Φίληβος
Συγγραφέας:
Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.


Σωκράτης, Πρώταρχος, Φίληβος.

[11a] Σωκράτης: ὅρα δή, Πρώταρχε, τίνα λόγον μέλλεις παρὰ Φιλήβου δέχεσθαι νυνὶ καὶ πρὸς τίνα τὸν παρ᾽ ἡμῖν ἀμφισβητεῖν, [11b] ἐὰν μή σοι κατὰ νοῦν ᾖ λεγόμενος. βούλει συγκεφαλαιωσώμεθα ἑκάτερον;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: Φίληβος μὲν τοίνυν ἀγαθὸν εἶναί φησι τὸ χαίρειν πᾶσι ζῴοις καὶ τὴν ἡδονὴν καὶ τέρψιν, καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου σύμφωνα: τὸ δὲ παρ᾽ ἡμῶν ἀμφισβήτημά ἐστι μὴ ταῦτα, ἀλλὰ τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ μεμνῆσθαι καὶ τὰ τούτων αὖ συγγενῆ, δόξαν τε ὀρθὴν καὶ ἀληθεῖς λογισμούς, τῆς γε ἡδονῆς ἀμείνω καὶ λῴω γίγνεσθαι σύμπασιν ὅσαπερ [11c] αὐτῶν δυνατὰ μεταλαβεῖν: δυνατοῖς δὲ μετασχεῖν ὠφελιμώτατον ἁπάντων εἶναι πᾶσι τοῖς οὖσί τε καὶ ἐσομένοις. μῶν οὐχ οὕτω πως λέγομεν, ὦ Φίληβε, ἑκάτεροι;

Φίληβος: πάντων μὲν οὖν μάλιστα, ὦ Σώκρατες.

Σωκράτης: δέχῃ δὴ τοῦτον τὸν νῦν διδόμενον, ὦ Πρώταρχε, λόγον;

Πρώταρχος: ἀνάγκη δέχεσθαι: Φίληβος γὰρ ἡμῖν ὁ καλὸς ἀπείρηκεν.

Σωκράτης: δεῖ δὴ περὶ αὐτῶν τρόπῳ παντὶ τἀληθές πῃ περανθῆναι; [11d]

Πρώταρχος: δεῖ γὰρ οὖν.

Σωκράτης: ἴθι δή, πρὸς τούτοις διομολογησώμεθα καὶ τόδε.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὡς νῦν ἡμῶν ἑκάτερος ἕξιν ψυχῆς καὶ διάθεσιν ἀποφαίνειν τινὰ ἐπιχειρήσει τὴν δυναμένην ἀνθρώποις πᾶσι τὸν βίον εὐδαίμονα παρέχειν. ἆρ᾽ οὐχ οὕτως;

Πρώταρχος: οὕτω μὲν οὖν.

Σωκράτης: οὐκοῦν ὑμεῖς μὲν τὴν τοῦ χαίρειν, ἡμεῖς δ᾽ αὖ τὴν τοῦ φρονεῖν;

Πρώταρχος: ἔστι ταῦτα.

Σωκράτης: τί δ᾽ ἂν ἄλλη τις κρείττων τούτων φανῇ; μῶν οὐκ, [11e] ἂν μὲν ἡδονῇ μᾶλλον φαίνηται συγγενής, ἡττώμεθα μὲν ἀμφότεροι τοῦ ταῦτα ἔχοντος βεβαίως βίου, κρατεῖ δὲ ὁ τῆς [12a] ἡδονῆς τὸν τῆς φρονήσεως;

Πρώταρχος: ναί.

Σωκράτης: ἂν δέ γε φρονήσει, νικᾷ μὲν φρόνησις τὴν ἡδονήν, ἡ δὲ ἡττᾶται; ταῦθ᾽ οὕτως ὁμολογούμενά φατε, ἢ πῶς;

Πρώταρχος: ἐμοὶ γοῦν δοκεῖ.

Σωκράτης: τί δὲ Φιλήβῳ; τί φῄς;

Φίληβος: ἐμοὶ μὲν πάντως νικᾶν ἡδονὴ δοκεῖ καὶ δόξει: σὺ δέ, Πρώταρχε, αὐτὸς γνώσῃ.

Πρώταρχος: παραδούς, ὦ Φίληβε, ἡμῖν τὸν λόγον οὐκ ἂν ἔτι κύριος εἴης τῆς πρὸς Σωκράτη ὁμολογίας ἢ καὶ τοὐναντίον. [12b]

Φίληβος: ἀληθῆ λέγεις: ἀλλὰ γὰρ ἀφοσιοῦμαι καὶ μαρτύρομαι νῦν αὐτὴν τὴν θεόν.

Πρώταρχος: καὶ ἡμεῖς σοι τούτων γε αὐτῶν συμμάρτυρες ἂν εἶμεν, ὡς ταῦτα ἔλεγες ἃ λέγεις. ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἑξῆς, ὦ Σώκρατες, ὅμως καὶ μετὰ Φιλήβου ἑκόντος ἢ ὅπως ἂν ἐθέλῃ πειρώμεθα περαίνειν.

Σωκράτης: πειρατέον, ἀπ᾽ αὐτῆς δὴ τῆς θεοῦ, ἣν ὅδε Ἀφροδίτην μὲν λέγεσθαί φησι, τὸ δ᾽ ἀληθέστατον αὐτῆς ὄνομα ἡδονὴν εἶναι.

Πρώταρχος: ὀρθότατα. [12c]

Σωκράτης: τὸ δ᾽ ἐμὸν δέος, ὦ Πρώταρχε, ἀεὶ πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ᾽ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω: τὴν δὲ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον, καὶ ὅπερ εἶπον, ἀπ᾽ ἐκείνης ἡμᾶς ἀρχομένους ἐνθυμεῖσθαι δεῖ καὶ σκοπεῖν ἥντινα φύσιν ἔχει. ἔστι γάρ, ἀκούειν μὲν οὕτως ἁπλῶς, ἕν τι, μορφὰς δὲ δήπου παντοίας εἴληφε καί τινα τρόπον ἀνομοίους ἀλλήλαις. ἰδὲ γάρ: ἥδεσθαι μέν φαμεν [12d] τὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν: ἥδεσθαι δ᾽ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν, ἥδεσθαι δ᾽ αὖ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν: καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἀνόητος φαίνοιτο ἐνδίκως;

Πρώταρχος: εἰσὶ μὲν γὰρ ἀπ᾽ ἐναντίων, ὦ Σώκρατες, αὗται πραγμάτων, οὐ μὴν αὐταί γε ἀλλήλαις ἐναντίαι. πῶς γὰρ [12e] ἡδονῇ γε ἡδονὴ [μὴ] οὐχ ὁμοιότατον ἂν εἴη, τοῦτο αὐτὸ ἑαυτῷ, πάντων χρημάτων;

Σωκράτης: καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι: κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶμα εἶναι πᾶν, τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γιγνώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι κατὰ ταὐτόν: γένει μέν ἐστι πᾶν ἕν, τὰ δὲ μέρη τοῖς μέρεσιν [13a] αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητ᾽ ἔχοντα μυρίαν που τυγχάνει, καὶ πολλὰ ἕτερα οὕτως ἔχονθ᾽ εὑρήσομεν. ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. φοβοῦμαι δὲ μή τινας ἡδονὰς ἡδοναῖς εὑρήσομεν ἐναντίας.

Πρώταρχος: ἴσως: ἀλλὰ τί τοῦθ᾽ ἡμῶν βλάψει τὸν λόγον;

Σωκράτης: ὅτι προσαγορεύεις αὐτὰ ἀνόμοια ὄντα ἑτέρῳ, φήσομεν, ὀνόματι: λέγεις γὰρ ἀγαθὰ πάντ᾽ εἶναι τὰ ἡδέα. τὸ μὲν οὖν μὴ οὐχὶ ἡδέα εἶναι τὰ ἡδέα λόγος οὐδεὶς ἀμφισβητεῖ: [13b] κακὰ δ᾽ ὄντα αὐτῶν τὰ πολλὰ καὶ ἀγαθὰ δέ, ὡς ἡμεῖς φαμέν, ὅμως πάντα σὺ προσαγορεύεις ἀγαθὰ αὐτά, ὁμολογῶν ἀνόμοια εἶναι, τῷ λόγῳ εἴ τίς σε προσαναγκάζοι. τί οὖν δὴ ταὐτὸν ἐν ταῖς κακαῖς ὁμοίως καὶ ἐν ἀγαθαῖς ἐνὸν πάσας ἡδονὰς ἀγαθὸν εἶναι προσαγορεύεις;

Πρώταρχος: πῶς λέγεις, ὦ Σώκρατες; οἴει γάρ τινα συγχωρήσεσθαι, θέμενον ἡδονὴν εἶναι τἀγαθόν, εἶτα ἀνέξεσθαί σου [13c] λέγοντος τὰς μὲν εἶναί τινας ἀγαθὰς ἡδονάς, τὰς δέ τινας ἑτέρας αὐτῶν κακάς;

Σωκράτης: ἀλλ᾽ οὖν ἀνομοίους γε φήσεις αὐτὰς ἀλλήλαις εἶναι καί τινας ἐναντίας.

Πρώταρχος: οὔτι καθ᾽ ὅσον γε ἡδοναί.

Σωκράτης: πάλιν εἰς τὸν αὐτὸν φερόμεθα λόγον, ὦ Πρώταρχε, οὐδ᾽ ἄρα ἡδονὴν ἡδονῆς διάφορον, ἀλλὰ πάσας ὁμοίας εἶναι φήσομεν, καὶ τὰ παραδείγματα ἡμᾶς τὰ νυνδὴ λεχθέντα οὐδὲν τιτρώσκει, πεισόμεθα δὲ καὶ ἐροῦμεν ἅπερ οἱ πάντων [13d] φαυλότατοί τε καὶ περὶ λόγους ἅμα νέοι.

Πρώταρχος: τὰ ποῖα δὴ λέγεις;

Σωκράτης: ὅτι σε μιμούμενος ἐγὼ καὶ ἀμυνόμενος ἐὰν τολμῶ λέγειν ὡς τὸ ἀνομοιότατόν ἐστι τῷ ἀνομοιοτάτῳ πάντων ὁμοιότατον, ἕξω τὰ αὐτὰ σοὶ λέγειν, καὶ φανούμεθά γε νεώτεροι τοῦ δέοντος, καὶ ὁ λόγος ἡμῖν ἐκπεσὼν οἰχήσεται. πάλιν οὖν αὐτὸν ἀνακρουώμεθα, καὶ τάχ᾽ ἂν ἰόντες εἰς τὰς ὁμοίας ἴσως ἄν πως ἀλλήλοις συγχωρήσαιμεν. [13e]

Πρώταρχος: λέγε πῶς;

Σωκράτης: ἐμὲ θὲς ὑπὸ σοῦ πάλιν ἐρωτώμενον, ὦ Πρώταρχε.

Πρώταρχος: τὸ ποῖον δή;

Σωκράτης: φρόνησίς τε καὶ ἐπιστήμη καὶ νοῦς καὶ πάνθ᾽ ὁπόσα δὴ κατ᾽ ἀρχὰς ἐγὼ θέμενος εἶπον ἀγαθά, διερωτώμενος ὅτι ποτ᾽ ἐστὶν ἀγαθόν, ἆρ᾽ οὐ ταὐτὸν πείσονται τοῦτο ὅπερ ὁ σὸς λόγος;

Πρώταρχος: πῶς;

Σωκράτης: πολλαί τε αἱ συνάπασαι ἐπιστῆμαι δόξουσιν εἶναι καὶ ἀνόμοιοί τινες αὐτῶν ἀλλήλαις: εἰ δὲ καὶ ἐναντίαι πῃ [14a] γίγνονταί τινες, ἆρα ἄξιος ἂν εἴην τοῦ διαλέγεσθαι νῦν, εἰ φοβηθεὶς τοῦτο αὐτὸ μηδεμίαν ἀνόμοιον φαίην ἐπιστήμην ἐπιστήμῃ γίγνεσθαι, κἄπειθ᾽ ἡμῖν οὕτως ὁ λόγος ὥσπερ μῦθος ἀπολόμενος οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα ἐπί τινος ἀλογίας;

Πρώταρχος: ἀλλ᾽ οὐ μὴν δεῖ τοῦτο γενέσθαι, πλὴν τοῦ σωθῆναι. τό γε μήν μοι ἴσον τοῦ σοῦ τε καὶ ἐμοῦ λόγου ἀρέσκει: πολλαὶ μὲν ἡδοναὶ καὶ ἀνόμοιοι γιγνέσθων, πολλαὶ δὲ ἐπιστῆμαι καὶ διάφοροι. [14b]

Σωκράτης: τὴν τοίνυν διαφορότητα, ὦ Πρώταρχε, [τοῦ ἀγαθοῦ] τοῦ τ᾽ ἐμοῦ καὶ τοῦ σοῦ μὴ ἀποκρυπτόμενοι, κατατιθέντες δὲ εἰς τὸ μέσον, τολμῶμεν, ἄν πῃ ἐλεγχόμενοι μηνύσωσι πότερον ἡδονὴν τἀγαθὸν δεῖ λέγειν ἢ φρόνησιν ἤ τι τρίτον ἄλλο εἶναι. νῦν γὰρ οὐ δήπου πρός γε αὐτὸ τοῦτο φιλονικοῦμεν, ὅπως ἁγὼ τίθεμαι, ταῦτ᾽ ἔσται τὰ νικῶντα, ἢ ταῦθ᾽ ἃ σύ, τῷ δ᾽ ἀληθεστάτῳ δεῖ που συμμαχεῖν ἡμᾶς ἄμφω.

Πρώταρχος: δεῖ γὰρ οὖν. [14c]

Σωκράτης: τοῦτον τοίνυν τὸν λόγον ἔτι μᾶλλον δι᾽ ὁμολογίας βεβαιωσώμεθα.

Πρώταρχος: τὸν ποῖον δή;

Σωκράτης: τὸν πᾶσι παρέχοντα ἀνθρώποις πράγματα ἑκοῦσί τε καὶ ἄκουσιν ἐνίοις καὶ ἐνίοτε.

