Χρησμοί Σιβυλλιακοί
Βιβλίο ΙΒ


0 Σιβύλλης λόγος ιβ' 1 Ἀλλ᾽ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων. 2 ἦ τοι μὲν πρώτιστα μετ᾽ ὀλλυμένους βασιλῆας 3 Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν, 4 καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα 5 ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος, 6 ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δ᾽ ὤρεξε Φιλίππῳ, 7 οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα, 8 καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο, 9 ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν, 10 πολλούς δ᾽ αὖ μετ᾽ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας, 11 καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο, 12 καὶ μετὰ τὰς ἐτέων ἑκατοντάδας ἓξ διαβῆναι 13 καὶ δισσὰς δεκάδας Ῥώμης δικτάτορος οὔσης, 14 ἔσσετ᾽ ἄναξ πρώτιστος ἀφ᾽ ἑσπερίοιο θαλάσσης 15 ̔Ῥώμην κοιρανέων μεγάλ᾽ ἄλκιμος ἠδὲ μαχητής, 16 ἀρχὴν στοιχείων ὅστις λάχε καὶ σὲ πεδήσας 17 Ἄρεος ἀνδροφόνοιο παγήσεται, ἀγλαόκαρπε· 18 λώβην ἐκτίσεις, ἥν περ προέηκας ἑκοῦσα· 19 αὐτὸς γὰρ μεγάθυμος ἀριστεύσει πολέμοισιν· 20 ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις, 21 Μέμφις πρηνιχθεῖσα δι᾽ ἡγεμόνων κακότητα 22 ἠδὲ γυναικὸς ἀδουλεύτου ὑπὸ δουρὶ πεσούσης· 23 καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ᾽ ὑποτάξει· 24 κῦδος ἔχων κρατερὸν σκήπτρων ἐπὶ πουλὺ κρατήσει· 25 οὐ γὰρ ὑπερθήσει ὀλίγον χρόνον οὐδέ ποτ᾽ ἄλλος 26 σκηπτοῦχος βασιλεὺς τούτου πλέον, οὐ μίαν ὥρην, 27 Ῥωμαίων, ὅτι πάντα θεὸς κατένευσ᾽ ἐπὶ τούτῳ· 28 [καὶ δὴ καὶ καιροὺς ἐπεδείξατο ἐν χθονὶ δίῃ 29 θεσπεσίους μεγάλους, ἐπὶ δ᾽ αὐτοῖς σήματ᾽ ἔδειξεν. 30 ἀλλ᾽ ὁπόταν ἀστὴρ πανείκελος ἠελίοιο 31 λαμπρὸς ἀπ᾽ οὐρανόθεν προφανῇ ἐνὶ ἤμασι μέσσοις, 32 καὶ τότε δὴ κρύφιος ἥξει λόγος Ὑψίστοιο 33 σάρκα φέρων θνητοῖσιν ὁμοίιον· ἀλλὰ σὺν αὐτῷ 34 αὐξήσει τὸ κράτος Ῥώμης κλεινῶν τε Λατίνων,] 35 αὐτὸς δ᾽ αὖθ᾽ ὁ μέγας βασιλεὺς ἰδίης ὑπὸ μοίρης 36 κατθάνεται παραδοὺς ἑτέρῳ βασιλήιον ἀρχήν. 