Χριστιανικὴ Τοπογραφία
Λόγος ιʹ



ΛΟΓΟΣ Ιʹ

Χρήσεις Πατέρων

ι.1 Τινὲς τῶν φιλονεικεῖν εἰωθότων, ἀναγνόντες τὴν βίβλον καὶ μὴ εὐποροῦντες ἀντοφθαλμεῖν πρὸς τὴν τοσαύτην μαρτυρίαν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρ᾽ ἡμῶν ἐν τῆιδε τῆι βίβλωι γενομένην, τοιάδε πρὸς ἡμᾶς ἔφασαν ὅτι· Ὑμεῖς καὶ οἱ ὑμέτεροι πατέρες ἄλλως πως κατὰ τὸ ὑμῖν συμβαλλόμενον ἑρμηνεύετε τὴν θείαν Γραφήν· οὐ γάρ τι τοιοῦτο φέρεται παρ᾽ αὐτῆι περὶ σχημάτων καὶ τόπων, καθὼς ὑμεῖς φατε· ἀλλ᾽ οἱ ἡμέτεροι πατέρες, οἱ καὶ τὸν σκοπὸν τῆς θείας Γραφῆς ἀκριβῶς ὀφείλοντες εἰδέναι, ἐξηγησάμενοι οὐδὲν τοιοῦτο ἡμῖν παρέδοσαν· τῆς γὰρ Γραφῆς λεγούσης «ἔθετο ὁ Θεὸς ἐν τῆι Ἐκκλησίαι πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους», τῶν μὲν ἀποστόλων καὶ προφητῶν δοκεῖτε κατὰ τὴν ὑμετέραν ἑρμηνείαν ἐφάπτεσθαι, τῶν δὲ διδασκάλων τῶν καὶ τὸν ἀληθῆ σκοπὸν τῆς θείας Γραφῆς ἐξηγησαμένων οὐδ᾽ ὅλως ἐφάπτεσθε, ἀλλὰ ξένην ὁδὸν ὁδεύετε μηδενὶ ἐγνωσμένην, εἰ μή γε ὑμῖν καὶ τοῖς καθ᾽ ὑμᾶς.

ι.2 Τούτου οὖν ἕνεκα ἠναγκάσθημεν πάλιν ἔκδηλον αὐτῶν τὴν φιλονεικίαν πᾶσι καταστῆσαι, παραθέμενοι ἐν τούτωι τῶι λόγωι μαρτυρίας πατέρων τῶν καὶ παρ᾽ αὐτοῖς, εἴτε προφάσει εἴτε ἐν ἀληθείαι, καταγγελομένων, ἵν᾽ οἴκοθεν ἔχωσι τὸν ἔλεγχον ὡς καλῶς καὶ μεμαρτυρημένως παρὰ πάντων ἀποστόλων τε καὶ προφητῶν καὶ διδασκάλων κεῖσθαι τὴν ἡμετέραν συγγραφήν. Παρίτω δὲ εἰς μέσον πρῶτος ὁ μέγας Ἀθανάσιος τὰ αὐτὰ ἡμῖν κηρύττων.

Ἀθανασίου ἐκ τῆς βʹ ἑορταστικῆς.

ι.3 Γένοιτο δ᾽ ἂν καὶ παρ᾽ ἡμῶν πρεπόντως εἰς ἑκάστοτε μέν, μάλιστα δὲ ἐν ταῖς ἡμέραις τῆς ἑορτῆς, μὴ μόνον ἀκροαταί, ἀλλὰ καὶ ποιηταὶ τῶν τοῦ Σωτῆρος προσταγμάτων γενοίμεθα, ἵνα καὶ τὸν τῶν ἁγίων τρόπον μιμησάμενοι συνεισέλθωμεν εἰς τὴν τοῦ Κυρίου ἄπαυστόν τε καὶ ὄντως μένουσαν ἐν οὐρανοῖς χαράν.

Τοῦ αὐτοῦ ἐκ τῆς εʹ ἑορταστικῆς.

Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸν μὲν γὰρ κόσμον τῶι αἵματι τοῦ Σωτῆρος ἠλευθέρωσε· τὸν ἅιδην πάλιν τῶι τοῦ Σωτῆρος θανάτωι πατεῖσθαι δέδωκε, κατὰ τὰς οὐρανίους πύλας ἀνεμπόδιστον τοῖς ἀνερχομένοις τὴν ὁδὸν παρασχών.

Τοῦ αὐτοῦ ἐκ τῆς Ϛʹ ἑορταστικῆς.

Καὶ οὕτως ἑορτάσαντες δυνηθῶμεν εἰσελθεῖν εἰς τὴν τοῦ Κυρίου χαρὰν ἐν τῆι βασιλείαι τῶν οὐρανῶν.

Τοῦ αὐτοῦ ἐκ τῆς κβʹ ἑορταστικῆς.

ι.4 Ἵν᾽ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ τὸν ὑπὲρ πάντων ἀναδεξάμενος θάνατον οὐκ ἐν γῆι τινι κάτω, ἀλλ᾽ ἐν αὐτῶι τῶι ἀέρι τὰς χεῖρας ἥπλωσεν, ἵνα πάντων τῶν ἁπανταχοῦ τὸ διὰ τοῦ σταυροῦ σωτήριον εἶναι δειχθῆι, τὸν μὲν ἐν τῶι ἀέρι ἐνεργοῦντα διάβολον καθελών, τὴν δὲ εἰς οὐρανὸν ἡμῖν ἄνοδον ἐγκαινίσηι καὶ ἐλευθέραν κατασκευάσηι.

Τοῦ αὐτοῦ ἐκ τῆς κδʹ ἑορταστικῆς.

Καὶ τότε μὲν ἐξιόντων καὶ περώντων αὐτῶν τὴν Αἴγυπτον, οἱ ἐχθροὶ θαλάττης ἐγένοντο θρύλημα, ἄρτι δὲ ἡμῶν ἀπὸ γῆς εἰς οὐρανὸν περώντων, αὐτὸς ὁ Σατανᾶς ὡς ἀστραπὴ λοιπὸν ἀπ᾽ οὐρανοῦ καταπίπτει.

Τοῦ αὐτοῦ ἐκ τῆς κηʹ ἑορταστικῆς.

ι.5 Ἵν᾽ αὐτὸς μὲν ὑπὲρ πάντων θυσία γένηται, ἡμεῖς δὲ ἐντρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας καὶ τῆς ζώσης αὐτοῦ διδασκαλίας μεταλαμβάνοντες δυνηθῶμεν μετὰ τῶν ἁγίων καὶ τὴν ἐπουράνιον ἀπολαβεῖν χαράν. Ἐκεῖ γὰρ ἡμᾶς, ὡς ἐπὶ τὸ ἀνάγαιον τοὺς μαθητάς, ἐπὶ τὴν θείαν καὶ ἄφθαρτον ὄντως ἑστίασιν ὁ Λόγος καλεῖ μετ᾽ αὐτῶν· ἐνταῦθα μὲν παθὼν ὑπὲρ ἡμῶν, ἐκεῖ δὲ τὰς οὐρανίους σκηνὰς ἑτοιμάζων τοῖς μάλιστα προθύμως ὑπακούσασι πρὸς τὴν κλῆσιν καὶ ἀνενδότως καὶ κατὰ σκοπὸν ἀκολουθήσασιν «εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἔνθα τοῖς ἐπὶ τὸ δεῖπνον ἐρχομένοις τε καὶ πρὸς τοὺς ἐμποδίζοντας ἀγωνιζομένοις ἀπόκειται καὶ στέφανος καὶ ἡ ἄφθαρτος εὐφροσύνη. Εἰ γὰρ καὶ πολὺς ὡς πρὸς τοὺς οὐρανοὺς ὁ κάματος τῆς τοιαύτης ἐστὶν ὁδοῦ, ἀλλ᾽ αὐτὸς ὁ Σωτὴρ καὶ ταύτην ἐλαφράν τε καὶ χρηστὴν κατεσκεύασεν.
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς.

ι.6 Ἡμεῖς δέ, ἀδελφοί, οἱ τὸν ἀμπελῶνα παρὰ τοῦ Σωτῆρος παραλαβόντες καὶ εἰς τὴν οὐράνιον εὐωχίαν κληθέντες, ὡς ἤδη τῆς ἑορτῆς ἐγγιζούσης, λάβωμεν τὰ βάϊα τῶν φοινίκων καὶ νικηταὶ τῆς ἁμαρτίας γενόμενοι, ὡς οἱ ἀπαντήσαντες τῶι Σωτῆρι τότε, οὕτω καὶ ἡμεῖς ἕτοιμοι γενώμεθα ταῖς πράξεσιν, ἵνα καὶ ἀπαντήσωμεν ἐρχομένωι καὶ συνεισελθόντες αὐτῶι τῆς ἀθανάτου μεταλάβωμεν τροφῆς καὶ ἀϊδίως λοιπὸν ζήσωμεν ἐν τοῖς οὐρανοῖς. Τοῦ αὐτοῦ ἐκ τῆς κθʹ ἑορταστικῆσ Καὶ τὰ μὲν τῶν ἀνθρώπων παύεται, ἡ δὲ τοῦ Θεοῦ ἀγαθότης οὐ παύεται· ὅθεν καὶ ἀποθανόντας ἡμᾶς καὶ ἀσθενησάσης τῆς ἰδίας ἡμῶν φύσεως ἀνεγείρει, καὶ ἐκ γῆς γεγονότας εἰς οὐρανοὺς ἀνάγει.

Τοῦ αὐτοῦ ἐκ τῆς μʹ ἑορταστικῆς.

ι.7 «Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῆι βασιλείαι μου.» Ἐπὶ δεῖπνον τοίνυν τὸ μέγα καὶ οὐράνιον διὰ τοῦ Εὐαγγελίου κληθέντες, εἰς τὸ ἀνάγαιον ἐκεῖνο τὸ σεσαρωμένον, «καθαρίσωμεν ἑαυτούς», ὡς παρήγγειλεν ὁ Ἀπόστολος, «ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβωι Θεοῦ», ἵνα ἔσωθεν καὶ ἔξω ἄσπιλοι τυγχάνοντες, ἔξωθεν μὲν περιβεβλημένοι σωφροσύνην καὶ δικαιοσύνην, ἔσωθεν δὲ τῶι πνεύματι ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας, ἀκούσωμεν· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»

Τοῦ αὐτοῦ ἐκ τῆς μβʹ ἑορταστικῆς.

