Χρονική Διήγησις
Συγγραφέας:
Ιωάννης Κομνηνός (5)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (5)

Τοιαύτην νίκην περιφανῆ κατὰ Σκυθῶν ὁ Ἰωάννης ἀράμενος καὶ μέγιστον στήσας τρόπαιον τὰς εὐχὰς τῷ θεῷ ἀποδίδωσι, τὴν τῶν Πατζινάκων λεγομένην ἐς ἡμᾶς τελετὴν εἰς ἀναμνηστήρια ἀποτάξας τῶν πεπραγμένων καὶ χαριστήρια. Μικρὸν δὲ ὕστερον καὶ κατὰ τοῦ τῶν Τριβαλλῶν ἔθνους (εἴποι δ΄ ἄν τις ἕτερος Σέρβων), κακουργοῦντος καὶ τὰς σπονδὰς συγχέοντος, στρατείαν ἐκήρυξε, καὶ συμβολῆς γενομένης, κατὰ κράτος ἡττήσας καὶ τοῦτο τὸ βάρβαρον πρὸς σπονδὰς ὑπηγάγετο, [12A] μηδ΄ ἄλλως δεικνύμενον ἀξιόμαχον, οἷα καθυποκύπτον ἀεὶ ταῖς ἐκ γειτόνων ἀρχαῖς. καὶ λείαν ἐκεῖθεν ἐλάσας οὐ σταθμητὴν, καὶ πλείστων ὠφελειῶν ἐμπλήσας τὸ στράτευμα, ἐς τὴν ἕω διαβιβάζει τὸ τοῦ πλήθους αἰχμάλωτον, καὶ κατὰ τὴν Νικομήδους ἐπαρχίαν ἀποτάξας αὐτῷ κατοίκησιν καὶ γῆν διαρκεστάτην ἀποδασάμενος τὸ μὲν τοῦ δορυκτήτου λεὼ τοῖς στρατεύμασιν ἐγκατέμιξε, τὸ δὲ παρῆκεν εἰς δασμοφόρησιν.

Καὶ πατὴρ δὲ ἀρρένων παίδων ὁ βασιλεὺς οὗτος φανεὶς τῷ μὲν προήκοντι κατὰ γένεσιν (Ἀλέξιος τῷδε τὸ ὄνομα) πορφυρίδος μετέδωκε, καὶ πεδίλοις ἐρυθροῖς ὑποδεῖσθαι διαφῆκε τὰ βάθρα τοῦ σώματος, καὶ συνευφημεῖσθαί οἱ παρεῖχεν, [12b] [12B] ὁπηνίκα Ῥωμαίων αὐτοκράτωρ ἐκεῖνος ὑπὸ τῶν συνειλεγμένων ὄχλων ἀνηγορεύετο· τὸν δὲ μετ΄ αὐτὸν Ἀνδρόνικον Ἰσαάκιόν τε τὸν ἐπὶ τῷδε καὶ τὸν ἐφεξῆς τέταρτον Μανουὴλ σεβαστοκρατορικαῖς ὑπεξαίρει τιμαῖς. φασὶ δὲ ὡς κατ΄ ὄναρ ὁ βασιλεὺς θεάσαιτο τὸν νεοστεφῆ υἱὸν τὸν Ἀλέξιον θηρίῳ ἔποχον λέοντι καὶ τοῦτον ἐκ τῶν ὤτων ἡνιοχεῖν μηδενὸς ἑτέρου ὑπόντος ἐπιτηδείου πρὸς διεξαγωγὴν τοῦ θηρός. ἦν δὲ ἡ σύγκρισις τοῦ ἰνδάλματος, ὡς μέχρι καὶ προσρήματος ψιλοῦ καὶ γυμνῆς πραγμάτων ἀνακηρύξεως ἐπιτευξεῖται τῆς βασιλείας ὁ παῖς, τῆς δὲ μείζονος ἀποπεσεῖται κυριαρχήσεως, ὃ καὶ μικρῷ συμβέβηκεν ὕστερον· θανάτῳ γὰρ τὴν ἐξ ἀνθρώπων ἐστείλατο.

Περὶ δὲ θέρειον ὥραν τὸν Ἴστρον διαβάντες οἱ Οὖννοι [12C] τήν τε Βρανίτζοβαν ἐξεπόρθησαν, κατερείψαντες τὰ τείχη καὶ τοὺς λίθους μετενεγκάμενοι εἰς τὸ Ζεύγμινον, καὶ τὴν Σαρδικὴν ἐληΐσαντο, τὰς ἐπὶ φιλίᾳ τῇ πρότερον ὁμολογίας ἀποσεισάμενοί τε καὶ διαξάναντες. ἦν δὲ ἡ μὲν ἐνδόμυχος αἰτία ταυτησὶ τῆς διαφορᾶς τὸ τὸν Ἀλμούζην παρὰ βασιλέα ἐλθεῖν καὶ προσδεχθῆναι παρ΄ αὐτοῦ ἀσμενέστατα, κασίγνητον ὄντα Στεφάνου τοῦ τῶν Οὔννων κατάρχοντος, ἡ δ΄ εὐπρόσωπός τε ἅμα καὶ πρόδηλος ἀφορμὴ τὸ τοὺς οἰκήτορας Βρανιτζόβης λῃστρικῶς ἐπιτίθεσθαι τοῖς παραβάλλουσιν ἐκεῖθι Οὔννοις κατ΄ ἐμπορίαν καὶ δρᾶν ἐπ΄ αὐτοῖς τὰ χείριστα. ἅτε δ΄ ἀπροόπτως τοῦ κακοῦ τοῦδε ξυνενεχθέντος, τότε μὲν [12D] τῇ κατὰ τὴν Φιλιππούπολιν ἐνδημίᾳ τὰ τῆς προμηθείας βασιλεὺς ἐπεμέτρησεν, Οὔννους ἐκεῖθεν μετανάστας θέμενος· τῷ δ΄ ἐπιόντι καιρῷ πρὸς παρασκευὴν τῶν οἰκείων καὶ ἄμυναν τῶν πολεμίων χρησάμενος τὰς δυνάμεις συνήθροισε καὶ νῆας ταχυναντούσας ἡτοίμασε, καὶ ταύτας ἐς τὸν Ἴστρον διὰ τοῦ Πόντου κατακολπίσας ὑδραῖος ὁμοῦ καὶ χερσαῖος τοῖς ἀντιπάλοις ἐφίσταται. διελθὼν δὲ τὸν ποταμὸν μετὰ τῆς στρατηγίδος τριήρους, καὶ τὸν στρατὸν καταστησάμενος ἐς τὸ πέραν, ἱππομαχίᾳ καὶ δοράτων ἀγκοινήσει τὸ συνελθὸν Οὐννικὸν διεσκέδασε. χρονίσας δ’ ἐν τῇ πολεμίᾳ καὶ καρτερικώτατος φανεὶς ἑαυτοῦ τοῦ τε Φραγγοχωρίου ἐκράτησεν, ὅπερ ἐστὶ τῆς τῶν Οὔννων γῆς τὸ πιότατον, ἐς πεδία ὑπτιάζον ἱππήλατα, μεταξὺ τῶν ποταμῶν Σαούβου καὶ Ἴστρου ἀναπεπταμένον, καὶ τὸ Ζεύγμινον παρεστήσατο, καὶ κατ΄ αὐτὸν ἐλάσας [13A] τὸν Χράμον λείαν πλείστην περιεβάλετο. ἔπειτα καὶ τούτῳ τῷ γένει μεθ΄ ἑτέρας συμπλοκὰς σπεισάμενος, τά τε πρὸς εἰρήνην εὖ διαθέμενος, καὶ τὸ λοιπὸν βαρβαρικόν, ὁπόσον καθ΄ ἑσπέραν Ῥωμαίοις ἄγχουρον, εἰς φιλίαν ἆκον ὑπαγαγόμενος ἐν οἷς πολλάκις εὐρόησε κατὰ τὸν πόλεμον, δεῖν ᾠήθη καὶ τὰ ὑπερόρια φῦλα, καθ΄ ὃν ἂν καὶ δύναιτο τρόπον, ὑποποιήσασθαι, καὶ τούτων μάλιστα ὁπόσα τῇ ἐμπορίᾳ καὶ ἀγυρτείᾳ προσκείμενα μετὰ πλοίων ἐς τὴν Κωνσταντίνου καταίρουσιν. οὐκοῦν καὶ εἶχεν οἰκειωσάμενος τὴν παράλιον Ἰταλίαν, ὅλα λαίφη διαπετῶσαν ἐς τὴν βασιλίδα τῶν πόλεων. ἠρεμησάντων δ΄ οὕτω τῶν καθ΄ ἑσπέραν γενῶν, ἐς τὴν ἕω διαβιβάσας τὸ στράτευμα [13B] τοῖς τὴν Κασταμόνα κατέχουσι Περσαρμενίοις ἐπιθέσθαι ἔγνωκεν, ὅθεν διὰ τῆς τῶν Βιθυνῶν καὶ Παφλαγόνων ἐπαρχίας ἐλάσας ἐκεῖσέ τε παραγίνεται καὶ κλίμαξιν ὅτι πλείσταις χρησάμενος καὶ κύκλῳ περιστήσας τὰς ἑλεπόλεις αὐτῆς τε τῆς Κασταμόνος κρατεῖ, καὶ τὸν ταύτης σατραπεύοντα Περσαρμένιον ἀπειπόντα περὶ τῶν ὅλων φυγάδα δείκνυσιν. οὐκ ὀλίγον δὲ πλῆθος Περσῶν ἐκεῖθεν ἀπαγαγὼν αἰχμάλωτον πρὸς τὸ Βυζάντιον ἐπανέζευξε. Τοίνυν καὶ κηρύξας ἐπὶ τῷ τροπαίῳ τουτωῒ θρίαμβον, ἅρμα διειλημμένον ἀργύρῳ παγῆναι προσετετάχει· καὶ ἦν τὸ ἅρμα θαυμάσιον οἷον γενόμενον, καὶ λίθοι τῶν μὴ πάνυ τιμαλφῶν ἐνιαχοῦ αὐτὸ ἤγαλλον. ἐνστάσης δὲ τῆς ἡμέρας, καθ΄ ἣν ἡ πρόοδος [13C] ὥριστο, ἅπας πέπλος τὰς ἀγυιὰς κατηγλάϊζε χρυσοϋφής τε καὶ περιπόρφυρος. οὐδὲ τὰ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀπῆν ἐκεῖθεν εἰκάσματα, ὁπόσα ἱστουργικὴ χεὶρ ἐπίπλοις ἐνετυπώσατο, ἃ καὶ εἴρηκεν ἄν τις ἔμψυχα, οὐκ ἐνυφαντά. ἦν δὲ τοῦ ἄγασθαι ἄξια καὶ τὰ περὶ τὴν πάροδον ἑκατέρωθεν πρὸς ὑποδοχὴν τῶν θεωμένων διὰ ξύλων πήγματα καὶ ἴκρια. χῶρος δὲ τῆς πόλεως ἦν, ὃς οὑτωσὶ διεσκεύαστο ὁ διήκων ἐκ τῶν ἑῴων πυλῶν τῆς πόλεως ἐς αὐτὸ τὸ μέγα παλάτιον. καὶ δὴ τὸ μὲν τέτρωρον εὐπρεπὲς, καὶ εἷλκον τοῦτο πίσυρες ἵπποι καλλίτριχες χιόνος λευκότεροι. ὁ δὲ βασιλεὺς [13D] τὴν τοῦ ἅρματος ἐπίβασιν παρεικὼς τὴν τῆς θεομήτορος εἰκόνα τούτῳ ἐπανεβίβασεν, ἐφ΄ ᾗ καὶ ἦν γεγηθὼς καὶ τὴν ψυχὴν ἐκλείπων αὐτήν, καὶ τὰς νίκας ὡς συστρατηγέτιδι ἀμάχῳ ἐπιγραφόμενος, καὶ δοὺς ἄγειν τὰ χαλινὰ τοὺς παρ΄ ἐκείνῳ δυναμένους τὰ μέγιστα, καὶ τοῖς ἐκ γένους ἐγγίζουσιν ἀμφιπονεῖσθαι τὸ ἅρμα ἐνδοὺς, προῆγεν αὐτὸς σταυρικὸν σημεῖον χειριζόμενος καὶ ποσὶ τὴν πορείαν ποιούμενος· καὶ τὸν ἐκ τῆς τοῦ θεοῦ σοφίας παρωνυμούμενον ναὼν εἰσιὼν, καὶ τὴν ἐπὶ τοῖς κατωρθωμένοις ἀνθομολόγησιν κυρίῳ τῷ θεῷ ἀπονείμας τοῦ λεὼ παντὸς ἐνώπιον, τῷ ἀρχείῳ οὕτως παρέβαλεν.