37 καί τις δ᾽ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής, 38 ἄρξει πορφυρέην λώπην ἀμφειμένος ὤμοις, 39 ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην ― 40 ἐξολέσει Μήδους καὶ ἰοβόλους ἅμα Πάρθους· 41 αὐτὸς δ᾽ ὑψίπυλον καθελεῖ πόλιν ἐν κράτεϊ ᾧ· 42 καὶ πόλει Αἰγύπτου κακὸν ἔσσεται Ἀσσυρίοις τε 43 Κόλχοις Ἡνιόχοις καὶ τοῖς παρὰ χεύμασι Ῥήνου Γερμανοῖς ναίουσιν ὑπὲρ ψαμαθώδεας ἀκτάς. 45 αὐτὸς πορθήσει καὶ ὑψίπυλον μετόπισθεν 46 ἐγγύθεν Ἠριδανοῖο πόλιν κακὰ μητιόωσαν. 47 καὶ τότε δὴ πέσεται πληγεὶς αἴθωνι σιδήρῳ. 48 ἄρξει δ᾽ αὖ μετέπειτ᾽ ἄλλος δολιοπλόκος ἀνήρ, 49 τῶν τρισσῶν ἀριθμῶν ὅστις λάχεν, οὔνομα δ᾽ αὐτοῦ 50 δηλώσει κεραίη· χρυσὸν δὲ πολὺν συναθροίσει· 51 κοὐκ ἔσται πλούτου πολλοῦ κόρος, ἀλλά τ᾽ ἀναιδῶς 52 πλείονα συλήσας θήσει κατὰ γαῖαν ἅπαντα. 53 εἰρήνη δ᾽ ἔσται, πολέμων δ᾽ ἀναπαύσεται Ἄρης. 54 πολλὰ δὲ δηλήσει ἐπὶ μαντοσύνῃσι μέγιστον 55 πειθόμενος, βιότου ζωῆς χάριν· αὐτὰρ ἐπ᾽ αὐτῷ 56 ἔσται σῆμα μέγιστον· ἀπ᾽ οὐρανοῦ αἱματόεσσαι 57 ῥεύσουσιν ψεκάδες [καὶ] ἀπολλυμένου βασιλῆος. 58 πολλὰ δὲ ποιήσει ἄνομα, περὶ δ᾽ αὐχένα θήσει 59 ἄλγεα Ῥωμαίοις ἐπὶ μαντοσύναισι πεποιθώς· 60 συγκλήτου δ᾽ ὀλέσει κεφαλάς. λιμὸς δὲ καθέξει 61 Καμπανοὺς Θρᾷκάς τε Μακηδόνας Ἰταλιήτας· 62 μούνη δ᾽ Αἴγυπτος θρέψει πολυπληθέα φῦλα. 63 παρθενικὴν δὲ κόρην μυστήριον ἐξαπατήσας 64 αὐτὸς ἄναξ ὀλέσει δολίως· τὴν δ᾽ αὖ πολιῆται 65 ἀχνύμενοι θάψουσι· χόλον δ᾽ ἐπ᾽ ἀνάκτορι πάντες 66 κατθέμενοι δολίως τοῦτον διαλωβήσονται. 67 ἀνθούσῃ κρατερὸς Ῥώμῃ κρατεροῖσιν ὀλεῖται. 68 δὶς δεκάτου δ᾽ ἀριθμοῦ ἄρξει πάλι κοίρανος ἄλλος· 69 καὶ τότε Σαυρομάταις πόλεμοι καὶ κήδεα λυγρά 70 ἥξει καὶ Θρᾳξὶν καὶ ἀκοντισταῖσι Τριβαλλοῖς· 71 καὶ πάντας Ῥωμαῖος Ἄρης διαδηλήσηται. 72 σημεῖον δ᾽ ἔσται φοβερὸν τούτου κρατέοντος 73 Ἰταλικῶν γαίης καὶ Παννονίων· περὶ δ᾽ αὐτάς 74 νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ 75 καὶ λάινος ὑετὸς ἀπ᾽ οὐρανοῦ· αὐτὰρ ἔπειτα 76 κοίρανος ἴφθιμός τε δικασπόλος Ἰταλιήων 77 βήσεται εἰν Ἀίδαο δόμοις ἰδίης ὑπὸ μοίρης. 78 πεντήκοντ᾽ ἀριθμῶν πάλιν ἄλλος ἐλεύσεται ἀνήρ 79 δεινὸς καὶ φοβερός· πολλοὺς δ᾽ αὐτὸς ἀπολέσσει 80 ἐκ πασῶν πόλεων ὄλβῳ γεγαῶτας ἀρίστους 81 δεινὸς ὄφις φύσεως ὁ βραχὺς λόγος. ὅς ποτε χεῖρας 82 ἡγεμόνας τανύσει καὶ ὀλεῖ καὶ πολλὰ τελέσσει 83 ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν· 84 καὶ τμήξει τὸ δίκυμον ὄρος, λύθρῳ δὲ παλάξει. 85 ἀλλ᾽ ἔσται καὶ ἄιστος ὀλοίιος Ἰταλίδαισιν 86 ἰσάζων θεῷ αὐτόν, ἐλέγξει δῆμον ἑκόντα· 87 εἰρήνη δ᾽ ἔσται βαθεῖα τούτου κρατέοντος. 88 [καὶ τρόμοι ἀνθρώπων· ὑπὸ Αὐσονίοισι δ᾽ ἀίξας 89 εἶξεν ὕδωρ ἄτοπον ἀπ᾽ Ὠκεανοῖο ῥοάων·] 90 ἀμφί ἑ παπταίνων θήσει δ᾽ ἀθλεύματα λαοῖς 91 πολλὰ μάλ᾽ ἠδ᾽ αὐτὸς ἐναγώνιος ἀθλεύσειεν 92 φωνῇ καὶ κιθάρῃ, νευρῇ μέλπων ἅμ᾽ ἀοιδήν· 93 ὕστερον αὖ φύγεται λείψας βασιλήιον ἀρχήν, 94 ὀλλύμενος δὲ κακῶς ἀποτίσεται, ὅσσα ἔοργεν. 95 τὸν μέτα τρεῖς ἄρξουσιν, ἐπωνυμίῃσι λαχόντες 96 ἑβδομήκοντ᾽ ἀριθμὸν δύο κοίρανοι, εἷς δ᾽ ἐπὶ τούτοις 97 στοιχείου τριτάτου· καὶ ἐπ᾽ ἄλλυδις ἄλλος ὀλεῖται 98 Ἄρηι κρατερῷ ὑπὸ στρατιῆς παλαμάων. 99 εἶτά τις εὐσεβέων ἥξει ὀλέτης μέγας ἀνδρῶν 100 κοίρανος, ὀμβριμόθυμος ἀνήρ, ἐγχέσπαλος Ἄρης, 101 ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον· 102 Φοινίκην ὀλέσει καὶ Συρίαν ἐξολοθρεύσει· 103 ἥξει καὶ ῥομφαία ἐπὶ Σολυμηίδα γαῖαν 104 ἄχρις ἐπ᾽ ἐσχατίας καμπῆς Τιβεριάδος ἅλμης. 105 αἰαῖ, Φοινίκη, ὅσα τλήσεαι ἡ βαρυπενθής· 106 *σφικτῇσι τροπαίησι*, καὶ πᾶν ἔθνος σε πατήσει. 107 αἰαῖ, ἐπ᾽ Ἀσσυρίους ἥξεις καὶ νήπια τέκνα 108 ὄψει δουλεύοντα παρ᾽ ἀνδράσι δυσμενέεσσιν 109 σύν τ᾽ ἀλόχοις καὶ παντὶ βίῳ, πλοῦτος δ᾽ ἀπολεῖται· 110 ὀργὴ γάρ τε θεοῦ ἐπελεύσεται ἡ βαρυπενθής, 111 ὅττι μιν οὐκ ἐφύλαξαν ἑὸν νόμον, ἀλλ᾽ ἐπὶ πᾶσιν 112 εἰδώλοις ἐλάτρευσαν ἀεικελίῃς τέχνῃσιν. 113 πολλοὶ δ᾽ αὖ πόλεμοί τε μάχαι τ᾽ ἀνδροκτασίαι τε 114 λιμοὶ καὶ λοιμοὶ ἀκαταστασίαι τε πολήων. 115 εἰς δὲ τὸ τέρμα βίου γεραρὸς βασιλεὺς μεγάθυμος 116 αὐτὸς ἀριστεύων πέσεται στρατιῆς ὑπ᾽ ἀνάγκης. 117 ἄρξουσιν μετέπειτ᾽ ἄλλοι δύο φῶτες ἄνακτες 118 στέργοντες μνήμην πατέρος μεγάλου βασιλῆος 119 πολλὰ δὲ κυδιάοντες ἐν ἀγχιπάλοισι μαχηταῖς. 120 ἔσται δ᾽ εἷς τούτων ἐσθλὸς καὶ κοίρανος ἀνήρ, 121 τοὔνομα δὲ σχήσει τριακοσίων· ἀτὰρ οὗτος 122 καππέσεται δολίως [καὶ] ἐνὶ στρατιῇσι τανυσθείς, 123 βληθεὶς δ᾽ ἐν δαπέδῳ Ῥώμης ἀμφήκεϊ χαλκῷ. 124 καί τις δ᾽ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής, 125 τετράδος ἐκ κεραίης ἄρξει μεγάλης βασιλείης, 126 ὃν πάντες στέρξουσι βροτοὶ κατ᾽ ἀπείρονα γαῖαν. 127 καὶ τότε γ᾽ ἄμπαυσις πολέμου κατὰ κόσμον ἅπαντα 128 ἔσται. ἀτὰρ τούτῳ κεν ἀφ᾽ ἑσπερίης μέχρις ἠοῦς 129 πάντες δουλεύσουσιν ἑκούσιοι οὐδ᾽ ὑπ᾽ ἀνάγκης, 130 καὶ πόλεις αὐτόματοι ὑποχείριοι ἠδ᾽ ὑπόδουλοι 131 ἔσσονται. μάλα γάρ μιν ἐπ᾽ αὐτῷ κῦδος ἐποίσει 132 οὐράνιος Σαβαώθ, θεὸς ἄφθιτος αἰθέρι ναίων. 133 καὶ τότε Παννονίην καὶ Κελτίδα γαῖαν ἅπασαν 134 μειώσει λιμὸς καὶ ἐπ᾽ ἀλλήλοισιν ὀλέσσει. 135 ἔσσεται Ἀσσυρίοις, οὕσπερ παρακλύζει Ὀρόντης, 136 κτίσματα καὶ κόσμος καὶ *εἴ που τι* μεῖζον ὁρᾶται. 137 καὶ τούτους βασιλεὺς στέρξει μέγας ἠδ᾽ ἀγαπήσει 138 ἔξοχα τῶν ἄλλων πολιητῶν· ἀλλὰ μὲν αὐτός 139 δέξεται ὠτειλὴν μεγάλην ἐν στήθεϊ μέσσῳ, 140 εἰς τὸ τέλος βιότου δολίως ληφθεὶς ὑφ᾽ ἑταίρου 141 εἴσω ἐνὶ ζαθέῳ μεγάλῳ βασιληίδος οἴκῳ 142 καππέσεται τρωθείς· μετὰ δ᾽ αὐτὸν κοίρανος ἔσται 143 πεντήκοντ᾽ ἀριθμῶν γεραρὸς βροτός, ὃς περὶ πάντα 144 πολλοὺς ἐξολέσει Ῥώμης * ἀστούς τε πολίτας *· ἀλλ᾽ ὀλιγαρχήσει· διὰ γὰρ πρότερον βασιλῆα 146 βήσεται εἰν Ἀίδαο δόμοις τρωθεὶς μετόπισθεν. 147 αὐτίκ᾽ ἔπειτ᾽ ἄλλος βασιλεὺς κρατερός τ᾽ αἰχμητής 148 ὅς τε τριηκοσίων ἀριθμῶν λάχεν ἔντυπον ἀρχήν, 149 ἄρξει καὶ Θρᾳκῶν γαίην πολυποίκιλον οὖσαν 150 ἐκπέρσει καὶ τοὺς ἐπὶ ἔσχατα βάρβαρα Ῥήνου 151 Γερμανοὺς ναίοντας ὀιστοβόλους τ᾽ Ἴβηρας. 152 αὐτίκ᾽ Ἰουδαίοις κακὸν ἔσσεται ἄλλο μέγιστον, 153 Φοινίκη δ᾽ ἐπὶ τοῖς πίεται φόνον ὀμβρήεντα· 154 τείχη δ᾽ Ἀσσυρίων πέσεται πολλοῖς πολεμισταῖς. 155 καὶ πάλιν ἐξολέσει τούτους θυμοφθόρος ἀνήρ. 156 ἔσσονται δ᾽ ἤπειτα θεοῦ κρατέοντος ἀπειλαί, 157 σεισμοὶ καὶ λιμοὶ μεγάλοι κατὰ γαῖαν ἅπασαν 158 καὶ νιφετοὶ παρὰ καιρόν, ἀτὰρ μαλεροί τε κεραυνοί. 159 καὶ τότε δὴ βασιλεὺς ὁ μέγας διὰ μῶλον Ἄρηος 160 Κελτὸς ὀρειοβάτης σπεύδων ἐπὶ δῆριν ἀγῶνος 161 μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται· 162 ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, οὔνομα δ᾽ εἴη 163 ἄνθεος οὔνομ᾽ ἔχουσα· μετ᾽ αὐτὸν δ᾽ ἄλλος ἀνάξει 164 ἀργυρόκρανος ἀνήρ, τοῦ δ᾽ ἔσσεται οὔνομα πόντου, 165 ἀρχὴν στοιχείου προφέρων, τετρασύλλαβος Ἄρης. 166 οὗτος καὶ ναοὺς πόλεσιν πάσαις ἀναθήσει 167 κόσμον ἐποπτεύων ἰδίῳ ποδί, δῶρα κομίζων, 168 χρυσόν τ᾽ ἤλεκτρόν τε πολὺν πολλοῖσι παρέξει· 169 οὗτος καὶ μαγικῶν μυστήρια πάντα καθέξει 170 ἐξ ἀδύτων· καὶ μὴν πολὺ φέρτερον ἀνθρώποισιν 171 θήσει κοιρανέοντα . . . . . . . . . κεραυνός· 172 εἰρήνη μακρὰ δὲ γενήσεται, ὁππόταν ἔσται 173 οὗτος ἄναξ· ἔσται δὲ καὶ ἀγλαόφωνος ἀοιδός 174 καὶ νομίμων μέτοχος θεμιστοπόλος τε δίκαιος· 175 αὐτὸς δ᾽ αὖ πέσεται μοίρῃ ἰδίῃ καταλύσας. 176 τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει 177 τρεῖς δεκάδας κατέχων· αὐτὰρ μονάδος πάλι πρώτης 178 ἄλλος ἄναξ ἄρξει· μετὰ δ᾽ αὐτὸν κοίρανος ἄλλος 179 ἐκ δεκάδων ἑπτά· τοῖς οὐνόματ᾽ ἔσσεται ἐσθλά. 180 αὐτοὶ δ᾽ αὖτ᾽ ὀλέσουσι πολυστίκτους ἀνθρώπους, 181 Βρεττανοὺς Μαύρους, μεγάλους Δάκας Ἄραβάς τε. 182 ἀλλ᾽ ὁπόταν τούτων ὁ νεώτατος ἐξαπολεῖται, 183 δὴ τότε Παρθίᾳ πάλιν ἐπελεύσεται Ἄρης 184 δεινός, ὁ πρὶν τρώσας, καὶ εἰς τέλος ἐξαλαπάξει. 185 καὶ τότε δ᾽ αὐτὸς ἄναξ πέσεται δολίου ὑπὸ θηρός 186 γυμνάζων παλάμας· πρόφασις δ᾽ αὕτη θανάτοιο. 187 τὸν μέτα γ᾽ ἄλλος ἀνὴρ ἄρξει σοφὰ πολλά τε εἰδώς 188 τοὔνομ᾽ ἔχων ... πρώτου κρατεροῦ βασιλῆος 189 ἐκ μονάδος πρώτης· ἔσται δ᾽ ἀγαθός τε μέγας τε· 190 πολλὰ δ᾽ ἂν ἐκτελέσῃ κρατερὸς μεγάλοισι Λατίνοις 191 μνήμης εἵνεκα πατρός· ἐς αὐτίκα τείχεα Ῥώμης 192 κοσμήσει χρυσῷ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι 193 ἔν τ᾽ ἀγοραῖς ναοῖς τε μολὼν σὺν φωτὶ κραταιῷ. 194 καί ποτε Ῥωμαίοισιν ἀνασταχυώσεται ἕλκος 195 δεινότατον πολέμοις· χώρην δέ *μιν* ἐξαλαπάξει 196 πᾶσαν Γερμανῶν, ὁπόταν μέγα σῆμα θεοῖο 197 οὐρανόθεν προφανῇ καί τ᾽ ἄνδρας χαλκοκορυστάς 198 τρυχομένους σώσειε δι᾽ εὐσεβίην βασιλῆος· 199 αὐτῷ γὰρ θεὸς οὐράνιος μάλα πάνθ᾽ ὑπακούσει· 200 εὐξαμένῳ βρέξει παρακαίριον ὄμβριον ὕδωρ. 201 ἀλλ᾽ ὁπόταν δὴ ταῦτα τελειωθῇ ἅπερ εἶπον, 202 καὶ τότε δὴ βασιλεία κλυτὴ μεγάλοιο ἄνακτος 203 εὐσεβέος λείψει περιτελλομένοις ἐνιαυτοῖς· 204 εἰς δὲ τὸ τέρμα βίου τὸν ἑὸν γόνον ἀμφαναδείξας 205 εἰς βασίλει᾽ ἀνιόντα θανεῖτ᾽ ἰδίης ὑπὸ μοίρης 206 ξανθῷ κοιρανέοντι λιπὼν βασιλήιον ἀρχήν, 207 ὃς δεκάδων ἕξει δύο τοὔνομα, πατρὸς ἑοῖο 208 ἐκ γενετῆς βασιλεὺς γεγαὼς διαδέξεται ἀρχήν. 209 οὗτος ἀνὴρ ἕξει περισσοτέρῳ τε λογισμῷ 210 πάντα, μάλα μεγάθυμον ὑπέρβιον Ἡρακλῆα 211 ζηλώσει καὶ ὅπλοισιν ἀριστεύσει κρατεροῖσιν 212 ἔν τε κυνηγεσίαισι καὶ ἱππείαισι μέγιστον 213 κῦδος ἔχων· σφαλερῶς δὲ βιώσεται οἰόθεν οἶος. 214 σῆμα δέ τοι ἔσται φοβερὸν τούτου κρατέοντος· 215 ἐν δαπέδῳ Ῥώμης ἔσται νεφέλη ὀμίχλη τε, 216 ὡς ἕτερον μὴ ὁρᾶν μερόπων τὸν πλησίον αὐτοῦ. 217 καὶ τότε δὴ πόλεμοί τε ὁμοῦ καὶ κήδεα λυγρά, 218 ὁππόταν αὐτὸς ἄναξ ἐρωτομανής, ὁ μεμηνώς 219 ἥξει ἐπαισχύνων τὸ ἑὸν γένος ἐν λεχέεσσιν 220 αἰσχρὸς ἀβουλεύτοις ἐπ᾽ οὐχ ὁσίοις ὑμεναίοις. 221 δὴ τότε χηροσύνῃ κρυφθεὶς μέγας οὔλιμος ἀνήρ 222 μῆνιν ὑποσχόμενος *κακὰ χώσεται* ἐν βαλανείῳ, 223 ἀνὴρ ἀνδροφόνος δολίαις μοίραισι πεδηθείς. 224 ἴσθι τότε Ῥώμης ὀλοὸν χρόνον ἐγγὺς ἐόντα 225 ζήλου κοιρανίης ἕνεκεν· πολλοὶ δ᾽ ἀπολοῦνται 226 Παλλαδίοισι δόμοισιν ὑπ᾽ Ἄρηος παλαμάων. 227 καὶ τότε χηρεύσει Ῥώμη καὶ πάντ᾽ ἀποτίσει, 228 ὅσσα πάρος μούνη πολέμοις πολλοῖσιν ἔδρασεν. 229 κλαίει μοι κραδίη, κλαίει δέ μοι ἔνδοθεν ἦτορ· 230 ἐξότε γὰρ πρῶτος βασιλεύς, ὑψαύχενε Ῥώμη, 231 εἷς νόμον ἐσθλὸν ἔθηκεν ἐπιχθονίοις ἀνθρώποις 232 [καὶ λόγος ἀθανάτου μεγάλου θεοῦ ἤλυθεν ἐς γῆν,] 233 ἐννεακαιδεκάτης βασιληίδος ἄχρι τελευτῆς 234 δὶς ἑκατὸν δὶς εἴκοσι δὶς δύο πληρωθείη 235 πρὸς τοῖς ἓξ μησὶν ἐτέων χρόνος· εἶτα γενέθλην ― 236 χήρην εἰκοστὸς βασιλεύς, ὅτε σοῖσι μελάθροις 237 φασγάνῳ αἷμα χέῃ βεβολημένος ὀξέι χαλκῷ, 238 ὀγδοήκοντ᾽ *ἀριθμὸν ἔτεος * στοιχεῖον ὃ δηλοῖ 239 οὔνομα καὶ βαρὺ γῆρας ἔχων· χήρην δὲ ποιήσει 240 εἰν ὀλίγῳ καιρῷ, ὁπόταν πολλοὶ πολεμισταί 241 πολλοὶ πρηνισμοί τε φόνοι τ᾽ ἀνδροκτασίαι τε 242 οὐλόμεναί τ᾽ ἔριδες καὶ ὀιζύες εἵνεκα νίκης 243 κοιρανίης, πολλοί τ᾽ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες 244 ἐν δαπέδῳ πολέμοισι δαϊζόμενοι πεσέονται. 245 καὶ τότε δ᾽ ἄλλος ἀνὴρ ἥξει δεκάτου ἀριθμοῖο 246 οὐνόματος σημεῖον ἔχων καὶ πολλὰ ποιήσει 247 ἄλγεα καὶ στοναχάς, πολλοὺς δέ τοι ἐξαλαπάξει· 248 ὠκύμορος δ᾽ αὐτὸς πάλιν ἔσσεται ἠδὲ πεσεῖται 249 Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ. 250 ἄλλος πεντήκοντ᾽ ἀριθμῶν ἥξει πολεμιστής 251 κοιρανίης ἕνεκεν ἀπ᾽ ἀντολίης ἐπεγερθείς· 252 μέχρι δὲ καὶ Θρῄκης ἥξει πολεμήιος Ἄρης· 253 καὶ φύγεται μετέπειτα καὶ εἰς Βιθυνῶν πέδον ἥξει 254 καὶ Κιλίκων δάπεδον· ταχὺ δ᾽ αὐτὸν χάλκεος Ἄρης 255 Ἀσσυρίοις πεδίοις θυμοφθόρος ἐξαλαπάξει. 256 καὶ τότε *κρατῆσαι* δολίως ἐπιτήδεια εἰδώς 257 ἀνὴρ ποικιλόμητις ἀφ᾽ ἑσπερίης ἐπεγερθείς, 258 οὔνομα δὲ σχήσει διακοσίων ἀριθμοῖο 259 σημεῖον· πολὺ μᾶλλον ὑπὲρ βασιληίδος ἀρχῆς 260 συστήσει πόλεμον, κατ᾽ Ἀσσυρίων ἀνθρώπων 261 συλλέξας πᾶσαν στρατιήν, καὶ πάντ᾽ ὑποτάξει. 