Πρώταρχος: λέγε σαφέστερον.

Σωκράτης: τὸν νυνδὴ παραπεσόντα λέγω, φύσει πως πεφυκότα θαυμαστόν. ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ θαυμαστὸν λεχθέν, καὶ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ.

Πρώταρχος: ἆρ᾽ οὖν λέγεις ὅταν τις ἐμὲ φῇ Πρώταρχον ἕνα [14d] γεγονότα φύσει πολλοὺς εἶναι πάλιν τοὺς ἐμὲ καὶ ἐναντίους ἀλλήλοις, μέγαν καὶ σμικρὸν τιθέμενος καὶ βαρὺν καὶ κοῦφον τὸν αὐτὸν καὶ ἄλλα μυρία;

Σωκράτης: σὺ μέν, ὦ Πρώταρχε, εἴρηκας τὰ δεδημευμένα τῶν θαυμαστῶν περὶ τὸ ἓν καὶ πολλά, συγκεχωρημένα δὲ ὡς ἔπος εἰπεῖν ὑπὸ πάντων ἤδη μὴ δεῖν τῶν τοιούτων ἅπτεσθαι, παιδαριώδη καὶ ῥᾴδια καὶ σφόδρα τοῖς λόγοις ἐμπόδια ὑπολαμβανόντων γίγνεσθαι, ἐπεὶ μηδὲ τὰ τοιάδε, ὅταν τις [14e] ἑκάστου τὰ μέλη τε καὶ ἅμα μέρη διελὼν τῷ λόγῳ, πάντα ταῦτα τὸ ἓν ἐκεῖνο εἶναι διομολογησάμενος, ἐλέγχῃ καταγελῶν ὅτι τέρατα διηνάγκασται φάναι, τό τε ἓν ὡς πολλά ἐστι καὶ ἄπειρα, καὶ τὰ πολλὰ ὡς ἓν μόνον.

Πρώταρχος: σὺ δὲ δὴ ποῖα, ὦ Σώκρατες, ἕτερα λέγεις, ἃ μήπω συγκεχωρημένα δεδήμευται περὶ τὸν αὐτὸν τοῦτον λόγον; [15a]

Σωκράτης: ὁπόταν, ὦ παῖ, τὸ ἓν μὴ τῶν γιγνομένων τε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν. ἐνταυθοῖ μὲν γὰρ καὶ τὸ τοιοῦτον ἕν, ὅπερ εἴπομεν νυνδή, συγκεχώρηται τὸ μὴ δεῖν ἐλέγχειν: ὅταν δέ τις ἕνα ἄνθρωπον ἐπιχειρῇ τίθεσθαι καὶ βοῦν ἕνα καὶ τὸ καλὸν ἓν καὶ τὸ ἀγαθὸν ἕν, περὶ τούτων τῶν ἑνάδων καὶ τῶν τοιούτων ἡ πολλὴ σπουδὴ μετὰ διαιρέσεως ἀμφισβήτησις γίγνεται.

Πρώταρχος: πῶς; [15b]

Σωκράτης: πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας: εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην; μετὰ δὲ τοῦτ᾽ ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθ᾽ ὅλην αὐτὴν αὑτῆς χωρίς, ὃ δὴ πάντων ἀδυνατώτατον φαίνοιτ᾽ ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι. ταῦτ᾽ ἔστι τὰ [15c] περὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλ᾽ οὐκ ἐκεῖνα, ὦ Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας [ἂν] αὖ καλῶς.

Πρώταρχος: οὐκοῦν χρὴ τοῦθ᾽ ἡμᾶς, ὦ Σώκρατες, ἐν τῷ νῦν πρῶτον διαπονήσασθαι;

Σωκράτης: ὡς γοῦν ἐγὼ φαίην ἄν.

Πρώταρχος: καὶ πάντας τοίνυν ἡμᾶς ὑπόλαβε συγχωρεῖν σοι τούσδε τὰ τοιαῦτα: Φίληβον δ᾽ ἴσως κράτιστον ἐν τῷ νῦν ἐπερωτῶντα μὴ κινεῖν εὖ κείμενον. [15d]

Σωκράτης: εἶεν: πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης; ἆρ᾽ ἐνθένδε;

Πρώταρχος: πόθεν;

Σωκράτης: φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνόμενα περιτρέχειν πάντῃ καθ᾽ ἕκαστον τῶν λεγομένων ἀεί, καὶ πάλαι καὶ νῦν. καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε ἤρξατο νῦν, ἀλλ᾽ ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν: ὁ δὲ πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς [15e] τινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφ᾽ ἡδονῆς ἐνθουσιᾷ τε καὶ πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων, εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων, δεύτερον δ᾽ ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς [16a] οὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.

Πρώταρχος: ἆρ᾽, ὦ Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς; ὅμως δὲ μανθάνομεν γὰρ ὃ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ [16b] τινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύ τε προθυμοῦ τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν: οὐ γὰρ σμικρὸς ὁ παρὼν λόγος, ὦ Σώκρατες.

Σωκράτης: οὐ γὰρ οὖν, ὦ παῖδες, ὥς φησιν ὑμᾶς προσαγορεύων Φίληβος. οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐδ᾽ ἂν γένοιτο ἧς ἐγὼ ἐραστὴς μέν εἰμι ἀεί, πολλάκις δέ με ἤδη διαφυγοῦσα ἔρημον καὶ ἄπορον κατέστησεν.

Πρώταρχος: τίς αὕτη; λεγέσθω μόνον. [16c]

Σωκράτης: ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ παγχάλεπον: πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη πώποτε διὰ ταύτης φανερὰ γέγονε. σκόπει δὲ ἣν λέγω.

Πρώταρχος: λέγε μόνον.

Σωκράτης: θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα φανοτάτῳ τινὶ πυρί: καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν, ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι, πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων. δεῖν [16d] οὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ παντὸς ἑκάστοτε θεμένους ζητεῖν -εὑρήσειν γὰρ ἐνοῦσαν- ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν, εἰ δὲ μή, τρεῖς ἤ τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατ᾽ ἀρχὰς ἓν μὴ ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ ὁπόσα: τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν [16e] μεταξὺ τοῦ ἀπείρου τε καὶ τοῦ ἑνός, τότε δ᾽ ἤδη τὸ ἓν ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν. οἱ μὲν οὖν θεοί, ὅπερ εἶπον, οὕτως ἡμῖν παρέδοσαν σκοπεῖν καὶ μανθάνειν καὶ διδάσκειν ἀλλήλους: οἱ δὲ νῦν τῶν ἀνθρώπων [17a] σοφοὶ ἓν μέν, ὅπως ἂν τύχωσι, καὶ πολλὰ θᾶττον καὶ βραδύτερον ποιοῦσι τοῦ δέοντος, μετὰ δὲ τὸ ἓν ἄπειρα εὐθύς, τὰ δὲ μέσα αὐτοὺς ἐκφεύγει, οἷς διακεχώρισται τό τε διαλεκτικῶς πάλιν καὶ τὸ ἐριστικῶς ἡμᾶς ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς λόγους.

Πρώταρχος: τὰ μέν πως, ὦ Σώκρατες, δοκῶ σου μανθάνειν, τὰ δὲ ἔτι σαφέστερον δέομαι ἃ λέγεις ἀκοῦσαι.

Σωκράτης: σαφὲς μήν, ὦ Πρώταρχε, ἐστὶν ἐν τοῖς γράμμασιν ὃ λέγω, καὶ λάμβαν᾽ αὐτὸ ἐν τούτοις οἷσπερ καὶ [17b] πεπαίδευσαι.

Πρώταρχος: πῶς;

Σωκράτης: φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει, πάντων τε καὶ ἑκάστου.

Πρώταρχος: τί μήν;

Σωκράτης: καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ᾽ ὅτι τὸ ἕν: ἀλλ᾽ ὅτι πόσα τ᾽ ἐστὶ καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν.

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ᾽ ἔστι ταὐτόν.

Πρώταρχος: πῶς; [17c]

Σωκράτης: φωνὴ μέν που καὶ τὸ κατ᾽ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ.

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: δύο δὲ θῶμεν βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον. ἢ πῶς;

Πρώταρχος: οὕτως.

Σωκράτης: ἀλλ᾽ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ δὲ εἰδὼς ὥς γ᾽ ἔπος εἰπεῖν εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ.

Πρώταρχος: οὐ γὰρ οὖν.

Σωκράτης: ἀλλ᾽, ὦ φίλε, ἐπειδὰν λάβῃς τὰ διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, [17d] καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ δι᾽ ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν- ὅταν γὰρ αὐτά [17e] τε λάβῃς οὕτω, τότε ἐγένου σοφός, ὅταν τε ἄλλο τῶν ἓν ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τοῦτο γέγονας: τὸ δ᾽ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδ᾽ ἐνάριθμον, ἅτ᾽ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα.

Πρώταρχος: κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. [18a]

Φίληβος: κἀμοὶ ταῦτά γε αὐτά: ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;

Σωκράτης: ὀρθῶς μέντοι τοῦθ᾽ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβος.

Πρώταρχος: πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ.

Σωκράτης: δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπ᾽ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλ᾽ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον [18b] ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλ᾽ [ἐπ᾽] ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.

Πρώταρχος: πῶς;

Σωκράτης: ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωποςὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν [18c] ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν: τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε: καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδ᾽ ἂν ἓν αὐτὸ καθ᾽ αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς [18d] ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπ᾽ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.

Φίληβος: ταῦτ᾽ ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα, ὦ Πρώταρχε, ἔμαθον: τὸ δ᾽ αὐτό μοι τοῦ λόγου νῦν τε καὶ σμικρὸν ἔμπροσθεν ἐλλείπεται.

Σωκράτης: μῶν, ὦ Φίληβε, τὸ τί πρὸς ἔπος αὖ ταῦτ᾽ ἐστίν;

Φίληβος: ναί, τοῦτ᾽ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶ Πρώταρχος.

Σωκράτης: ἦ μὴν ἐπ᾽ αὐτῷ γε ἤδη γεγονότες ζητεῖτε, ὡς φῄς, [18e] πάλαι.

Φίληβος: πῶς;

Σωκράτης: ἆρ᾽ οὐ περὶ φρονήσεως ἦν καὶ ἡδονῆς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος, ὁπότερον αὐτοῖν αἱρετέον;

Φίληβος: πῶς γὰρ οὔ;

Σωκράτης: καὶ μὴν ἕν γε ἑκάτερον αὐτοῖν εἶναί φαμεν.

Φίληβος: πάνυ μὲν οὖν.

Σωκράτης: τοῦτ᾽ αὐτὸ τοίνυν ἡμᾶς ὁ πρόσθεν λόγος ἀπαιτεῖ, πῶς ἔστιν ἓν καὶ πολλὰ αὐτῶν ἑκάτερον, καὶ πῶς μὴ ἄπειρα [19a] εὐθύς, ἀλλά τινά ποτε ἀριθμὸν ἑκάτερον ἔμπροσθεν κέκτηται τοῦ ἄπειρα αὐτῶν ἕκαστα γεγονέναι;

Πρώταρχος: οὐκ εἰς φαῦλόν γε ἐρώτημα, ὦ Φίληβε, οὐκ οἶδ᾽ ὅντινα τρόπον κύκλῳ πως περιαγαγὼν ἡμᾶς ἐμβέβληκε Σωκράτης. καὶ σκόπει δὴ πότερος ἡμῶν ἀποκρινεῖται τὸ νῦν ἐρωτώμενον. ἴσως δὴ γελοῖον τὸ ἐμὲ τοῦ λόγου διάδοχον παντελῶς ὑποστάντα διὰ τὸ μὴ δύνασθαι τὸ νῦν ἐρωτηθὲν ἀποκρίνασθαι σοὶ πάλιν τοῦτο προστάττειν: γελοιότερον [19b] δ᾽ οἶμαι πολὺ τὸ μηδέτερον ἡμῶν δύνασθαι. σκόπει δὴ τί δράσομεν. εἴδη γάρ μοι δοκεῖ νῦν ἐρωτᾶν ἡδονῆς ἡμᾶς Σωκράτης εἴτε ἔστιν εἴτε μή, καὶ ὁπόσα ἐστὶ καὶ ὁποῖα: τῆς τ᾽ αὖ φρονήσεως πέρι κατὰ ταὐτὰ ὡσαύτως.

Σωκράτης: ἀληθέστατα λέγεις, ὦ παῖ Καλλίου: μὴ γὰρ δυνάμενοι τοῦτο κατὰ παντὸς ἑνὸς καὶ ὁμοίου καὶ ταὐτοῦ δρᾶν καὶ τοῦ ἐναντίου, ὡς ὁ παρελθὼν λόγος ἐμήνυσεν, οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν ἡμῶν οὐδέποτε γένοιτο ἄξιος. [19c]

Πρώταρχος: σχεδὸν ἔοικεν οὕτως, ὦ Σώκρατες, ἔχειν. ἀλλὰ καλὸν μὲν τὸ σύμπαντα γιγνώσκειν τῷ σώφρονι, δεύτερος δ᾽ εἶναι πλοῦς δοκεῖ μὴ λανθάνειν αὐτὸν αὑτόν. τί δή μοι τοῦτο εἴρηται τὰ νῦν; ἐγώ σοι φράσω. σὺ τήνδε ἡμῖν τὴν συνουσίαν, ὦ Σώκρατες, ἐπέδωκας πᾶσι καὶ σεαυτὸν πρὸς τὸ διελέσθαι τί τῶν ἀνθρωπίνων κτημάτων ἄριστον. Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθ᾽ ὁπόσα τοιαῦτ᾽ ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα [19d] ἀλλ᾽ ἐκεῖνά ἐστιν ἃ πολλάκις ἡμᾶς αὐτοὺς ἀναμιμνῄσκομεν ἑκόντες, ὀρθῶς δρῶντες, ἵν᾽ ἐν μνήμῃ παρακείμενα ἑκάτερα βασανίζηται. φῂς δ᾽, ὡς ἔοικε, σὺ τὸ προσρηθησόμενον ὀρθῶς ἄμεινον ἡδονῆς γε ἀγαθὸν εἶναι νοῦν, ἐπιστήμην, σύνεσιν, τέχνην καὶ πάντα αὖ τὰ τούτων συγγενῆ, <ἃ> κτᾶσθαι δεῖν ἀλλ᾽ οὐχὶ ἐκεῖνα. τούτων δὴ μετ᾽ ἀμφισβητήσεως ἑκατέρων λεχθέντων ἡμεῖς σοι μετὰ παιδιᾶς ἠπειλήσαμεν [19e] ὡς οὐκ ἀφήσομεν οἴκαδέ σε πρὶν ἂν τούτων τῶν λόγων πέρας ἱκανὸν γένηταί τι διορισθέντων, σὺ δὲ συνεχώρησας καὶ ἔδωκας εἰς ταῦθ᾽ ἡμῖν σαυτόν, ἡμεῖς δὲ δὴ λέγομεν, καθάπερ οἱ παῖδες, ὅτι τῶν ὀρθῶς δοθέντων ἀφαίρεσις οὐκ ἔστι: παῦσαι δὴ τὸν τρόπον ἡμῖν ἀπαντῶν τοῦτον ἐπὶ τὰ νῦν λεγόμενα.

Σωκράτης: τίνα λέγεις; [20a]

Πρώταρχος: εἰς ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθ᾽ ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι. μὴ γὰρ οἰώμεθα τέλος ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλ᾽ εἰ δρᾶν τοῦθ᾽ ἡμεῖς ἀδυνατοῦμεν, σοὶ δραστέον: ὑπέσχου γάρ. βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθ᾽ ἕτερόν τινα τρόπον οἷός τ᾽ εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρ᾽ ἡμῖν. [20b]

Σωκράτης: δεινὸν μὲν τοίνυν ἔτι προσδοκᾶν οὐδὲν δεῖ τὸν ἐμέ, ἐπειδὴ τοῦθ᾽ οὕτως εἶπες: τὸ γὰρ εἰ βούλει ῥηθὲν λύει πάντα φόβον ἑκάστων πέρι. πρὸς δὲ αὖ τοῖς μνήμην τινὰ δοκεῖ τίς μοι δεδωκέναι θεῶν ἡμῖν.

Πρώταρχος: πῶς δὴ καὶ τίνων;

Σωκράτης: λόγων ποτέ τινων πάλαι ἀκούσας ὄναρ ἢ καὶ ἐγρηγορὼς νῦν ἐννοῶ περί τε ἡδονῆς καὶ φρονήσεως, ὡς οὐδέτερον αὐτοῖν ἐστι τἀγαθόν, ἀλλὰ ἄλλο τι τρίτον, ἕτερον μὲν τούτων, ἄμεινον δὲ ἀμφοῖν. καίτοι τοῦτό γε ἂν ἐναργῶς [20c] ἡμῖν φανῇ νῦν, ἀπήλλακται μὲν ἡδονὴ τοῦ νικᾶν: τὸ γὰρ ἀγαθὸν οὐκ ἂν ἔτι ταὐτὸν αὐτῇ γίγνοιτο. ἢ πῶς;

Πρώταρχος: οὕτως.

Σωκράτης: τῶν δέ γε εἰς τὴν διαίρεσιν εἰδῶν ἡδονῆς οὐδὲν ἔτι προσδεησόμεθα κατ᾽ ἐμὴν δόξαν. προϊὸν δ᾽ ἔτι σαφέστερον δείξει.

Πρώταρχος: κάλλιστ᾽ εἰπὼν οὕτω καὶ διαπέραινε.

Σωκράτης: μίκρ᾽ ἄττα τοίνυν ἔμπροσθεν ἔτι διομολογησώμεθα.

Πρώταρχος: τὰ ποῖα; [20d]

Σωκράτης: τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον ἢ μὴ τέλεον εἶναι;

Πρώταρχος: πάντων δήπου τελεώτατον, ὦ Σώκρατες.

Σωκράτης: τί δέ; ἱκανὸν τἀγαθόν;

Πρώταρχος: πῶς γὰρ οὔ; καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων.

Σωκράτης: τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.

Πρώταρχος: οὐκ ἔστι τούτοις ἀντειπεῖν. [20e]

Σωκράτης: σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.

Πρώταρχος: πῶς εἶπες;

Σωκράτης: μήτε ἐν τῷ τῆς ἡδονῆς ἐνέστω φρόνησις μήτ᾽ ἐν τῷ τῆς φρονήσεως ἡδονή. δεῖ γάρ, εἴπερ πότερον αὐτῶν ἔστ᾽ ἀγαθόν, μηδὲν μηδενὸς ἔτι προσδεῖσθαι: δεόμενον δ᾽ [21a] ἂν φανῇ πότερον, οὐκ ἔστι που τοῦτ᾽ ἔτι τὸ ὄντως ἡμῖν ἀγαθόν.

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: οὐκοῦν ἐν σοὶ πειρώμεθα βασανίζοντες ταῦτα;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: ἀποκρίνου δή.

Πρώταρχος: λέγε.

Σωκράτης: δέξαι᾽ ἄν, Πρώταρχε, σὺ ζῆν τὸν βίον ἅπαντα ἡδόμενος ἡδονὰς τὰς μεγίστας;

Πρώταρχος: τί δ᾽ οὔ;

Σωκράτης: ἆρ᾽ οὖν ἔτι τινὸς ἄν σοι προσδεῖν ἡγοῖο, εἰ τοῦτ᾽ ἔχεις παντελῶς;

Πρώταρχος: οὐδαμῶς.

Σωκράτης: ὅρα δή, τοῦ φρονεῖν καὶ τοῦ νοεῖν καὶ λογίζεσθαι [21b] τὰ δέοντα καὶ ὅσα τούτων ἀδελφά, μῶν μὴ δέοι᾽ ἄν τι;

Πρώταρχος: καὶ τί; πάντα γὰρ ἔχοιμ᾽ ἄν που τὸ χαίρειν ἔχων.

Σωκράτης: οὐκοῦν οὕτω ζῶν ἀεὶ μὲν διὰ βίου ταῖς μεγίσταις ἡδοναῖς χαίροις ἄν;

Πρώταρχος: τί δ᾽ οὔ;

Σωκράτης: νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις ἢ μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως;

Πρώταρχος: ἀνάγκη. [21c]

Σωκράτης: καὶ μὴν ὡσαύτως μνήμην μὴ κεκτημένον ἀνάγκη δήπου μηδ᾽ ὅτι ποτὲ ἔχαιρες μεμνῆσθαι, τῆς τ᾽ ἐν τῷ παραχρῆμα ἡδονῆς προσπιπτούσης μηδ᾽ ἡντινοῦν μνήμην ὑπομένειν: δόξαν δ᾽ αὖ μὴ κεκτημένον ἀληθῆ μὴ δοξάζειν χαίρειν χαίροντα, λογισμοῦ δὲ στερόμενον μηδ᾽ εἰς τὸν ἔπειτα χρόνον ὡς χαιρήσεις δυνατὸν εἶναι λογίζεσθαι, ζῆν δὲ οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ᾽ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων. ἔστι ταῦτα, ἢ παρὰ [21d] ταῦτα ἔχομεν ἄλλα διανοηθῆναι;

Πρώταρχος: καὶ πῶς;

Σωκράτης: ἆρ᾽ οὖν αἱρετὸς ἡμῖν βίος ὁ τοιοῦτος;

Πρώταρχος: εἰς ἀφασίαν παντάπασί με, ὦ Σώκρατες, οὗτος ὁ λόγος ἐμβέβληκε τὰ νῦν.

Σωκράτης: μήπω τοίνυν μαλθακιζώμεθα, τὸν δὲ τοῦ νοῦ μεταλαβόντες αὖ βίον ἴδωμεν.

Πρώταρχος: τὸν ποῖον δὴ λέγεις;

Σωκράτης: εἴ τις δέξαιτ᾽ ἂν αὖ ζῆν ἡμῶν φρόνησιν μὲν καὶ νοῦν καὶ ἐπιστήμην καὶ μνήμην πᾶσαν πάντων κεκτημένος, [21e] ἡδονῆς δὲ μετέχων μήτε μέγα μήτε σμικρόν, μηδ᾽ αὖ λύπης, ἀλλὰ τὸ παράπαν ἀπαθὴς πάντων τῶν τοιούτων.

Πρώταρχος: οὐδέτερος ὁ βίος, ὦ Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐδ᾽ ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ. [22a]

Σωκράτης: τί δ᾽ ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος;

Πρώταρχος: ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως;

Σωκράτης: οὕτω καὶ τῶν τοιούτων [λέγω] ἔγωγε.

Πρώταρχος: πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ἢ 'κείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις [γε] οὐχ ὁ μέν, ὁ δ᾽ οὔ.

Σωκράτης: μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις;

Πρώταρχος: πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, [22b] τοῖν δυοῖν δ᾽ οὐδέτερος ἱκανὸς οὐδὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί.

Σωκράτης: μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν; ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν: εἰ δέ τις ἄλλα ᾑρεῖθ᾽ ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν ἄκων ἐξ ἀγνοίας ἤ τινος ἀνάγκης οὐκ εὐδαίμονος.

Πρώταρχος: ἔοικε γοῦν ταῦθ᾽ οὕτως ἔχειν. [22c]

Σωκράτης: ὡς μὲν τοίνυν τήν γε Φιλήβου θεὸν οὐ δεῖ διανοεῖσθαι ταὐτὸν καὶ τἀγαθόν, ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ.

Φίληβος: οὐδὲ γὰρ ὁ σὸς νοῦς, ὦ Σώκρατες, ἔστι τἀγαθόν, ἀλλ᾽ ἕξει που ταὐτὰ ἐγκλήματα.

Σωκράτης: τάχ᾽ ἄν, ὦ Φίληβε, ὅ γ᾽ ἐμός: οὐ μέντοι τόν γε ἀληθινὸν ἅμα καὶ θεῖον οἶμαι νοῦν, ἀλλ᾽ ἄλλως πως ἔχειν. τῶν μὲν οὖν νικητηρίων πρὸς τὸν κοινὸν βίον οὐκ ἀμφισβητῶ πω ὑπὲρ νοῦ, τῶν δὲ δὴ δευτερείων ὁρᾶν καὶ σκοπεῖν χρὴ πέρι [22d] τί δράσομεν: τάχα γὰρ ἂν τοῦ κοινοῦ τούτου βίου αἰτιῴμεθ᾽ ἂν ἑκάτερος ὁ μὲν τὸν νοῦν αἴτιον, ὁ δ᾽ ἡδονὴν εἶναι, καὶ οὕτω τὸ μὲν ἀγαθὸν τούτων ἀμφοτέρων οὐδέτερον ἂν εἴη, τάχα δ᾽ ἂν αἴτιόν τις ὑπολάβοι πότερον αὐτῶν εἶναι. τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτ᾽ ἔστι τοῦτο ὃ λαβὼν ὁ βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον [22e] τὸν λόγον οὔτ᾽ ἂν τῶν πρωτείων οὐδ᾽ αὖ τῶν δευτερείων ἡδονῇ μετὸν ἀληθῶς ἄν ποτε λέγοιτο: πορρωτέρω δ᾽ ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.

Πρώταρχος: ἀλλὰ μήν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων: τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται. τὸν δὲ [23a] νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων: τὰ γὰρ αὔτ᾽ ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν: οὐδὲ γὰρ ἐκείνοις ἔτ᾽ ἂν ὁμοίως φαίνοιτο καλή.

Σωκράτης: τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν;

Πρώταρχος: οὐδὲν λέγεις, ὦ Σώκρατες. [23b]

Σωκράτης: ἆρ᾽ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;

Πρώταρχος: οὐ μόνον γε ἀλλ᾽ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ.

Σωκράτης: βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων: ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή;

Πρώταρχος: πῶς γὰρ οὔ; [23c]

Σωκράτης: τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι.

Πρώταρχος: ποίαν δὴ λέγεις;

Σωκράτης: πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δ᾽, εἰ βούλει, τριχῇ.

Πρώταρχος: καθ᾽ ὅτι, φράζοις ἄν;

Σωκράτης: λάβωμεν ἄττα τῶν νυνδὴ λόγων.

Πρώταρχος: ποῖα;

Σωκράτης: τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον [23d] ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δ᾽, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατ᾽ εἴδη διιστὰς καὶ συναριθμούμενος.

Πρώταρχος: τί φῄς, ὠγαθέ;

Σωκράτης: τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται.

Πρώταρχος: λέγε τίνος.

Σωκράτης: τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο.

Πρώταρχος: μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου;

Σωκράτης: τάχ᾽ ἄν: οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν: ἂν δέ τι δέῃ, [23e] συγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον [βίον].

Πρώταρχος: τί μήν;

Σωκράτης: πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον.

Πρώταρχος: εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχ᾽ ἂν ἑποίμην. [24a]

Σωκράτης: λέγω τοίνυν τὰ δύο ἃ προτίθεμαι ταὔτ᾽ εἶναι ἅπερ νυνδή, τὸ μὲν ἄπειρον, τὸ δὲ πέρας ἔχον: ὅτι δὲ τρόπον τινὰ τὸ ἄπειρον πόλλ᾽ ἐστί, πειράσομαι φράζειν. τὸ δὲ πέρας ἔχον ἡμᾶς περιμενέτω.

Πρώταρχος: μένει.

Σωκράτης: σκέψαι δή. χαλεπὸν μὲν γὰρ καὶ ἀμφισβητήσιμον ὃ κελεύω σε σκοπεῖν, ὅμως δὲ σκόπει. θερμοτέρου καὶ ψυχροτέρου πέρι πρῶτον ὅρα πέρας εἴ ποτέ τι νοήσαις ἄν, ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οἰκοῦν<τε> τοῖς γένεσιν, [24b] ἕωσπερ ἂν ἐνοικῆτον, τέλος οὐκ ἂν ἐπιτρεψαίτην γίγνεσθαι: γενομένης γὰρ τελευτῆς καὶ αὐτὼ τετελευτήκατον.

Πρώταρχος: ἀληθέστατα λέγεις.

Σωκράτης: ἀεὶ δέ γε, φαμέν, ἔν τε τῷ θερμοτέρῳ καὶ ψυχροτέρῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἔνι.

Πρώταρχος: καὶ μάλα.

Σωκράτης: ἀεὶ τοίνυν ὁ λόγος ἡμῖν σημαίνει τούτω μὴ τέλος ἔχειν: ἀτελῆ δ᾽ ὄντε δήπου παντάπασιν ἀπείρω γίγνεσθον.

Πρώταρχος: καὶ σφόδρα γε, ὦ Σώκρατες.

Σωκράτης: ἀλλ᾽ εὖ γε, ὦ φίλε Πρώταρχε, ὑπέλαβες καὶ [24c] ἀνέμνησας ὅτι καὶ τὸ σφόδρα τοῦτο, ὃ σὺ νῦν ἐφθέγξω, καὶ τό γε ἠρέμα τὴν αὐτὴν δύναμιν ἔχετον τῷ μᾶλλόν τε καὶ ἧττον: ὅπου γὰρ ἂν ἐνῆτον, οὐκ ἐᾶτον εἶναι ποσὸν ἕκαστον, ἀλλ᾽ ἀεὶ σφοδρότερον ἡσυχαιτέρου καὶ τοὐναντίον ἑκάσταις πράξεσιν ἐμποιοῦντε τὸ πλέον καὶ τὸ ἔλαττον ἀπεργάζεσθον, τὸ δὲ ποσὸν ἀφανίζετον. ὃ γὰρ ἐλέχθη νυνδή, μὴ ἀφανίσαντε τὸ ποσόν, ἀλλ᾽ ἐάσαντε αὐτό τε καὶ τὸ μέτριον ἐν τῇ [24d] τοῦ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα ἕδρᾳ ἐγγενέσθαι, αὐτὰ ἔρρει ταῦτα ἐκ τῆς αὑτῶν χώρας ἐν ᾗ ἐνῆν. οὐ γὰρ ἔτι θερμότερον οὐδὲ ψυχρότερον εἴτην ἂν λαβόντε τὸ ποσόν: προχωρεῖ γὰρ καὶ οὐ μένει τό τε θερμότερον ἀεὶ καὶ τὸ ψυχρότερον ὡσαύτως, τὸ δὲ ποσὸν ἔστη καὶ προϊὸν ἐπαύσατο. κατὰ δὴ τοῦτον τὸν λόγον ἄπειρον γίγνοιτ᾽ ἂν τὸ θερμότερον καὶ τοὐναντίον ἅμα.

Πρώταρχος: φαίνεται γοῦν, ὦ Σώκρατες: ἔστι δ᾽, ὅπερ εἶπες, οὐ ῥᾴδια ταῦτα συνέπεσθαι. τὸ δὲ εἰς αὖθίς τε καὶ αὖθις [24e] ἴσως λεχθέντα τόν τε ἐρωτῶντα καὶ τὸν ἐρωτώμενον ἱκανῶς ἂν συμφωνοῦντας ἀποφήναιεν.

Σωκράτης: ἀλλ᾽ εὖ μὲν λέγεις καὶ πειρατέον οὕτω ποιεῖν. νῦν μέντοι ἄθρει τῆς τοῦ ἀπείρου φύσεως εἰ τοῦτο δεξόμεθα σημεῖον, ἵνα μὴ πάντ᾽ ἐπεξιόντες μηκύνωμεν.

Πρώταρχος: τὸ ποῖον δὴ λέγεις;

Σωκράτης: ὁπός᾽ ἂν ἡμῖν φαίνηται μᾶλλόν τε καὶ ἧττον γιγνόμενα καὶ τὸ σφόδρα καὶ ἠρέμα δεχόμενα καὶ τὸ λίαν καὶ ὅσα [25a] τοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι.

Πρώταρχος: μέμνημαι.

Σωκράτης: οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς [25b] ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. ἢ πῶς σὺ φῄς;

Πρώταρχος: κάλλιστά γε, ὦ Σώκρατες.

Σωκράτης: εἶεν: τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;

Πρώταρχος: σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.

Σωκράτης: θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.

Πρώταρχος: εὔχου δὴ καὶ σκόπει.

Σωκράτης: σκοπῶ: καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι. [25c]

Πρώταρχος: πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;

Σωκράτης: φράσω δῆλον ὅτι: σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.

Πρώταρχος: λέγε μόνον.

Σωκράτης: θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. ἦ γάρ;

Πρώταρχος: ναί.

Σωκράτης: πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως. [25d]

Πρώταρχος: τῆς τοῦ ἀπείρου λέγεις;

Σωκράτης: ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.

Πρώταρχος: ποίαν;

Σωκράτης: ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλ᾽ ἴσως καὶ νῦν ταὐτὸν δράσει, <εἰ> τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.

Πρώταρχος: ποίαν καὶ πῶς λέγεις;

Σωκράτης: τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς [25e] ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.

Πρώταρχος: μανθάνω: φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφ᾽ ἑκάστων αὐτῶν συμβαίνειν.

Σωκράτης: ὀρθῶς γὰρ φαίνομαι.

Πρώταρχος: λέγε τοίνυν.

Σωκράτης: ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν; [26a]

Πρώταρχος: παντάπασι μὲν οὖν.

Σωκράτης: ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρ᾽ οὐ ταὐτὰ [ἐγγιγνόμενα] ταῦτα: ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;

Πρώταρχος: κάλλιστά γε.

Σωκράτης: καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.

Πρώταρχος: τί μήν; [26b]

Σωκράτης: οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθ᾽ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντ᾽ ἔθετο: καὶ σὺ μὲν ἀποκναῖσαι φῂς [26c] αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται;

Πρώταρχος: καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν.

Σωκράτης: οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς.

Πρώταρχος: ἀλλ᾽ οἶμαι κατανοεῖν: ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι: τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν.

Σωκράτης: τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως: καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο [26d] γένη, ὅμως δ᾽ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη.

Πρώταρχος: ἀληθῆ.

Σωκράτης: καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτ᾽ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει.

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων.

Πρώταρχος: ἔμαθον. [26e]

Σωκράτης: ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον: κοινὴ δ᾽ ἡ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι.

Πρώταρχος: ἔμοιγε: πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο;

Σωκράτης: οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν;

Πρώταρχος: ὀρθῶς. [27a]

Σωκράτης: καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. ἢ πῶς;

Πρώταρχος: οὕτως.

Σωκράτης: ἆρ᾽ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;

Πρώταρχος: πάνυ γε.

Σωκράτης: ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τ᾽ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.

Πρώταρχος: τί μήν;

Σωκράτης: οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;

Πρώταρχος: καὶ μάλα. [27b]

Σωκράτης: τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον;

Πρώταρχος: ἕτερον γὰρ οὖν.

Σωκράτης: ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι.

Πρώταρχος: τί μήν;

Σωκράτης: πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτ᾽ ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν: τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην [27c] λέγων ἆρα μὴ πλημμελοίην ἄν τι;

Πρώταρχος: καὶ πῶς;

Σωκράτης: φέρε δή, τὸ μετὰ τοῦθ᾽ ἡμῖν τίς ὁ λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα; ἆρ᾽ οὐ τόδε ἦν; δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτ᾽ ἂν ἢ φρονήσεως. οὐχ οὕτως ἦν;

Πρώταρχος: οὕτω μὲν οὖν.

Σωκράτης: ἆρ᾽ οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν;

Πρώταρχος: ἴσως. [27d]

Σωκράτης: ἴθι δή: νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως. ἦν οὕτως;

Πρώταρχος: ἦν.

Σωκράτης: οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους;

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: καὶ μέρος γ᾽ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους: οὐ γὰρ [ὁ] δυοῖν τινοῖν ἐστι [μικτὸς ἐκεῖνος] ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτ᾽ ἄν.

Πρώταρχος: ὀρθότατα μὲν οὖν. [27e]

Σωκράτης: εἶεν: τί δὲ ὁ σός, ὦ Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν; ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο; ὧδε δ᾽ ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι.

Φίληβος: λέγε μόνον.

Σωκράτης: ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν;

Φίληβος: ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες: οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον. [28a]

Σωκράτης: οὐδέ γ᾽ ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν: ὥστ᾽ ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ. τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων: φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, ὦ Πρώταρχέ τε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν; οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι ὁ κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον. [28b]

Φίληβος: σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.

Σωκράτης: καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ: τὸ δ᾽ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.

Πρώταρχος: ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.

Φίληβος: οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;

Πρώταρχος: πάνυ γε: νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι. [28c]

Σωκράτης: πειστέον, ὦ Πρώταρχε: οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλ᾽ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;

Πρώταρχος: παντάπασί γε, ὦ Σώκρατες.

Σωκράτης: ἀλλὰ μὴν ῥᾴδιον: πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δ᾽, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα. [28d]

Πρώταρχος: λέγ᾽ ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.

Σωκράτης: καλῶς εἶπες. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.

Πρώταρχος: πῶς;

Σωκράτης: πότερον, ὦ Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν; [28e]

Πρώταρχος: οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες: ὃ μὲν γὰρ σὺ νῦν λέγεις, οὐδὲ ὅσιον εἶναί μοι φαίνεται. τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ᾽ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδ᾽ ἂν δοξάσαιμι.

Σωκράτης: βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον [29a] συμφήσωμεν ὡς ταῦθ᾽ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλ᾽ ἀτάκτως ἔχειν;

Πρώταρχος: πῶς γὰρ οὐκ ἂν βουλοίμην;

Σωκράτης: ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει.

Πρώταρχος: λέγε μόνον.

Σωκράτης: τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει. [29b]

Πρώταρχος: καὶ μάλα: χειμαζόμεθα γὰρ ὄντως ὑπ᾽ ἀπορίας ἐν τοῖς νῦν λόγοις.

Σωκράτης: φέρε δή, περὶ ἑκάστου τῶν παρ᾽ ἡμῖν λαβὲ τὸ τοιόνδε.

Πρώταρχος: ποῖον;

Σωκράτης: ὅτι μικρόν τε τούτων ἕκαστον παρ᾽ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρ᾽ ἡμῖν, ἔστι δ᾽ ἐν τῷ παντί.

Πρώταρχος: τί μήν; [29c]

Σωκράτης: οὐκοῦν σμικρὸν μέν τι τὸ παρ᾽ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δ᾽ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.

Πρώταρχος: καὶ μάλ᾽ ἀληθὲς ὃ λέγεις.

Σωκράτης: τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρ᾽ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπ᾽ ἐκείνου τό τ᾽ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντ᾽ ἴσχει ταῦτα;

Πρώταρχος: τοῦτο μὲν οὐδ᾽ ἀποκρίσεως ἄξιον ἐρωτᾷς. [29d]

Σωκράτης: ὀρθῶς: ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ;

Πρώταρχος: τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;

Σωκράτης: σχεδὸν οὐδ᾽ ὁστισοῦν: ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρ᾽ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;

Πρώταρχος: τί μήν; [29e]

Σωκράτης: ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν: [διὰ] τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.

Πρώταρχος: ὀρθότατα λέγεις.

Σωκράτης: πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ᾽ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρ᾽ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;

Πρώταρχος: καὶ τοῦθ᾽ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως. [30a]

Σωκράτης: τί δέ; τόδε ἆρα ἄξιον; ἢ πῶς ἐρεῖς;

Πρώταρχος: λέγε τὸ ποῖον.

Σωκράτης: τὸ παρ᾽ ἡμῖν σῶμα ἆρ᾽ οὐ ψυχὴν φήσομεν ἔχειν;

Πρώταρχος: δῆλον ὅτι φήσομεν.

Σωκράτης: πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;

Πρώταρχος: δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.

Σωκράτης: οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος [30b] ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρ᾽ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δ᾽ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δ᾽ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν. [30c]

Πρώταρχος: ἀλλ᾽ οὐδαμῶς τοῦτό γ᾽ ἂν λόγον ἔχοι.

Σωκράτης: οὐκοῦν εἰ μὴ τοῦτο, μετ᾽ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπ᾽ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατ᾽ ἄν.

Πρώταρχος: δικαιότατα δῆτα.

Σωκράτης: σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.

Πρώταρχος: οὐ γὰρ οὖν. [30d]

Σωκράτης: οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δ᾽ ἄλλοις ἄλλα καλά, καθ᾽ ὅτι φίλον ἑκάστοις λέγεσθαι.

Πρώταρχος: μάλα γε.

Σωκράτης: τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, ὦ Πρώταρχε, εἰρηκέναι, ἀλλ᾽ ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.

Πρώταρχος: ἔστι γὰρ οὖν.

Σωκράτης: τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς [30e] ἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος [τῶν τεττάρων, [ὧν] ἦν ἡμῖν ἓν τοῦτο]. ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.

Πρώταρχος: ἔχω καὶ μάλα ἱκανῶς: καίτοι με ἀποκρινάμενος ἔλαθες.

Σωκράτης: ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.

Πρώταρχος: καλῶς εἶπες. [31a]

Σωκράτης: νῦν δήπου, ὦ ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη.

Πρώταρχος: καὶ μάλα.

Σωκράτης: μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρός τε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφ᾽ ἑαυτοῦ ἔχοντος μηδὲ ἕξοντός ποτε γένους. [31b]

Πρώταρχος: μεμνησόμεθα: πῶς γὰρ οὔ;

Σωκράτης: δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν: ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.

Πρώταρχος: ἀλλ᾽ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.

Σωκράτης: ἆρ᾽ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι; [31c]

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.

Πρώταρχος: κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν.

Σωκράτης: ἔσται ταῦτ᾽ εἰς δύναμιν, ὦ θαυμάσιε.

Πρώταρχος: καλῶς εἶπες.

Σωκράτης: κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν.

Πρώταρχος: ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο; [31d]

Σωκράτης: κάλλιστ᾽ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστ᾽ ἤδη πρόσεχε.

Πρώταρχος: λέγε μόνον.

Σωκράτης: λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.

Πρώταρχος: πάνυ λέγεις εἰκός.

Σωκράτης: πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ δι᾽ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι. [31e]

Πρώταρχος: οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν.

Σωκράτης: οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν;

Πρώταρχος: ποῖα;

Σωκράτης: πείνη μέν που λύσις καὶ λύπη;

Πρώταρχος: ναί.

Σωκράτης: ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή;

Πρώταρχος: ναί.

Σωκράτης: δίψος δ᾽ αὖ φθορὰ καὶ λύπη [καὶ λύσις], ἡ δὲ τοῦ [32a] ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή: διάκρισις δέ γ᾽ αὖ καὶ διάλυσις ἡ παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη: πάλιν δ᾽ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ὁ λόγος ὃς ἂν φῇ τὸ ἐκ τῆς ἀπείρου καὶ [32b] πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἔλεγον ἐν τῷ πρόσθεν, ὅταν μὲν τοῦτο φθείρηται, τὴν μὲν φθορὰν λύπην εἶναι, τὴν δ᾽ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν. Πρώταρχος:

ἔστω: δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν.

Σωκράτης: τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις;

Πρώταρχος: κείσθω.

Σωκράτης: τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν [32c] παθημάτων προσδόκημα τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν.

Πρώταρχος: ἔστι γὰρ οὖν τοῦθ᾽ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.

Σωκράτης: ὀρθῶς ὑπέλαβες. ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις, ὡς δοκεῖ, καὶ ἀμείκτοις λύπης τε καὶ ἡδονῆς, ἐμφανὲς ἔσεσθαι [32d] τὸ περὶ τὴν ἡδονήν, πότερον ὅλον ἐστὶ τὸ γένος ἀσπαστόν, ἢ τοῦτο μὲν ἑτέρῳ τινὶ τῶν προειρημένων δοτέον ἡμῖν γενῶν, ἡδονῇ δὲ καὶ λύπῃ, καθάπερ θερμῷ καὶ ψυχρῷ καὶ πᾶσι τοῖς τοιούτοις, τοτὲ μὲν ἀσπαστέον αὐτά, τοτὲ δὲ οὐκ ἀσπαστέον, ὡς ἀγαθὰ μὲν οὐκ ὄντα, ἐνίοτε δὲ καὶ ἔνια δεχόμενα τὴν τῶν ἀγαθῶν ἔστιν ὅτε φύσιν.

Πρώταρχος: ὀρθότατα λέγεις, ὅτι ταύτῃ πῃ δεῖ διαπορηθῆναι τὸ νῦν μεταδιωκόμενον.

Σωκράτης: πρῶτον μὲν τοίνυν τόδε συνίδωμεν: [ὡς] εἴπερ [32e] ὄντως ἔστι τὸ λεγόμενον, διαφθειρομένων μὲν αὐτῶν ἀλγηδών, ἀνασῳζομένων δὲ ἡδονή, τῶν μήτε διαφθειρομένων μήτε ἀνασῳζομένων ἐννοήσωμεν πέρι, τίνα ποτὲ ἕξιν δεῖ τότε ἐν ἑκάστοις εἶναι τοῖς ζῴοις, ὅταν οὕτως ἴσχῃ. σφόδρα δὲ προσέχων τὸν νοῦν εἰπέ: ἆρα οὐ πᾶσα ἀνάγκη πᾶν ἐν τῷ τότε χρόνῳ ζῷον μήτε τι λυπεῖσθαι μήτε ἥδεσθαι μήτε μέγα μήτε σμικρόν;

Πρώταρχος: ἀνάγκη μὲν οὖν.

Σωκράτης: οὐκοῦν ἔστι τις τρίτη ἡμῶν ἡ τοιαύτη διάθεσις [33a] παρά τε τὴν τοῦ χαίροντος καὶ παρὰ τὴν τοῦ λυπουμένου;

Πρώταρχος: τί μήν;

Σωκράτης: ἄγε δὴ τοίνυν, ταύτης προθυμοῦ μεμνῆσθαι. πρὸς γὰρ τὴν τῆς ἡδονῆς κρίσιν οὐ σμικρὸν μεμνῆσθαι ταύτην ἔσθ᾽ ἡμῖν ἢ μή. βραχὺ δέ τι περὶ αὐτῆς, εἰ βούλει, διαπεράνωμεν.

Πρώταρχος: λέγε ποῖον.

Σωκράτης: [τῷ] τὸν τοῦ φρονεῖν [ἑλομένῳ] βίον οἶσθ᾽ ὡς τοῦτον τὸν τρόπον οὐδὲν ἀποκωλύει ζῆν. [33b]

Πρώταρχος: τὸν τοῦ μὴ χαίρειν μηδὲ λυπεῖσθαι λέγεις;

Σωκράτης: ἐρρήθη γάρ που τότε ἐν τῇ παραβολῇ τῶν βίων μηδὲν δεῖν μήτε μέγα μήτε σμικρὸν χαίρειν τῷ τὸν τοῦ νοεῖν καὶ φρονεῖν βίον ἑλομένῳ.

Πρώταρχος: καὶ μάλα οὕτως ἐρρήθη.

Σωκράτης: οὐκοῦν οὕτως ἂν ἐκείνῳ γε ὑπάρχοι: καὶ ἴσως οὐδὲν ἄτοπον εἰ πάντων τῶν βίων ἐστὶ θειότατος.

Πρώταρχος: οὔκουν εἰκός γε οὔτε χαίρειν θεοὺς οὔτε τὸ ἐναντίον.

Σωκράτης: πάνυ μὲν οὖν οὐκ εἰκός: ἄσχημον γοῦν αὐτῶν ἑκάτερον γιγνόμενόν ἐστιν. ἀλλὰ δὴ τοῦτο μὲν ἔτι καὶ εἰς [33c] αὖθις ἐπισκεψόμεθα, ἐὰν πρὸς λόγον τι ᾖ, καὶ τῷ νῷ πρὸς τὰ δευτερεῖα, ἐὰν μὴ πρὸς τὰ πρωτεῖα δυνώμεθα προσθεῖναι, προσθήσομεν.

Πρώταρχος: ὀρθότατα λέγεις.

Σωκράτης: καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς ἔφαμεν εἶναι, διὰ μνήμης πᾶν ἐστι γεγονός.

Πρώταρχος: πῶς;

Σωκράτης: μνήμην, ὡς ἔοικεν, ὅτι ποτ᾽ ἔστιν πρότερον ἀναληπτέον, καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει τὰ περὶ ταῦθ᾽ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι. [33d]

Πρώταρχος: πῶς φῄς;

Σωκράτης: θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ δι᾽ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.

Πρώταρχος: κείσθω.

Σωκράτης: τὰ μὲν δὴ μὴ δι᾽ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ δι᾽ ἀμφοῖν μὴ λανθάνειν, ἆρ᾽ ὀρθότατα ἐροῦμεν; [33e]

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν: ἔστι γὰρ λήθη μνήμης ἔξοδος, ἡ δ᾽ ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε. τοῦ δὴ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον. ἦ γάρ;

Πρώταρχος: τί μήν;

Σωκράτης: τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον.

Πρώταρχος: πῶς;

Σωκράτης: ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην [34a] καλεῖς ἀναισθησίαν ἐπονόμασον.

Πρώταρχος: ἔμαθον.

Σωκράτης: τὸ δ᾽ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δ᾽ αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοι᾽ ἄν.

Πρώταρχος: ἀληθέστατα λέγεις.

Σωκράτης: οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν;

Πρώταρχος: τί μήν;

Σωκράτης: σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν. [34b]

Πρώταρχος: ὀρθῶς γὰρ οὖν.

Σωκράτης: μνήμης δὲ ἀνάμνησιν ἆρ᾽ οὐ διαφέρουσαν λέγομεν;

Πρώταρχος: ἴσως.

Σωκράτης: ἆρ᾽ οὖν οὐ τόδε;

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὅταν ἃ μετὰ τοῦ σώματος ἔπασχέν ποθ᾽ ἡ ψυχή, ταῦτ᾽ ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν. ἦ γάρ;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτ᾽ αἰσθήσεως εἴτ᾽ αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν [34c] αὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις [καὶ μνήμας] που λέγομεν.

Πρώταρχος: ὀρθῶς λέγεις.

Σωκράτης: οὗ δὴ χάριν ἅπαντ᾽ εἴρηται ταῦτ᾽, ἔστι τόδε.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν: διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι.

Πρώταρχος: λέγωμεν τοίνυν, ὦ Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα.

Σωκράτης: πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν [τὴν] [34d] μορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν. καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτ᾽ ἔστι καὶ ποῦ γίγνεται.

Πρώταρχος: σκοπῶμεν τοίνυν: οὐδὲν γὰρ ἀπολοῦμεν.

Σωκράτης: ἀπολοῦμεν μὲν οὖν [καὶ] ταῦτά γε, ὦ Πρώταρχε: εὑρόντες ὃ νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν.

Πρώταρχος: ὀρθῶς ἠμύνω: τὸ δ᾽ ἐφεξῆς τούτοις πειρώμεθα λέγειν.

Σωκράτης: οὐκοῦν νυνδὴ πείνην τε καὶ δίψος καὶ πολλὰ ἕτερα [34e] τοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας;

Πρώταρχος: σφόδρα γε.

Σωκράτης: πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθ᾽ ἑνὶ προσαγορεύομεν ὀνόματι;

Πρώταρχος: μὰ Δί᾽ οὐ ῥᾴδιον ἴσως εἰπεῖν, ὦ Σώκρατες, ἀλλ᾽ ὅμως λεκτέον.

Σωκράτης: ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν.

Πρώταρχος: πόθεν δή;

Σωκράτης: διψῇ γέ που λέγομεν ἑκάστοτέ τι;

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: τοῦτο δέ γ᾽ ἐστὶ κενοῦται;

Πρώταρχος: τί μήν;

Σωκράτης: ἆρ᾽ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία;

Πρώταρχος: ναί, πώματός γε. [35a]

Σωκράτης: πώματος, ἢ πληρώσεως πώματος;

Πρώταρχος: οἶμαι μὲν πληρώσεως.

Σωκράτης: ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει: κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.

Πρώταρχος: σαφέστατά γε.

Σωκράτης: τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτ᾽ αἰσθήσει πληρώσεως ἐφάπτοιτ᾽ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτ᾽ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτ᾽ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;

Πρώταρχος: καὶ πῶς; [35b]

Σωκράτης: ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις: ὁ δ᾽ ἐπιθυμεῖ πληρώσεως.

Πρώταρχος: ναί.

Σωκράτης: πληρώσεώς γ᾽ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.

Πρώταρχος: ἀναγκαῖον.

Σωκράτης: τὸ μὲν δὴ σῶμα ἀδύνατον: κενοῦται γάρ που.

Πρώταρχος: ναί.

Σωκράτης: τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, [35c] τῇ μνήμῃ δῆλον ὅτι: τῷ γὰρ ἂν ἔτ᾽ ἄλλῳ ἐφάψαιτο;

Πρώταρχος: σχεδὸν οὐδενί.

Σωκράτης: μανθάνομεν οὖν ὃ συμβέβηχ᾽ ἡμῖν ἐκ τούτων τῶν λόγων;

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι.

Πρώταρχος: πῶς;

Σωκράτης: ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.

Πρώταρχος: καὶ μάλα.

Σωκράτης: ἡ δ᾽ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.

Πρώταρχος: πάνυ γε. [35d]

Σωκράτης: τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.

Πρώταρχος: ὀρθότατα.

Σωκράτης: διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ.

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς. [35e]

Πρώταρχος: ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;

Σωκράτης: ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.

Πρώταρχος: ἔστι ταῦτα.

Σωκράτης: τί δ᾽ ὅταν ἐν μέσῳ τούτων γίγνηται;

Πρώταρχος: πῶς ἐν μέσῳ;

Σωκράτης: διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων <ὧν> γενομένων παύοιτ᾽ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω: τί [36a] τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι;

Πρώταρχος: φῶμεν μὲν οὖν.

Σωκράτης: πότερον ἀλγοῦνθ᾽ ὅλως ἢ χαίροντα;

Πρώταρχος: μὰ Δί᾽, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.

Σωκράτης: πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρ᾽ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ [36b] πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;

Πρώταρχος: καὶ μάλα γε.

Σωκράτης: μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις [τοῖς χρόνοις] ἀλγεῖν;

Πρώταρχος: ἀνάγκη.

Σωκράτης: τότε ἄρ᾽ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει.

Πρώταρχος: κινδυνεύει.

Σωκράτης: τί δ᾽ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρ᾽ οὐ τότε τὸ διπλοῦν γίγνοιτ᾽ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι [36c] διπλοῦν;

Πρώταρχος: ἀληθέστατα, ὦ Σώκρατες.

Σωκράτης: ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δ᾽ οὔ;

Πρώταρχος: πῶς δ᾽, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι;

Σωκράτης: πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς; [36d]

Πρώταρχος: δόξας μὲν ἔγωγ᾽ ἄν που συγχωροίην, τὰ δ᾽ ἕτερα ταῦτ᾽ οὐκ ἄν.

Σωκράτης: πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.

Πρώταρχος: ἀληθῆ λέγεις.

Σωκράτης: ἀλλ᾽ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ 'κείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον.

Πρώταρχος: ἴσως τοῦτό γε.

Σωκράτης: χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων.

Πρώταρχος: ὀρθῶς. [36e]

Σωκράτης: λέγε δή μοι: θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δ᾽ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: οὔτε δὴ ὄναρ οὔθ᾽ ὕπαρ, ὡς φῄς, [ἐστιν] οὔτ᾽ ἐν μανίαις οὔτ᾽ ἐν παραφροσύναις οὐδεὶς ἔσθ᾽ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδ᾽ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δ᾽ οὔ.

Πρώταρχος: πάνθ᾽ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.

Σωκράτης: ἆρ᾽ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτ᾽ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;

Πρώταρχος: σκεπτέον, ὥς γ᾽ ἐγὼ φαίην ἄν. [37a]

Σωκράτης: διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν;

Πρώταρχος: ναί.

Σωκράτης: καὶ ἥδεσθαι;

Πρώταρχος: ναί.

Σωκράτης: καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι;

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται;

Πρώταρχος: καὶ πάνυ γε.

Σωκράτης: οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν. [37b]

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτ᾽ ἀπολεῖ.

Πρώταρχος: ναί, καὶ τοῦθ᾽ οὕτως ἔχει.

Σωκράτης: ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δ᾽ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν <σκεπτέον>.

Πρώταρχος: σκεπτέον.

Σωκράτης: ἆρ᾽ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ [37c] ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτ᾽ εἶναι;

Πρώταρχος: ναί.

Σωκράτης: πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποί᾽ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθ᾽ ἡμῖν διομολογητέον.

Πρώταρχος: δῆλον.

Σωκράτης: ἀλλ᾽ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε: πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί. [37d]

Πρώταρχος: παντάπασι μὲν οὖν.

Σωκράτης: ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;

Πρώταρχος: ἀλλὰ τί μήν, ὦ Σώκρατες;

Σωκράτης: τί δ᾽, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;

Πρώταρχος: ἀναγκαῖον. [37e]

Σωκράτης: ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδ᾽ ὀρθῶς δοξάζουσαν;

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: τί δ᾽, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφ᾽ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;

Πρώταρχος: ἀλλ᾽ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.

Σωκράτης: καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.

Πρώταρχος: πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες, [38a] ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δ᾽ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.

Σωκράτης: ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν.

Πρώταρχος: οὐδέν γε, ἀλλ᾽ ἅπερ ἀκούω λέγω.

Σωκράτης: διαφέρει δ᾽ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετ᾽ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης; [38b]

Πρώταρχος: εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.

Σωκράτης: τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.

Πρώταρχος: ἄγ᾽ ὅπῃ σοι φαίνεται.

Σωκράτης: τῇδε δὴ ἄγω.

Πρώταρχος: πῇ;

Σωκράτης: δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;

Πρώταρχος: ἔστιν.

Σωκράτης: ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.

Πρώταρχος: πάνυ γε.

Σωκράτης: οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθ᾽ ἑκάστοτε; [38c]

Πρώταρχος: καὶ μάλα.

Σωκράτης: ἆρ᾽ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθ᾽ ἴσχειν;

Πρώταρχος: πῶς;

Σωκράτης: πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθ᾽ ἅπερ ὁρᾷ;

Πρώταρχος: φαίην ἄν.

Σωκράτης: οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτ᾽ ἂν ὧδε;

Πρώταρχος: πῶς;

Σωκράτης: τί ποτ᾽ ἄρ᾽ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθ᾽ ἑστάναι [38d] φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτ᾽ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτ᾽ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;

Πρώταρχος: τί μήν;

Σωκράτης: ἆρ᾽ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;

Πρώταρχος: καὶ πάνυ γε.

Σωκράτης: καὶ παρενεχθείς γ᾽ αὖ τάχ᾽ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.

Πρώταρχος: μάλα γε. [38e]

Σωκράτης: κἂν μέν τίς γ᾽ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτ᾽ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν;

Πρώταρχος: τί μήν;

Σωκράτης: ἂν δ᾽ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.

Πρώταρχος: πῶς; [39a]

Σωκράτης: ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτ᾽ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους: καὶ ὅταν μὲν ἀληθῆ γράφῃ [τοῦτο τὸ πάθημα}}, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπ᾽ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι: ψευδῆ δ᾽ ὅταν ὁ τοιοῦτος παρ᾽ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη. [39b]

Πρώταρχος: πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.

Σωκράτης: ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.

Πρώταρχος: τίνα;

Σωκράτης: ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει.

Πρώταρχος: πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;

Σωκράτης: ὅταν ἀπ᾽ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων [39c] καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρ᾽ ἡμῖν;

Πρώταρχος: σφόδρα μὲν οὖν.

Σωκράτης: οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;

Πρώταρχος: παντάπασιν.

Σωκράτης: εἰ δὴ ταῦτ᾽ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;

Πρώταρχος: περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως. [39d]

Σωκράτης: οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντ᾽ ἄν, ὥσθ᾽ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον;

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν [39e] γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν;

Πρώταρχος: σφόδρα γε.

Σωκράτης: ἆρα σφόδρα λέγεις, ὅτι πάντ᾽ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δ᾽ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων;

Πρώταρχος: παντάπασι μὲν οὖν.

Σωκράτης: ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρ᾽ οὐ θεοφιλής ἐστιν;

Πρώταρχος: τί μήν;

Σωκράτης: τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρ᾽ οὐ [40a] τοὐναντίον ἐκείνῳ;

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;

Πρώταρχος: τί δ᾽ οὔ;

Σωκράτης: λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;

Πρώταρχος: ναί.

Σωκράτης: καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα: καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπ᾽ αὐτῷ πολλὰς ἡδονάς: καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφ᾽ αὑτῷ χαίροντα σφόδρα καθορᾷ. [40b]

Πρώταρχος: τί δ᾽ οὔ;

Σωκράτης: τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ <τὸ> πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν;

Πρώταρχος: καὶ μάλα φατέον.

Σωκράτης: οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.

Πρώταρχος: τί μήν; [40c]

Σωκράτης: ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δ᾽ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.

Πρώταρχος: ἀναγκαιότατα λέγεις.

Σωκράτης: εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.

Πρώταρχος: εἰσίν.

Σωκράτης: οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπ᾽ οὖσι δὲ μηδ᾽ ἐπὶ γεγονόσι μηδὲ ἐπ᾽ ἐσομένοις ἐνίοτε.

Πρώταρχος: πάνυ γε. [40d]

Σωκράτης: καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ;

Πρώταρχος: ναί.

Σωκράτης: τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;

Πρώταρχος: πῶς;

Σωκράτης: ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδ᾽ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι. [40e]

Πρώταρχος: καὶ ταῦθ᾽ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.

Σωκράτης: οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;

Πρώταρχος: οὐκ ἄλλως.

Σωκράτης: οὐδ᾽ ἡδονάς γ᾽ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι. [41a]

Πρώταρχος: πάνυ μὲν οὖν τοὐναντίον, ὦ Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ.

Σωκράτης: τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν: τὰς δὲ ψευδεῖς κατ᾽ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις [41b] ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις.

Πρώταρχος: πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν.

Σωκράτης: ἀλλ᾽, ὦ Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρ᾽ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.

Πρώταρχος: καλῶς.

Σωκράτης: περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον.

Πρώταρχος: ἴωμεν.

Σωκράτης: ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν [41c] τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.

Πρώταρχος: μεμνήμεθα καὶ προερρήθη ταῦτα.

Σωκράτης: οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον;

Πρώταρχος: ἦν γὰρ οὖν.

Σωκράτης: συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.

Πρώταρχος: λέγε. [41d]

Σωκράτης: γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρ᾽ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη.

Πρώταρχος: φαίνεται γοῦν.

Σωκράτης: οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.

Πρώταρχος: εἴρηται. τί μήν;

Σωκράτης: τίς οὖν μηχανὴ ταῦτ᾽ ὀρθῶς κρίνεσθαι; [41e]

Πρώταρχος: πῇ δὴ καὶ πῶς;

Σωκράτης: εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.

Πρώταρχος: ἀλλ᾽ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.

Σωκράτης: τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν [42a] τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δ᾽ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;

Πρώταρχος: πολὺ μὲν οὖν μᾶλλον, ὦ Σώκρατες.

Σωκράτης: ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν.

Πρώταρχος: τὸ ποῖον λέγεις;

Σωκράτης: τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρ᾽ αὑταῖς παθήματος ἀνεπίμπλασαν. [42b]

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέν τε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι, καὶ ἅμα τιθέμεναι παρ᾽ ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δ᾽ αὖ διὰ τὸ παρ᾽ ἡδονὰς τοὐναντίον ἐκείναις.

Πρώταρχος: ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα.

Σωκράτης: οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον [42c] ἀλλ᾽ οὐκ ὄν, οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐδ᾽ αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόν τε καὶ ἀληθὲς τολμήσεις λέγειν.

Πρώταρχος: οὐ γὰρ οὖν.

Σωκράτης: τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ἢ ταύτας φαινομένας τε καὶ οὔσας ἐν τοῖς ζῴοις.

Πρώταρχος: ποίας δὴ καὶ πῶς λέγεις;

Σωκράτης: εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι [42d] καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθ᾽ ὁπόσα τοιαῦτ᾽ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα.

Πρώταρχος: ναί, ταῦτα εἴρηται πολλάκις.

Σωκράτης: εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρ᾽ ἡμῶν αὐτῶν.

Πρώταρχος: ὀρθῶς.

Σωκράτης: τί δ᾽ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ᾖ;

Πρώταρχος: πότε δὲ τοῦτ᾽ ἂν γένοιτο, ὦ Σώκρατες; [42e]

Σωκράτης: οὐδὲν πρὸς λόγον ἐστίν, ὦ Πρώταρχε, ὃ σὺ νῦν ἤρου τὸ ἐρώτημα.

Πρώταρχος: τί δή;

Σωκράτης: διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν.

Πρώταρχος: ποίαν;

Σωκράτης: εἰ δ᾽ οὖν μὴ γίγνοιτο, ὦ Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν;

Πρώταρχος: μὴ κινουμένου τοῦ σώματος ἐφ᾽ ἑκάτερα φῄς;

Σωκράτης: οὕτως.

Πρώταρχος: δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτ᾽ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτ᾽ ἄν τις λύπη. [43a]

Σωκράτης: κάλλιστ᾽ εἶπες. ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν: ἀεὶ γὰρ ἅπαντα ἄνω τε καὶ κάτω ῥεῖ.

Πρώταρχος: λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν.

Σωκράτης: πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες; ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι. τῇδ᾽ οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε.

Πρώταρχος: λέγε ὅπῃ.

Σωκράτης: ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους: [43b] σὺ δ᾽ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτ᾽ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτ᾽ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, ἢ πᾶν τοὐναντίον.

Πρώταρχος: ἅπαν δήπου τοὐναντίον: ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθ᾽ ἡμᾶς.

Σωκράτης: οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται.

Πρώταρχος: τί μήν; [43c]

Σωκράτης: ὧδ᾽ ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον.

Πρώταρχος: πῶς;

Σωκράτης: ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπας τε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δ᾽ αὖ μέτριαί τε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων.

Πρώταρχος: ὀρθότερον οὕτως ἢ 'κείνως, ὦ Σώκρατες.

Σωκράτης: οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν ὁ νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.

Πρώταρχος: ποῖος;

Σωκράτης: ὃν ἄλυπόν τε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι.

Πρώταρχος: ἀληθέστατα λέγεις.

Σωκράτης: ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα [43d] μὲν ἡδύν, τὸν δ᾽ αὖ λυπηρόν, τὸν δ᾽ ἕνα μηδέτερα. ἢ πῶς ἂν φαίης σὺ περὶ τούτων;

Πρώταρχος: οὐκ ἄλλως ἔγωγε ἢ ταύτῃ, τρεῖς εἶναι τοὺς βίους.

Σωκράτης: οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθ᾽ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;

Πρώταρχος: ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι. [43e]

Σωκράτης: τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δ᾽ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.

Πρώταρχος: κεῖται.

Σωκράτης: τὸ δὴ μηδέτερα τούτων ἔσθ᾽ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος;

Πρώταρχος: καὶ πῶς ἄν;

Σωκράτης: οὐδ᾽ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτ᾽ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτ᾽ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.

Πρώταρχος: πῶς γὰρ ἄν; [44a]

Σωκράτης: ἀλλὰ μήν, ὦ ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.

Πρώταρχος: καὶ μάλα.

Σωκράτης: πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;

Πρώταρχος: φασὶ γοῦν.

Σωκράτης: οὐκοῦν οἴονται τότε χαίρειν: οὐ γὰρ ἂν ἔλεγόν που.

Πρώταρχος: κινδυνεύει.

Σωκράτης: ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν ἡ φύσις ἑκατέρου.

Πρώταρχος: καὶ μὴν χωρίς γε ἦν.

Σωκράτης: πότερον οὖν αἱρώμεθα παρ᾽ ἡμῖν ταῦτ᾽ εἶναι, καθάπερ [44b] ἄρτι, τρία, ἢ δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δ᾽ ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;

Πρώταρχος: πῶς δὴ νῦν τοῦτο, ὦ Σώκρατες, ἐρωτώμεθα ὑφ᾽ ἡμῶν αὐτῶν; οὐ γὰρ μανθάνω.

Σωκράτης: ὄντως γὰρ τοὺς πολεμίους Φιλήβου τοῦδε, ὦ Πρώταρχε, οὐ μανθάνεις;

Πρώταρχος: λέγεις δὲ αὐτοὺς τίνας;

Σωκράτης: καὶ μάλα δεινοὺς λεγομένους τὰ περὶ φύσιν, οἳ τὸ παράπαν ἡδονὰς οὔ φασιν εἶναι.

Πρώταρχος: τί μήν; [44c]

Σωκράτης: λυπῶν ταύτας εἶναι πάσας ἀποφυγάς, ἃς νῦν οἱ περὶ Φίληβον ἡδονὰς ἐπονομάζουσιν.

Πρώταρχος: τούτοις οὖν ἡμᾶς πότερα πείθεσθαι συμβουλεύεις, ἢ πῶς, ὦ Σώκρατες;

Σωκράτης: οὔκ, ἀλλ᾽ ὥσπερ μάντεσι προσχρῆσθαί τισι, μαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν καὶ νενομικότων οὐδὲν ὑγιές, ὥστε καὶ αὐτὸ τοῦτο αὐτῆς τὸ ἐπαγωγὸν γοήτευμα, [44d] οὐχ ἡδονήν, εἶναι. τούτοις μὲν οὖν ταῦτα ἂν προσχρήσαιο, σκεψάμενος ἔτι καὶ τὰ ἄλλα αὐτῶν δυσχεράσματα: μετὰ δὲ ταῦτα αἵ γέ μοι δοκοῦσιν ἡδοναὶ ἀληθεῖς εἶναι πεύσῃ, ἵνα ἐξ ἀμφοῖν τοῖν λόγοιν σκεψάμενοι τὴν δύναμιν αὐτῆς παραθώμεθα πρὸς τὴν κρίσιν.