ι.8 Κεκλήμεθα γάρ, ἀδελφοί, καὶ νῦν συγκαλούμενοι ὑπὸ τῆς σοφίας καὶ κατὰ τὴν εὐαγγελικὴν παραβολὴν ἐπὶ τὸ δεῖπνον ἐκεῖνο τὸ μέγα τὸ ὑπερκόσμιον καὶ πάσηι τῆι κτίσει διαρκοῦν, ἐπὶ τὸ Πάσχα δὴ λέγω, τὸν τυθέντα Χριστόν. «Τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός.» Καὶ μεθ᾽ ἕτερα Οἱ μὲν οὖν οὕτω κεκοσμημένοι ἐρχόμενοι ἀκούσονται· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»

Τοῦ αὐτοῦ ἐκ τῆς μγʹ ἑορταστικῆς.

ι.9 Ἡμῶν δέ, ὧν ἐστι καὶ τὸ Πάσχα, ἡ κλῆσις ἄνωθέν ἐστι, καὶ τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ἐστι μετὰ Παύλου λέγοντος· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ἔνθα καὶ ἀποβλέποντες ἑορτάζομεν καλῶς. Καὶ πάλιν μεθ᾽ ἕτερα Ὑψηλὸς μὲν ὁ οὐρανὸς ἀληθῶς καὶ ἀπέραντον τὸ τούτου διάστημα πρὸς ἡμᾶς· «ὁ γὰρ οὐρανός, φησί, τοῦ οὐρανοῦ τῶι Κυρίωι»· ἀλλ᾽ οὐ διὰ τοῦτο ἀποκνητέον, οὐδὲ φοβητέον ὡς ἀδύνατον οὖσαν τὴν πρὸς ἐκεῖνον ὁδόν, ἀλλὰ καὶ μᾶλλον προθυμητέον. Οὐ γάρ, ὡς οἱ ἀπὸ ἀνατολῶν τότε κινήσαντες καὶ εὑρόντες πεδίον ἐν γῆι Σενναὰρ ἐπεχείρησαν, χρεία καὶ ἡμῖν ὀπτῆσαι πλίνθον ἐν πυρὶ καὶ ζητεῖν ἄσφαλτον ἀντὶ πηλοῦ. Συνεχύθησαν γὰρ ἐκείνων αἱ γλῶσσαι καὶ κατελύθη τὸ ἔργον· ἡμῖν δὲ ὁ Κύριος τὴν ὁδὸν ἐνεκαίνισε διὰ τοῦ ἰδίου αἵματος καὶ εὔκολον αὐτὴν κατεσκεύασεν. Καὶ πάλιν

ι.10 Οὐ γὰρ μόνον ἐν τῶι διαστήματι καὶ τῆι παρακλήσει παρεμυθήσατο, ἀλλ᾽ ὅτι καὶ κεκλεισμένην ταύτην ποτὲ τὴν πύλην ἐλθὼν ἤνοιξε· κέκλεισται γὰρ ὄντως ἐξ ὅτου τὸν Ἀδὰμ ἐξέβαλεν ἐκ τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, νῦν δὲ ἐκτεταμένην· καὶ πλείονι χάριτι καὶ φιλανθρωπίαι ἐμφανεὶς αὐτὸς ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ εἰσήγαγεν εἰς μὲν τὸν παράδεισον μεθ᾽ ἑαυτοῦ τὸν ὁμολογήσαντα ληιστήν· εἰς δὲ τὸν οὐρανὸν ὁ αὐτὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν πᾶσιν ἀνεπέτασε τὰς θύρας. Καὶ πάλιν

ι.11 Ὁ δὲ Παῦλος «κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως» ἡρπάσθη δι᾽ αὐτῆς ἕως τρίτου οὐρανοῦ, ἑωρακὼς τά τε ἄνω, λοιπὸν κατερχόμενος κατηχεῖ καὶ ἡμᾶς εὐαγγελιζόμενος τὰ πρὸς Ἑβραίους γραφέντα· «Οὐ γὰρ προσεληλύθατε, λέγων, ψηλαφωμένωι ὄρει καὶ κεκαυμένωι πυρὶ καὶ γνόφωι καὶ ζόφωι καὶ θυέλληι καὶ σάλπιγγος ἤχωι καὶ φωνῆι ῥημάτων, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίωι καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίαι πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» Τίς οὐκ ἂν εὔξαιτο μετὰ τούτων ἔχειν τὴν ἄνω σύνοδον; Τίς οὐκ ἀγαπήσει μετὰ τούτων ἀπογράφεσθαι, ἵνα καὶ μετ᾽ αὐτῶν ἀκούσηι· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κατακληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»;

Τοῦ αὐτοῦ ἐκ τῆς μεʹ ἑορταστικῆς.

ι.12 Ἄρωμεν πάντες τὰς θυσίας ἑαυτῶν τὴν πρὸς τοὺς πτωχοὺς κοινωνίαν ἐπιγινώσκοντες, καὶ εἰσπορευώμεθα εἰς τὰ ἅγια, ὡς γέγραπται, ἔνθα καὶ «πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς αἰωνίαν λύτρωσιν εὑράμενος».
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς.

ι.13 Τοῦτο δὲ μέγα τεκμήριον τὸ ξένους ἡμᾶς ὄντας ἀκοῦσαι οἰκείους, καὶ ἀλλοτρίους ποτὲ ὄντας γενέσθαι συμπολίτας τῶν ἁγίων καὶ τέκνα χρηματίσαι τῆς ἄνω Ἱερουσαλήμ, ἧς τύπος ἦν ἣν ὠικοδόμησε Σολομών. Εἰ γὰρ κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῶι ὄρει πάντα πεποίηκε Μωϋσῆς, τύπος ἦν δηλονότι ἡ ἐν τῆι σκηνῆι λατρεία τῶν ἐν οὐρανοῖς μυστηρίων, εἰς ἃ θέλων καὶ ἡμᾶς εἰσελθεῖν ὁ Κύριος ὡδοποίησεν «ἡμῖν τὴν ὁδὸν πρόσφατον» καὶ μένουσαν. Ὡς δὲ πάντα τύπος ἦν τὰ πάλαι τῶν νέων, οὕτω τύπος τῆς ἄνω χαρᾶς καὶ ἡ νῦν ἐστιν ἑορτή, εἰς ἣν ἐρχόμενοι μετὰ ψαλμῶν καὶ ὠιδῶν πνευματικῶν ἀρχόμεθα τῶν νηστειῶν.

ι.14 Κατανόει τὸν μέγαν τοῦτον διδάσκαλον πῶς πᾶν τὸ σχῆμα τοῦ κόσμου σὺν τῶι δόγματι ὁμοίως ἡμῖν συνεχῶς καταλέγει, τὴν βασιλείαν τῶν οὐρανῶν ἀνάγαιον μέγα καὶ ὑπερκόσμιον διαρκοῦν τῆι κτίσει εἰπών, καὶ πρόδρομον ὑπὲρ ἡμῶν γενόμενον ἐν αὐτῶι τὸν Δεσπότην Χριστὸν κηρύττει, καὶ ἡμᾶς συνεισέρχεσθαι αὐτῶι ἐν τῆι δευτέραι παρουσίαι βοᾶι, καὶ τὸ «εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου» εἰς αὐτὸ τὸ ἀνάγαιον λέγει, τουτέστι τὸν οὐρανὸν τοῦ οὐρανοῦ, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ὅτι ἀπὸ καταβολῆς κόσμου ἡτοίμασται τοῖς ἀνθρώποις ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι τύπος ἐστὶν ἡ κατὰ Μωϋσῆν σκηνὴ τῶν οὐρανίων. Εἰπάτωσαν οἱ φιλόνεικοι πῶς οὐ συμφωνεῖ ἡμῖν ὁ μέγας οὗτος διδάσκαλος; Ἢ πῶς ξένην ὁδὸν παρὰ τὴν ἐκκλησιαστικὴν ἐβαδίσαμεν; Ἀλλ᾽ ἄπαγε τῆς τούτων ματαιοπονίας, καὶ προσθήσωμεν τούτωι καὶ τὸν κατ᾽ ἐκεῖνον καιρὸν Γρηγόριον τὸν Ναζιανζηνὸν ὑπ᾽ αὐτῶν μάλιστα διαβοώμενον, τὰ αὐτὰ τῶι πρὸ αὐτοῦ καὶ ἡμῖν ἐξαγγέλλοντα.

Γρηγορίου Ναζιανζηνοῦ ἐκ τοῦ δευτέρου λόγου τοῦ εἰς τὸ Πάσχα.

ι.15 Ἀλλὰ θύσωμεν τῶι Θεῶι θυσίαν αἰνέσεως ἐπὶ τὸ ἄνω θυσιαστήριον μετὰ τῆς ἄνω χοροστασίας, διασχίσωμεν τὸ πρῶτον καταπέτασμα, τῶι δευτέρωι προσέλθωμεν, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν· εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς θύσωμεν τῶι Θεῶι.

ι.16 Καὶ οὗτος τὰ ὅμοια τῶι πρὸ αὐτοῦ ἐξεῖπε περὶ τοῦ σχήματος πρῶτον καὶ δεύτερον μόνον καταπέτασμα καὶ θυσιαστήριον εἰπών, καὶ περὶ τῶν ἀγγέλων ὡς καὶ αὐτῶν καὶ ἡμῶν ἐν τῶι πρώτωι καταπετάσματι ἔτι ὄντων, ἐπιθυμούντων δὲ ἅμα ἡμῖν ἐν τῶι δευτέρωι παρακύψαι. Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν ἢ ἀλλοτρίαν οὐκ ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Αἰσχυνέσθωσαν οὖν οἱ φιλόνεικοι τὴν συμφωνίαν τῆς Ἐκκλησίας ὁρῶντες, καὶ μὴ δυσπετείτωσαν εἰς ἡμᾶς· σκληρὸν γὰρ αὐτοῖς πρὸς κέντρα λακτίζειν. Ἀλλὰ καὶ τὸν τρίτον παραγάγωμεν μετὰ τοῦτον γεγονότα κατ᾽ ἐκεῖνο καιροῦ, τὸν τῆς Ἀλεξανδρέων ἐπίσκοπον Θεόφιλον, καὶ αὐτὸν μαρτυροῦντα τοῖς ἡμετέροις, μᾶλλον δὲ τῆι ἀληθείαι.

Θεοφίλου ἐκ τῆς αʹ ἑορταστικῆς.

ι.17 Ἵνα τῶν γηΐνων ἄνω γενόμενοι πράξεων εἰς τὸν ὑψηλὸν τῆς ἀρετῆς οἶκον, καθάπερ οἱ μαθηταί, φάγωμεν ἐν τῶι ἀναγαίωι τὸ πάσχα, ἔχοντες μεθ᾽ ἑαυτῶν τὸν ὑπὲρ ἡμῶν τυθέντα Χριστόν, ὅλον αὐτὸν ὡς ζωὴν ἐσθίοντες.
Τοῦ αὐτοῦ ἐκ τῆς ιʹ ἑορταστικῆς.

ι.18 Ἵνα πάλιν τὸ παραπέτασμα καὶ κάλυμμα τῆς λέξεως ἀναστείλαντες, ἀνακεκαλυμμένωι προσώπωι, τὴν διαβατήριον τοῦ θείου Πάσχα πανήγυριν κατοπτρίζωνται, βοῶντες τῶι Ἰησοῦ· «Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα;» Ὅτε καὶ μαθόντες παρ᾽ αὐτοῦ ἐν ἀναγαίωι δεῖν ἐπιτελεῖν τοῦτο, ἄνω τῶν γεωδεστέρων πραγμάτων ἐγίνοντο, εἰς τὰ Ἅγια τῶν ἁγίων δρομαῖοι τῆι γνώμηι βαδίζοντες, ἔνθα ὁ Χριστὸς αὐτὸς ὑπὲρ ἡμῶν εἰσῆλθε, τοῦ κατὰ τὸν τύπον ἀρχιερέως πέπαυκε τὴν χρείαν, ἡμῖν αἰωνίαν λύτρωσιν εὑράμενος καὶ ὑπὲρ ἡμῶν ἐμφανισθεὶς τῶι προσώπωι τοῦ Θεοῦ· τότε μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων, ἔξω τοῦ λαοῦ μένοντος διὰ τὸ μικρὸν τῆς δυνάμεως, ὁ δὲ Σωτὴρ ἐπιβὰς ἄδειαν τοῖς βουλομένοις εἰσελθεῖν δέδωκεν.

ι.19 Ὅρα καὶ τοῦτον σύμφωνον ἡμῖν ὄντα, ἀνάγαιον οἶκον λέγοντα Ἅγια ἁγίων, ἔνθα ὁ Δεσπότης Χριστὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, οὗ τύπος ἦν ὁ κατὰ τὴν σκηνὴν Μωϋσέως ἀρχιερεύς, ἐμφανισθῆναι τῶι προσώπωι τοῦ Θεοῦ, καὶ ὅτι τοῖς βουλομένοις ἄδειαν δέδωκε τοῦ εἰσελθεῖν εἰς τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Λεγέτωσαν οἱ τῆς μερίδος τῶν ἀποσχιστῶν προστάται πῶς ξένην ὁδὸν ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Πῶς οὐκ αἰδοῦνται τῶν ἰδίων πατέρων τοὺς λόγους ἀλλὰ τούτων μὲν καταγιγνώσκουσιν ὡς ὄντως ἐριστικῶν; Καὶ τοῦτον δὲ παραδραμόντες ἐπὶ τὸν κατ᾽ ἐκεῖνο καιροῦ συμμύστην, τὸν τῆς Γαβάλων ἐπίσκοπον Σευηριανόν, τέταρτον μετέλθωμεν, μαρτυροῦντα σχεδὸν πάσηι τῆι ἡμετέραι συγγραφῆι.

Σευηριανοῦ ἐκ τοῦ πρώτου λόγου τῆς Ἑξαημέρου.

ι.20 Τῆι γὰρ πρώτηι ἡμέραι ἐποίησε τὰς ὕλας τῶν κτισμάτων, ταῖς δὲ ἄλλαις ἡμέραις τὴν μόρφωσιν καὶ τὴν διακόσμησιν τῶν κτισμάτων, οἷόν τι λέγω, ἐποίησε τὸν οὐρανὸν μὴ ὄντα, οὐ τοῦτον, ἀλλὰ τὸν ὑπεράνω· οὗτος γὰρ τῆι δευτέραι ἡμέραι ἐγένετο· ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν τὸν ἀνώτερον· «ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῶι Κυρίωι, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων»· ὑπεράνω δέ ἐστι τούτου· καὶ ὡς ἐν οἴκωι διωρόφωι μεσολαβεῖ στέγη μέση, οὕτως ὡς ἕνα οἶκον κτίσας ὁ Θεὸς τὸν κόσμον μέσην στέγην ἔθηκε τὸν οὐρανὸν τοῦτον, καὶ ὑπεράνω τὰ ὕδατα· διὰ τοῦτο Δαυῒδ λέγει· «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῶια αὐτοῦ.»

ι.21 Ἐποίησεν οὖν τὸν οὐρανὸν μὴ ὄντα, τὴν γῆν μὴ οὖσαν, τὰς ἀβύσσους μὴ οὔσας, ἀνέμους, ἀέρα, πῦρ, ὕδωρ· πάντων τῶν γενομένων τὰς ὕλας ἐν τῆι πρώτηι ἡμέραι ἐποίησεν. Ἀλλ᾽ ἐρεῖ τις ὅτι γέγραπται μὲν ὅτι ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, περὶ δὲ ὑδάτων καὶ πυρὸς καὶ ἀέρος οὐ γέγραπται. Πρῶτον μὲν οὖν, ἀδελφοί, εἰπὼν τὸν οὐρανὸν καὶ τὴν γῆν γεγενῆσθαι ἐκ τῶν περιεχόντων τὰ περιεχόμενα ἡρμήνευσεν. Καὶ μεθ᾽ ἕτερα.

ι.22 Εἶτα ὁ ἀὴρ πότε ἐγένετο, ἄκουε· «Καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων»· τὸ πνεῦμα δὲ οὐ τὸ ἅγιον λέγει ἐνταῦθα· οὐ γὰρ τῆι κτίσει συναριθμεῖται τὸ ἄκτιστον· ἀλλὰ «πνεῦμα» καλεῖ τὴν τοῦ ἀέρος κίνησιν. Καὶ πάλιν «Εἶπεν ὁ Θεός· Γενηθήτω φῶς», καὶ ἐγένετο τοῦ πυρὸς ἡ φύσις. Καὶ πάλιν

ι.23 Ἀλλὰ τὰς μὲν ψυχὰς ἡμῶν τῶι σώματι περιέφραξε, τοὺς δὲ ἀγγέλους ἀσωμάτους ἐποίησεν. Ὥσπερ οὖν ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν ἀγγέλων, οὕτω καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν, τὸ πῦρ τὸ ἄνω ἄνευ ὕλης, τὸ πῦρ τὸ κάτω μετὰ ὕλης· τὸ γὰρ ἄνω πῦρ συγγενὲς τοῦ κάτω ἐστίν, ὥσπερ καὶ αἱ ψυχαὶ ἡμῶν συγγενεῖς εἰσι τῶν ἀγγέλων. Πῶς; Καθότι κἀκεῖναι πνεύματα, καὶ οὗτοι πνεύματα. Πάλιν λέγει·

ι.24 Πάντα οὖν ἐγένετο, πῦρ, ἄβυσσος, ἄνεμοι, τὰ τέσσαρα στοιχεῖα, γῆ, πῦρ, ἀήρ, ὕδωρ· καὶ γὰρ ἅπερ παρέλιπεν, ὡς ἐν παραδόξωι ἀνακεφαλαιοῦται Μωϋσῆς λέγων· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.» Ὥσπερ δὲ ἐπὶ τοῦ σώματος οὐκ εἶπε πάντα τὰ μέλη, οὐδὲ ἐπὶ τῆς δημιουργίας ἐξηριθμήσατο, εἰ καὶ πάντα συγκατεσκευάσθη τῶι κόσμωι. Εἰ δὲ μὴ ἦν ἐν τῶι κόσμωι τὸ πῦρ, οὐκ ἂν σήμερον ἀπὸ πέτρας πῦρ ἐξεβάλλετο καὶ ἀπὸ ξύλων· παρατριβόμενον γὰρ τὸ ξύλον πῦρ γεννᾶι· εἰ δὲ μὴ εἶχεν ἡ φύσις, πόθεν γεννᾶι;

Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου λόγου·

ι.25 Ἐν τῆι δευτέραι ἡμέραι «εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσωι τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος». Ἐποίησε τὸν οὐρανόν, οὐ τὸν ἐπάνω, ἀλλὰ τὸν ὁρώμενον, ἐξ ὑδάτων πήξας ὡς κρύσταλλον. Βούλομαι δέ σοι παραστῆσαι πρᾶγμα· πολλὰ γὰρ τῆι ὄψει μᾶλλον ἢ τῶι λόγωι παραδίδοται. Τοῦτο τὸ ὕδωρ ὑπερεῖχε, φέρε εἰπεῖν, τῆς γῆς πήχεις πέντε· εἶτα «εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσωι τοῦ ὕδατος»· καὶ λοιπὸν ἐν μέσωι τῶν ὑδάτων ἐπάγη πῆγμα κρυσταλλῶδες, καὶ ἐκούφισε τὸ ἥμισυ τοῦ ὕδατος ἄνω, καὶ ἀπέλιπε τὸ ἥμισυ κάτω, καθὼς γέγραπται· «Γενηθήτω στερέωμα ἐν μέσωι τοῦ ὕδατος, καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος.»

ι.26 Διὰ τί δὲ αὐτὸ καλεῖ στερέωμα; Ἐπειδὴ ἀπὸ ἀραιῶν ὑδάτων καὶ διαλελυμένων αὐτὸ ἐστερέωσε· διὰ τοῦτο καὶ Δαυΐδ φησιν· «Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ.» Καὶ ἵνα ἑτέρωι χρήσωμαι ὑποδείγματι, ὥσπερ καπνός, ἐπειδὰν ἀπὸ ξύλων καὶ πυρὸς ἀναδοθῆι, ἠραιωμένος ἐστὶ καὶ κεχαυνωμένος, ἐπειδὰν δὲ δράμηι εἰς ὕψος, εἰς νεφέλης παχύτητα μεταρρυθμίζεται, οὕτως τῶν ὑδάτων τῶν ἠραιωμένων τὴν φύσιν ὁ Θεὸς ὑψώσας ἔπηξεν ἄνω. Καὶ ὅτι ἀληθὲς τοῦτο τὸ δεῖγμα, μαρτυρεῖ Ἠσαΐας λέγων ὅτι «ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη». Παγεὶς τοίνυν ἐν μέσωι τῶν ὑδάτων ὁ οὐρανός, ἐκούφισε τὰ ἡμίσεια τῶν ὑδάτων ἄνω καὶ τὰ ἡμίσεια ἀφῆκε κάτω.

ι.27 Διὰ τί δὲ ἄνω ὕδατα; Πρὸς ποίαν χρῆσιν; Ἵνα τίς πίηι; Ἵνα τίς πλεύσηι; Ὅτι μὲν γὰρ ἔστινὕδατα ἄνω, μαρτυρεῖ ὁ Δαυῒδ λέγων· «Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.» Πρόσεχε λοιπὸν τῆι σοφίαι τοῦ δημιουργοῦ. Κρυσταλλώδης ἦν ὁ οὐρανὸς ἀπὸ ὑδάτων παγείς· ἐπειδὴ δὲ ἔμελλε δέχεσθαι ἡλίου φλόγα καὶ σελήνης καὶ ἄστρων ἄπειρα πλήθη, καὶ ἦν ὅλος πυρὸς πεπληρωμένος, ἵνα μὴ οὕτως ὑπὸ τῆς θερμότητος λυθῆι ἢ φλεχθῆι, ἐπέστρωσε τοῖς νώτοις τοῦ οὐρανοῦ τὰ πελάγη ἐκεῖνα τῶν ὑδάτων, ἵνα λιπαίνηι καὶ ἐπαλείφηι αὐτοῦ τὰ νῶτα, καὶ οὕτως ἀντέχηι πρὸς τὴν φλόγα καὶ μὴ φρύγηται.

ι.28 Ἔχεις δὲ καὶ ὑπόδειγμα· ὥσπερ σήμερον, ἐὰν ἐπιθῆις λέβητα ἐπάνω πυρός, ἐὰν μὲν ὕδωρ ἐπάνωθεν ἦι, ἀντέχει πρὸς τὸ πῦρ, ἐὰν δὲ μὴ ἔχηι, διαλύεται, οὕτως ὁ Θεὸς ἀντέστησεν ἀντίπαλον τῶι πυρὶ τὸ ὕδωρ, ἵνα ἔχηι ἀρκοῦσαν τὴν διαμονὴν διὰ τῶν ἀλειφόντων αὐτὸν ὑδάτων. Καὶ βλέπε τὸ θαυμαστόν· τοσοῦτον περισσεύει τῶι οὐρανίωι σώματι τὸ ὑγρὸν ὑπὸ τοσούτου πυρὸς πολεμουμένωι, ὅτι καὶ τῆι γῆι δανείζει. Ἐπεὶ πόθεν δρόσος νεφέλης; Οὐδαμοῦ; Ὁ ἀὴρ ὕδωρ οὐκ ἔχει· δηλονότι ὁ οὐρανὸς ἐκ τῶν περισσευόντων αὐτῶι στάζει· διὰ τοῦτο καὶ ὁ πατριάρχης Ἰσαὰκ εὐλογῶν τὸν Ἰακὼβ ἔλεγε· «Δώιη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς.» Καὶ μεθ᾽ ἕτερα·

ι.29 Πρόσεχε δέ, παρακαλῶ, ὅτι καὶ ἑτέραν χρείαν τὰ ὕδατα ἀποτελεῖ τὰ ἐπάνω τοῦ οὐρανοῦ· οὐ μόνον γὰρ συντηρεῖ τὸν οὐρανόν, ἀλλὰ καὶ τὴν φλόγα τοῦ ἡλίου καὶ τῆς σελήνης κάτω πέμπει. Εἰ γὰρ ἦν διαφανὴς ὁ οὐρανός, ὅλη ἡ αὐγὴ ἄνω ἔτρεχε· τὸ γὰρ πῦρ ἀνωφερὲς ὂν ἔρημον τὴν γῆν κατελίμπανε· διὰ τοῦτο οὖν συνεπίλησε τὸν οὐρανὸν ἄνωθεν ἀπείροις ὕδασιν, ἵνα ἡ αὐγὴ στενουμένη κάτω πέμπηται. Ὅρα τοῦ τεχνίτου τὴν σοφίαν· ἔχεις δὲ καὶ ἐν σεαυτῶι τοῦ τεχνίτου τὴν εἰκόνα· καὶ πρόσεχε, παρακαλῶ· ὅρισαί μοι τὴν κεφαλὴν ταύτην τὸν οὐρανὸν τὸν ἄνω, τὰ ἐπάνω τῆς γλώττης τὸν ἄλλον οὐρανόν, τουτέστι τὸ στερέωμα, ὅθεν καὶ οὐρανίσκος καλεῖται· ἄνω ἐν τοῖς ἀοράτοις ἐγκέφαλος μὴ φαινόμενος, ἐν τῶι κάτω οὐρανῶι γλῶσσα φαινομένη, ὥσπερ ὁ οὐρανὸς ὁ ἄνω ἐν τοῖς νοητοῖς, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις.

Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου λόγου·

ι.30 Τῆι γὰρ τρίτηι ἡμέραι ἐβλάστησαν οἱ καρποί, καὶ ἵνα μὴ νομισθῆι πάλιν ὅτι τῆι φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα. Πόθεν δὲ αὐτὰ ἐποίησεν; Εἴρηται γὰρ ὅτι τῆι πρώτηι ἡμέραι ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ ἄλλαις ἐξ ὄντων. Πόθεν οὖν ἥλιος; Ἐκ τοῦ γενομένου φωτὸς τῆι πρώτηι ἡμέραι ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης καὶ εἰς διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ μὲν τὴν ὕλην τοῦ φωτὸς δημιουργήσας, ὧδε δὲ τοὺς φωστῆρας ποιησάμενος, ὡς εἴ τις προβάλοιτο μᾶζαν χρυσίου, καὶ μετὰ ταῦτα νομίσματα κόψας οὕτω διαθείη τοῦ χρυσίου τὴν διακόσμησιν. Ὥσπερ γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὸ ἄνω ὕδωρ, εἰς τὰς θαλάσσας, εἰς τοὺς ποταμούς, εἰς πηγάς, εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα. Καὶ μεθ᾽ ἕτερα·

ι.31 Ἐποίησεν οὖν τὸν οὐρανόν, οὐ σφαῖραν, ὡς φιλοσοφοῦσιν οἱ ματαιολόγοι· οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην, ἀλλ᾽ ὥς φησιν ὁ προφήτης· «Ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν»· καὶ γὰρ οὐδεὶς ἡμῶν οὕτως ἀσεβής, ὥστε πεισθῆναι τοῖς ματαιολόγοις, καὶ μὴ τοῖς προφητικοῖς λόγοις, οἵπερ λέγουσιν ὅτι ἀρχὴν καὶ τέλος ἔχει ὁ οὐρανός· διὰ τοῦτο οὖν καὶ ὁ ἥλιος οὐκ ἀναβαίνειν λέγεται παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐξέρχεσθαι· λέγει γὰρ ἡ Γραφή· «Ἐξῆλθεν ὁ ἥλιος ἐπὶ τὴν γῆν», οὐκ ἀνῆλθε, καὶ πάλιν φησίν· «Ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ», οὐκ ἄνοδος· εἰ δὲ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει· τὸ γὰρ πανταχόθεν περιφερὲς ποῦ ἔχει τὸ ἄκρον; Ἆρα οὖν ὁ Δαυῒδ μόνος τοῦτο λέγει, ἢ καὶ ὁ Σωτήρ; Ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ὅταν ἔλθηι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῆι δόξηι αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ μεγάλης σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ.»

ι.32 Ζητοῦμεν δὲ πάλιν ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει τὴν νύκτα, εἰ οὕτως ἔχει καθὼς εἰρήκαμεν. Ἀλλὰ κατὰ τοὺς ἔξω ὑπὸ τὴν γῆν· καθ᾽ ἡμᾶς δὲ τοὺς τὴν σκηνὴν αὐτὸν λέγοντας, πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα, ἀλλ᾽ ἔχει σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας. Συντρέχει δέ μου τῆι φράσει καὶ ὁ τόπος· τὰ γὰρ τοιαῦτα ὄψει μᾶλλον ἢ ἀκοῆι παραδίδοται.

ι.33 Νόμισον εἶναι καμάραν ἐπικειμένην τῆι ἐκκλησίαι ἐπὶ ἀνατολὴν μὲν κατὰ τὸν τύπον τῆς ἑώιας, ἄρκτον δὲ ἐκεῖσε καὶ μεσημβρίαν ἐνθάδε καὶ δύσιν ἐκεῖ, εἶτα τὸν ἥλιον ἀνατέλλοντα καὶ μέλλοντα δύνειν, οὐχ ὑπὸ γῆν δύνοντα, ἀλλὰ τὰ βόρεια μέρη διατρέχοντα καὶ ὥσπερ ὑπό τινα τοῖχον κρυπτόμενον, μὴ συγχωρούντων τῶν ὑδάτων φανῆναι αὐτοῦ τὸν δρόμον, καὶ τρέχοντα κατὰ τὰ βόρεια μέρη καὶ καταλαμβάνοντα τὴν ἀνατολὴν πάλιν. Ἀλλὰ πόθεν τοῦτο δῆλον ἔσται; Λέγει γοῦν ὁ μακάριος Σολομῶν ἐν τῶι Ἐκκλησιαστῆι, γραφὴ δέ ἐστιν αὕτη μαρτυρουμένη, οὐ παραγραφομένη· «Ἀνατέλλει γάρ, φησίν, ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Βλέπε οὖν αὐτὸν κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα, καὶ μάθε. Καὶ μεθ᾽ ἕτερα·

ι.34 Πάντα οὖν πείθεται Θεοῦ νόμωι. Οὐρανὸς ἕστηκεν οὐκ ἰδίαι δυνάμει βασταζόμενος, ἀλλὰ θείωι λόγωι ἐστερεωμένος· ὅταν γὰρ ἀπορήσω πῶς ὁ οὐρανὸς ἐξ ὑδάτων πέπηκται, λύει μου τὴν ἀπορίαν ὁ μακάριος Δαυῒδ λέγων· «Τῶι λόγωι Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν»· διὰ τί ἐστερεώθησαν; Ἐπειδὴ ἀπὸ ὑδάτων. Οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται ἐστερεώθη· ἄλλο γὰρ ἐστερεώθη, καὶ ἄλλο τὸ εἶναι στερεόν· στερεωθὲν οὖν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον παγῆι.

Ἐκ τοῦ ἕκτου λόγου·

ι.35 Οὕτω τὸ δένδρον ἐκεῖνο οὐ φύσιν εἶχε θανατοποιοῦ γνώσεως ἐργαστικήν, ἀλλ᾽ ἀπὸ τῆς περὶ αὐτὸ γενομένης τῶι Ἀδὰμ τραγωιδίας ἔλαβε τὸ ὄνομα. Λύω δὲ τὸ πρᾶγμα συντόμως, οὐ γὰρ ἀπορεῖ ἡ θεία Γραφή. Σήμερον ἔχομεν βρῶμα σωτήριον, οὗ μετέχουσιν οἱ πιστοί. Ἆρα αὐτὸ τὸ δῶρον φυσικὴν ἔχει σωτηρίαν; Εἰ διὰ τὴν ἐπικαλουμένην δόξαν ἔχεις ἐνέχυρον ἀπὸ τῶν παρόντων, τί ἀμφιβάλλεις περὶ τῶν προλαβόντων; Ἐκεῖ βρῶμα θανατοποιόν, ὧδε βρῶμα ζωοποιόν. Εἰ ταῦτα φύσει σώιζει, καὶ οὐ τῆι χάριτι, κἀκεῖνο τῆι φύσει ἀνεῖλε, καὶ οὐ τῆι προθέσει.

Καὶ μεθ᾽ ἕτερα ἐκ τοῦ τετάρτου λόγου·

ι.36 Καὶ γὰρ οἱ ἄγγελοι γενόμενοι συνεργοὶ μὲν οὐκ ἦσαν τοῦ Θεοῦ, ἀλλὰ λειτουργοὶ ὑμνοῦντες, εὐχαριστοῦντες ὅτι ἐγένοντο, εἰδότες ὅτι πρὸ τούτου οὐκ ὄντες, πνεύματι ἀγαθότητος γενόμενοι, ἑστήκεσαν θεωροὶ βλέποντες μόνον τὰ γενόμενα μετ᾽ αὐτῶν καὶ μετ᾽ αὐτούς· ἔβλεπον γὰρ οὐρανὸν ἐκ τοῦ μὴ ὄντος γενόμενον, καὶ ἐξεπλήσσοντο· ἔβλεπον θάλασσαν ἀφοριζομένην, καὶ ἐθαύμαζον· ἐθεώρουν γῆν κοσμουμένην, καὶ ἔφριττον. Ὅτι δὲ οὐκ ἦσαν ἄγγελοι συνεργοί, ἀλλ᾽ ἢ θαυμασταί, λέγει ὁ Θεὸς τῶι Ἰώβ· «Ὅτε ἐποίουν ἄστρα, ἤινεσάν με πάντες ἄγγελοί μου καὶ ὕμνησαν.» Καὶ μεθ᾽ ἕτερα·

ι.37 Ἔβλεπε τὸν Ἀδὰμ ἁμαρτάνοντα, ἀλλὰ προεώρα τοὺς ἐξ αὐτοῦ δικαιοπραγοῦντας· ἔβλεπεν ἐκβαλλόμενον ἐκ τοῦ παραδείσου, ἀλλὰ προεώρα ὅτι ἡτοίμασται αὐτῶι βασιλεία. Τὸ δὲ θαυμαστὸν ὅτι καὶ πρὸ τοῦ παραδείσου ἡ βασιλεία ἐγένετο. Τί οὖν θαυμάζεις εἰ ἐξεβλήθη τοῦ παραδείσου; Ὅπου γε θαυμαστὸν ὅτι πρὸ τοῦ παραδείσου ἡ βασιλεία τῶν οὐρανῶν αὐτῶι ἡτοίμασται, καθὼς λέγει ὁ Σωτήρ· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»

Ἐκ τοῦ τρίτου λόγου·

ι.38 Λοιπὸν ζητητέον διὰ τί πεπληρωμένην ὁ Θεὸς ἐποίησε τὴν σελήνην. Πρόσεχε, τὸ γὰρ νόημα βαθύ· ἐχρῆν γὰρ αὐτὴν τῆι τετάρτηι ἡμέραι γενομένην ὡς τεταρταίαν φαίνεσθαι· ἀλλὰ πάλιν, εἰ ἦν τεταρταία, τὸ ἄκρον τῆς δύσεως οὐ κατεῖχεν· εὑρέθη οὖν πλεονεκτοῦσα ἕνδεκα ἡμέρας· τεταρταία γὰρ ἐφαίνετο ὡς πεντεκαιδεκαταία. Ἕνδεκα ἡμέρας λοιπὸν πλεονεκτεῖ ἡ σελήνη τὸν ἥλιον, οὐ τῆι ποιήσει, ἀλλὰ τῆι φαύσει· διὰ τοῦτο ἃ τότε ἐπλεονέκτησεν, ἀποδίδωσι τῶι ἡλίωι. Ὁ γὰρ κατὰ σελήνην ἀριθμὸς καθ᾽ ἕκαστον μῆνα ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν γινόμενος, ὁ ἐνιαυτὸς ποιεῖ ἐν τοῖς δεκαδύο μησὶν ἡμέρας τριακοσίας πεντήκοντα τέσσαρας· ἐὰν γὰρ οὕτω ψηφίσηις ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν τὸν μῆνα, γίνονται τοῦ ἐνιαυτοῦ ἡμέραι τριακόσιαι πεντήκοντα τέσσαρες, ἵνα ἃς ἐπλεονέκτησε τότε ἡμέρας ἡ σελήνη κατ᾽ ἐνιαυτὸν ἀποδίδωσι τῶι ἡλίωι. Ὁ ψηφιστὴς ψηφιζέτω.

ι.39 Τί ἂν ἐροῦσι καὶ περὶ τούτου οἱ τῆς φιλονεικίας φίλοι ἀκούοντες παρ᾽ αὐτοῦ τὴν τοσαύτην συμφωνίαν τὴν πρὸς ἡμᾶς, περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ τοῦ τε προτέρου καὶ τοῦ δευτέρου καὶ τῶν δύο χώρων, οὓς τὸ στερέωμα μεσολαβοῦν ἐποίησε, καὶ ὅτι οὐ σφαῖρα, ἀλλὰ καμάρα ἐστὶν ὁ οὐρανὸς ὁ πρῶτος κατὰ τὴν θείαν Γραφήν, καὶ ὁ δεύτερος οὗτος ὁ ὁρώμενος οὐρανὸς ἐξ ὑδάτων ἐπάγη καὶ βαστάζει τὰ ὕδατα διὰ τὸ μὴ διαλύεσθαι τῆι θέρμηι τῶν ἄστρων, ἀλλὰ συντηρεῖσθαι τῆι ψύξει τῶν ὑδάτων, καὶ ὅτι ἡ δρόσος ἐκ τοῦ στερεώματός ἐστι, καὶ περὶ τοῦ δρόμου δὲ τῶν ἄστρων ὡς διὰ τῶν βορείων μερῶν τὴν νύκτα διατρεχόντων, καὶ περὶ τῶν ἀγγέλων ὡς σὺν τῶι οὐρανῶι γενομένων καὶ θεωρῶν ὄντων τῆς ἑξαημέρου δημιουργίας τοῦ Θεοῦ καὶ διδασκομένων καὶ ἐκπληττομένων, καὶ περὶ ψυχῶν δὲ φιλοσοφοῦντα ὡς ἐν τοῖς σώμασι περικλειομένων καὶ ἐν σώμασιν ἐνεργουσῶν.

ι.40 Πῶς οὐκ ἐμφραγήσεται πᾶν στόμα λαλοῦν ἄδικα κατὰ τοῦ Θεοῦ καὶ καθ᾽ ἡμῶν τῶν τὴν θείαν Γραφὴν κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν μελετώντων καὶ ἐξ αὐτῆς διαλεγομένων; Ἰδοὺ γὰρ ἐδείχθη ὅτι καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ αὐτὸς ὁ Κύριος καὶ πᾶσα ἡ θεία Γραφή, ἔτι δὲ καὶ οἱ παρ᾽ αὐτοῖς, εἴτε ἀληθείαι εἴτε προφάσει, θρυλλούμενοι πατέρες τε καὶ διδάσκαλοι μὴ διαφωνοῦντες τοῖς ἡμετέροις, ἀλλὰ πάντες μαρτυροῦσι τῶι ἡμετέρωι λόγωι, ὅτι οὐ ξένην οὔτε ἄγνωστον τῆς ἐκκλησίας ὁδὸν ἐβαδίσαμεν, ἀλλὰ κατὰ τὴν ἔννοιαν τῆς θείας Γραφῆς εἰρήκαμεν πάντα καὶ κατεγράψαμεν.

ι.41 Οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἔξωθεν παλαιῶν τεθείκαμεν μαρτυρίας συμφωνούσας τῶι ἡμετέρωι λόγωι ὡς παραδόσεως γέννημα. Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός, ἀποσχιστῶν ἔνιοι καὶ τῶν ἔξωθεν οὐκ ἄσημοι ἀρχαῖοι ἄνθρωποι, αὐτὴ ἡ φύσις τῶν πραγμάτων τὴν ἀληθείαν προδήλως κηρύττουσα. Ἀλλὰ τούτων ἅλις. Λοιπόν, ὦ προσφιλέστατε, ἀσφαλῶς ἀποδείξας πάντας τοὺς προειρημένους μάρτυρας τῆς ἡμετέρας συγγραφῆς, τῶι πάντων Σωτῆρι Θεῶι τὴν εὐχαριστίαν ἀναπέμψωμεν, δόξαν τε καὶ τιμὴν καὶ κράτος τῶι Πατρὶ καὶ τῶι μονογενεῖ αὐτοῦ Υἱῶι καὶ τῶι ἁγίωι Πνεύματι εἰς τοὺς σύμπαντας καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ι.42 ὅπως ἂν ἐκ πάντων τὸ βέβαιον ἔχοι, καὶ φραγῆι πᾶν στόμα λαλοῦν ἄδικα. Ἀλλὰ καὶ τοῦτον παρελθόντες ἐπὶ τὸν τούτου συλλειτουργὸν πέμπτον, Ἐπιφάνιον ἐπίσκοπον, μεταβῶμεν, δεικνύοντες καὶ τοῦτον μαρτυροῦντα καὶ συμφωνοῦντα τῶι ἡμετέρωι λόγωι.

Ἐπιφανίου, ἐπισκόπου Κύπρου, ἐκ τοῦ λόγου τοῦ Περὶ μέτρων καὶ σταθμῶν

ι.43 Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίησεν ἀπ᾽ ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῆι πρώτηι ἡμέραι τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου.

ι.44 Ταῦτα τὰ ἑπτὰ μέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῆι πρώτηι ἡμέραι, τῆι δὲ δευτέραι ἡμέραι τὸ στερέωμα τὸ ἐν μέσωι τῶν ὑδάτων· ἐν αὐτῆι τῆι ἡμέραι ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώματος ἐν μέσωι, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς τῆι δευτέραι ἡμέραι.

ι.45 Καὶ οὗτος ἡμῖν συμφωνεῖ μαρτυρῶν περὶ τοῦ σχήματος, ἀνώτερον οὐρανὸν εἰπὼν καὶ στερέωμα κατώτερον τὸ καὶ βαστάζον τὰ ὕδατα, καὶ περὶ τῶν ἀγγέλων δὲ διαρρήδην πάντα ὁμοίως ἡμῖν εἰπών, ὅτι καὶ πάντες ἐν τῶι κόσμωι τούτωι εἰσὶ καὶ πάντες πάντα κινοῦσι καὶ λειτουργοῦσι διὰ τὸν ἄνθρωπον, καὶ ὅτι καὶ αὐτοὶ τῆι πρώτηι ἡμέραι σὺν οὐρανῶι τῶι ἀνωτέρωι καὶ τῆι γῆι ἐγένοντο. Καὶ τοῦτο ἀκούοντες, ἄνθρωποι, μὴ ἔριδι καὶ ζήλωι κατεχόμενοι ἀγανακτήσητε, ἀλλὰ μᾶλλον φιλαλήθως ἐπίγνωτε τὴν συμφωνίαν τὴν ἐκκλησιαστικήν, ἤτοι καὶ τὴν ἀληθινήν. Μάτην γὰρ λοιδορεῖτε, ἀντοφθαλμεῖν τῆι ἀληθείαι μὴ δυνάμενοι. Ἐντράπητε τοίνυν τὸ πλῆθος τῶν μαρτύρων. Εἰ δὲ μηδέπω ἀρκεῖ ὑμῖν, ἔτι καὶ τοῦτον παρατρέχοντες ἐπὶ τὸν τῆς βασιλευούσης ἐπίσκοπον, τὸν θαυμάσιον Ἰωάννην, τὸν ἐκ τῶν τριῶν προλαβόντων ἀθετηθέντα παρελθόντες, δείξωμεν καὶ τοῦτον τὸν ἀοίδιμον ἀθλητὴν καὶ ἐλεήμονα, συμμαρτυροῦντα καὶ συμφωνοῦντα τῶι ἡμετέρωι λόγωι.

Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ Περὶ ἐλεημοσύνης λόγου

ι.46 Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, τέμνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἀψῖδας τοῦ οὐρανοῦ· ἀλλ᾽ οὔτε ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ παρατρέχει, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρέρχεται καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων καὶ τὰς ἀνωτέρας ὅλας Δυνάμεις, καὶ αὐτῶι παρίσταται τῶι θρόνωι τῶι βασιλικῶι. Καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς· τοῦτό φησι· «Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ.»

Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς·

ι.47 «Ἐν πάσηι σοφίαι καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ», τουτέστι σοφοὺς καὶ φρονίμους ποιήσας τῆι ὄντως σοφίαι, τῆι ὄντως φρονήσει. Βαβαὶ πόση φιλία. Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει. «Τοῦ θελήματος αὐτοῦ» φησίν, ὡς ἂν εἴποι τις· Τὰ ἐν τῆι καρδίαι αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τί γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς; Τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγηι. Τί ταύτης τῆς συμμαχίας ἴσον; Ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτωι τῶι καιρῶι καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ τοῦ σταυροῦ. Μῆκος ἐνταῦθα ὁ λόγος δεῖξαι πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Πάλιν·

ι.48 «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν αὐτῶι», τουτέστι τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῶι Χριστῶι, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς».

Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραΐους Ἐπιστολῆς, εἰς τὸ κεφάλαιον τὸ λέγον «κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις»

ι.49 Ποῦ εἰσιν οἱ λέγοντες δονεῖσθαι τὸν οὐρανόν; Ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; Ἀμφότερα γὰρ ταῦτα ἀνήιρηται ἐνταῦθα.

Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος, εἰς τὸ κεφάλαιον τὸ λέγον «καὶ διὰ τοῦτο διαθήκης νέας μεσίτης ἐστί»

ι.50 Καὶ πῶς ἐστιν ὑποδείγματα ταῦτα τῶν ἐν τοῖς οὐρανοῖς; Τίνα δὲ καλεῖ «τὰ ἐν τοῖς οὐρανοῖς»; Τὰ ἡμέτερα· καὶ ἐπου ράνια τὰ ἡμέτερα, κἂν ἐν τῆι γῆι ἐπιτελῆται, ἐπεὶ καὶ ἄγγελοι ἐν τῆι γῆι εἰσιν, ἀλλ᾽ ἐπουράνιοι λέγονται, καὶ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ᾽ ἐπουράνιά εἰσι. Καὶ τί λέγω, ἐφάνη; Ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῶι παραδείσωι; Ἀλλ᾽ οὐδὲν τοῦτο. Ἐπουράνια γάρ εἰσι, καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν τοῖς οὐρανοῖς, κἂν τοῖς ἐνταῦθα πολιτευώμεθα. Καὶ μεθ᾽ ἕτερα·

ι.51 Ἐγὼ δείκνυμι διὰ τῶν ἔργων τοὺς εἰς ἐκεῖνο τὸ ὕψος φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῆι γῆι ὄντες ἐν τῶι οὐρανῶι διέτριβον. Καὶ τί λέγω, ἐν τῶι οὐρανῶι; Ὑψηλότεροι ἦσαν καὶ τοῦ οὐρανοῦ καὶ εἰς τὸν ἄλλον οὐρανὸν πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν.

ι.52 Καὶ οὗτος πάλιν ὁ σοφὸς καὶ μέγας διδάσκαλος συνωιδὰ ἡμῖν καὶ τοῖς καθ᾽ ἡμᾶς περί τε τοῦ σχήματος θαυμασίως ἐξεῖπε, περὶ μὲν τοῦ σχήματος, ἀπὸ τῶν περὶ τὴν γῆν τόπων κατὰ πρόσβασιν ἀνιὼν ἕως τοῦ θρόνου τοῦ βασιλικοῦ τὴν ἄνοδον καλῶς καὶ κατὰ τάξιν ἐξηγησάμενος, πρῶτον θεὶς τὸν ἀέρα, εἶτα τὴν σελήνην, ἔπειτα τὸν ἥλιον, αὖθις τὸ στερέωμα, εἶθ᾽ οὕτως πάλιν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, πλέον δύο οὐρανῶν μὴ εἰπὼν καὶ κωμωιδῶν τοὺς σφαῖραν αὐτὸν λέγοντας καὶ κινεῖσθαι αὐτὸν ἀποφαινομένους, καὶ περὶ τῶν ἀγγέλων καὶ τῶν Χερουβίμ, ἐν τῶι κόσμωι τούτωι ἅμα ἡμῖν πάντας εἰρηκώς, ὅτι οὐδὲ εἷς αὐτῶν τέως τὸν κόσμον τοῦτον ὑπερέπτη,

ι.53 περὶ δὲ τοῦ δόγματος, πάλιν ἀσφαλῶς χρησάμενος σὺν τῶι σχήματι καὶ τὸ ἁρμόζον τῶι σχήματι δόγμα τρανῶς διηγησάμενος. Τί γάρ, φησίν, ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε, καὶ πάλιν ὅτι ὁ Θεὸς ἄνθρωπον ἄνω καθίσαι βούλεται εἰς οἰκονομίαν τῶν καιρῶν καὶ ἀνακεφαλαίωσιν ἐπουρανίων καὶ ἐπιγείων; Οὕτω γὰρ καὶ «μυστήριον τοῦ θελήματος» τοῦ Θεοῦ τοῦτο ἐξεῖπε. Ποιήσας γὰρ ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τῆι δευτέραι ἡμέραι πάλιν τὸ στερέωμα πεποίηκε καὶ θεὶς καταμέσοθεν τοῦ ὕψους διεῖλε τὸν ἕνα κόσμον εἰς δύο κόσμους, τοῦτον καὶ τὸν ἀνώτερον.

ι.54 Τῆι δὲ ἕκτηι ἡμέραι τελέσας πάντα τὸν κόσμον τοῦτον εἰς ὕστερον πάντων, ὥσπερ τινὰ σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τὸν ἄνθρωπον ἐξ ἁπασῶν τῶν φύσεων ἓν ζῶιον πεποίηκεν. Ἐπ᾽ ἐσχάτου τοίνυν τῶν ἡμερῶν, ὅτε περ ἔδει καὶ τὸν δεύτερον κόσμον ἀναδειχθῆναι, αὐτὸν πάλιν τὸν σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τουτέστι τὸν ἄνθρωπον, λαβὼν καὶ ἐξ ἀναστάσεως νεκρῶν ἀνακαινίσας καὶ κρείττονα ποιήσας εἰς οὐρανόν, τουτέστιν εἰς τὸν δεύτερον χῶρον ἤτοι κόσμον, πρὸ πάντων εἰσήγαγεν. Ἀνακεφαλαίωσις γὰρ καὶ ἀνάκτισίς τις ὠικονομεῖτο παρὰ τοῦ Θεοῦ ἐν τῶι ἀνθρώπωι ὡς συνδέσμωι ὄντι ἐπουρανίων καὶ ἐπιγείων, τουτέστιν ὁρατῶν τε πάντων καὶ ἀοράτων.

ι.55 Ταῦτα τοίνυν καὶ οὗτος ὁ πατὴρ ἐπιστάμενος καὶ «μυστήριον τοῦ θελήματος» τοῦ Θεοῦ αὐτὰ ἐξεῖπε καὶ «εὐδοκίαν», καὶ τὸν ἐκ τοῦ παραδείσου διωχθέντα, ὡς μεμισημένον διὰ τὴν παρακοήν, ἐξαίφνης οὐράνιον δι᾽ εὐδοκίαν Θεοῦ γεγονότα ἐκήρυξεν ἐπὶ ἀνακεφαλαιώσει τοῦ παντός. Βαβαὶ συμφωνία τῆς Ἐκκλησίας. Βαβαὶ ὁμοφωνία μυστηρίων Θεοῦ. Βαβαὶ διδασκάλων ὁμόνοια πνευματική. Πῶς οὐ κατάκριτος ὁ τούτοις ἐναντιούμενος; Θεὲ τῶν ὅλων Κύριε, βεβαίωσον ἡμᾶς ἐν τοῖς μυστηρίοις σου διὰ παντός. Ἀμήν.

