Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Γ/1

Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Γ΄ (1)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ
ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Γ΄ (1)

[268A]   1. Ὁ δέ γε βασιλεὺς Ἰσαάκιος ἐπὶ τρισὶ παισὶ τὴν τοῦ γένους σαλεύων διαδοχήν, οἳ ἐκ τῶν προτέρων αὐτῷ γάμων γεγένηντο, δυσὶ μὲν θηλείαις ἑνὶ δὲ ἄρρενι, τῶν μὲν τὴν πρεσβυτέραν κατὰ τὸν χρόνον εἰς μοναχὴν ἀπέταξε, καὶ τὸν τοῦ Ἰωαννίτζη λεγόμενον οἶκον εἰς γυναικεῖον μετασκευάσας πολλοῖς ἀναλώμασι φροντιστήριον (τοῦτο δὲ καὶ ἡ βασιλὶς Ξένη ποιεῖν ἐπεβάλετο μετὰ μόρον τοῦ ταύτης ξυνεύνου καὶ βασιλέως τοῦ Κομνηνοῦ κυρίου Μανουὴλ) αὐτὴν ἐκεῖσε ὡς ἀμνάδα τῷ θεῷ ἱερώσας ἐμάνδρευσε, θατέραν δὲ εἰς γυναῖκα πέπομφε γαμετὴν τῷ υἱῷ τοῦ ῥηγὸς Σικελίας τοῦ Ταγκρέ, [268B] ὃς ἦρξε μετὰ Γιλίελμον τὸν κατὰ Ῥωμαίων ἄραντα πόλεμον ἐξ ἠπείρου τε καὶ θαλάσσης, ὡς φθάσαντες ἱστορήκειμεν. τὸν δὲ υἱὸν Ἀλέξιον τῆς βασιλείας κληρονόμον ἀνέτρεφε, κἂν οὐδέπω τὸ τοῦ βίου φανταζόμενος πέρας ἢ ἔκπτωσιν τῆς δυναστείας ὑφορώμενος δύο καὶ τριάκοντα χρόνους ἄρξειν ἀδιστάκτως ἐχρησμολόγει, ὥσπερ τὸ θεῖον προειδὼς βούλημα ἢ τοὺς ὅρους πήσσων ἑαυτῷ τῆς ζωῆς, οὓς ὁ θεὸς ἔθετο παρὰ τῇ ἰδίᾳ ἐξουσίᾳ.
   Οὐ μόνον δὲ ὁ Βρανᾶς Ἀλέξιος καὶ ὁ Λυδὸς Θεόδωρος κατὰ τοῦ βασιλέως τούτου πτερνισμὸν ἐμεγάλυναν, ἀλλὰ γε [269A] καὶ ἕτεροι βασιλείας ἑαυτοῖς περιτεθείκασιν ὄνομα. αὐτίκα γάρ τις Ἀλέξιος, ἑαυτὸν εἶναι λέγων υἱὸν τοῦ τῶν Ῥωμαίων αὐταρχήσαντος Κομνηνοῦ Μανουήλ, τοσοῦτον ἀρίστως τὸν ἀγωνιστὴν ὑπέδυ τοῦ δράματος καὶ τὸ τοῦ βασιλέως Ἀλεξίου προσωπεῖον εὐφυῶς ὑπεκρίνατο, ὡς καὶ κόμην διευθετίζειν κατὰ τὴν ἐκείνου ὑποξανθίζουσαν καὶ τὸν τῆς γλώττης τοῦ παιδὸς καὶ βασιλέως σχηματίζεσθαι ψελλισμόν. ἐκ τῆς Κωνσταντίνου μὲν οὖν ὥρμητο ὁ μεῖραξ, ἐς δὲ τὰς κατὰ Μαίανδρον πόλεις πρώτως ὀφθεὶς κατέλυσεν εἰς πολίχνιον λεγόμενον Ἅρμαλα, κἀκεῖσε Λατίνῳ τινὶ ἐπιξενωθεὶς καὶ ὅστις εἴη ἀπηγγελκὼς (ἔλεγε δέ, ὡς μικρὸν εἰρήκειμεν ἄνωθεν, καὶ ἐκδοθῆναι μὲν εἰς τὸ κατὰ βυθοῦ θαλάσσης ἀκοντισθῆναι [269B] παρ᾿ Ἀνδρονίκου, οἰκτειρηθῆναι δὲ παρὰ τῶν τὸ ἔργπν τοῦτο ἐπιταχθέντων ὡς πατρῴων αὐτῷ ὀμοτῶν) σύναμά