Χρονική Διήγησις
Συγγραφέας:
Ιωάννης Κομνηνός (6)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (6)

Ταύτῃ τοι καὶ νόμῳ πολέμου τὰ περὶ τὴν πόλιν ταύτην ὑπαγαγόμενος πρότερον, ἔπειτα ἐπ΄ αὐτήν χάρακα ἔβαλεν. τοῦ δ΄ ἐντὸς Περσικοῦ μηδὲν μέτριον φρονοῦντος ἢ καθ΄ ὁμολογίαν τε καὶ σπονδὰς βασιλεῖ συγχωροῦντος τὴν εἴσοδον, τὸ τεῖχος ὁ στρατὸς περιβάλλει, εἶτα τειχομαχίαις χρησάμενος, ᾗπερ ἦν ἐπίμαχος ὁ περίβολος, συνεχῶς ἔτυπτε τοῦτον. μὴ προχωροῦντος δὲ τοῦ ἔργου διὰ τὴν τῶν ἐπάλξεων ὀχυρότητα καὶ τὸ ἐπὶ πολὺ ἐκθύμως μάχεσθαι τοὺς ἐνόντας, βάλλειν τὰ τείχη παρεὶς κατὰ τῶν οἰκιῶν ἐγνώκει διασφενδονᾶν τοὺς λίθους, προφαινομένων ἐκ τῶν [14D] ἔξωθεν κολωνῶν, ἐφ΄ ὧν Ῥωμαῖοι κατεστρατοπεδεύοντο. οἱ μὲν οὖν ἐπὶ τῶν μηχανῶν λίθους στρογγύλους καὶ κούφους διὰ τὸ εὐσύνοπτον ἐς ὅτι πορρωτάτω διαφιέντες, ὡς δοκεῖν ἵπτασθαι τούτους, οὐ μὴν ἀπὸ μηχανημάτων ἵεσθαι, τοὺς δόμους κατέσειον· οἱ δ΄ ἐπὶ γόνυ κλινόμενοι καὶ τοὺς ὀρόφους διαλυόμενοι τὸ ἐνοικοῦν πλῆθος ἔκτεινον, ὡς ἐντεῦθεν εἶναι καὶ τὴν ἐν ταῖς ἀμφόδοις ἐπισφαλῆ πάροδον καὶ τὸ ἔνδον ἡσυχῇ καθῆσθαι πάντῃ ἀσύμφορον. Διὰ ταῦτα τοίνυν καὶ τὴν τοῦ βασιλέως προσεδρείαν, οὐχ ἥκιστα δὲ τὴν ἐπὶ μαλακῷ θανάτῳ ἐξ ἀνθρώπων ἀφάνισιν τοῦ τῆς Γάγγρας ἐπιστατοῦντος Ταϊσμανίου, ἑαυτοὺς καὶ τὴν πόλιν τῷ αὐτοκράτορι ἐνεχείρισαν. ὁ δὲ αὐτὴν εἰσιὼν καὶ τὸ πολὺ τῶν Περσῶν ἐκεῖθεν ἀπαγαγὼν καὶ δισχιλίους ὁπλίτας Ῥωμαίους φρουροὺς τῇ Γάγγρᾳ ἐγκαταστήσας, τὴν βασιλεύουσαν εἴσεισι. Πλὴν οὐδὲ ταυτηνὶ τὴν πόλιν ἐφ΄ ἡλίοις ἡ Κωνσταντίνου μακροῖς ἔβλεψεν ὑπ΄ αὐτὴν κληρουμένην καὶ ταῖς [15A] λοιπαῖς ἐνταττομένην ὑπηκόοις πόλεσιν· ἀλλ΄ ἐπιβρῖσαν τὸ Περσικὸν μεῖζον τοῦ προτέρου καὶ λίαν ἐπικρατέστερον καὶ βαλὸν χάρακα, λιμῷ παρεστήσατο, ἄλλοις καιρίοις ἐπισπωμένου τοῦ βασιλέως καὶ τούτοις τὸν νοῦν προσέχοντος.

Τὸ δ΄ ἀπὸ τοῦδε κατὰ τῆς Κιλίκων στρατείαν ἐκήρυξε, τὸν Λεβούνην, ὃς Ἀρμενίας ἦρχε, μετιέναι ποθῶν ὡς ἄλλα τε κατήκοα Ῥωμαίοις πολίσματα χειρωσάμενον, ἀλλὰ δὴ καὶ Σελευκείας ἐπιβῆναι πειρώμενον. ἀγηοχὼς τοίνυν τὰς οὔσας δυνάμεις καὶ νεαλεῖς ἄλλας αὐταῖς προσθέμενος, καὶ τὰ ἐφόδια ἱκανὰ πρὸς χρονίαν ἐκδημίαν ἐνθέμενος, ταῖς Κιλικίαις πύλαις ἐφίσταται· καὶ ταύτας ἀμαχεὶ παρελθὼν Ἀδάνης [15B] ἐπέβη, καὶ κρατεῖ τῆς Ταρσοῦ. οὐ μέχρι δὲ τούτου περιγράψας τὸ πρόθυμον περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται, ὅθεν πῇ μὲν ὁμολογίᾳ χειρούμενος τὰ τῶν φρουρίων ἐπικαιρότατα, πῇ δὲ διὰ μάχης αὐτὰ ὑπαγόμενος, ἐγκρατὴς ἁπάσης τῆς χώρας γίνεται. ἐπιστὰς δὲ σὺν ἄλλοις καὶ ἀποτόμῳ τινὶ ἐρύματι, ὅπερ Βακὰ ὀνομάζεται, ἐπεὶ μὴ χεῖρας προύτεινον αὐτῷ οἱ ἐντός οὔτε μὴν προυχώρουν εἰς εἰρηναίας ξυμβάσεις, διαλαμβάνει τοῦτο παντὶ τῷ στρατεύματι βαλὼν χάρακα, μὴ ἂν ἐκεῖθεν ἀπᾶραι τὸ παράπαν ἰσχυριζόμενος, εἰ μὴ τοῦ πολίσματος ἐγκρατὴς ὀφθήσεται, κἂν εἰ πολιωθῆναί οἱ ξυμβαίη τῇ προσεδρείᾳ τὴν κεφαλὴν καὶ ταῖς χιόνων παλυνθῆναι πολλάκις καταφοραῖς, εἰς νοῦν ἄγων [15C] ἅμα τοῖς πολιορκουμένοις ὅσα μὲν εὖ πάθοιεν παρ΄ αὐτοῦ ὑπενδόντες καὶ ἐκστάντες αὐτῷ τοῦ ἐρύματος, οἵοις δ΄ αὖ χειρίστοις ὑποβληθεῖεν πολέμου νόμῳ ἁλόντες καὶ τὴν στρατιὰν ἰδόντες εἰσρυεῖσαν ἔνδοθεν. ἦν δ΄ ἀσπίσι ταῦτα ἐπᾴδων ἑκοντὶ κωφευούσαις πρὸς τὰ ὑποψαλλόμενα παρὰ σοφοῦ φαρμακοῦ, καὶ σμήχων ἄντικρυς διηλέγχετο τὸν Αἰθίοπα. οἱ γὰρ τοῦ φρουρίου Βακὰ τὴν ἐπιστασίαν πεπιστευμένοι καὶ πάντες μὲν ἀκαταπλήκτως εἶχον πρὸς τὸν ἀγῶνα, Κωνσταντῖνος δέ τις μάλιστα, τοῦ τῶν Ἀρμενίων γένους τὰ πρῶτα κληρούμενος καὶ τῶν πολλῶν ὑπερφέρων χειρὸς γενναιότητι· οὐ γὰρ μόνον τὸ ἐνοικοῦν πλῆθος ἐπισυνίστησι καὶ διανίστησι [15D] πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἀλλὰ καὶ αὐτὸς τοῦ φρουρίου πολλάκις προοπτανόμενος κἀπὶ τοῦ γηλόφου μεθ΄ ὅπλων ἱστάμενος, ἐφ΄ οὗπερ ἡ μὲν φύσις τὴν πέτραν ἀνέδωκεν, ἡ δὲ τέχνη τείχεσιν αὐτὴν περιέβαλε καὶ ἐκράτυνεν, ὕβρεσι τὸν βασιλέα Ἑλληνίδι ἔπλυνε γλώττῃ, ἔς τε τὴν ἄκοιτιν καὶ τὰς θυγατέρας ὁ στόμαργος ἐρεσχελῶν καὶ λόγους ἀπρεπεῖς ἀφιείς. βασιλεὺς μὲν οὖν συλλαβεῖν τὸν αἰσχρορρήμονα βάρβαρον καὶ δίκας λαβεῖν ἐξ ἐκείνου ἐγλίχετο· ὁ δὲ τῇ σφετέρᾳ πεποιθὼς ῥώμῃ καὶ μέγα τῷ δραστηρίῳ κατακομπάζων τῆς φύσεως, ἔτι καὶ τὴν βασιλέως κατεμωκᾶτο παράταξιν καὶ προυκαλεῖτο ἀναίδην τὸν ἐπιλέγδην ἐκείνῳ συμπλακησόμενον. ἀμέλει καὶ βασιλεὺς ἐπιτάττει τοῖς ταξιάρχαις ἐκ τοῦ αὐτίκα τῶν ἀλκίμων τινὰ στρατιωτῶν ἀντιτάξαι τῷ Ἀρμενίῳ ἀντίμαχον ἀξιόμαχον. ὡς οὖν Εὐστράτιός [16A] τις ἐκ τοῦ τῶν Μακεδόνων ἐπεκρίθη τάγματος, ἀσπὶς αὐτῷ ἐς ἀνδρόμηκες κατιοῦσα δίδοται καὶ σπάθη νεόσμηκτος ἐγχειρίζεται. οὕτω δ΄ ὁπλισθεὶς Εὐστράτιος ἀφίσταται μὲν τῶν Ῥωμαϊκῶν ἰλῶν, περὶ δὲ τοῦ γηλόφου τὰ κράσπεδα ἐπιστὰς ὑποκαταβῆναι βραχὺ τὸν Ἀρμένιον προυκαλεῖτο, ὅπως ἐν ἰσοπέδῳ διαγωνίσωνται, εἴπερ ἀληθῶς τὴν μοναθλίαν αἱρεῖται καὶ μὴ ἐπὶ πλεῖστον ἐμπληξίας ἰὼν εἰκῇ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο σοβαρεύεται. ὕβριν τοίνυν οἰκείαν ὁ Κωνσταντῖνος τὰ τοῦ Μακεδόνος ἡγησάμενος ῥήματα, ὡς καταιβάτης πρηστὴρ [16B] ἢ δορκὰς ὀρεσίτροφος θάμνων διαλλομένη τῷ Εὐστρατίῳ προσρήγνυται οὕτω μὲν τηλίκος τὸ τοῦ σώματος μέγεθος ὤν, οὕτω δὲ θαρσαλέος πολεμιστής, ἀσπίδα προβεβλημένος ἴσην πάντοθεν καὶ λευκήν, χάραγμα σταυρικὸν περὶ τὸ μέσον ἔχουσαν. οὐκοῦν καὶ τὴν δεξιὰν ξιφηφοροῦσαν τονώσας ἐπ΄ εὐθείας τε καὶ ἐγκαρσίως ἐς τὴν ἀσπίδα πλήττων οὐκ ἀνίει τὸν Μακεδόνα, οἰστρώδει προπετείᾳ χρώμενος, καὶ ἦν ἀεὶ προσδόκιμος μέγα τι κακὸν τὸν ἄνδρα ἐργάσασθαι. καὶ βασιλεὺς παντάπασιν ἀπεγνώκει, μὴ μόνον τῶν χρηστοτέρων ἐλπίδων ἀποβουκολούμενος, ἀλλὰ καὶ τὸ μὴ τεθνάναι τὸν Μακεδόνα λαμπρῶς ἀπειπάμενος. καὶ τοιῷδε μὲν οὖν ὁρμήματι ῥοθίῳ τοῦ Κωνσταντίνου ἐπικειμένου, ὅμως τὸν Εὐστράτιον φωναῖς ὑπήλειφον οἱ Ρωμαῖοι καὶ ἀντιπλήττειν αὐτὸν ὑπεφώνουν. ὁ δὲ πολλάκις ἀνατείνας τὴν χεῖρα καὶ [16C] δόκησιν παρασχόμενος, ὡς πλήξειε τὸν ἀντίπαλον, ὑπεστέλλετο παρὰ δόξαν, οἷά τινος Τελχῖνος τὴν δεξιὰν ἐκείνῳ τοῦ πλήττειν ἀπάγοντος καὶ πρὸς τὸ δρᾶν ἐκτεινομένην ἐπέχοντος. ὀψὲ δέ ποτε μετὰ πολλὴν τοῦ ξίφους ταλάντευσιν τὴν χεῖρα κατενεγκὼν ὁ Μακεδὼν διχῇ τὸν Κωσταντίνου θυρεὸν διαιρεῖ, χρῆμά τι πέλωρον ὄντα καὶ ἀτεχνῶς Ἑκτόρειον· πρὸς ὅπερ Ῥωμαῖοι μὲν ἐπηλάλαξαν μετὰ πλείστης δὴ τῆς ἐκπλήξεως, ὁ δ΄ Ἀρμένιος τὸ φυλακτήριον ὅπλον οὕτως ἀέλπτως ἀποβαλόμενος, μηκέτι μένειν ἐπὶ τοῦ μεταιχμίου δυνάμενος, ποσὶ τὴν σωτηρίαν ἐπρίατο, ἐπαναδραμὼν εἰς τὸ γήλοφον ὡς τὸν περὶ ψυχῆς τρέχων σὺν ὀξυτέρῳ ὁρμήματι. τοῦ δὲ [16D] λοιποῦ κατὰ χώραν μένων οὔτε Ῥωμαίων κατεφρυάττετο, οὔτε μὴν ἐς τὸν ἄνακτα καὶ τὸ γένος θρασυστομῶν σαπρολογίας ἱέναι προέθετο βέλεμνα ἐν τῷ τὰ χείλη τείνειν κατὰ νευρὰν καὶ τοὺς ὀδόντας ὡσεὶ τόξον διατιθέναι κέρασιν ἁρμοζόμενον. ἐρωτηθεὶς δὲ πρὸς τοῦ βασιλέως ὁ Μακεδών, ὅ τι δρῶν καὶ διανοούμενος τὴν μὲν χεῖρα πολλάκις ἀνέτεινεν ὡς πλήξων τὸν ἀνθιστάμενον, τὸ δὲ ξίφος ἅπαξ κατήνεγκε, σκοπὸν εἶναί οἱ διὰ μιᾶς ἔφατο τοῦ ξίφους καταφορᾶς τὴν ἀσπίδα καὶ τὸν αὐτὴν ἀνέχοντα διελεῖν Ἀρμένιον· ὡς δ΄ ἐπιτελὲς οὐκ εἶχε τὸ ἐννοούμενον διὰ τὸ μὴ ἐν χρῷ τὸν διάφορον τὸν θυρεὸν ἀνέχειν, ἀλλὰ προβεβλῆσθαι κατὰ πολὺ τοῦ σώματος ἀφεστῶτα, ἔγνω μὴ ἐλινύειν διακενῆς, τοῦ δ΄ οὖν ὅπλου καὶ μάλα καθικέσθαι καιρίως, εἶθ΄ οὕτως μετελθεῖν τὸν πολέμιον ἄτερ ἀσπίδος γενόμενον. θαυμάσας τοίνυν ἐπὶ τοῖς εἰρημένοις τούτοις ὁ βασιλεὺς δωρεαῖς μεγίσταις ἠμείψατο [17A]τὸν Εὐστράτιον.