Ψαλμοί του Δαυίδ/ΡΙΕ
←Ψαλμός ΡΙΔ' | Ψαλμοί του Δαυίδ Ψαλμός ΡΙΕ' |
Ψαλμός ΡΙΣΤ'→ |
Μασ. 116β Κατά τη Μετάφραση Ο' |
Ἀλληλούϊα.
ΕΠΙΣΤΕΥΣΑ, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
2 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.
3 τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;
4 ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
5 τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
6 τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
7 ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου,
8 σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.
9 τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
10 ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἱερουσαλήμ.