Φαρμακεύτριαι
Συγγραφέας:


Πᾷ μοι ταὶ δάφναι; φέρε Θέστυλι. πᾷ δὲ τὰ φίλτρα;
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,
ὡς τὸν ἐμὶν βαρὺν εὖντα φίλον καταδήσομαι ἄνδρα,
ὅς μοι δωδεκαταῖος ἀφ’ ὧ τάλας οὐδὲ ποθίκει,
οὐδ’ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές,
οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦῥά οἱ ἀλλᾷ
οἴχετ’ ἔχων ὅ τ’ Ἔρως ταχινὰς φρένας ἅ τ’ Ἀφροδίτα;
βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν
αὔριον, ὥς νιν ἴδω καὶ μέμψομαι οἷά με ποιεῖ.
νῦν δέ νιν ἐκ θυέων καταδήσομαι. ἀλλά Σελάνα 10
φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχε δαῖμον,
τᾷ χθονίᾳ θ’ Ἑκάτᾳ, τὰν καὶ σκύλακες τρομέοντι
ἐρχομέναν νεκύων ἀνὰ τἠρία καὶ μέλαν αἷμα.
χαῖρ’ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει
φάρμακα ταῦτ’ ἔρδοισα χερείονα μήτε τι Κίρκας
μήτε τι Μηδείας μήτε ξανθὰς Περιμήδας.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἄλφιτά μοι πρᾶτον πυρὶ τάκεται. ἀλλ’ ἐπίπασσε
Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;

ἦῥά γέ τοι μυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; 20
πάσσ’ ἅμα καὶ λέγε· «ταῦτα τὰ Δέλφιδος ὀστία πάσσω.»
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
Δέλφις ἔμ’ ἀνίασεν· ἐγὼ δ’ ἐπὶ Δέλφιδι δάφναν
αἴθω· χὠς αὕτα λακεῖ μέγα καππυρίσασα
ἐξαπίνας ἅφθη κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,
οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκ’ ἀμαθύνοι.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ὡς τοῦτον τὸν κῶρον ἐγὼ σὺν δαίμονι τάκω,
ὣς τάκοιθ’ ὑπ’ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.
χὠς δινεῖθ’ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας, 30
ὣς τῆνος δινοῖτο ποθ’ ἁμετέραισι θύραισιν.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
νῦν θυσῶ τὰ πίτυρα. Τὺ δ’ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα
κινήσαις κ’ ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.
Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται·
ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκέον ὡς τάχος ἄχει.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δ’ ἀῆται·
ἁ δ’ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,
ἀλλ’ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν 40
ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον εἶμεν.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε, πότνια, φωνῶ·
εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,

τόσσον ἔχοι λάθας ὅσσον ποκὰ Θησέα φαντὶ
ἐν Δίᾳ λασθῆμεν ἐϋπλοκάμω Ἀριάδνας.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἱππομανὲς φυτόν ἐστι παρ’ Ἀρκάσι, τῷ δ’ ἔπι πᾶσαι
καὶ πῶλοι μαίνονται ἀν’ ὤρεα καὶ θοαὶ ἵπποι.
ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι 50
μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
τοῦτ’ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις·
ὡγὼ νῦν τίλλοισα κατ’ ἀγρίῳ ἐν πυρὶ βάλλω
αἰαῖ Ἔρως ἀνιαρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα
ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
σαύραν τοι τρίψασα κακὸν ποτὸν αὔριον οἰσῶ.
Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθ’ ὑπόμαξον
τᾶς τήνω φλιᾶς καθ’ ὑπέρτερον ἇς ἔτι κα νύξ, 60
[ἐκ θυμῶ δέδεμαι· ὃ δέ μευ λόγον οὐδένα ποιεῖ.]
καὶ λέγ’ ἐπιφθύζοισα· «τὰ Δέλφιδος ὀστία μάσσω.» 62
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;
τηνῶθ ἄρξεῦμαι, τίς μοι κακὸν ἄγαγε τοῦτο.
ἦνθ’ ἁ τΩὐβούλοιο καναφόρος ἄμμιν Ἀναξὼ
ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα
θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.

