Χάριτες ἢ Ἱέρων
Συγγραφέας:


Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ᾽ ἀῶ,
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
ἀσπασίως, οὐδ᾽ αὖθις ἀδωρήτους ἀποπέμψει,
αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ᾽ ἴασι,
πολλά με τωθάζοισαι, ὅτ᾽ ἀλιθίαν ὁδὸν ἦνθον,
ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐπὶ πυθμένι χηλοῦ 10
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
ἐνθ᾽ αἰεὶ σφίσιν ἕδραι, ἐπὴν ἄπρακτοι ἵκωνται;
τίς τῶν νῦν τοιόσδε; Τίς εὖ εἰπόντα φιλήσει;
οὐκ οἶδ᾽· οὐ γὰρ ἔτ᾽ ἄνδρες ἐπ᾽ ἔργμασιν ὡς πάρος ἐσλοῖς
αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ᾽ ὑπὸ κερδέων·
πᾶς δ᾽, ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
ἀλλ᾽ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·
αὐτῷ μοί τι γένοιτο; θεοὶ τιμῶσιν ἀοιδούς.

τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος. 20
οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.»
δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ πού τινι δοῦναι ἀοιδῶν·
πολλοὺς δ᾽ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζᾳ
μειλίξαντ᾽ ἀποπέμψαι, ἐπὰν ἐθέλωντι νέεσθαι,
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
ὄφρα, καὶ εἰν Ἀΐδαο κεκρυμμένος, ἐσθλὸς ἀκούσῃς, 30
μηδ᾽ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
ὡσεί τις, μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
ἀχὴν ἐκ πατέρων πενίαν ἀκτήμονα κλαίων.
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
ἁρμαλιὰν ἔμμηνον ἐμετρήσαντο πενέσται·
πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σακοὺς
μόσχοι σὺν κερααῖσιν ἐμυκήσαντο βόεσσι,
μυρία δ᾽ ἂμ πεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις.
ἀλλ᾽ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν 40
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῖο γέροντος,
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες

δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήϊος αἰόλα φωνέων
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ᾽ ὀνομαστοὺς
ὁπλοτέροις τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦνθον ἀγώνων.
τίς δ᾽ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοὶ; 50
οὐδ᾽ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκατι μῆνας ἀλαθεὶς
πάντας ἐπ᾽ ἀνθρώπους, Ἀΐδαν τ᾽ εἰς ἔσχατον ἐνθὼν
ζωός καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος
δηναιὸν κλέος ἔσχεν, ἐσυγάθη δ᾽ ἂν συφορβὸς
Εὔμαιος καὶ βουσὶ Φιλοίτιος ἀμφ᾽ ἀγελαίαις
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
ἀλλ᾽ ἶσος γὰρ ὁ μόχθος ἐπ᾽ ᾀόνι κύματα μετρεῖν, 60
ὅσσ᾽ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
ἢ ὕδατι νίζειν θολερὰν διαειδέϊ πλίνθον,
καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρειπεῖν·
χαιρέτω ὃστις τοῖος, ἀνήριθμος δέ οἱ εἴη
ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
αὐτὰρ ἐγὼ τιμάν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.

δίζημαι δ᾽, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος. 70
οὔπω μῆνας ἄγων ἔκαμ᾽ οὐρανός οὐδ᾽ ἐνιαυτούς·
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅματος ἵπποι.
ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ᾽ ἀοιδοῦ
ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας, ἢ βαρὺς Αἴας
ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
ἤδη νῦν Φοίνικες ὑπ᾽ ἠελίῳ δύνοντι
οἰκεῦντες Λιλύβας ἄκρον σφυρὸν ἐρρίγασιν·
ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·
ἐν δ᾽ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι 80
ζώννυται, ἵππειαι δὲ κόρυν σκιάουσιν ἔθειραι.
αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι᾽ Ἀθάνα
κώρα θ᾽, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
εἴληχας μέγα ἄστυ, παρ᾽ ὕδασι Λυσιμελείας,
ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκαι
Σαρδόνιον κατὰ κῦμα φίλων μόρον ἀγγελέοντας
τέκνοις ἠδ᾽ ἀλόχοισιν ἀριθματοὺς ἀπὸ πολλῶν·
ἄστεα δὲ προτέροισι πάλιν ναίοιτο πολίταις,
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατ᾽ ἄκρας,
ἀγροὶ δ᾽ ἐργάζοιντο τεθαλότες, ἠδ᾽ ἀνάριθμοι 90
μάλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἂμ πεδίον βλαχῴντο, βόες δ᾽ ἀγελαδὸν ἐς αὖλιν

ἐρχόμενοι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
νειοὶ δ᾽ ἐκπολέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
ποιμένας ἐνδίους πεφυλαγμένος ὑψόθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δ᾽ εἰς ὅπλ᾽ ἀράχναι
λεπτὰ διαστήσαιντο, βοᾶς δ᾽ ἔτι μηδ᾽ ὄνομ᾽ εἴη·
ὑψηλὸν δ᾽ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
καὶ πόντου Σκυθικοῖο πέραν, καὶ ὅπῃ, πλατὺ τεῖχος
ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. 100
εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχματὰν Ἱέρωνα.
ὦ Ἐτεόκλειοι Χάριτες θεαί, ὦ Μινύειον
Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἰοίμ᾽ ἄν.
καλλείψω δ᾽ οὐδ᾽ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπατὸν
ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ᾽ εἴην.