ι.56 Παυσάσθωσαν οἱ φιλόνεικοι καὶ μᾶλλον ὑποκυψάτωσαν τὸν αὐχένα τῆι Ἐκκλησίαι. Τοιαύτην γὰρ συνήθειαν καὶ ἡμεῖς σὺν τῆι Ἐκκλησίαι ἀποστρεφόμεθα. Ἀλλὰ καὶ τούτωι πέρας δόντες ἕβδομον μάρτυρα παραγάγωμεν συμπληροῦντα τῆς θείας Διαθήκης, Παλαιᾶς τε καὶ Καινῆς, τὰ σύμβολα. Εἰ γὰρ «ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα», εἴρηται ἐν τῆι θείαι Γραφῆι, πόσωι μᾶλλον ἐπὶ τοῖς ἑπτά· τῆς γὰρ τελείας διαθήκης σύμβολα δείκνυσιν ὁ τῶν ἑπτὰ μαρτύρων χορός. Ἔστιν οὖν ὁ τῆς Καρπάθου ἐπίσκοπος Φίλων τὰ ὅμοια τοῖς ἄλλοις ἓξ μαρτυρῶν.

Φίλωνος, ἐπισκόπου Καρπάθου, ἐκ τοῦ ὑπομνήματος τῶν Ἀσμάτων, εἰς τὸ ῥητὸν τὸ λέγον «εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ»

ι.57 Τοῦ δὲ ἐπουρανίου βασιλέως τὸ ταμιεῖον, δῆλον ὅτι τὸ σῶμα ὃ ἑαυτῶι ὠικοδόμησεν οἶκον, ἔπειτα δὲ καὶ ἡ τῶν οὐρανῶν βασιλεία. Τοῦ αὐτοῦ εἰς τὸ «φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ» Ἔλαβε γὰρ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ τὸν ἄνθρωπον ὃν ἐνεδύσατο ἀπὸ τῆς Ἐκκλησίας καὶ ἀνταπέδωκεν αὐτῆι πάλιν εἰς κοινωνίαν αὐτῆς ἁγίαν τὴν σάρκα εἰς μετάληψιν.

Τοῦ αὐτοῦ εἰς τὸ «βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Τί ὡραιώθης καὶ τί ἱδρύνθης;»

ι.58 Παρατρέχων γὰρ ἐξ οὐρανοῦ ἐπὶ γῆς, εἰς τὰ καθ᾽ ἅιδου καὶ κατώτερον ἅιδου βυθὸν κατελθών, ἐκεῖθεν ἀνασπάσει τὸν τεθνεῶτα. Καὶ μεθ᾽ ἕτερα Ὡραιώθη γὰρ ὄντως καὶ ἱδρύνθη, οὐχ ἡ τῆς θεότητος δύναμιςοὐ γὰρ προσθήκην ἐπιδέχεται, οὐ μείωσιν, ἀλλ᾽ ἡ σὰρξ ἣν ἀνείληφε καὶ ὁ ἄνθρωπος ὃν ἐφόρεσεν. Οὗτος ὡραιώθη τῆι τῆς θεότητος ὡραιότητι συμμορφωθείς, καὶ ἱδρύνθη ἐν τῆι τῶν οὐρανῶν βασιλείαι ἐν δεξιᾶι τοῦ Θεοῦ.

Τοῦ αὐτοῦ εἰς τὴν Ἑξαήμερον, ἔνθα διαλαμβάνει περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ

ι.59 Εἰ γὰρ καὶ ἄνθρωπον αὐτὸν ἔβλεπες, ἀλλὰ τὸν ἐν ἀνθρώπωι Θεὸν ἐξ αὐτῶν τῶν ἔργων νοῆσαι ὤφειλες.

ι.60 Κατανόει καὶ τοῦτον τὸν πατέρα σκοπὸν ἕνα μεθ᾽ ἡμῶν περὶ τοῦ σχήματος καὶ τοῦ δόγματος ἀποσώιζοντα, καὶ περὶ μὲν τοῦ σχήματος, «ταμιεῖον» Θεοῦ τὴν βασιλείαν τῶν οὐρανῶν καλέσανταταμιεῖον δέ ἐστι τὸ ἐσώτερον καὶ ἀσφαλέστερον τοῦ οἴκου χώρημα, ὃ καὶ βασιλείαν οὐρανῶν εἶπε, περὶ δὲ τοῦ δόγματος, ἐν αὐτῶι τῶι ταμιείωι, τουτέστιν ἐν τῆι βασιλείαι τῶν οὐρανῶν, καθεσθέντα καὶ ἱδρυνθέντα τὸν ἄνθρωπον, ὃν ὁ Θεὸς ἐφόρεσε καὶ τοῦ θανάτου ἀνέσπασε καὶ τῆς ἐν δεξιᾶι τιμῆς ἠξίωσε.

ι.61 Πῶς οὖν οἱ ἐθελοφίλεχθροι βοῶσιν ὡς ξένην τινὰ ὁδὸν καὶ μηδενὶ ἐγνωσμένην ἐβαδίσαμεν; Παυσάσθωσαν τῆς ἐθελοκάκου μανίας, καὶ μὴ συκοφαντείτωσαν ἡμᾶς. «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ὁ Θεὸς γὰρ πρῶτος τοῖς ἡμετέροις μαρτυρεῖ, ἔπειτα προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ τῶν πατέρων πολυώνυμος χόρος, ἐξ ὧν πατέρων καὶ ὑμεῖς ἐνίους φατὲ δέχεσθαι, ἔτι δὲ καὶ παλαιοὶ τῶν ἔξωθεν συγγραφεῖς τοῖς ἡμετέροις εἰς ἔνια συνεφώνησαν.

ι.62 Ἵνα δὲ μὴ τὸν λόγον ἐπὶ πλεῖον μηκύνωμεν, ἀρκετὸν ἡγησάμεθα τὰς προτεθείσας μόνον μαρτυρίας θεῖναι τῶν φιλο νείκων καὶ μόνον ἕνεκα, τῶν τολμώντων διαβάλλειν τὰ ἡμέτερα, μᾶλλον δὲ αὐτὴν τὴν ἀλήθειαν, ἔκδηλον πᾶσι βουλόμενοι καταστῆσαι τὴν τούτων φιλονεικίαν. Ἵν᾽ οἴκοθεν ἔχωσι τὸν ἔλεγχον τῆς ἀκαίρου μανίας, ἵνα δὲ μὴ μόνον ἀπὸ τούτων τῶν παλαιῶν μεμαρτυρημένη ἦι ἡ ἡμετέρα συγγραφή, θήσω καί τινος νέου ἀποσχίστου αὐτῶν πατρὸς ἔτι καὶ νῦν ζῶντος καὶ ἐν Κωνσταντινουπόλει διάγοντοςἐκ περιουσίας καὶ τοῦτο ποιῶνμαρτυρίαν μαρτυροῦντος, εἴτε ἐξ ἀγνοίας εἴτε ἀπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναγκαζομένου, τῆι ἡμετέραι συγγραφῆι. Θεοδοσίου, Ἀλεξανδρείας ἐπισκόπου, εἰς τὴν τεσσαρακοστὴν τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέραν

ι.63 Σήμερον ἡ ἀνθρώπινος φύσις σκευαγωγεῖται εἰς οὐρανόν, σήμερον οὐρανὸς ἀνοίγεται καὶ ἄνθρωπος εἰσέρχεται. Τί πρὸς ταῦτα ἐροῦσιν οἱ ἐναντίοι; Πῶς οὐ μεμαρτύρηκε τοῖς ἡμετέροις καὶ ἐν τῶι σχήματι καὶ ἐν τῶι δόγματι; Βαβαὶ ἰσχὺς τῆς ἀληθείας καὶ ἄκοντας τοὺς ἐχθροὺς εἰς ἑαυτὴν ἐπισπῶσα.

Τοῦ αὐτοῦ ἐν ἑτέραι ἐξηγήσει

ι.64 Οὐ μέγα, εἰ Θεὸς διάβολον ἥττησεν. Ὢ τοῦ θαύματος. Καὶ ἐνταῦθα δείκνυσιν ἡ ἀλήθεια τὴν τούτων ἄκαιρον φιλονεικίαν. Εἰ γὰρ οὐ μέγα λέγει Θεὸν μετὰ διαβόλου παλαίοντα καὶ νικῶντατοῦτο γὰρ καὶ λέγειν μανικὸν ὑπάρχει, Θεῶι γὰρ οὐ μόνον ὁ διάβολος, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις ὑποτέτακται καὶ εἰς οὐδὲν λογισθήσεται, πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἄνθρωπον βούλεται μετὰ τοῦ διαβόλου τὸν παλαίσαντα καὶ νικήσαντα; Τοῦτο γὰρ καὶ μέγα ὑπάρχει, ὃν καὶ ἀνωτέρω εἶπεν εἰσελθόντα ὡς νικητὴν εἰς τὸν οὐρανόν. Ὅτι δὲ τοῦτον τὸν σκοπὸν ἀποσώιζει, πάλιν ὁ αὐτὸς βοᾶι· «Ἔδει γάρ, ἔδει τὴν καταπαλαιωθεῖσαν φύσιν ταύτην ἀναδήσασθαι στέφανον», ὡσανεὶ αὕτη ἡ φύσις ἡ ἡττηθεῖσα ὑπὸ τοῦ διαβόλου, φησίν, ἐν τῶι παραδείσωι, τουτέστιν ὁ ἄνθρωπος, ὃν καὶ ἐξ ἀναστάσεως κρείττονα γενόμενον πολλάκις καὶ διὰ πολλῶν ἐξηγήσατο, καὶ τοῦτον εἰς οὐρανὸν ἀναχθέντα μετὰ παρρησίας ἐξεῖπε.