οἱ πρὸς τὸ Ἰκόνιον ἄπεισι, καὶ τῷ γέροντι ὀφθεὶς σουλτὰν (οὔπω γὰρ αὐτὸν καθῄρηκε τῆς ἀρχῆς ὁ ἐκείνου παῖς ὁ Κοπατῖνος) ὡς υἱὸς ἀληθινὸς τοῦ αὐτοκράτορος Μανουήλ, ἀλλ᾿ οὐχ ὡς ἐπείσακτος καὶ πλάνος ἐκείνῳ προσδιελέγετο. πολλάκις δὲ καὶ ἐπέπληττε, καὶ τῶν ἐκ τοῦ δῆθεν πατρὸς ἐκείνῳ τοῦ Μανουὴλ ἐπ᾿ αὐτῷ γεγενημένων ἀναμιμνήσκων εὐποιιῶν ἀχάριστον περὶ τὸν εὐεργέτην ἐκάλει, καὶ τὸ ἀφιλάνθρωπον ἐπωνείδιζεν, εἰ οὕτως ἀτυχοῦντι φίλου παιδὶ οὐκ ἐπικάμπτεται. ὁ δὲ τοῦτο μὲν ἀπὸ τῆς ἀναιδείας, τοῦτο δ᾿ ἐκ τῶν τοῦ χαρακτῆρος [269C] ἰνδαλμάτων τιμᾶν αὐτὸν ἐναγόμενος, δώροις τε οὐκ ὀλίγοις ἥδυνε καὶ ἀγαθαῖς ἐλπίσιν ὑπέσαινεν. ἦν δ᾿ ὅτε καὶ πρεσβευτὴν Ῥωμαίων ἑστῶτα καὶ ἀκροώμενον ὅπως ἑαυτὸν τῇ ἐξόχῳ εὐγενείᾳ ἐσέμνυνεν, ἤρετο ὁ σουλτάν εἰ ἐπίσταται τοῦτον τοῦ αὐτοκράτορος υἱὸν Μανουήλ. τοῦ δὲ μηδέν τι φήσαντος ἕτερον ἀλλ᾿ ὅτι δὴ ἐκεῖνος ἀπώλετο ἀληθῶς φανεὶς ὑδατόκλυστος καὶ οὗτος μάτην περὶ ἑαυτοῦ τὰ μὴ πιστεύεσθαι πεφυκότα ξυντίθησι τῷ τοῦ κειμένου κλήσει ἐποχούμενος, βράττων ἀτεχνῶς θυμῷ καὶ ζέων ἀκριβῶς τῷ χόλῳ ὁ μεῖραξ Ἀλέξιος μικροῦ ἂν τοῦ πώγωνος ἐπελάβετο τοῦ πρεσβεύοντος, εἰ μὴ αὐτὸς ὁ πρέσβις διακινηθεὶς ἐς ὀργὴν ἀπεκρούσατο γενναίως μάλα τὸν Ψευδαλέξιον, καὶ ὁ σουλτὰν δέ οἱ ὡς [269D] ἄτοπα δρῶντι ἐμβριμησάμενος ἀτρεμεῖν ἐκέλευσε. τῇ συχνῇ δ᾿ ὅμως τοῦ νεανίου ἐκλιπαρήσει ὁ Περσάρχης καθυπενδοὺς οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνεχώρησε δ᾿ οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν ὑπὸ τὴν ἐκείνου ἀρχὴν ὑποποιήσασθαι ἀδεῶς. ὁ δὲ ἀναχωρήσας ἐκεῖθεν, καὶ τὸ γράμμα τοῖς Τούρκοις καθυποδείξας, τὸν ἀμηρᾶν ἐφέλκεται Ἀρσανῆν καὶ ἑτέρους οὐκ ὀλίγους οἳ λῃστεύειν τὰ Ῥωμαίων εἰώθασιν, ὡς ἐν βραχεῖ καιρῷ χιλιάδας ὀκτὼ στρατεύματος ἐφεπομένας ἐκείνῳ λαχεῖν· ὅθεν τὰς κατὰ Μαίανδρον ἐπιὼν πόλεις ἃς μὲν ὁμολογίᾳ χειρούμενος ἦν, τινὰς δὲ καὶ ἀνθισταμένας παντοίως διέφθειρε. μάλιστα δὲ τὰς ἅλωνας [270A] ἐλυμαίνετο, ὅθεν καὶ καυσαλώνης ἐπεκέκλητο. κατὰ δὲ τούτου τοῦ μείρακος πολλοὶ μὲν καὶ ἄλλοι πολεμησείοντες ἀπεστάλησαν, οὐδεὶς δ᾿ ἐργάσασθαί τι ἔσχε νεανικόν, ἀλλ᾿ ὑπενόστουν ἄπρακτοι, δεδιότες μὴ καταπροδοθεῖεν ὑπὸ τῶν συνόντων ἐκείνοις Ῥωμαίων, οἷα μάλιστα ῥεπόντων εἰς τὸν καθιστάμενον ἄρτι βασιλέως παῖδα καὶ βασιλέα ἢ ἄρχειν αἱρουμένων τὸν βασιλεύοντα Ἰσαάκιον. οὐ γὰρ τοῖς πολλοῖς ἤδη καὶ ἀγροτέροις ἠσπάζετο καὶ ἦν διὰ στόματος καὶ ὀνόματος καὶ θεώμενος ἐδόκει ἐπέραστος, ἀλλὰ καὶ τοῖς κατὰ τὴν βασίλειον αὐλὴν διατρίβουσι καὶ εἰδόσι μάλα ἐπισταμένως ὡς Ἀλέξιος ὁ τοῦ βασιλέως παῖς Μανουὴλ πάλαι τὸν βίον ἀπολέλοιπε τὸν ἀνθρώπινον, εἰς θαῦμα ἐτίθετο, γινώσκουσι μὲν τὰ ὄντα, τὰ [270B] δὲ γε καθ᾿ ἡδονὴν σφίσιν εἰκάζουσι. σὺν ἑτέροις δὲ καὶ ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξιος ἔξεισιν, ὃς καὶ ὕστερον ἐβασίλευσεν. πλὴν καὶ οὗτος κατ᾿ οὐδεμίαν μάχην συνεπλάκη τῷ Ἀλεξίῳ, ἀλλ᾿ ὡς πλεῖστον ἀποσκηνούμενος ἐπισυνίστη μόνον τὸ λεῖπον τῆς παροικίας, ὁπόσον γε ἐκείνῳ μὴ προσεχώρησε, καὶ συνεῖχε τὸ διαρρέον καὶ μεταβαῖνον εἰς τὸν ἀναβεβιωκότα τοῦτον Ἀλέξιον. ἀλλ᾿ ἔτι τῶν πραγμάτων οὕτως ὄντων ᾐωρημένων, καὶ τοῦ μὲν ἀεὶ ἐμπλατυνομένου τε καὶ κρατυνομένου, τοῦ δὲ σεβαστοκράτορος ἔτι περὶ συλλογὴν ἐκπονουμένου στρατεύματος, λύει θεὸς τὴν ἐμφύλιον μάχην καινοπρεπῶς καί, ὡς αὐτὸς ἐπίσταται μόνος, ἐν ἀκαρεῖ· τὸν γὰρ Ἀλέξιον αὖθις ὑποστρέψαντα πρὸς τὰ Ἅρμαλα εἰς τὴν Πίσσαν τὸ φρούριον, καὶ μετὰ πότον ὑπνώττοντα, ἀποσφάττει [270C] τις τῶν ἱερέων τὴν αὐτοῦ παρακειμένην σπασάμενος μάχαιραν. οὗ τὴν κεφαλὴν ἀποκομισθεῖσάν οἱ ἀθρήσας ὁ σεβαστοκράτωρ Ἀλέξιος, καὶ τῆς ξανθῆς ἀναλαμβάνων κόμης πολλάκις διὰ τοῦ ἱππείου μύωπος „οὐ πάντῃ” ἔφασκεν „ἀμαθῶς αἱ πόλεις τῷ ἀνθρώπῳ τούτῳ ἐπηκολούθησαν”. ἀλλὰ τότε μὲν οὗτος τοιαύτην ἔτισε δίκην καὶ ὧν μὲν ἐπλημμέλησεν ἑτέρως, Πέρσας μὲν ὁπλίσας κατὰ Ῥωμαίων, τούτων δ᾿ αὖ ὁπόσον αὐτῷ προσερρύη καθ᾿ ὁμοφύλου ἀγριάνας αἵματος, καὶ ὧν δὲ παρῴνησεν ὁ ἐπάρατος εἰς τὸν ἐν ταῖς ἐμαῖς Χώναις περιώνυμον νεὼν τοῦ ἀρχιστρατήγου τῶν θείων καὶ ἀΰλων τάξεων Μιχαήλ· ἐμίανε γὰρ τὸ τοῦ θεοῦ πανάγιον [270D] σκήνωμα εἰσελθὼν μετὰ Περσῶν, καὶ ἠνείχετο καθορῶν ὁ ἐπάρατος τὰ διὰ ψηφίδων ποικιλοχρόων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἔκτυπα ἀχρειούμενα, καὶ τὸν ἱερὸν καὶ θεῖον ἀνάσταθμον πελέκει καὶ λαξευτηρίῳ καταρασσόμενον, καὶ τὴν παναγῆ καὶ θυωρὸν βεβηλουμένην καὶ βαλλομένην ἔραζε τράπεζαν.