καί μ’ ἁ Θευχαρίδα Θρᾷσσα τροφός, ἁ μακαρῖτις, 70
ἀγχίθυρος ναίοισα, κατεύξατο καὶ λιτάνευσε
τὰν πομπὰν θάσασθαι· ἐγὼ δὲ οἱ ἁ μεγάλοιτος
ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτώνα
κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
ἤδη δ’ εὖσα μέσαν κατ’ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,
εἶδον Δέλφιν ὁμοῦ τε καὶ Εὐδάμιππον ἰόντας,
τοῖς δ’ ἦς ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,
στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,
ὡς ἀπὸ γυμνάσιοιο καλὸν πόνον ἄρτι λιπόντων. 80
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
χὠς ἴδον, ὡς ἐμάνην, ὥς μοι περὶ θυμὸς ἰάφθη
δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο κοὔδε τι πομπᾶς
τήνας ἐφρασάμαν· οὐδ’ ὡς πάλιν οἴκαδ’ ἀπῆνθον
ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξαλάπαξε·
κείμαν δ’ ἐν κλιντῆρι δέκ’ ἄματα καὶ δέκα νύκτας.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,
ἔρρευν δ’ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ
ὀστί’ ἔτ’ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα, 90
ἢ ποίας ἔλιπον γραίας δόμον ἅτις ἐπᾴδεν;
ἀλλ’ ἦς οὐδὲν ἐλαφρόν· ὁ δὲ χρόνος ἄνυτο φεύγων.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
χοὔτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
«Εἰ δ’ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα

τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα·
κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον· 100
κεἴφ’ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.»
ὣς ἐφάμαν· ἃ δ’ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ,—
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα—
πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐκ δὲ μετώπῳ
ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
οὐδέ τι φωνῆσαι δυνάμαν, οὐδ’ ὅσσον ἐν ὕπνῳ
κνυζῶνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
ἀλλ’ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. 110
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μ’ ἐσιδὼν ὥστοργος ἐπὶ χθονὸς ὄμματα πάξας
ἕζετ’ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
«ἦρά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
πράν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἢ ’μὲ παρεῖμεν.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
ἦνθον γάρ κεν ἐγών, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα
ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, 120
κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,
πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.

καί μ’ εἰ μέν κ’ ἐδέχεσθε, τάδ’ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς
καὶ καλὸς πάντεσσι μετ’ ἠϊθέοισι καλεῦμαι,
εὗαδέ τ’ εἰ μῶνον τὸ καλὸν στόμα τεῦς ἐφίλησα·
εἰ δ’ ἀλλᾷ μ’ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,
πάντως κα πελέκεις καὶ λαμπάδες ἦνθον ἐφ’ ὑμέας.
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, 130
καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ
ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον
αὔτως ἡμίφλεκτον· Ἔρως δ’ ἄρα καὶ Λιπαραίω
πολλάκις Ἁφαίστοιο σέλας φλογερώτερον αἴθει—
φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα—
σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο
καὶ νύμφαν ἐσόβησ’ ἔτι δέμνια θερμὰ λιποῖσαν
ἀνέρος.» ὣς ὃ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς
χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλιν’ ἐπὶ λέκτρων·
καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα 140
θερμότερ’ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ.
ὡς καί τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,
ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.
κοὔτε τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γ’ ἐχθές,
οὔτ’ ἐγὼ αὖ τήνῳ. ἀλλ’ ἦνθέ μοι ἅ τε Φιλίστας
μάτηρ τᾶς ἁμᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς
σάμερον, ἁνίκα πέρ τε ποτ’ ὠρανὸν ἔτρεχον ἵπποι
Ἀῶ τὰν ῥοδόπαχυν ἀπ’ Ὠκεανοῖο φέροισαι,

κεἶπέ μοι ἄλλα τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἔραται.
κεἴτε νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, 150
οὐκ ἔφατ’ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· «αἰὲν ἔρωτος
ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,
καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκαξεῖν.»
ταῦτά μοι ἁ ξείνα μυθήσατο, ἐστι δ’ ἀλαθής.
ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκ’ ἐφοίτη,
καὶ παρ’ ἔμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·
νῦν δὲ δωδεκαταῖος ἀφ’ ὧτέ νιν οὐδὲ ποτεῖδον.
ἦρ’ οὐκ ἄλλο τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
νῦν μὰν τοῖς φίλτροις καταθήσομαι· αἰ δ’ ἔτι κά με
λυπῇ, τὰν Ἀΐδαο πύλαν, ναὶ Μοίρας, ἀραξεῖ· 160
τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν
Ἀσσυρίω, δέσποινα, παρὰ ξείνοιο μαθοῖσα.
Ἀλλὰ τὺ μὲν χαίροισα ποτ’ ὠκεανὸν τρέπε πώλως,
πότνι’· ἐγὼ δ’ οἰσῶ τὸν ἐμὸν πόθον ὥσπερ ὑπέσταν.
χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε τὤλλοι
ἀστέρες εὐκάλοιο κατ’ ἄντυγα Νυκτὸς ὀπαδοί.