Τοῦ αὐτοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, τοῦ Εὐαγγελίου ἀναγνωσθέντος τὸ «Πάτερ, εἰ δυνατόν, παρελθέτω»

ι.65 Σαρκὸς τὰ πάθη ταύτης καὶ τοῦ πάθους γνωρίσματα, ἀγωνία καὶ ἱδρώς, λύπη καὶ ψυχῆς ταραχή, τὰ τῆς ἀνθρωπίνης φύσεως σύμβολα.

ι.66 Βαβαὶ τοῦ θαύματος. Τοιαῦτα λέγουσι καὶ φιλονεικοῦσι μεθ᾽ ἡμῶν, ἀποσχίζοντες τὰς Ἐκκλησίας καὶ τυραννοῦντες. Ποῦ γὰρ γέγραπται ὅτι ἠγωνία καὶ ἵδρωσεν, εἰ μὴ ἐν τῶι Λουκᾶι ἔνθα λέγει· «Καὶ γενόμενος ἐν ἀγωνίαι ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐνισχύων αὐτόν»; Πῶς τολμῶσιν αὐτὰ λέγειν καὶ πάλιν καταγινώσκειν τῶν τολμώντων αὐτὰ διηγεῖσθαι; Ἆρ᾽ οὐκ ἔστι πρόδηλος φιλονεικία τῶν τοιούτων;

ι.67 Παραδραμόντες δὲ καὶ τοῦτον ἐπὶ τὸν πρὸ αὐτοῦ νῦν τετελευτηκότα νέον Τιμόθεον μετέλθωμεν, δεικνύοντες καὶ τοῦτον ἄκοντα συγκατατιθέμενον τῆι ἡμετέραι γραφῆι. Γράφει τοίνυν εἰς τὸ αὐτὸ ῥητὸν ἐξηγούμενος ἐν τῆι περιόδωι εἰς τὸ Πάσχα ἐν τῶι Ἁγίωι Βίκτορι ἀναγνωσθέντος Ἠσαΐου τοῦπροφήτου καὶ λέγοντος· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος», καὶ μνησθέντες ἐν τῆι ἐξηγήσει τὸ «Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο», λέγων οὕτως.

Τιμοθέου εἰς τὸ «Πάτερ, εἰ δυνατόν, παρελθέτω»

ι.68 Φύσις γὰρ ἀεὶ ἐμφιλοχωρεῖν τὴν ψυχὴν ἐν τῶι σώματι καὶ δυσχεραίνειν πρὸς ἀποβίωσιν. Καὶ πάλιν, ἐν τῶι Ἁγίωι Σαραπάμμωνι ἐβόα· Καὶ μείζονα δὲ τούτων δοθήσεταί μοι παρὰ τοῦ Πατρός, ἐκ νεκρῶν ἀνάστασις, φύσεως ἀνακαινισμὸς καὶ ἀντὶ φθορᾶς ζωοποίησις. Τοῦ αὐτοῦ εἰς τὰ Ἅγια Θεοφάνια, εἰς τὴν γενέθλιον τοῦ Χριστοῦ ἡμέραν, Χοιὰκ λʹ, ἰνδ. ιʹ

ι.69 Ἔτεκεν ἡ Παρθένος ἄνθρωπον τέλειον, ἀναμάρτητον. Καὶ μετ᾽ ὀλίγα Συμπεριτμηθῶμεν Χριστῶι, ἵνα συγκαθαρθῶμεν αὐτῶι. Καὶ πάλιν, ἐν τῶι Ἁγίωι Θεοδώρωι, Τυβὶ ηʹ, ἰνδ. ιʹ Διὰ γὰρ τοῦ φαινομένου ἔδειξε τὴν δύναμιν τοῦ κρυπτομένου.

Τοῦ αὐτοῦ ἐν τῆι Κυρίνου ἐκκλησίαι, Κυριακῆς οὔσης, Παχῶν κβʹ, ἰνδ. εʹ, ἀναγνωσθέντος τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου «ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο»

ι.70 Τοιγαροῦν ἐπειδὴ Θεός ἐστιν ἅμα καὶ ἄνθρωπος ὁ αὐτός, πιστοῦται διὰ τῶν ἔργων ἀμφότερα καὶ λανθάνειν τοὺς ὁρῶντας οὐκ ἀνέχεται. Ὅτι μὲν γὰρ φύσει Θεός τέ ἐστι διὰ τῶν σημείων ἐπιδείκνυται, λεπροὺς καθαιρῶν, φωτίζων τυφλοὺς καὶ παρειμένους ῥωννὺς καὶ τεθνηκόσι διδοὺς ζωήν, καὶ τὸ δὴ μέγιστονταῦτα γὰρ ἴσως καὶ προφῆται κατώρθωσαν, διαρρήδην παρρησιαζόμενος καὶ λέγων· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν»· ἀλλὰ τοῖς μέν, ὡς ἔφην, πιστοῦται τὸ μεγαλοφυὲς τῆς θεότητος.

ι.71 Ὅτι γε μὴν καὶ ἄνθρωπός ἐστιν ἀληθῶς ὁ αὐτός, οὐδὲ τοῦτο βούλεται λαθεῖν, προανακόπτων τοὺς τὴν φαντασίαν νοσοῦντας, δεικνὺς ἐναργῶς πάθεσιν ὑπουργῶν· καὶ ποίοις πάθεσιν; Ὅσα δι᾽ ἀσθένειαν, οὐ δι᾽ ἁμαρτίαν τῆι σαρκὶ προσωικείωται, τὸ πεινῆν λέγω καὶ διψῆν καὶ ὑπνοῦν καὶ κοποῦσθαι· ταῦτα γὰρ φύσει καὶ οὐ προαιρέσει συμβαίνοντα ἁμαρτίαν τοῖς ὑπομένουσιν οὐ προστρίβεται. Τούτοις οὖν ὁ Κύριος τοῖς ἀναμαρτήτοις πάθεσιν ἔφησε τὴν ἑαυτοῦ σάρκα πειθαρχεῖν, δεικνὺς σαφῶς ὡς φύσει καὶ ἀληθείαι καὶ οὐ δοκήσει γέγονεν ἄνθρωπος.

Τοῦ αὐτοῦ ἐν τῶι ἱερῶι, ἐν τῆι ἑορτῆι τῶν Παχῶν

ι.72 Θεοῦ μὲν ἴδιον τὸ θαυματουργεῖν καὶ τοῖς στοιχείοις ἐπιτάττειν καὶ τῶν μελλόντων ποιεῖσθαι τὴν προαγόρευσιν, ἀνθρώπου δὲ ἡμέρου καὶ κοινωνικοῦ ἡ πρὸς τοὺς γονεῖς τιμή, ἡ πρὸς τοὺς ἀδελφοὺς συνουσία, ἡ πρὸς τοὺς μαθητὰς καὶ γνωρίμους ὁμιλία. Διά τοι ταῦτα ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, καὶ Θεὸς ὢν ἐκ Θεοῦ καὶ δι᾽ ἡμᾶς γεγονὼς ἄνθρωπος, καὶ τὴν τῆς θεότητος ἐπιδείκνυται δύναμιν καὶ τῆς ἀνθρωπότητος φυλάττει τοὺς νόμους, ὅπερ ἦν τε καὶ ἔστι διὰ τῶν σημείων πιστούμενος, καὶ ὃ γενέσθαι κατηξίωσε διὰ τῶν ἔργων ἐπιδεικνύμενος.

Τοῦ αὐτοῦ ἐν τῆι τεσσαρακοστῆι τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέραι, Παχῶν κεʹ, ἰνδ. θʹ, εἰς τὸ ῥητὸν τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου τὸ λέγον «συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω»

ι.73 Ἀλλ᾽ οἷα καὶ νῦν τὰ παρ᾽ αὐτοῦ πρὸς τοὺς ἀοιδίμους μαθητὰς εἰρημένα κατανοήσωμεν· «Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω.» Διὰ τὴν ὑμῶν σωτηρίαν ἐπὶ τῆς γῆς παραγέγονα, διὰ τὴν ὑμῶν ὠφέλειαν πρὸς τὸν οὐρανὸν ἀνιέναι καλόν. Ἀσώματος κατῆλθον δι᾽ ὑμᾶς, ἐκεῖ γενέσθαι μετὰ τοῦ σώματος συμφέρον· πρὸς οὐρανὸν γὰρ ὑμῶν ἑλκύσαι τὸ γένος προήιρημαι· δεῖ με μετὰ σαρκὸς τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν ἀπολαβεῖν· ἐγκαινίσαι με δεῖ τὴν ξένην πορείαν καὶ δεῖξαι βατὸν τοῖς ἀνθρώποις τὸν οὐρανόν· ὁδεύω πρῶτος διὰ τοῦ ἀέρος, ἵνα καὶ ὑμεῖς ὕστερον «ἁρπαγῆτε εἰς ἀέρα ἐν νεφέλαις εἰς τὴν ἡμετέραν ἀπάντησιν».

ι.74 Καὶ τούτου ἀκοῦσαι ὠιήθην τὸν ἀναγινώσκοντα, πῶς τὸν ἄνθρωπον διαρρήδην βοᾶι δυσχεραίνοντα πρὸς ἀποβίωσιν, καὶ τοῦτον διὰ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἀφθαρσίαν καὶ ἀνακαινισμὸν φύσεως λαμβάνοντα καὶ ζωοποίησιν, τὸν πρώην πάθεσιν ὑπουργοῦντα καὶ κοπούμενον διὰ τὴν περικειμένην ἀσθένειαν, καὶ πρὸς οὐρανὸν ἔτι ἑλκυσθέντα καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἠξιωμένον καὶ τὴν ξένην πορείαν πρῶτον δραμόντα καὶ βατόν, πρῶτος ἀνθρώπων, τὸν οὐρανὸν ποιήσαντα.

ι.75 Ὢ τῶν ἀσυμφώνων συμφωνία, ὢ τῶν ἀποσχιστῶν ἀκούσιος συνάφεια, ὢ τῶν λοιδόρων οὐχ ἑκούσιος εὐφημία, ἤγουν συγκατάθεσις. Πῶς κατὰ πάντα οὐκ ἐδείχθημεν τέκνα τῆς Ἐκκλησίας; Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν οὐκ ἐτρίψαμεν; Πῶς οὐ κατὰ πάντα κατάκριτοι οἱ τούτοις πᾶσιν ἀπειθοῦντες, ἢ ἀντιλέγοντες; Πῶς οὐ κατὰ πάντα μεμαρτυρημένη ἡ ἡμετέρα γραφὴ γνήσιον τῆς ἐκκλησιαστικῆς παραδόσεως γέννημα; Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός.