Ψαλμοί του Δαυίδ
Ψαλμός ΡΛΣΤ'
Μασ. 137
Κατά τη Μετάφραση Ο'


Τῷ Δαυΐδ Ἱερεμίου.

ΕΠΙ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.
2 ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
3 ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.
4 πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
5 ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου·
6 κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.
7 μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς.
8 θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν·
9 μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.