Οὐ πολλοῦ δὲ διαλιπόντος καιροῦ, ἀλλ΄ ὥστε καὶ αὐτὸν ἐποφθῆναι τοῖς ὑπηκόοις καὶ θεάτροις διαχυθῆναι, προσειπεῖν δὲ καὶ τὸν στρατιώτην τὰ οἴκοι χρόνιον καὶ διαναπαῦσαι τὸν ἵππον καὶ τὴν λόγχην ἀκέσασθαι, αὖθις κατὰ Κασταμόνος ἐστράτευσεν. ὁ γὰρ τὸν καιρὸν ἐκεῖνον τῆς Καππαδοκῶν χώρας κρατῶν Περσαρμένιος Ταϊσμάνιος μετ΄ ἰσχύος [14A] μείζονος ἐπιὼν τειχομαχίᾳ τὴν πόλιν εἷλε καὶ τῷ ξίφει κατὰ τῶν φυλάκων Ῥωμαίων ἐχώρησεν. ὁ βασιλεὺς τοίνυν ἐκεῖσε παραγενόμενος τὸν μὲν Ταϊσμάνιον ἐξ ἀνθρώπων εὗρε γεγενημένον, Μουχούμετ δέ τινα τὴν Κασταμόνα διέποντα, διάφορον τῷ τῆς Ἰκονίου πόλεως ἀρχηγῷ Μασούτ. συμφόρῳ γοῦν τῷ καιρῷ πρὸς σύναρσιν τῶν καθ΄ αὑτὸν πραγμάτων ὁ βασιλεὺς χρώμενος σπένδεται τῷ Μασοὺτ, καὶ συμμαχίαν εἰληφὼς ἐκεῖθεν ἔπεισι τῷ Μουχούμετ. ὁ δὲ πρὸς ἀμφίστομον στράτευμα οὔκουν ἑαυτὸν εἰδὼς ἀξιόμαχον ὕπεισι τὸν ὁμόφυλον Μασοὺτ καὶ καταλύσας τὴν ἔχθραν ἄλλοις τε πολλοῖς οἷς ἐκείνῳ διὰ γραμμάτων ἐσήμανεν, ἀλλὰ δὴ καὶ τῷ [14B] εἰπεῖν ὡς προσρυεὶς τῷ βασιλεῖ Ῥωμαίων, εἰ μὴ καταλλαγεῖεν αὐτοί, κακῶς διάθοιτο τὰ Περσῶν, πείθει τὸν Ἰκονιέα Μασοὺτ ἀποσχέσθαι μὲν βασιλέως, ἐκείνῳ δὲ προσρέψαι καὶ λῦσαι τὴν συμμαχίαν. οὗ μετὰ βραχὺ συμβάντος, καὶ νυκτὸς οἰχομένων τῶν τῷ βασιλεῖ παρὰ τοῦ σουλτὰν ἐκπεμφθέντων ἐπικούρων Περσῶν, οὐκ εὔοδα τὸ ἐκ τοῦδε Ῥωμαίοις τὰ τῆς προκειμένης ἐκστρατείας γεγόνασιν. ὅθεν ἀναχασάμενος ἐκεῖθεν καὶ κατὰ τὸ πόλισμα στρατοπεδευσάμενος ὃ περὶ τὸν Ῥυνδακὸν ποταμὸν αὐτὸς ἐδείματο, αὖ πάλιν τῆς κατὰ τοῦ Μουχούμετ ἀκμαιότερον ἥψατο, καὶ Ῥωμαίοις ἐπανασωσάμενος Κασταμόνα οὐδὲ τῆς Γάγγρας ἀπέσχετο. μία δέ ἐστιν αὕτη [14C] τῶν περιφανῶν καὶ μεγίστων Ποντικῶν πόλεων, οὔπω πρώην Πέρσαις καθυποκύψασα.