262 Ῥωμαίοις δ᾽ ἄρξει τὸ μέγα κράτος· ἐν φρεσὶ δ᾽ αὐτοῦ 263 πολλὴ μηχανίη, ὀλοόφρονος Ἄρεος ὀργή· 264 δεινὸς ὄφις πόλεμόν τε βαρύς, ὃς πάντας ὀλέσσει 265 ὑψηλοὺς γεγαῶτας ἐπιχθονίους ἀνθρώπους, 266 ἐσθλοὺς δὲ κτείνας πλούτου χάριν, οἷά τε ἀστήρ, 267 συλήσας χθόνα πᾶσαν ἀπολλυμένων ἀνθρώπων, ― 268 θήσει ἐπ᾽ ἀντολίην· καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς. ⁂ 269 ἔνθ᾽ ὅτε νηπίαχος Καῖσαρ σὺν τῷ βασιλεύσῃ 270 τοὔνομ᾽ ἔχων βριαροῖο Μακηδονίοιο ἄνακτος 271 στοιχείου ἀρχομένου· περὶ δ᾽ αὐτοῦ μῶλος *ἀπάξας* 272 ἐκφύγεται δόλον αἰπὺν ἐπερχομένου βασιλῆος 273 ἐν κόλποις στρατιῆς· ὁ δὲ βαρβαρικοῖσιν ἐθισμοῖς 274 ἄρχων ἐξαπίνης, ὁ νεωκόρος, ἐξαπολεῖται 275 Ἄρηι κρατερῷ δμηθεὶς αἴθωνι σιδήρῳ· 276 τὸν καὶ τεθνηῶτα λαὸς διαδηλήσηται. 277 καὶ τότε δὴ βασιλεῖς Περσῶν ἐπαναστήσονται 278 κ . . . Ῥωμαῖος Ἄρης Ῥωμαῖον ἄνακτα. 279 καὶ Φρυγίη σεισμοῖσι πολυμήλη στοναχήσει. 280 αἰαῖ Λαοδίκεια, αἰαῖ Ἱεράπολι τλήμων· 281 ὑμᾶς γὰρ πρώτας ποτ᾽ ἐδέξατο γαῖα χανοῦσα. 282 ......... πελώρια Αὐσ....... 283 πάνθ᾽ ὅσα .................... 284 οἰμώξει ...... ἀπολλυμένων ἀνθρώπων 285 Ἄρεος ἐν παλάμῃσι· κακὴ δέ σοι ἔσσεται αἶσα 286 ἀνδρῶν· αὐτὰρ {ἔπει}τα καὶ ἀντολίης δι᾽ ὁδοῖο 287 σπεύδων Ἰταλίην κατιδεῖν αἴθωνι σιδήρῳ 288 γυμνωθεὶς πέσε{ται} διὰ μητέρα μῖσος ἀγε{ίρ}ας. 289 ὧραι γὰρ *πάντα ..........τάρτη* δ᾽ ἄλλο καθέξει 290 *αἰθομένου .......* τὸ δ᾽ οὐχ ἅμα πάντες ἴσασιν· 291 οὐ γὰρ πάντων πάντα· μόνοι δ᾽ ἐπὶ τέρψιν ἔσονται, 292 οἳ θεὸν ἀσκήσουσι καὶ εἰδώλων ἐλάθοντο. 293 νῦν δέ, ἄναξ κόσμου, βασιλεῦ πάσης βασιλείας 294 ἄψευστ᾽ ἀθάνατε —σὺ γὰρ εἰς ἐμὸν ἦτορ ἔθηκας 295 αὐδὴν ἀμβροσίην — παῦσον λόγον· οὐδὲ γὰρ οἶδα, 296 οἷα λέγω· σὺ γὰρ εἶ ἐν ἐμοὶ ὁ τὰ πάντ᾽ ἀγορεύων. 297 βαιὸν δ᾽ ἄμπαυσόν με καὶ ἱμερόεσσαν ἀοιδήν 298 κάτθες ἐμῆς κραδίης· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ 299 θεσπεσίων ἐπέων, προλέγον βασιληίδας ἀρχάς.