676])
<βλένα>
μύξα. οἱ δὲ διὰ τοῦ π <πλένα> καὶ <πλέννα> τὰ ἀσθενῆ καὶ δυσκίνητα
<βλεννόν>
νωθῆ. μωρόν (Sophr. fr. 51)
*†<βλεόερον>
βάθος. δεσμωτήριον AS
*<βλεσός>
παραλυτικός vgAS
<βλεπάζοντες>
βλέποντες
<βλεπεδαίμων>
ὁ ὑπὸ νόσου κατεσκληκὼς καὶ κακόχρους ὑπὸ δαιμόνων (Com. ad. fr. 85; 3,415 K)
<βλεπετύζει>
σκαρδαμύττει. βλέπει
<βλέπησις>
βλέψις (Ar. fr. 757)
<βλιτόνουν>
βλιτώδη
<βλέτυγες>
φλυαρίαι. οἱ δὲ <βλέκυγες>
<βλέτυες>
αἱ βδέλλαι
<βλεφαρίδες>
αἱ ἐν τοῖς ὀφθαλμοῖς τρίχες
†<βλεῖ>
βλίσσει. ἀμέλγει. βλίζει
<βλήδην>
μετὰ τοῦ βάλλειν
<βλῆμα>
ἄρτος ἐντεθρυμμένος
†<βληθρήν>
τραχεῖαν. οἱ δὲ ἁπαλήν
<βλιμάζειν>
ὑποθλίβειν τοὺς μαστούς
<βλήμενος>
τετρωμένος (Δ 211)
†<βλῆναι>
ἀληθεῖς
<βλῆρ>
δέλεαρ. τὸ δὲ αὐτὸ καὶ αἶθμα. παρὰ Ἀλκαίῳ ἡ λέξις
<βλῆραι>
αἱ κνίδαι. ἄλλοι χόρτον. οἱ δὲ τῶν ὀσπρίων τὴν καλάμην
<βλήσσανον>
φυτὸν σχίνῳ ὅμοιον
<βλίσσα>
βότρυν ἡμιπέπειρον
*<βλῆσθαι>
βληθῆναι. [τρωθῆναι (Δ 115) A
<βληστάς>
ὁ χερσαῖος σκορπίος
<βληστρισμός>
ῥιπτασμός. καὶ ἄλυσις (Hippocr. Epid. 1,26 β)
<βλητιεῖ>
καταβαλεῖ. νικήσει
<βλητεύει>
καταβάλλει
*<βλῆτο>
ἐβέβλητο (Δ 518) n
<βλητός>
ὁ ἀπόπληκτος
<βλήτροισι>
τῆς ἁμάξης τροχοί. σφῆνες. ἐμβλήματα. οἱ δὲ γόμφους καὶ συμβολὰς ἀξόνων (Ο 678)
<βλητρώσας>
ἐμβαλών
*<βληχή>
φωνὴ προβάτων (μ 266) vgPp
<βληχᾶται>
φωνεῖ
<βλήχημα>
μωρός. προβατώδης
*<βληχήματα>
βοαὶ προβατώδεις AS
<βληχήσασθαι>
ὡς πρόβατα βοῆσαι
*<βληχράν>
ἀσθενῆ (Ε 337?) AS
<βλῆχρος>
πτέρις
*<βληχρόν>
ἀσθενές. AS νωθρόν. ἁπαλόν. λελυμένον
<βλήχων
γλήχων>· καὶ <γὰρ> οὕτως λέγεται. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον (Ar. Lys. 89)
<βλιαρόν>
ἀβλεμές
<βλιβρόν>
λαγρόν
<βλίδες>
ψεκάδες
<βλίκανον>
βάτραχον. καὶ <βλίχαν>
<βλικάς>
σύκου φύλλον
[<βλιηχῶδες] βλιχῶδες>
παρὰ Ἱπποκράτει (cap. vuln. 19) τὸ λελεπισμένον, καὶ καθαρόν
<βλιμάζειν>
τὸ τιτθολαβεῖν. οἱονεὶ θλίβειν, [ἢ †βαστάζειν,] καὶ τὸ τοὺς ὄρνιθας ἐκ τῶν στηθῶν πειράζειν. Ἀριστοφάνης Ὄρνισιν (530)
<βλίμασις>
ἡ τῶν τιτθῶν θλῖψις
<βλιμάξαι>
†βαστάσαι. ἀτιμάσαι
<βλίμη>
προπηλακισμός. ὕβρις
<βλινόν>
δαλόν
<βλίξ>
συνεχῶς
<βλίσαι>
καπνίσαι μελίσσας, S καὶ ἐξελάσαι τῶν σμηνῶν, ὑπὲρ τοῦ <τὸ> μέλι τρυγῆσαι
<Βλίσσιοι>
οἱ Βοιωτοὶ πρότερον οὕτως ἐκαλοῦντο
<βλιτάς> (Men. fr. 955) ... καὶ <βλίτωνας>
τοὺς εὐήθεις
<βλιτάχεα>
παρὰ Ἐπιχάρμῳ (fr. 193). οἱ μὲν τὰ κογχύλια· οἱ δὲ τὰ ὑφ' ἡμῶν σελάχια
<βλίταχος>
βάτραχος
*<βλίττειν>
τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων (Plat. rep. 8,564e) vgAS
<βλίτον>
λαχάνου εἶδος
<βλίτυρι <καὶ σκινδαψός>>
Ἰόβας τὸν <σκινδαψὸν> ὄργανον [ὂν] μουσικὸν ἀποδίδωσι, τὸ δὲ <βλίτυρι> χορδῆς μίμημα
*<βλοσυρόν>
φοβερόν. g καταπληκτικόν (Η 212 Ο 608) (v)gS(P)
*<βλοσυρῶπις>
καταπληκτικοὺς <τοὺς> ὀφθαλμοὺς ἔχουσα (Λ 36) gASn
*<βλύδιον>
ὑγρόν. ζέον. gAS [ἢ ὑποδήματα] S
*<βλύζει>
βρύει, πηγάζει, P ἀναβρύει ὕδατα
*<βλωθρή>
εὐαυξής. (Ν 390) AS ... ἢ <παρὰ τὸ> προβαίνειν καὶ ἄνω θρώσκειν
*<βλωμοί>
στραβοί vgAS
*<βλωμός>
[ἰσχνή,] AS ψωμός (Call. fr. 508) gAS
*<βλωρός>
σύκου φύλλον AS
*<βλῶσις>
παρουσία gAS
*<βλώσκει>
ἀνατέλλει. ἕρπει AS
*<βοᾷ>
κραυγάζει (Ξ 394?) AS
*<βοάγρια>
ἀσπίδας (Μ 22) S
*†<βοαδεῖ>
ὀκνεῖ S
<βόας αὔας>
ξηρὰς βύρσας (Μ 137)
*<βοείας>
βύρσας (Λ 842) S
*<βόεσσι>
βουσί (Β 481) S
<βοέοισιν ἱμᾶσι>
βοείοις (Ψ 324)
<βοῆ>
βύρσα. ἀσπίς S
*<βοηδρομεῖν>
μετὰ σπουδῆς παραγίνεσθαι (Eur. Or. 1510) vgS
*<βοὴν ἀγαθός>
ὁ κατὰ τὴν μάχην ἀνδρεῖος (Β 408) S
<βοηθήσων>
βοηθῶν S
*<βοηθόον>
κατὰ τὴν μάχην ταχύν (Ρ 481) S
<βόθρος>
ὄρυγμα γῆς (Sirac. 21,10)
*<βολάων>
βολῶν. ἢ πληγῶν (ρ 283) gS
*<βόλβιτα>
ἀφόδευμα βοός vg
*<βόλβυθον>
τὸ αὐτό S
<βολίδες>
ἀκόντια. λογχάρια (Sap. 5,21) S
<βολίς>
βέλος. λόγχη· ἀκόντιον (Ierem. 9,7) vgS
<βολῇσι>
τρώσεσι, πληγαῖς (ω 160)
*<βολίτοις>
βολβίτοις (Ar. Eq. 658) S
<βόλοι>
βολισμοί S
<βόλος>
θήρα S παλμός. βόλου ὄνομα. καὶ δίκτυον
<βόμβαξ>
τοῦτο παρεμβολοειδές ἐστι. σημαίνει δὲ διασυρμόν (Ar. Thesm. 45?)
<βομβαύλιος>
ὁ αὐλητής. ἀπὸ τοῦ <βομβεῖν> (Ar. Ach. 866)
<βομβῆσαι>
ὡς περιστερὰ φωνῆσαι
*<βόμβησεν>
ἐψόφησεν (θ 190 etc.) gS
<Βομβυλεία>
ἡ Ἀθηνᾶ ἐν Βοιωτίᾳ
*<βόμβος>
ἦχος, vg(P) ψόφος (P) (Pl. Prot. 316a?)
<βόμβους>
ἤχους, S ψόφους
<βομβοία>
ἡ κολυμβὰς ἐλαία, παρὰ Κυπρίοις
<βομβοιλαδόνας>
†ἐνιαυτούς
<βομβρύζων>
τονθρύζων. βοῶν
<βομβρυνάζειν>
βρενθύεσθαι
<Βομβυλία>
κρήνη ἐν Βοιωτίᾳ
<βομβύλην>
λήκυθον
[<βόμβυκες>
γένος αὐλῶν. ἢ εἶδος ζώου πτερωτοῦ, κατὰ σφῆκα]
<βομβυλίδας>
πομφόλυγας
<βομβυλιός>
ποτηρίου γένος, κατὰ μικρὸν ποτὸν στάζοντος· ὅθεν διὰ τὸν ἦχον οὕτω κεκλῆσθαι (Antisth. p. 20,1 Winck.) ἢ ζῶον, ἦχόν τινα ποιοῦν τοῦ γένους τῶν σφηκῶν (Isocr. 10,12). *ἢ μέλισσα μεγάλη. Sn ἢ μυῖα S
<βόμβυξ>
στάμνος. Λάκωνες. *καὶ αὐλοῦ εἶδος. S(g) καὶ ζῶον, ἀφ' οὗ τὰ βομβύκινα ὑφάσματα συντελεῖται S(gn). ἔνιοι δὲ βομβύλιον οὕτω λέγουσιν· οἱ δὲ †ῥυμόν. *ἢ ἦχος βομβυλισμοῦ Sn
<βομβῶνας>
βουβῶνας
(*)<βοῶντες>
κραυγάζοντες (Act. Apost. 17,6)
†<βομβυθυλεύματα>
τὰ μαγειρικὰ ἀρτύματα· κατεσκευασμένα· ἔνιοι τὸ σὺν τῇ ὄνθῳ ἀρτύειν
<βοώνητα>
τιμῆς βοῶν ἠγορασμένα. [ἢ ἀνόσιος]. παρὰ Κυπρίοις δὲ ἀνόσιος
<βοὸς κέρας>
τὸ περιτιθέμενον τῇ ὁρμιᾷ κέρας κατὰ τὸ ἄγκιστρον. οἱ δὲ τρίχα (Ω 81)
†<βόοσκον>
βουφορβόν. ὀρεινόμον
<βοοσσόος>
μάστιξ (Call. fr. 301) καὶ βούτης
<βορά>
θοίνη (Eur. Or. 189) *βρῶσις (vg.) σῖτος *τροφή (Iob 38,39) (vgSP)
*<βοῤῥᾶς>
ἄνεμος PS ψυχρός. καὶ παγώδης vgS καὶ σκληρός, τροπικῶς καλούμενος διάβολος, ὁ παρὰ τὸ ὁρᾶσθαι ἐπιδέξιος (Prov. 27,16)
*<βόρβορος>
ὀχετὸς δυσώδης (Ierem. 45,6) S
<βορβορυγή>
ποιός τις ἦχος, ὃν καὶ <κορκορυγὴν> καλοῦσιν
<βορβορίζει>
γογγύζει. μολύνει. Κύπριοι
<βορβορωπόν>
αἰσχρόν, βορβόρῳ ἐμφερές
<βορβύλα>
πέμμα στρογγύλον διὰ μήκωνος καὶ σησάμης μεγέ- θους ἄρτου
<Βορέας>
σκόλιόν τι ᾀδόμενον οὕτως ἔλεγον. καὶ ὁ ἄνεμος
<Βορεασταί>
Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίνας, ἵνα <οὔριοι> ἄνεμοι πνέωσιν. ἐκαλοῦντο δὲ Βορεασμοί
<βορέην>
τὴν φῦσαν. γράφεται δὲ καὶ <βορῆ>
<βορεῖον>
γαστὴρ ἐσκευασμένη πως
<βορθαγορίσκια>
χοίρεια κρέα, καὶ μικροὶ χοῖροι <βορθαγορί- σκοι>. Λάκωνες
†<βορηά>
βοτάνη πᾶσα
[<βοῤῥᾶς>
ἄνεμος ψυχρὸς παγώδης καὶ σκληρός, ὃς τροπολογού- μενος σκαιὸς καὶ ἀποπομπαῖος λέγεται, ὃς σημαίνει τὸν διά- βολον. περὶ δὲ τῶν ἀσεβῶν ἐπιδέξιος]
<βόρμαξ>
μύρμηξ
<βόρμος>
ὃν καὶ <βρόμον> λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων, τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυό- μενον
[<βρότος>
αἷμα. μολυσμός. <Ἄμβροτοι θεοί>· ἄναιμοι καὶ ἀμό- λυντοι. <Ἄμβροτοι θεοί>· ἀθάνατοι, τῷ ἄμοιροι εἶναι βρότου, τουτέστι αἵματος καὶ μολύσματος]
*<βορόν>
βρωτικόν gS καταβρῶσκον Sn
<βορός>
πολυφάγος, S ἄπληστος. καὶ ὁ ἐκ τῶν στεμφύλων ἐπὶ τῆς ἀρυστίδος ὁλκός. Λάκωνες
<βοῤῥάζων>
ψοφῶν
<βοῤῥᾶς>
[*βρώσεως SΣ ἢ] βορέας. Πλάτων (Criti. 112 b v. l.)
[<βοῤῥόν>
βροτικόν]
<βοῤῥοῦ>
τοῦ βορέου. ἡ γενικὴ παρὰ Ἀριστωνύμῳ (fr. 8, I 669)
<βορσόν>
σταυρόν. Ἠλεῖοι
<βόρταχος>
βάτραχος
<βόρμος>
ἔνιοι δὲ τὴν ἱππάκην· ἔνιοι δὲ τὴν σιτώδη πόσιν
<Βορυσθένης>
ὁ Ἑλλήσποντος. ἔστι δὲ <καὶ> ποταμός
*<βόσις>
βόσκησις vgS
<βοσκημάτων>
θρεμμάτων q
<βοσκόμενον>
δαπανώμενον n
*<βόσκων>
τρέφων (Ierem. 38,10) g
<βοσκάς>
φασκάς †Λίβιοι
<βοσκέων>
ὁ τροφεύς
<βοσκή>
τροφή
<βόσκομεν>
τρέφομεν
<Βόσπορος>
οὐ μόνον ὁ Σκυθικός, ἀλλὰ καὶ Θρᾴκιος οὕτως ἐκαλεῖτο (Soph. Ai. 884)
<βοστρυχοειδῆ>
πολυκαμπῆ
<βοστρύχια>
στέμφυλα
<βοστρυχίζεται>
κοσμεῖται
*<βόστρυχοι>
πλόκαμοι vgS
<βοστρυχῶδες>
τὸ [θάλπον, ἢ] θάλλον
<βοτά>
βοσκήματα. g κατὰ πάντων δὲ καὶ χερσαίων καὶ πτηνῶν καὶ ἐνύδρων καὶ ἀγρίων ζώων λέγεται, [δὲ] ἀπὸ τοῦ βόσκεσθαι
<βοτεῖν>
βόσκειν
<βοτῆρα>
ποιμένα (Eur. Andr. 281) (vgS)
<βότις>
†βόλτιον (Sophr. fr. 64)
*<βοτοῖσι>
βοσκήμασι (Σ 521) (S) n
<βοτρύδια>
ἐνωταρίων εἶδος. οἱ δὲ βότρυς. ἢ Θεσμοφοριαζούσαις (Ar. fr. 320,10)
[<βοτρυδιόν>
κατὰ συντροφήν]
*<βοτρυδόν>
ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυες τὰς ῥᾶγας ἔχουσιν g πυκνάς. καὶ κατὰ συστροφήν. ἢ [συνηγμένοι ὁμοῦ (Β 89) n
<βοτρυμός>
τρυγητός
[<βοτιανείρη>
τροφὴν ἀνδράσι παρέχουσα]
[<βοτύσι>
βοσκήμασι]
*<βοτῶν>
θρεμμάτων n
<βοῦ>
τὸ μέγα καὶ πολὺ δηλοῖ. [Λάκωνες]
<βοῦα>
ἀγέλη παίδων. <Λάκωνες>
<βουαγετόν>
ὑπὸ βοῶν εἱλκυσμένον ξύλον. Λάκωνες
<βουαγόρ>
ἀγελάρχης, ὁ τῆς ἀγέλης ἄρχων παῖς. Λάκωνες
<βουάκραι>
οἱ φοίνικες, ὑπὸ Λακώνων
<βουβάλιες>
οἱ βούβαλοι (Hdt. 4,192,1). ἢ ἀστράγαλοι
<βουβάλιον>
γυναικὸς κοσμάριον (Diph. fr. 59 Nicostr. fr. 33) καὶ ἄγριος σικυὸς παρὰ Ἱπποκράτει
<βούβαλος>
δορκάδιον. καὶ μέγα καὶ πολύ
[<βουβάραι>
μεγάλαι
<βούβαρα>
μεγάλα
<βουβάρας>
μεγαλοναύτης, παρὰ τὴν <βᾶριν>. καὶ μέγα βάρος ἔχων καὶ αὐχηματίας ἢ ὁ μέγας καὶ ἀναίσθητος ἄνθρωπος]
<βούβαρις>
νεὼς ὄνομα, παρὰ Φιλίστῳ (fr. 56,69 J.)
<βούβελα>
κρέα βόεια
<βουβίλιξ>
σιταποχία
<βούβοσις>
πολυφαγία
<βουβωνιασκόπος>
ὁ βουβῶνι ἐπᾴδων
<βουγάϊος>
*μεγάλως ἐφ' ἑαυτῷ γαυριῶν. gS δηλοῖ δὲ καὶ ἀναίσθητον καὶ ἀλαζόνα καὶ μεγάλαυχον ἢ ἀγλαϊζόμενον (N 824)
<βούβρωστις>
μεγάλη πενία. λύπη (Ω 532). ζωύφιον. *μέγας λιμός vg λύμη. φθορά. φθόνος
<βουγενέων>
τῶν μελισσῶν. Καλλίμαχος· "ἁρμοῖ γὰρ Δανάου γῆς ἐπὶ <βου>γενέος" (fr. 383,4), καὶ ἡ μέλισσα <βουγενής>, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται
<βούγλωσσον>
ἰχθὺς ποιός (Epich. fr. 65). καὶ βοτάνης εἶδος
<βουδάκη>
ἡ βούπρηστις
<βουδεψήιον>
τὸ βυρσεῖον
<Βούδειον>
πόλις (Π 572) S
<Βούδιος>
παρὰ Λυσίππῳ τὸ ὄνομα· κύων δέ τις ἐβόα δεδεμένος ὥσπερ Βούδιος (fr. 8, I 702). Σέλευκος ἀποδίδωσιν ἄ<φρ>ων, ἀνόητος
<βουδόρῳ>
νόμῳ, ᾧ βοῦς δέρουσιν· οἱ δὲ ἀσκῷ
<Βουζύγης>
ἥρως Ἀττικός, ἢ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας· q ἐκαλεῖτο δὲ Ἐπιμενίδης. Καθίστατο δὲ παρ' αὐτοῖς καὶ ὁ τοὺς ἱεροὺς ἀρότους ἐπιτελῶν <βουζύγης>
<βουθερεῖ>
ἐν ᾧ βόες θέρους ὥρᾳ νέμονται (Soph. Tr. 188). καὶ †<βούθοροι> τὸ αὐτό
<βουθοίνης>
†βούχειλος
<βούθουτον>
ὅ τινες ἀνέκφορον· Ἀχαιοὶ δὲ ἰσόμοιρον. Ἀριστοφά- νης (p. 189,34 Nauck). Λάκωνες
<Βοῦθος περιφοιτᾶι>
παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρό- νων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα (Cratin. fr. 245)
<βοῦν ἱέρευσεν>
βοῦν ἔθυεν (Η 314)
<βουκαῖος>
βουκόλος. οἱ δὲ θεριστής (Theocr. 10,1)
<βουκανῆ>
ἀνεμώνη τὸ ἄνθος. Κύπριοι
<βουκάπαι>
τῶν βοῶν αἱ φάτναι
<βουκέντας>
βοηλάτας
<βούκερας>
τὸ σπερμάτιον, τῆλις
<Βουκέφαλος>
ἵππος ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρα- νον (Ar. fr. 41.42) καὶ ὁ Ἀλεξάνδρου ἵππος, ἀφ' οὗ πόλιν ἐν Ἰνδοῖς κτίσαι λέγεται
*<βουκολέοντι>
<βοῦς νέμοντι> (Ε 313) Sn
<βουκολητής>
ἀπατεών
<βουκόλια>
ἀγέλη βοῶν (Hdt. 1,126,2? 1. Reg. 14,32?)
<βουκολίη>
κακολογία
<βουκολίνη>
κίγκλος τὸ ὄρνεον
<βουκολιασμός>
μελοποιΐας τινὸς εἶδος καὶ ὀρχήσεως· ἀμφότερα δὲ ἀγροικικά. καὶ Θεοκρίτῳ γέγραπται
*<βουκολεῖσθαι>
<ἀπατᾶσθαι> χρησταῖς ἐλπίσι, <πλανᾶσθαι> n
<βουκολήσομεν>
μεριμνήσομεν. ἀπατήσομεν
<βουκόλοι>
οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷά τινα οὕτω καλοῦνται
*<βουκόλος>
βοονόμος, Sn βοοβοσκός S
<βουκολοῦμαι>
ἀπατῶμαι
<βουκολουμένας>
ἀπατωμένας. ἀπολουμένας
*<βουκολοῦντες>
ἀπατῶντες SP
*<βουκολῶν>
ἀπατῶν Sn σοφιζόμενος
<Βουκόλω Φαρσαλίας>
πόλις Θρᾴκης
<βουκόρυζος>
ἀναίσθητος. ἀσύνετος
†<βούκτησις>
φυσητική
<βουλαῖα>
τὰ βεβουλευμένα
<βουλαχά>
βόλου ὄνομα
*<βούλει>
βούλῃ S
<βουλεῖα>
[ἡ τοῦ] βουλευτήρια καὶ <ἡ [τοῦ> βουλεύειν ἀρχή S [βουλείας βουλεύειν (Κ 147)]
†<βούλεον>
βούλευμα
<βουλεύσαντε>
βουλεύσαντες, δυϊκῶς (Α 531)
<βούλευμα>
αἱ βουλαί (Eur.)
<βουλεύσεως ἔγκλημα>
τὸ ἐπιβεβουλευκέναι θάνατον οὕτως Ἀθήνησιν ἐλέγετο
<βουλευτικόν>
τόπος τις Ἀθήνησιν ἐν τῷ θεάτρῳ, ὅπου οἱ βουλευτικοὶ καθήμενοι ἐθεῶντο· καὶ οὗ οἱ ἔφηβοι, <ἐφηβικὸν> ἐκαλεῖτο
*<βουλευτικός>
φρόνιμος (Plat. rep. 4,441a) vgS
<βουλευτός>
ἀντὶ τοῦ βουλευτής
<βουλεψίη>
ἡ λέξις παρὰ Ξάνθῳ (4 p. 629 M.). λέγει δὲ τὰς Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄῤῥεν, ἐξορύσσειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ
<βουλή>
*γνώμη. (Α 5) vgS θέλημα S ἢ τόπος. ἄνδρες. πρᾶγμα [βουλῆς λαχεῖν]
<βουλῆς λαχεῖν>
τὸ λαχεῖν βουλευτήν, καὶ δραχμὴν τῆς ἡμέρας λαβεῖν
<βουληφόροι>
καὶ ἐπιθετικῶς μὲν αἱ ἐκκλησίαι (ι 112), κυρίως δὲ βασιλεῖς (Κ 414)
<βουληφόρον>
σύμβουλον· οἱ δὲ δεινὸν βουλεύσασθαι· οἱ δὲ βουλευτήν (Β 24)
*<βούλιμος>
μέγας λιμός S(n)
<Βουλίς>
γυνὴ οὕτω καλουμένη
<βουλυτόν>
τὴν δείλην ὥραν, ἐν ᾗ τὸ ἄροτρον λύεται τῶν βοῶν (Π 779 ι 58)
<βουμανὲς> καὶ †<βορύπαστον>
εἴδη βοτανῶν
<βουμέτρης>
ὁ ἐπὶ θυσιῶν τεταγμένος, παρὰ Αἰτωλοῖς
<βούμυκοι>
φωναὶ μυκηθμῷ <παραπλήσιαι>
[<βοῶναι>
οἰκίαι]
<βοῦνις>
γῆ. Αἰσχύλος (Suppl. 116)
<βούνιον>
πόας εἶδος
<βούνομα>
ἑλώδεις λειμῶνες S
<βούνομον>
ὑπὸ βοῶν νεμόμενον (Soph. El. 181)
<βουνός>
στιβάς. Κύπριοι
*<βουνοί>
βωμοί (Sn?)
<βούπαις>
*νέος S, μέγας g, ἀφῆλιξ vgS, μέγας παῖς. ἢ ἰχθύς
<βουπαλίδες>
περισκελίδες
<Βούπαλον>
μέγα. καὶ ὄνομα
<βούπειναν>
μέγαν λιμόν (Callim. fr. 24,11)
<βούπλευρον>
λαχάνων εἶδος
[<βουόφθαλμος>
βοτάνη τις]
*<βουπλήξ>
μάστιξ πέλεκυς. vgSn βουκόπος (Ζ 135) vgS
<βουπόλον>
βουκόλον
<βουπόρους ὀβελούς>
μεγάλους ὀβελίσκους (Hdt. 2,135,4)
<Βουπράσιον>
τόπος τῆς Ἤλιδος, S ἢ κώμη ἐν Ἤλιδι (Β 615)
<βουπρηόνες>
κρημνοὶ μεγάλοι, καὶ λόφοι
<βούπρηστις>
λαχάνου εἶδος
<βούπρῳρον>
θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνός· οἱ δὲ τὴν ἡβῶσαν ἢ βουάρχην· σημαίνει δὲ καὶ τὴν βουπρόσωπον (trag. ad.)
<βούπρως>
ἀσθένεια
<βούπτινον>
βοτάνη, λεγομένη <τρίφυλλον
<Βοῦρα>
πόλις τῆς Ἀχαΐας
<βουρικυπάρισσος>
ἡ ἄμπελος. Περγαῖοι
<βούρυγχος>
ἰχθὺς κητώδης
<βούρυτος>
ποταμὸς μέγα ῥεῦμα ἔχων S
<Βούσβατον>
τὴν Ἄρτεμιν. Θρᾷκες
<βοῦς>
πόπανόν τι τῶν θυομένων οὕτως ἐν ταῖς ἁγιωτάταις Ἀθήνησι θυσίαις. ἦν δὲ βοῒ παραπλήσιον. κυρίως δὲ βοῦς. ἢ ἀσπίς. [βάρος. ἀργός]
<βοῦς ἐπὶ γλώσσῃ>
παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιά- ζεσθαι. ἤτοι διὰ τὴν ἰσχὺν τοῦ ζῴου· ἢ διὰ τὸ τῶν Ἀθηναίων <νόμισμα> ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅνπερ ἐκτίνειν τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους ἦν ἔθος
<βοῦς ἐν αὐλίῳ>
παροιμία ἐπὶ τῶν ἀχρήστων. Κρατῖνος Δηλιά- σιν (fr. 32)
<βοῦς ἐν πόλει>
χαλκοῦς ὑπὸ τῆς βουλῆς ἀνατεθείς (Henioch. com. fr. 2)
<βοῦς ἐπὶ δεσμά> καὶ <βοῦς ἐπὶ φάτνην> καὶ <ἐπὶ σφαγήν> καὶ <κύων ἐπὶ σῖτον> καὶ <ὗς ἐπὶ δεσμά>
<βουσή>
δούλη S
[<βοῦς>
μάστιγξ]
<βουσία>
γογγυλίδι ὅμοιον. Θετταλοί
†<βουσκητήριον>
εἰς εὐρύην εἴρηται κακοσχόλως ἐπὶ τοῦ γυναι- κείου αἰδοίου
<βοῦς Κύπριος>
κοπροφάγος, εἰκαῖος, ἀκάθαρτος. σημαίνει δὲ ἀτοπίαν τῶν Κυπρίων. καὶ Εὔδοξος ἀφηγεῖται, ὅτι κοπροφα- γοῦσιν (Men. fr. 300)
<βοῦς πετηλός>
ὁ ἀναπεπταμένα τὰ κέρατα ἔχων
<βοῦς ἐμβαίη μέγας>
Στράττις (fr. 67) εἶπε παρὰ τὴν παροι- μίαν τὴν <βοῦς ἐπὶ γλώσσῃ
βοῦς ἕβδομος>
μνημονεύει δὲ τοῦ <ἑβδόμου βοός> (Euthycl. I 805 fr. 2 Philem. fr. 86) ... ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερόν, Κλειτόδημος (fr. 323,12 J.) ἐν Ἀτθίδι φησί
<βουστροφηδόν>
οὕτως ἔλεγον, ἐπὰν ὁμοίως ἀροτριῶσι βουσὶ τὰς ἀντιστροφὰς ποιῇ τις. ἔλεγον δὲ ἐπὶ τοῦ γράφειν τρόπῳ τοιούτῳ
<βούσυκα>
τὰ μεγάλα σῦκα
<βουστάνη>
βοοστασία, ἡ τῶν βοῶν στάσις. ἢ μάστιξ, καὶ πληγή
<Βουτάδαι>
γένος Ἀθήνησιν, ἀπὸ τῆς Βούτου γενεᾶς
<βοῦται>
βουκόλοι, νομεῖς, βοτῆρες
[<βοῦς ἐμβαίη μέγας> στραττής εἶπε παρὰ τὴν παροιμίαν τὴν <Βοῦς ἐπὶ γλώσσῃ>]
<βουτάνη>
μέρος τι τῆς μακρᾶς νεώς. ἢ μάστιξ. ἢ τάνυσις τῆς βοείας. μέρος δὲ τῆς νεώς, πρὸς ὃ τὸ πηδάλιον δεσμεύεται. δηλοῖ δὲ καὶ μάχην, ἀηδίαν
<βούταρος>
ὁ παχὺς [ἢ ὁ πάχης] <παρὰ Λάκωσι> hf
*<βούτας>
βουκόλους (Eur. Hec. 646). βοσκήματα (Eur. Hipp. 537?) S
<βουτελέστην>
θύτην
<βούτης>
ὀρίγανος ὑπὸ Κυδωνιατῶν· καὶ βουκόλος· καὶ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ ὁ τοῖς Διπολίοις τὰ βουφό- νια δρῶν
*[<βουτιανείρη>
τροφὴν ἀνδράσιν παρέχουσα (Α 155) S]
<βούτιμοι>
βοώνητοι, ὥσπερ <ἀλφεσίβοιαι
βουτοί>
τόποι παρ' Αἰγυπτίοις, εἰς οὓς οἱ τελευτῶντες τίθενται
*<βούτομον>
φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob 8,11) (Sn)
†<βούτορον>
ψάκαστρον, νιφάδ' ὑετοῦ. βουκέντη. καὶ <βούτουρος> τὸ αὐτό†
†<βουτόων>
ὁδὸν ἀτραπόν h
<βούτρωκτον>
ὄροβον
[*<βουτύπον>
βουθύτην (Σ)] ... Ἀθήνησιν ἐκαλεῖτο, ἐκ τοῦ Θαυλωνιδῶν γένους καθιστάμενος
*<βουτύπος>
ὁ βοῦν καταβάλλων <πελέκει> SΣ. ἢ εἶδος ζῴου καλουμένου <ἐμπίς> S
<βούτυρος>
βοτάνης εἶδος. Διονύσιος
*<βουφάγος>
πολυφάγος vg
<βουφαρῆ>
τὴν εὐάροτον γῆν· <φάρος> γὰρ ἡ ἄροσις. καὶ ἐπίθε- τον βοός
<βούφθαλμον>
βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη
<βουφόνια>
ἑορτὴ Ἀθήνησιν. ἐν γὰρ τοῖς Διϊπολίοις φασὶ βοῦν καταφαγεῖν τὸ παρεσκευασμένον πόπανον τῇ θυσίᾳ (Ar. Nub. 985) [οἷον πλακούντιον ἐξ ἄρτου]
<βουφάρας>
γεφύρας
*<βουφορβός>
βοῦς τρέφων (Eur.) S
<βουχανδέα>
πολυχώρητα
<βουχανδέα>
τὸν μέγαν λέβητα
<βούρωστος>
ἰσχυρός. [ἢ ἰξηρός]
<βούλευμα>
φρόνημα (Thuc. 8,76,6?)
[<βοῶνα>
ὁδόν]
<βοῶν>
τῶν τετραπόδων, τῶν βοῶν (μ 265). ἢ ἀσπίδων (Π 636). καὶ φθεγγόμενος (Β 224)
<βοῶνας>
ἀγροικίας
<βοώνητα>
ἐπὶ ὠνῇ βοῶν δοθέντα
<βοώνια>
αὔλειος θύρα. Κρῆτες
<βοῶπις>
*μεγαλόφθαλμος, vg εὐόφθαλμος S μεγαλόφωνος. Εὔπο- λις δὲ τὴν Ἥραν (fr. 403)
<Βοώτης>
ὁ Ὠρίων. οἱ δὲ [φύλαξ S (ε 272)
<βοωτεῖν>
ἀροτριᾶν (Hes. op. 391), ὅταν ὁ Ὠρίων δύνῃ. Λά- κωνες
<βραβέα>
ἄρχοντα
*<βραβεία>
διάλλαξις (Eur. Phoen. 453) (n)
*<βραβεῖον>
ἐπινίκιον, vgAS ἔπαθλον, n νικητήριον. ἀμοιβή (1. Cor. 9,24) vgAS, ἢ στάδιον
*<βραβεύει>
διακρίνει. ἐπιψηφίζεται vgS μεσιτεύει. διοικεῖ n
*<βραβευέτω>
μεσιτευέτω. μηνυσάτω. ἰθυνέσθω (Col. 3,15) ASw
*<βραβευτής>
διαλλακτής n
*<βράβυλος>
εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS
<βρα>
ἀδελφοί, ὑπὸ Ἰλλυρίων
<βράγος>
ἕλος
<βραγχία>
ἡ περιτράχηλος ἀλγηδών
<βραγχιάζοισθε>
πνίγοισθε
<βραγχίον>
τῆς καταφράκτου νεὼς τὸ κύτος
<βράγχος>
νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων <περὶ> τὸν βρόγχον, ὃ τὰς ὗς μάλιστα διαφθείρει (Thuc. 2,49,3)
<βραγχῶντος>
βρόγχοις ἁλόντος
<βραγχῶν>
φλεγμαίνων, ἢ πνευμονῶν
<βραδανίζει>
ῥιπίζει. τινάσσει
*<βραδέως>
μελλητικῶς (2. Macc. 14,17) AS
<βράιδιον>
ῥάιδιον. Αἰολεῖς
<βράδων>
ἀδύνατος
<βράζειν>
τὸ ἡσυχῇ ὀδύρεσθαι h
<βράθυ>
πόα τις θεοῖς θυομένη
<βράκαλον>
ῥόπαλον
<βράκανα>
τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1)
<βρακεῖν>
συνιέναι
<βράκες>
ἀναξυρίδες
<βράκετον>
δρέπανον. κλαδευτήριον. οἱ δὲ πλῆθος
<βρακίας>
τραχεῖς τόπους
<βρακίς>
συνείς
<βράκος>
κάλαμος. ἱμάτιον πολυτελές (Sapph. fr. 70)
<βράξαι>
συλλαβεῖν. δακεῖν. καταπιεῖν
<βράπτειν>
ἐσθίειν. κρύπτειν, ἀφανίζειν. τῷ στόματι ἕλκειν. ἢ στενάζειν
*<βράσσει>
ζέει. ἀναβάλλει gAS
<βρασμοῖσι>
τοῖς σεισμοῖς
<βράσσιος>
τροχὸς κεραμικὸς ὁ †μὴ ἐῤῥωγώς
<βράσκη>
κράμβη. Ἰταλιῶται
<βράσσον>
βραδύτερον. ἀσθενέστερον. ἢ ἑτεροκλινές, ἐπὶ τροχοῦ. ἔνιοι <βράσσονας>· ταπεινοτέρας
<βράσσων>
ἐλάσσων· ἢ ἄτακτος, ἀπὸ τοῦ <βρασμοῦ>, ὁ οὐ σταθερός· "βράσσων τε νόος" (Κ 226) *οἷον ἀκαταστατῶν, vgAS ἀσθενέστερος ὤν
<βρατάναν>
τορύνην. Ἠλεῖοι
<βρατάνει>
ῥαΐζει ἀπὸ νόσου. Ἠλεῖοι
<βρατάχους>
βατράχους
*<βράττειν>
πληθύνειν. βαρύνειν AS
<βραυκανᾶσθαι>
ἐπὶ τῶν κλαιόντων παιδίων λέγεται, ὡς μί- μημα φωνῆς
<βραύκας>
ἀκρίδας hf
<βραύλα>
φθείρ hf
<βραῦλον>
κοῖλον
*<βραῦνα>
κήλη. κύστις. ἐντεροκήλη v
<βραυνία>
κοιλώματα τῆς γῆς
<Βραυρών>
τόπος τῆς Ἀττικῆς
<Βραυρωνίοις>
τὴν Ἰλιάδα ᾖδον ῥαψῳδοὶ ἐν Βραυρῶνι τῆς Ἀττικῆς. καὶ <Βραυρώνια> ἑορτὴ Ἀρτέμιδι Βραυρωνίᾳ ἄγεται καὶ θύεται αἴξ
<βραυῶσα>
κεκραγυῖα hf
<βράχαλον>
χρεμετισμόν
*<βράχε>
ἐψόφησε (Μ 396 etc.) n
(*)<βραχεῖν>
ἠχῆσαι (Sn) ψοφῆσαι (n)
†<βραχιόνα>
τὸν τράχηλον
*<βραχεῖς>
ὀλίγοι (Psalm. 104,12) vgAS
<βράχιστον>
ἐλάχιστον (Soph. fr. 172)
<βραχίων>
βραχύτατος
<Βραχμᾶνες>
οἱ παρ' Ἰνδοῖς Γυμνοσοφισταὶ καλούμενοι
<βραχύ>
ἀντὶ τοῦ οὐδέν (Eur. Tro. 1248) ὀλίγον, *μικρόν (Eur. Phoen. 738) g
[<βραχυτελόν>
μικρόν]
a) <βραχύλον>
... b) *<βραχυτελῆ>· μικρόν (Sap. 15,9) vgAS
<βραχμάζουσαι>
χρεμετίζουσαι
*<βραχέα ἄττα>
ὀλίγα τινά Aps
<βραχώδης>
τραχύς
<βράψαι>
συλλαβεῖν. ἀναλῶσαι. κρύψαι. θηρεῦσαι
<Βρέα>
Κρατῖνος (fr. 395) μέμνηται τῆς εἰς Βρέαν ἀποικίας. ἔστιν δὲ πόλις Θρᾳκίας, εἰς ἣν Ἀθηναῖοι ἀποικίαν ἐξέπεμπον
[<βρέγμα>
τὸ μέσον τῆς κεφαλῆς]
<βρέγμα>
τὸν βρεγμόν
<Βρέκυν>
τὸν Βερέκυντα, τὸν Βρίγα. <Βρίγες> γὰρ οἱ Φρύγες <Βερεκύνδαι>· δαίμονες. οἱ Φρύγες
*<βρέμει>
ἠχεῖ. ASg φωνεῖ. σίζει. [ταράσσει. ASg ἀπειλεῖ (Δ 425) AS
<βρεμεαίνων>
ἠχῶν (Δ 425)
*<βρέμεται>
ἠχεῖ. ASPn ψοφεῖ. n προσρήσσεται (Β 210) ASP
*<βρέμοντι>
ἠχοῦντι. ἀπειλοῦντι vgA
[<βρέμβος>
ἔμβρυον] vgA
<βρεμούσας>
ἠχούσας (Diog. trag. fr. 1,4 p. 776?)
<βρενθύεται>
δυσχεραίνει. q προσποιεῖται
<βρένδον>
ἔλαφον
<βρενθινῷ>
ἀνθίνῳ
<βρενθινά>
ῥιζάρια τινά, οἷς ἐρυθραίνονται αἱ γυναῖκες τὰς παρειάς· οἱ δὲ ἄγχουσαν, οὐκ εὖ ...... οἱ δὲ φῦκος παρεμφερὲς <κύδει Ἀφροδίτης>
<βρένθιξ>
θριδακίνη. Κύπριοι q
<βρένθον>
μύρον τι <τῶν παχέων>, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον μύρον. καὶ ὄρνεον <βρένθος>, ὅπερ ἔνιοι <κόσσυφον> λέγουσι. <Βρένθος> καὶ ὁ τύμβος λέγεται q
*<βρενθύεται>
μεγαλοφρονεῖ, ὑπερηφανεύεται, ἐπαίρεται vg
<βρενθύεσθαι>
θυμοῦσθαι, [ὀργίζεσθαι q. ἀναξιοπαθεῖσθαι, δυσχεραίνεσθαι [προσποιεῖσθαι q
<βρενθύεται>
ἀναξιοπαθεῖ. βαρεῖται. [σεμνύνεται (Ar. Pac. 26) S
<βρενθυόμενοι>
ἐναβρυνόμενοι, τρυφῶντες
[<βρενός>
πυθμήν. τύμβος. καὶ ὄρνεον, ὃ καὶ <βρένθον>]
<Βρέντιοι>
ἔθνος ἐν Ἰταλίᾳ q
<βρέτας ἅγιον>
εἰκών, ὁμοίωμα (Ar. Lys. 262?)
<βρενταί>
βρονταί
*<βρέτας>
ξόανα (S) εἴδωλα (vgAS) ὁμοίωμά S τι, παρὰ τὸ βροτῷ ἐοικέναι. vg(A) ὅπερ φασὶν οἱ νεώτεροι <δείκηλον
βρέτη>
ἀπεικονίσματα q
*<Βρεττανία>
νῆσος ἡ περὶ τὸν ὠκεανόν vgAS n <ἧς τὸ περί- μετρόν φησιν Σκύμνος ὁ Χῖος (Apollon. hist. mirab. 15) σταδίων τρισμυρίων> AS
<βρέττανα>
φοβερά. [ἀκρὶς μικρὰ ὑπὸ Κρητῶν]
<Βρεττία>
μέλαινα <πίσσα> (Aristoph. fr. 629) ἢ βάρβαρος. ἀπὸ τοῦ Βρεττίων ἔθνους q
<βρεῦκος>
ἡ μικρὰ ἀκρίς, <ὑπὸ Κρητῶν> q
<βρέφος>
*ἔμβρυον (Ψ 266) AS νήπιον, παῖς (e. g. Eur. Phoen. 25)
<βρεχμόν>
τὸ κρανίον
<βρεχμός>
q βρέγμα. τὸ μέσον τῆς κεφαλῆς (Ε 586)
<βρῆγμα>
ἀπόπτυσμα ἀπὸ θώρακος, παρὰ Ἱπποκράτει (morb. 2,47) <καὶ> <βρήσσει>· βήσσει q
<βρηνεύομαι>
ἔλεγον .... [<βρήσσει>· βήσσει]
<βρῆσσαι>
βῆσσαι
<Βρησσαῖος>
ὁ Διόνυσος
<βρήσσουσιν>
βληχῶνται. φωνεῖ τὰ πρόβατα
<βρητός>
ἀλεκτρυὼν ἐνιαύσιος
†<βρηχανώμενοι>
φωνοῦντες. ἢ χασμώμενοι
<βρί>
ἐπὶ τοῦ μεγάλου, καὶ ἰσχυροῦ, καὶ χαλεποῦ τίθεται
<βριαγχόνην>
βάτραχον. Φωκεῖς
<βρίακχος>
[βρίαρος] βριαρῶς [<βριάγχως>], βαρέως ἰακχά- ζουσα (Soph. fr. 711)
<βριάει>
θρασύνει (Hes. op. 5)
<βρίαν>
τὴν ἐπ' ἀγροῖς κώμην
<Βριάρεων>
ἄνθρωπον ἑκατοντάχειρα (Α 403)
*<βριαρήν>
βαρεῖαν, vg ἰσχυράν (Λ 375 etc.)
*<βριαροί>
βαρεῖς, q ἰσχυροί vgAS
*<βριαρόν>
κραταιόν, ἰσχυρόν. μέγα. βαρύν. ἄγριον (AS)
<Βριάρεω στῆλαι>
αἱ Ἡράκλειοι λεγόμεναι (Euphor. fr. 166)
<Βρίγες>
οἱ μὲν Φρύγες (Hdt. 7,73) οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικι- σταί. Ἰόβας δὲ ὑπὸ Λυδῶν <ἀπο>φαίνεται <βρίγα> λέγεσθαι τὸν ἐλεύθερον
<βρίγκα>
τὸ μικρόν. Κύπριοι
<βρίγκος>
ἰχθὺς κητώδης
<βριγκώμενον>
ὀργιζόμενον. †μιμούμενον
<βρίζει>
ἐσθίει. πιέζει. κύει. καθεύδει· "ἔνθα οὐκ ἂν βρίζοντα ἴδοις" (Δ 223)
<Βριζώ>
μάντις, ἐνυπνιομάντις
<βρίζω>
καθεύδω
*<βρίζοντα>
νυστάζοντα. vgAS κοιμώμενον (Δ 223) gAS
<βριήπυος>
μεγαλόφωνος. ST μέγας. δεινός (Ν 521)
<βριηρόν>
μεγάλως κεχαρισμένον
*<βρίθει>
βαρύνει. (Sap. 9,15) αὔξει. SP ἢ εὐθηνεῖ. gP διατρέφει
<βρίθεται>
βαρύνεται καρπῷ (Aesch. fr. 116,2?)
<βρίθειν>
γέμειν (Eur. Tro. 216)
<βρίθοντα>
βαροῦντα
*<βριθοσύνη>
βάρος (Ε 839) (AS)
*<βρίθουσαν>
λάμπουσαν. n βαροῦσαν (Σ 561)
<βριθύ>
ἰσχυρόν. μέγα. [βαρύ (Ε 746) S
<βρίθων>
γέμων. κομῶν ὑπὸ καρπῶν
<βρίκελοι>
οἱ μὲν τοὺς ἱστόποδας, ἀπὸ τοῦ βάρους καὶ τοῦ ξύλου· οἱ δὲ βαρβάρους· Δίδυμος δὲ τὰ τραγικὰ προσωπεῖα, παρὰ Κρατίνῳ, οἷον βροτῷ εἴκελοι, ἐν Σεριφίοις (fr. 205)
<βρικίννη>
εἶδος βοτάνης
<βρικίσματα>
ὄρχησις Φρυγιακή
<βρικοί>
πονηροί
<βρικόν>
ὄνον, Κυρηναῖοι. βάρβαρον
<βριμάζει>
ὀργᾷ εἰς συνουσίαν. Κύπριοι
*<βριμάζων>
τῇ τοῦ λέοντος χρώμενος φωνῇ vgAS
<βριμῶν>
ἀπειλῶν
<βριμαίνεται>
θυμαίνεται, ὀργίζεται
<βρίμη>
ἀπειλή. καὶ γυναικεία ἀῤῥητοποιΐα
*<βρίμημα>
ἐπίπληξις AS <ἀπειλητική> AS
<βριμήσασα>
δεινή, χαλεπή
<βριμός>
μέγας. χαλεπός
*<βριμοῦσθαι>
θυμοῦσθαι g ὀργίζεσθαι
*<Βριμώ>
ἰσχυρά (Clem. Al. protr. 2,15,1) A (S)n
†<βρινδεῖν>
θυμοῦσθαι. ἐρεθίζειν
†<βρίννια>
τὰ ἄρνεια κρέα
<βρίξαι>
ὑπνῶσαι, νυστάξαι
<βρῖσαι>
βαρῦναι. ὁρμῆσαι. καὶ Νύμφαι
<βρισθείς>
ὑπνώσας
<βρίσαντα>
ἰσχύσαντα. βαρύναντα
<βρίξ>
θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα
<βρίτος>
ἔτος
<Βριτόμαρτις>
ἐν Κρήτῃ ἡ Ἄρτεμις (Call. h. 3,190)
<βριτύ>
γλυκύ. Κρῆτες
†[<βρόγχος>
βάτραχος]
<βρογχιάζει>
καταπίνει
<βρόδα>
Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..)
*<βρόγχος>
[ῥούφισμα.] ὁ λάρυγξ. ὁ καταπότης gS
<βρόκοι>
ἀττέλεβοι. ἀκρίδες
<βροκός>
μωρός· Ἕλληνες
†<βρομέον>
ὀζόμενον
*<βρομέωσιν>
ἠχῶσιν (Π 642) (vg)AS
<βρομήσει>
φυσήσει. ψοφήσει
<Βρόμιος>
παρὰ Τηλεκλείδῃ (fr. 55) ὁ Σάτυρος, *ἢ ὁ Διόνυσος (Eur. Bacch. 115) vgAS
*<βρόμος>
βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS
<βρόμος>
ἰδίωμα ἤχου. ἦχος (Ξ 396). καὶ ὁ τόπος, εἰς ὃν ἔλαφοι οὐροῦσι καὶ ἀφοδεύουσι. καὶ σπέρμα λεπτῆς κριθῆς. καὶ ὀσμή. καὶ χόρτος
<βροντάζων>
βροντῶν
<βρόντημα>
ὁ ἐμβρόντητος
<βρόξαι>
ῥοφῆσαι
<βρόκων>
ἀμαθής, ἀπαίδευτος, οἷον βόσκημα
<βρόσσονος>
βραχυτέρου
<βρόταχος>
βάτραχος (Xenoph. fr. 40)
*<βροτέης>
ἀνθρωπίνης (Greg. Naz. c. 1,1,18,37 [37,485]) S
*<βροτήσια>
ἀνθρώπεια n καὶ ἀνθρώπινα (Eur. Andr. 1255)
*<βροτόεντα>
ᾑμαγμένα gS οἱ δὲ τὰ λαμπρά (Ζ 480)
<βροτοδαίμων>
ἡμίθεος
*<βροτολοιγέ>
ἀνθρωποφθόρε (Ε 31) S
*<βροτολοιγός>
ἀνθρωποκτόνος. vg(AS) αἱμοφθόρος (Ε 518 ..)
[<βροτήσεια>
ἀνθρώπεια]
<βροτοί>
γυναῖκες
*[<βρότος>
αἷμα] <βρότον>· τὸ αἷμα gAS ὀξυτόνως μὲν ἄνθρωπον AS· παροξυτόνως δὲ σημαίνει τὸν ἐκ φόνου λύθρον
*<βροτός>
φθαρτός, n ἢ γηγενὴς S ἄνθρωπος (Iob 4,17) gAS
<βροτόφηλος>
ἀνθρώπους φηλῶν, τουτέστιν ἀπατῶν
<βροῦκος>
ἀκρίδων εἶδος, Ἴωνες. Κύπριοι δὲ τὴν χλωρὰν ἀκρίδα <βρούκαν>. Ταραντῖνοι δὲ ἀττέλεβον. ἕτεροι <ἀρουραίαν μάντιν>
<βροῦνος>
ἐνεὸς ἢ μαινόμενος
<βρούξ>
τράχηλος. βρόγχος
<βροῦλος>
πόα ἔνυδρος
<βροῦ>
πιεῖν
<βροῦτος>
ἐκ κριθῶν πόμα
<βρούχετος>
βάραθρον. βάτραχον δὲ Κύπριοι
<βρούχαλον>
ἕρμα
<βροχέως> [ἢ <βρουκέων>·] σαφῶς. συντόμως. Αἰολεῖς (Sapph. fr. 2,7)
<βροχμώδης>
ἡ νοτερὰ καὶ ἁπαλή. Δημόκριτος (fr. 133)
*<βροχμόν>
τὸ βρέγμα vgS
<βρόχοι>
ἅμματα (Eur. Or. 1315 ..)
*<βρόχος>
[ἀγκοίλη. Δημόκριτος]. ἀγχόνη (Eur. Hipp. 770), vgAS δεσμός (Eur. Andr. 556 ..)
<βρύα>
ἃ γίνεται μὲν ἐπὶ πετρῶν, λέγεται δὲ καὶ <σφακὸς> ἢ †<σκαφίς>· ἐπετίθετο δὲ ἁγνισμοῦ χάριν
*<βρυάζει>
θάλλει. τρυφᾷ vgAS
<βρυάζειν>
γαυριᾶν. ἥδεσθαι
<βρυαζούσης λέαιν' ὥς>
ἐν Ἀθάμαντι (trag. ad. fr. 1). ἀκμα- ζούσης ἢ ἐγκύμονος
<βρυαθμόν>
βρυασμόν
<βρυαλιγμόν>
ψόφον, ἦχον
<βρυαλίζων>
διαῤῥήσσων
<βρυαλίκται>
πολεμικοὶ ὀρχησταί· "<μενέδουποι>" Ἴβυκος καὶ Στησίχορος (fr. 79)
<βρυανιῶν>
μετεωριζόμενος καὶ κορωνιῶν
<βρυάσομαι>
ἀναβακχεύσομαι μετά τινος κινήσεως
<βρυγμός>
κατανάλωσις. καὶ νόσος, ἀπὸ τοῦ βρύχειν, ὅ ἐστι τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει (Hippocr. diaet. 3,84). *ἢ ἀκόνησις μύλων. vgAS ἢ τρισμὸς ὀδόντων (Matth. 8,12 ..) vg(AS)
<βρυγκός>
ἄφωνος. νεκρός
<βρύκουσα>
δάκνουσα. κατεσθίουσα (Ar. Lys. 367)
<βρυγχός>
βρόχος
*<βρύει>
ῥέει [πηγάζει P, ἀναβλύζει. πηδᾷ. AS (Jac. 3,11) ἀνθεῖ. gn ἀνίησιν. αὔξεται (Ρ 56)
<βρύθακες>
οἱ χιτῶνες βομβύκινοι. ἢ γένος ἰθαγενῶν
<βρύκαιναι>
ἱέρειαι. ὑπὸ Δωριέων
<βρυκανήσομαι>
βοήσομαι
<βρυκεδανός>
πολυφάγος. οἱ δὲ †μακρός
<βρύκειν>
λάβρως ἐσθίειν. ἀπὸ τοῦ τρίζειν τοὺς ὀδόντας. *οἱ δὲ μασᾶσθαι (gA)
<βρυκετός>
ταυτὸν τῷ <βρυγμῷ>. καὶ <βρυκηθμός> ὁμοίως Δωριεῖς
<βρυκός>
κῆρυξ. οἱ δὲ βάρβαρος. οἱ δὲ ἀττέλεβος
<βρυκταία>
εἶδος βοτάνης
<βρύκων>
συνερείδων τοὺς ὀδόντας μετὰ ψόφου
<βρυδαλίχα>
πρόσωπον γυναικεῖον. παρὰ τὸ γελοῖον καὶ αἰσχρὸν †ὄῤῥος τίθεται †ὀρίνθω τὴν ὀρχίστραν καὶ γυναικεῖα ἱμάτια ἐνδέδυται. ὅθεν καὶ τὰς †μαχρὰς <βρυδαλίχας> καλοῦσι Λάκωνες
<βρυδακίζειν>
ἐκτείνειν
<βρυλλιχισταί>
οἱ αἰσχρὰ προσωπεῖα περιτιθέμενοι γυναικεῖα καὶ ὕμνους ᾄδοντες
<βρύλλων>
ὑποπίνων (Ar. Eq. 1126)
<βρῦν>
πιεῖν (Ar. Nub. 1382)
<βρύματα>
μηρύματα
<βρύον>
θάλλον (Aesch. fr. 350,6) [βρύσμα]
<βρυνχόν>
κιθάραν. Θρᾷκες
<βρύξαι>
δακεῖν. καταπιεῖν
<βρύοχον>
κήρυκα
<βρύγδην>
χύδην
[<Βρύσια>
πόλις]
<Βρυσιαί>
κρημνοί. καὶ πόλις κρημνώδης (Β 583)
<βρύτανα>
κονδύλους
<βρυτιγγοί>
χιτῶνες
<βρυτταί>
τὰ λείψανα
<βρύτεα>
στέμφυλα. ἔνιοι εἶδος σκορόδου
<βρύττειν>
ἐσθίειν
<βρύττιον>
πόμα ἐκ κριθῆς
<βρύττος>
εἶδος ἐχίνου πελαγίου, ὥς φησιν Ἀριστοτέλης (h. an. 4,530b5) οἱ δὲ ἰχθύν. οἱ δὲ τρισυλλάβως. "<ἄμ>βρυττον, ἤν, Λάχης ποιεῖ"
<>βρύχα>
ὑποβρύχιον. βυθιζόμενον (ε 319)
*<βρύχανα>
σάλπιγγι g καμπύλῃ
<βρυχετῶ>
πυρεταίνω
<βρυχηθμός>
στεναγμός. οἰμωγή
<βρυχίς>
κλῆμα
<βρυχμοί>
ψόφοι
<βρυχήσασθαι>
ὡς λέων
*<βρύχιον>
βυθιζόμενον vgAS
<Βρύχων>
ποταμὸς περὶ Παλλήνην
<Βρυτίδας>
γένος παρὰ Ἀθηναίοις
<βρυτίνη>
ἐν Μαλθακοῖς· "ἄμοργιν ἔνδον βρυτίνην ἠθεῖν τινα" (Cratin. fr. 96). ἔπαιξε πρὸς τὸ πόμα τὸ βρύτινον. ἔστι δὲ καὶ ζῶον <βρύτον> ὅμοιον κανθάρῳ, καὶ τὸ ἀπ' αὐτοῦ <βρύτινον πήνισμα>, ὅπερ ὑπ' ἐνίων <βομβύκινον> λέγεται
<βρυτίνην>
βυσσίνην
<βρῦτον>
πᾶν τὸ ἐκ κριθῆς ποτόν
<βρυτονία>
ῥίζα τις οὕτως καλουμένη
<βρύτιχοι>
βάτραχοι μικροὶ ἔχοντες οὐράς
*<βρύχεται>
μαίνεται n
<βρυχός>
κήρυξ
*<βρυῶδες>
δυσῶδες Σc
*<βρωμᾶσθαι>
ὀγκᾶσθαι vgAS
*<βρώμην>
βρῶσιν (κ 460 ..) (g)AS
<βρωμωμένου>
ὀγκωμένου
*<βρωτόν>
βρώσιμον (Iob 33,20) vgAS
*<βρωτύν>
βρῶσιν. τροφήν (Τ 205) S
[<βρυατά>
βεβυσμένα αὕτη]
<βυβὰ ταῦτα>
ἐπὶ τοῦ μεγάλου τάσσεται (Sophr. fr. 115)
*<βυβλία>
βιβλία vASn
†<βυγή>
πηγή
<βύβλιοι>
οἱ τῶν τάφων φύλακες, παρὰ Κυπρίοις. καὶ πόλις Φοινίκης <Βύβλος>
[<βυδοί>
οἱ μουσικοί. ἢ κροῦμά τι. σοφῶς Κρησίν]
<βύει>
καμμύει. φράσσει τὰ ὦτα
†<βύζαντες>
πλήθοντες
<Βυζαντία>
εἶδος ὁρμιᾶς
*<Βυζάντιος>
Κωνσταντινουπολίτης (g) A
*<βύζην>
ἱκανῶς. *ἀθρόως. vgAS δαψιλῶς. *πυκνῶς. ἐπαλλήλως. ἢ πληροῦν (Thuc. 4,8,7) vgAS
<βύζειν>
τὸ πεπιασμένως κατέχειν
<βυζόν>
πυκνόν. συνετόν. γαῦρον δὲ καὶ μέγα
*<βύθιος>
φόσσα vgAS
<βυθίζων>
ποντίζων ἐν βυθῷ. Σκύθαις (Soph. fr. 508)
[<βυθμός>
ἄντρον. πυθμήν, καὶ βυθμήν]
<βυκανισταί>
†εἰκασταί
<βυκήης>
ὑπνηλός
<βυκός>
δασμοφόρος
<βυκτά>
σχέτλια, δείλαια
<βυκτάων>
πνεόντων, φυσητῶν (κ 20)
<βύκτης>
ὁ ἐκ βυθοῦ ταράσσων. φυσῶν
<βυλλά>
βεβυσμένα
[<βυλλίχαι>
χοροί τινες ὀρχηστῶν, παρὰ Λάκωσι
<βυλλίχης>
χορευτής
<βυλλιχίδες>
†ῥαχίδες]
<βύνη>
θάλασσα. (Euphor. fr. 127 P.?) πεύκη. [b) <βύθαλον>· βύσμα. c) <βύξ>· βυθός. d) <βυνεύς>·] σκεύασμά τι κρίθινον
<βυννεῖν>
τὸ ἐν τῷ στόματι κατέχειν τι
<βύπτειν>
βαπτίζειν
<βύρθακος>
βάτραχος
<βυρικόμενος>
πνιγόμενος. τραχηλιζόμενος
<βυριόθεν>
οἴκοθεν (Cleon. eleg. II 263 B.)
<βύριον>
οἴκημα
<βύρμακας>
μύρμηκας
<βυρμός>
σταθμός
<βυρσάτονος>
τύμπανον (Eur. Bacch. 124)
<Βυρσίνης>
Μυρσίνης· ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου. ἐν τοῖς Ἱππεῦσι (Ar. Eq. 449)
<βυρσίς>
δέρμα
<βυῤῥός>
κάνθαρος. Τυῤῥηνοί
<βυρσαίετον>
Ἀριστοφάνης ἀπὸ τῆς βύρσης καὶ τοῦ ἁρπάζειν τὸν Κλέωνα εἶπε (Ar. Eq. 197)
<Βύρσαν>
πόλιν θεῶν Ἀριστοφάνης ἐν Δράμασι παίζων ἔφη (fr. 292)
<βυρσιμώλους>
βυρσοδεψίμους
*<βυρσοδέψης>
σκυτοδέψης, [βυρσεύς (Plat. conv. 221 e?) P
<βυρσόκαππον>
τὸν Κλέωνα (Com. ad. fr. 61)
*<βύουσαν>
κρύπτουσαν (P)
<βῦσαι>
ἐπιθεῖναι. φορτῶσαι. κρύψαι
<βύσας>
πλήσας. φράξας
<βύρτη>
λύρα
<βυσαύχην>
ὁ συνέλκων τὸν τράχηλον καὶ τὸν αὐχένα μικρὸν ποιῶν καὶ τοὺς ὤμους ἀνέλκων (Xenarch. com. fr. 1,4)
<βύσσαλοι>
βόθροι
[<βύσσινον>
πορφυρόν]
<βυσσαλεύοντι>
τῷ βυθῷ ἐφικνουμένῳ
<βυσσοβαρῆ>
μεγάλα. ἀπὸ τῶν καταφερομένων εἰς βυθὸν διὰ τὰ βάρη
<βυσσοδομεύει>
ἐνθυμεῖται. μηχανᾶται. ἀποκεκρυμμένως βουλεύ- εται, καὶ ἐκ βάθους
<βυσσοδομεύειν>
ἐνθυμεῖσθαι. κατὰ βυθοῦ δομεῖν, ἤγουν οἰκο- δομεῖν (θ 273)
*<βύσσινα>
πορφυρᾶ (Exod. 28,39) AS
<βυσσός>
*βυθός (Hdt. 2,96,5). vg ἄντρον. πυθμήν. καὶ χρῶμα ἀντὶ τῆς ὕσγης παραλαμβανόμενον
†<βυσσοφαρεῖ>
μεγαλοφαρεῖ
<βυσσόφρων>
κάτωθεν ἐκ σπλάγχνων βουλευόμενος. καὶ ἐκ βυθοῦ φρονῶν (Aesch. Cho. 652)
*<βύσωσι>
φράξωσι vgAS
<βύσταγα>
πώγωνα
<βυστίχοις>
τοῖς ἐν θαλάττῃ βρόχοις
<βῦστραι>
αἱ τῶν λαχάνων ἐνθέσεις. ἔνιοι δὲ τοὺς ἐκ τῶν λαχάνων ψωμούς (Anaxandr. fr. 23. Antiph. fr. 180)
<βύτθαν>
τὸν ψᾶρα
<βυτθόν>
πλῆθος
<βύτανα>
κονδύλοι. οἱ δὲ <βρύτανα>
<βυτίνη>
λάγυνος, ἢ ἀμίς. Ταραντῖνοι [ἤγουν σταμνίον]
<βύττος>
γυναικὸς αἰδοῖον
*<βύων τὰ ὦτα>
ἐπιφράττων (Ps. 57,5) AS
*<βυούσης>
πληρούσης. καλυπτούσης. ASn κωφωθείσης (Ps. 57,5) AS
†<βυωτήν>
τὴν ἄρσιν
*<βῶ>
ἐπιβῶ P
<βωβός>
πηρός.
*<βωβούς>
χωλούς
<βωβύζειν>
σαλπίζειν
<Βωβώ>
οὕτως ἡ Μάκρις ὠνομάζετο
<βώδιον>
βοίδιον
<βωθεῖν>
ὁμιλεῖν. βοηθεῖν
*<βωθέοντες>
βοηθοῦντες gAS
<βωθύζειν>
βοᾶν. θωύσσειν
<βῶκα>
θύννον (Epich. fr. 60)
†<βωκός>
τρυφερὸς χιτών
<Βώκαρος>
ποταμὸς ἐν Σαλαμῖνι ἐκ τοῦ Ἀκάμαντος ὄρους φερό- μενος
<βωλάκιον>
χωρίον βώλους ἔχον
*<βῶλαξ, βῶλος>
S(n) γῆ
<βωλία, βωλίς>
μάζης εἶδός τι ἐν ταῖς θυσίαις
<βωλίνας>
καλιάς. ἢ πλινθίνας οἰκίας
<βωλόναι>
οἱ μὲν κολώνας· οἱ δὲ τὸ Κίλλαιον ἀκούουσι, διὰ τὸ ἀνακεχῶσθαι, παρὰ Σοφοκλεῖ (fr. 933)
[<βῶλοι>
γῆ]
<βωλώρυχα>
τὴν σῦν. Λάκωνες
<βωμακεύμασι>
βωμολοχεύμασι. παραλογισμοῖς. πανουργήμασι κολακευτικοῖς
<βώμαξ>
βωμολόχος. καὶ ὁ μικρὸς βωμός, ὑποκοριστικῶς
<βώμευσις>
βωμοῦ ἵδρυμα
<βώμηνεν>
ὤμοσε
*<Βώμιοι>
οἱ περὶ τοὺς λόφους τοὺς Βωμοὺς καλουμένους οἰκοῦντες (Thuc. 3,96,3) AS
[<βώμενος>
βωμός]
<βωμίδας>
ἀναβάσεις (Hdt. 2,125,1)
<βωμίσκοι>
ἀριθμοὶ ἄνισοι
<βωμοῖς>
βαθμοῖς
*<βωμοῖσι>
βάσεσι (Θ 441) n
<βωμοί>
ἔμβολοί τινες οὕτω λεγόμενοι
<βωμολοχία>
γένος κολακείας φορτικὸν καὶ γελωτοποιόν
*<βωμός>
ἱερόν. τέμενος (Θ 48) vgAS
*<βωμολόχος>
σκώπτης. vgASn ἱερόσυλος· παρὰ τὸ λοχεῖν εἰς τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. vgAS πανοῦργος. ἀσεβής. ἀπατεών (Greg. Naz. or. 5,18) (vgA)S
*<βῶν>
βοῦν. ὅπλον (Η 238) AS
*<βωνίτας>
τοὺς ἐν ἀγρῷ. οἱ δὲ βουκόλους (n) ἢ ἀγροίκους (Call. fr. 251)
<βώνημα>
†εἴρημα. Λάκωνες
<Βωρθία>
Ὀρθία
<Βῶρμον>
θρῆνον ἐπὶ Βώρμου νυμφολήπτου Μαριανδυνοῦ
*<βῶροι>
ὀφθαλμοί (AS)
*<Βῶρος>
ὄνομα κύριον (Ε 44 ..) AS
<βῶς>
ἀσπίς. πέλτη. βύρσα. καὶ ποιὸς ἰχθύς
*<βώσομαι>
βοήσομαι, [ἐπικαλέσομαι S
<βῶσον>
κάλεσον, βόησον (Cratin. fr. 396)
<βώσαντι>
βοήσαντι (Μ 337)
[<βωστῆρες>
νομεῖς]
<βωστρεῖν>
βοᾶν. καλεῖν. ἐπικαλεῖσθαι (μ 124)
<βωσόμεθα>
μαρτυρώμεθα. ἐπικαλεσώμεθα (Κ 463)
*<βωσσοῦσι>
βομβοῦσιν S ἠχοῦσι (ν 106)
<βωτάζειν>
βάλλειν
<βωτιάνειρα>
τοὺς ἄνδρας τρέφουσα (Α 155)
<βωτίον>
σταμνίον
<βώτορες>
βωτῆρες. νομεῖς. ποιμένες (ξ 302 ..)
*<βώχ>
βοτάνης εἶδος S
*<βωῶμεν>
ὀμόσωμεν S