Πρώταρχος: ὀρθῶς λέγεις.

Σωκράτης: μεταδιώκωμεν δὴ τούτους, ὥσπερ συμμάχους, κατὰ τὸ τῆς δυσχερείας αὐτῶν ἴχνος. οἶμαι γὰρ τοιόνδε τι λέγειν αὐτούς, ἀρχομένους ποθὲν ἄνωθεν, ὡς εἰ βουληθεῖμεν ὁτουοῦν [44e] εἴδους τὴν φύσιν ἰδεῖν, οἷον τὴν τοῦ σκληροῦ, πότερον εἰς τὰ σκληρότατα ἀποβλέποντες οὕτως ἂν μᾶλλον συννοήσαιμεν ἢ πρὸς τὰ πολλοστὰ σκληρότητι; δεῖ δή σε, ὦ Πρώταρχε, καθάπερ ἐμοί, καὶ τούτοις τοῖς δυσχερέσιν ἀποκρίνεσθαι.

Πρώταρχος: πάνυ μὲν οὖν, καὶ λέγω γε αὐτοῖς ὅτι πρὸς τὰ πρῶτα μεγέθει.

Σωκράτης: οὐκοῦν εἰ καὶ τὸ τῆς ἡδονῆς γένος ἰδεῖν ἥντινά ποτ᾽ ἔχει φύσιν βουληθεῖμεν, οὐκ εἰς τὰς πολλοστὰς ἡδονὰς [45a] ἀποβλεπτέον, ἀλλ᾽ εἰς τὰς ἀκροτάτας καὶ σφοδροτάτας λεγομένας.

Πρώταρχος: πᾶς ἄν σοι ταύτῃ συγχωροίη τὰ νῦν.

Σωκράτης: ἆρ᾽ οὖν, αἱ πρόχειροί γε αἵπερ καὶ μέγισται τῶν ἡδονῶν, ὃ λέγομεν πολλάκις, αἱ περὶ τὸ σῶμά εἰσιν αὗται;

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: πότερον οὖν καὶ μείζους εἰσὶ καὶ γίγνονται περὶ τοὺς κάμνοντας ἐν ταῖς νόσοις ἢ περὶ ὑγιαίνοντας; εὐλαβηθῶμεν δὲ μὴ προπετῶς ἀποκρινόμενοι πταίσωμέν πῃ. τάχα γὰρ [45b] ἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας.

Πρώταρχος: εἰκός γε.

Σωκράτης: τί δ᾽; οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται;

Πρώταρχος: τοῦτο μὲν ἀληθές.

Σωκράτης: ἀλλ᾽ οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόν τ᾽ ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν; ἢ τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι;

Πρώταρχος: πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται. [45c]

Σωκράτης: τί οὖν; ὀρθῶς ἂν φαινοίμεθα λέγοντες ὡς εἴ τις τὰς μεγίστας ἡδονὰς ἰδεῖν βούλοιτο, οὐκ εἰς ὑγίειαν ἀλλ᾽ εἰς νόσον ἰόντας δεῖ σκοπεῖν; ὅρα δὲ μή με ἡγῇ διανοούμενον ἐρωτᾶν σε εἰ πλείω χαίρουσιν οἱ σφόδρα νοσοῦντες τῶν ὑγιαινόντων, ἀλλ᾽ οἴου μέγεθός με ζητεῖν ἡδονῆς, καὶ τὸ σφόδρα περὶ τοῦ τοιούτου ποῦ ποτε γίγνεται ἑκάστοτε. νοῆσαι γὰρ δεῖ φαμεν ἥντινα φύσιν ἔχει καὶ τίνα λέγουσιν οἱ φάσκοντες μηδ᾽ εἶναι τὸ παράπαν αὐτήν. [45d]

Πρώταρχος: ἀλλὰ σχεδὸν ἕπομαι τῷ λόγῳ σου.

Σωκράτης: τάχα, ὦ Πρώταρχε, οὐχ ἧττον δείξεις. ἀπόκριναι γάρ: ἐν ὕβρει μείζους ἡδονάςοὐ πλείους λέγω, τῷ σφόδρα δὲ καὶ τῷ μᾶλλον ὑπερεχούσαςὁρᾷς ἢ ἐν τῷ σώφρονι βίῳ; λέγε δὲ προσέχων τὸν νοῦν.

Πρώταρχος: ἀλλ᾽ ἔμαθον ὃ λέγεις, καὶ πολὺ τὸ διαφέρον ὁρῶ. τοὺς μὲν γὰρ σώφρονάς που καὶ ὁ παροιμιαζόμενος [45e] ἐπίσχει λόγος ἑκάστοτε, ὁ τὸ μηδὲν ἄγαν παρακελευόμενος, ᾧ πείθονται: τὸ δὲ τῶν ἀφρόνων τε καὶ ὑβριστῶν μέχρι μανίας ἡ σφοδρὰ ἡδονὴ κατέχουσα περιβοήτους ἀπεργάζεται.

Σωκράτης: καλῶς: καὶ εἴ γε τοῦθ᾽ οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλ᾽ οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: οὐκοῦν τούτων τινὰς προελόμενον δεῖ σκοπεῖσθαι τίνα ποτὲ τρόπον ἐχούσας ἐλέγομεν αὐτὰς εἶναι μεγίστας. [46a]

Πρώταρχος: ἀνάγκη.

Σωκράτης: σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον.

Πρώταρχος: ποίων;

Σωκράτης: τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.

Πρώταρχος: ποίας;

Σωκράτης: οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως: τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν ἢ λύπην;

Πρώταρχος: σύμμεικτον τοῦτό γ᾽ ἄρ᾽, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν. [46b]

Σωκράτης: οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον: ἀλλ᾽ ἄνευ τούτων, ὦ Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον.

Πρώταρχος: οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς.

Σωκράτης: τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς [46c] τοῖς σώμασιν, αἱ δ᾽ αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ: τὰς δ᾽ αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα, τοτὲ δὲ λύπας ἐπικαλουμένας.

Πρώταρχος: πῶς;

Σωκράτης: ὁπόταν ἐν τῇ καταστάσει τις ἢ τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ [46d] δυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ.

Πρώταρχος: καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον.

Σωκράτης: οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶν τε καὶ ἡδονῶν, αἱ δ᾽ ἐκ τῶν ἑτέρων πλειόνων;

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνταιτὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶνὁπόταν <ἐν τοῖς> ἐντὸς τὸ ζέον ᾖ καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί [46e] τις, τὸ δ᾽ ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερ᾽ ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν ἢ τὰ διακεκριμένα συγχεῖν [47a] [καὶ] ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι.

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: οὐκοῦν ὁπόταν αὖ πλείων ἡδονὴ κατὰ <τὰ> τοιαῦτα πάντα συμμειχθῇ, τὸ μὲν ὑπομεμειγμένον τῆς λύπης γαργαλίζει τε καὶ ἠρέμα ἀγανακτεῖν ποιεῖ, τὸ δ᾽ αὖ τῆς ἡδονῆς πολὺ πλέον ἐγκεχυμένον συντείνει τε καὶ ἐνίοτε πηδᾶν ποιεῖ, καὶ παντοῖα μὲν χρώματα, παντοῖα δὲ σχήματα, παντοῖα δὲ πνεύματα ἀπεργαζόμενον πᾶσαν ἔκπληξιν καὶ βοὰς μετὰ ἀφροσύνης ἐνεργάζεται; [47b]

Πρώταρχος: μάλα γε.

Σωκράτης: καὶ λέγειν τε, ὦ ἑταῖρε, αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον ὡς ταύταις ταῖς ἡδοναῖς τερπόμενος οἷον ἀποθνῄσκει: καὶ ταύτας γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερός τε καὶ ἀφρονέστερος ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστας ταύτας, καὶ τὸν ἐν αὐταῖς ὅτι μάλιστ᾽ ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται.

Πρώταρχος: πάντα, ὦ Σώκρατες, τὰ συμβαίνοντα πρὸς τῶν πολλῶν ἀνθρώπων εἰς δόξαν διεπέρανας. [47c]

Σωκράτης: περί γε τῶν ἡδονῶν, ὦ Πρώταρχε, τῶν ἐν τοῖς κοινοῖς παθήμασιν αὐτοῦ τοῦ σώματος τῶν ἐπιπολῆς τε καὶ ἐντὸς κερασθέντων: περὶ δέ γ᾽ ὧν ψυχὴ σώματι τἀναντία συμβάλλεται, λύπην τε ἅμα πρὸς ἡδονὴν καὶ ἡδονὴν πρὸς λύπην, ὥστ᾽ εἰς μίαν ἀμφότερα κρᾶσιν ἰέναι, ταῦτα ἔμπροσθε μὲν διήλθομεν, ὡς, ὁπόταν [αὖ] κενῶται, πληρώσεως ἐπιθυμεῖ, καὶ ἐλπίζων μὲν χαίρει, κενούμενος δὲ ἀλγεῖ, ταῦτα δὲ τότε [47d] μὲν οὐκ ἐμαρτυράμεθα, νῦν δὲ λέγομεν ὡς ψυχῆς πρὸς σῶμα διαφερομένης ἐν πᾶσι τούτοις πλήθει ἀμηχάνοις οὖσι μεῖξις μία λύπης τε καὶ ἡδονῆς συμπίπτει γενομένη.

Πρώταρχος: κινδυνεύεις ὀρθότατα λέγειν.

Σωκράτης: ἔτι τοίνυν ἡμῖν τῶν μείξεων λύπης τε καὶ ἡδονῆς λοιπὴ μία.

Πρώταρχος: ποία, φῄς;

Σωκράτης: ἣν αὐτὴν τὴν ψυχὴν αὑτῇ πολλάκις λαμβάνειν σύγκρασιν ἔφαμεν.

Πρώταρχος: πῶς οὖν δὴ τοῦτ᾽ αὐτὸ λέγομεν; [47e]

Σωκράτης: ὀργὴν καὶ φόβον καὶ πόθον καὶ θρῆνον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον καὶ ὅσα τοιαῦτα, ἆρ᾽ οὐκ αὐτῆς τῆς ψυχῆς τίθεσαι ταύτας λύπας τινάς;

Πρώταρχος: ἔγωγε.

Σωκράτης: οὐκοῦν αὐτὰς ἡδονῶν μεστὰς εὑρήσομεν ἀμηχάνων; ἢ δεόμεθα ὑπομιμνῄσκεσθαι [τὸ <ἐν> τοῖς θυμοῖς καὶ ταῖς ὀργαῖς,] τὸ

ὅς τ᾽ ἐφέηκε πολύφρονά περ χαλεπῆναι

ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο,

[48a] καὶ τὰς ἐν τοῖς θρήνοις καὶ πόθοις ἡδονὰς ἐν λύπαις οὔσας ἀναμεμειγμένας;

Πρώταρχος: οὔκ, ἀλλ᾽ οὕτω ταῦτά γε καὶ οὐκ ἄλλως ἂν συμβαίνοι γιγνόμενα.

Σωκράτης: καὶ μὴν καὶ τάς γε τραγικὰς θεωρήσεις, ὅταν ἅμα χαίροντες κλάωσι, μέμνησαι;

Πρώταρχος: τί δ᾽ οὔ;

Σωκράτης: τὴν δ᾽ ἐν ταῖς κωμῳδίαις διάθεσιν ἡμῶν τῆς ψυχῆς, ἆρ᾽ οἶσθ᾽ ὡς ἔστι κἀν τούτοις μεῖξις λύπης τε καὶ ἡδονῆς;

Πρώταρχος: οὐ πάνυ κατανοῶ. [48b]

Σωκράτης: παντάπασι γὰρ οὐ ῥᾴδιον, ὦ Πρώταρχε, ἐν τούτῳ συννοεῖν τὸ τοιοῦτον ἑκάστοτε πάθος.

Πρώταρχος: οὔκουν ὥς γ᾽ ἔοικεν ἐμοί.

Σωκράτης: λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷός τ᾽ ᾖ μεῖξιν λύπης τε καὶ ἡδονῆς.

Πρώταρχος: λέγοις ἄν.

Σωκράτης: τό τοι νυνδὴ ῥηθὲν ὄνομα φθόνου πότερα λύπην τινὰ ψυχῆς θήσεις, ἢ πῶς;

Πρώταρχος: οὕτως.

Σωκράτης: ἀλλὰ μὴν ὁ φθονῶν γε ἐπὶ κακοῖς τοῖς τῶν πέλας ἡδόμενος ἀναφανήσεται. [48c]

Πρώταρχος: σφόδρα γε.

Σωκράτης: κακὸν μὴν ἄγνοια καὶ ἣν δὴ λέγομεν ἀβελτέραν ἕξιν.

Πρώταρχος: τί μήν;

Σωκράτης: ἐκ δὴ τούτων ἰδὲ τὸ γελοῖον ἥντινα φύσιν ἔχει.

Πρώταρχος: λέγε μόνον.

Σωκράτης: ἔστιν δὴ πονηρία μέν τις τὸ κεφάλαιον, ἕξεώς τινος ἐπίκλην λεγομένη: τῆς δ᾽ αὖ πάσης πονηρίας ἐστὶ τοὐναντίον πάθος ἔχον ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων.

Πρώταρχος: τὸ γνῶθι σαυτὸν λέγεις, ὦ Σώκρατες; [48d]

Σωκράτης: ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.

Πρώταρχος: τί μήν;

Σωκράτης: ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.

Πρώταρχος: πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς ὦ.

Σωκράτης: λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν;

Πρώταρχος: λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.

Σωκράτης: ἆρ᾽ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;

Πρώταρχος: πῶς; [48e]

Σωκράτης: πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὑτῶν οὐσίαν.

Πρώταρχος: πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες.

Σωκράτης: πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας.

Πρώταρχος: πάνυ γε.

Σωκράτης: πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.

Πρώταρχος: σφόδρα μὲν οὖν. [49a]

Σωκράτης: τῶν ἀρετῶν δ᾽ ἆρ᾽ οὐ σοφίας πέρι τὸ πλῆθος πάντως ἀντεχόμενον μεστὸν ἐρίδων καὶ δοξοσοφίας ἐστὶ ψευδοῦς;

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: κακὸν μὲν δὴ πᾶν ἄν τις τὸ τοιοῦτον εἰπὼν ὀρθῶς ἂν εἴποι πάθος.

Πρώταρχος: σφόδρα γε.

Σωκράτης: τοῦτο τοίνυν ἔτι διαιρετέον, ὦ Πρώταρχε, δίχα, εἰ μέλλομεν τὸν παιδικὸν ἰδόντες φθόνον ἄτοπον ἡδονῆς καὶ λύπης ὄψεσθαι μεῖξιν. πῶς οὖν τέμνομεν δίχα, λέγεις; [49b] πάντες ὁπόσοι ταύτην τὴν ψευδῆ δόξαν περὶ ἑαυτῶν ἀνοήτως δοξάζουσι, καθάπερ ἁπάντων ἀνθρώπων, καὶ τούτων ἀναγκαιότατον ἕπεσθαι τοῖς μὲν ῥώμην αὐτῶν καὶ δύναμιν, τοῖς δὲ οἶμαι τοὐναντίον.

Πρώταρχος: ἀνάγκη.

Σωκράτης: ταύτῃ τοίνυν δίελε, καὶ ὅσοι μὲν αὐτῶν εἰσι μετ᾽ ἀσθενείας τοιοῦτοι καὶ ἀδύνατοι καταγελώμενοι τιμωρεῖσθαι, γελοίους τούτους φάσκων εἶναι τἀληθῆ φθέγξῃ: τοὺς δὲ δυνατοὺς τιμωρεῖσθαι καὶ ἰσχυροὺς φοβεροὺς καὶ ἐχθροὺς [49c] προσαγορεύων ὀρθότατον τούτων σαυτῷ λόγον ἀποδώσεις. ἄγνοια γὰρ ἡ μὲν τῶν ἰσχυρῶν ἐχθρά τε καὶ αἰσχρά βλαβερὰ γὰρ καὶ τοῖς πέλας αὐτή τε καὶ ὅσαι εἰκόνες αὐτῆς εἰσινἡ δ᾽ ἀσθενὴς ἡμῖν τὴν τῶν γελοίων εἴληχε τάξιν τε καὶ φύσιν.

Πρώταρχος: ὀρθότατα λέγεις. ἀλλὰ γὰρ ἡ τῶν ἡδονῶν καὶ λυπῶν μεῖξις ἐν τούτοις οὔπω μοι καταφανής.

Σωκράτης: τὴν τοίνυν τοῦ φθόνου λαβὲ δύναμιν πρῶτον.

Πρώταρχος: λέγε μόνον. [49d]

Σωκράτης: λύπη τις ἄδικός ἐστί που καὶ ἡδονή;

Πρώταρχος: τοῦτο μὲν ἀνάγκη.

Σωκράτης: οὐκοῦν ἐπὶ μὲν τοῖς τῶν ἐχθρῶν κακοῖς οὔτ᾽ ἄδικον οὔτε φθονερόν ἐστι τὸ χαίρειν;

Πρώταρχος: τί μήν;

Σωκράτης: τὰ δέ γε τῶν φίλων ὁρῶντας ἔστιν ὅτε κακὰ μὴ λυπεῖσθαι, χαίρειν δέ, ἆρα οὐκ ἄδικόν ἐστιν;

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: οὐκοῦν τὴν ἄγνοιαν εἴπομεν ὅτι κακὸν πᾶσιν;

Πρώταρχος: ὀρθῶς.

Σωκράτης: τὴν οὖν τῶν φίλων δοξοσοφίαν καὶ δοξοκαλίαν καὶ [49e] ὅσα νυνδὴ διήλθομεν, ἐν τρισὶν λέγοντες εἴδεσιν γίγνεσθαι, γελοῖα μὲν ὁπόσα ἀσθενῆ, μισητὰ δ᾽ ὁπόσα ἐρρωμένα, <φῶμεν> ἢ μὴ φῶμεν ὅπερ εἶπον ἄρτι, τὴν τῶν φίλων ἕξιν ταύτην ὅταν ἔχῃ τις τὴν ἀβλαβῆ τοῖς ἄλλοις, γελοίαν εἶναι;

Πρώταρχος: πάνυ γε.

Σωκράτης: κακὸν δ᾽ οὐχ ὁμολογοῦμεν αὐτὴν ἄγνοιάν γε οὖσαν εἶναι;

Πρώταρχος: σφόδρα γε.

Σωκράτης: χαίρομεν δὲ ἢ λυπούμεθα, ὅταν ἐπ᾽ αὐτῇ γελῶμεν; [50a]

Πρώταρχος: δῆλον ὅτι χαίρομεν.

Σωκράτης: ἡδονὴν δὲ ἐπὶ τοῖς τῶν φίλων κακοῖς, οὐ φθόνον ἔφαμεν εἶναι τὸν τοῦτ᾽ ἀπεργαζόμενον;

Πρώταρχος: ἀνάγκη.

Σωκράτης: γελῶντας ἄρα ἡμᾶς ἐπὶ τοῖς τῶν φίλων γελοίοις φησὶν ὁ λόγος, κεραννύντας ἡδονὴν αὖ φθόνῳ, λύπῃ τὴν ἡδονὴν συγκεραννύναι: τὸν γὰρ φθόνον ὡμολογῆσθαι λύπην ψυχῆς ἡμῖν πάλαι, τὸ δὲ γελᾶν ἡδονήν, ἅμα γίγνεσθαι δὲ τούτω ἐν τούτοις τοῖς χρόνοις.

Πρώταρχος: ἀληθῆ. [50b]

Σωκράτης: μηνύει δὴ νῦν ὁ λόγος ἡμῖν ἐν θρήνοις τε καὶ ἐν τραγῳδίαις <καὶ κωμῳδίαις>, μὴ τοῖς δράμασι μόνον ἀλλὰ καὶ τῇ τοῦ βίου συμπάσῃ τραγῳδίᾳ καὶ κωμῳδίᾳ, λύπας ἡδοναῖς ἅμα κεράννυσθαι, καὶ ἐν ἄλλοις δὴ μυρίοις.

Πρώταρχος: ἀδύνατον μὴ ὁμολογεῖν ταῦτα, ὦ Σώκρατες, εἰ καί τις φιλονικοῖ πάνυ πρὸς τἀναντία.

Σωκράτης: ὀργὴν μὴν καὶ πόθον καὶ θρῆνον καὶ φόβον καὶ [50c] ἔρωτα καὶ ζῆλον καὶ φθόνον προυθέμεθα καὶ ὁπόσα τοιαῦτα, ἐν οἷς ἔφαμεν εὑρήσειν μειγνύμενα τὰ νῦν πολλάκις λεγόμενα. ἦ γάρ;

Πρώταρχος: ναί.

Σωκράτης: μανθάνομεν οὖν ὅτι θρήνου πέρι καὶ φθόνου καὶ ὀργῆς πάντα ἐστὶ τὰ νυνδὴ διαπερανθέντα;

Πρώταρχος: πῶς γὰρ οὐ μανθάνομεν;

Σωκράτης: οὐκοῦν πολλὰ ἔτι τὰ λοιπά;

Πρώταρχος: καὶ πάνυ γε.

Σωκράτης: διὰ δὴ τί μάλισθ᾽ ὑπολαμβάνεις με δεῖξαί σοι τὴν ἐν τῇ κωμῳδίᾳ μεῖξιν; ἆρ᾽ οὐ πίστεως χάριν, ὅτι τήν γε ἐν [50d] τοῖς φόβοις καὶ ἔρωσι καὶ τοῖς ἄλλοις ῥᾴδιον κρᾶσιν ἐπιδεῖξαι: λαβόντα δὲ τοῦτο παρὰ σαυτῷ ἀφεῖναί με μηκέτι ἐπ᾽ ἐκεῖνα ἰόντα δεῖν μηκύνειν τοὺς λόγους, ἀλλ᾽ ἁπλῶς λαβεῖν τοῦτο, ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετ᾽ ἀλλήλων ἐν τοῖς παθήμασι μεστά ἐστι συγκεκραμένης ἡδονῆς λύπαις; νῦν οὖν λέγε πότερα ἀφίης με ἢ μέσας ποιήσεις νύκτας; εἰπὼν δὲ σμικρὰ οἶμαί σου τεύξεσθαι μεθεῖναί με: τούτων γὰρ ἁπάντων αὔριον [50e] ἐθελήσω σοι λόγον δοῦναι, τὰ νῦν δὲ ἐπὶ τὰ λοιπὰ βούλομαι στέλλεσθαι πρὸς τὴν κρίσιν ἣν Φίληβος ἐπιτάττει.

Πρώταρχος: καλῶς εἶπες, ὦ Σώκρατες: ἀλλ᾽ ὅσα λοιπὰ ἡμῖν διέξελθε ὅπῃ σοι φίλον.

Σωκράτης: κατὰ φύσιν τοίνυν μετὰ τὰς μειχθείσας ἡδονὰς ὑπὸ δή τινος ἀνάγκης ἐπὶ τὰς ἀμείκτους πορευοίμεθ᾽ ἂν ἐν τῷ μέρει. [51a]

Πρώταρχος: κάλλιστ᾽ εἶπες.

Σωκράτης: ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς. τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλ᾽ ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δ᾽ οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δ᾽ αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαις τε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περί τε σώματος καὶ ψυχῆς ἀπορίας. [51b]

Πρώταρχος: ἀληθεῖς δ᾽ αὖ τίνας, ὦ Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτ᾽ ἄν;

Σωκράτης: τὰς περί τε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας [καθαρὰς λυπῶν] παραδίδωσιν.

Πρώταρχος: πῶς δὴ ταῦτα, ὦ Σώκρατες, αὖ λέγομεν οὕτω;

Σωκράτης: πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν ἃ λέγω, πειρατέον [51c] μὴν δηλοῦν. σχημάτων τε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ἢ ζῴων ἤ τινων ζωγραφημάτων, ἀλλ᾽ εὐθύ τι λέγω, φησὶν ὁ λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τά τε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδά τε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις. ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλ᾽ ἀεὶ καλὰ καθ᾽ αὑτὰ πεφυκέναι καί τινας [51d] ἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς: καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα [καλὰ καὶ ἡδονάς] ἀλλ᾽ ἆρα μανθάνομεν, ἢ πῶς;

Πρώταρχος: πειρῶμαι μέν, ὦ Σώκρατες: πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν.

Σωκράτης: λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλ᾽ αὐτὰς καθ᾽ αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας.

Πρώταρχος: ἔστι γὰρ οὖν καὶ τοῦτο. [51e]

Σωκράτης: τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν: τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτ᾽ ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν. ἀλλ᾽, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο <ὧν> λέγομεν ἡδονῶν.

Πρώταρχος: κατανοῶ.

Σωκράτης: ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ [52a] μαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μηδὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.

Πρώταρχος: ἀλλ᾽ οὕτω συνδοκεῖ.

Σωκράτης: τί δέ; μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;

Πρώταρχος: οὔ τι φύσει γε, ἀλλ᾽ ἔν τισι λογισμοῖς τοῦ [52b] παθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.

Σωκράτης: καὶ μήν, ὦ μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.

Πρώταρχος: ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.

Σωκράτης: ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.

Πρώταρχος: πῶς γὰρ οὐ ῥητέον; [52c]

Σωκράτης: οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν: καὶ <τὰς> τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ <δεχομένας>, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου [52d] [προς]θῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.

Πρώταρχος: ὀρθότατα λέγεις, ὦ Σώκρατες.

Σωκράτης: ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι; τὸ καθαρόν τε καὶ εἰλικρινὲς ἢ τὸ σφόδρα τε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;

Πρώταρχος: τί ποτ᾽ ἄρα, ὦ Σώκρατες, ἐρωτᾷς βουλόμενος;

Σωκράτης: μηδέν, ὦ Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς [52e] τε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρ᾽ αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δ᾽ οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.

Πρώταρχος: ὀρθότατα.

Σωκράτης: ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν: προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν. [53a]

Πρώταρχος: τί οὖν προελώμεθα;

Σωκράτης: τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;

Πρώταρχος: δῆλον ὅτι τὸ μάλιστ᾽ εἰλικρινὲς ὄν.

Σωκράτης: ὀρθῶς. ἆρ᾽ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε, [53b] καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλ᾽ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον;

Πρώταρχος: ὀρθότατά γε.

Σωκράτης: σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.

Πρώταρχος: ὀρθότατα μὲν οὖν.

Σωκράτης: τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλ᾽ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ [53c] μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτ᾽ ἄν.

Πρώταρχος: σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.

Σωκράτης: τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.

Πρώταρχος: τί δή;

Σωκράτης: διαπερανοῦμαί σοι τοῦτ᾽ αὐτὸ ἐπανερωτῶν, ὦ [53d] Πρώταρχε φίλε.

Πρώταρχος: λέγε καὶ ἐρώτα μόνον.

Σωκράτης: ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθ᾽ αὑτό, τὸ δ᾽ ἀεὶ ἐφιέμενον ἄλλου.

Πρώταρχος: πῶς τούτω καὶ τίνε λέγεις;

Σωκράτης: τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δ᾽ ἐλλιπὲς ἐκείνου.

Πρώταρχος: λέγ᾽ ἔτι σαφέστερον.

Σωκράτης: παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.

Πρώταρχος: σφόδρα γε.

Σωκράτης: τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει [53e] κατὰ πάνθ᾽ ὅσα λέγομεν εἶναι.

Πρώταρχος: τὸ τρίτον ἔτ᾽ ἐρῶ; λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις.

Σωκράτης: οὐδέν τι ποικίλον, ὦ Πρώταρχε: ἀλλ᾽ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δ᾽ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστ᾽ ἀεί, τὸ δ᾽ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.

Πρώταρχος: μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.

Σωκράτης: τάχα δ᾽ ἴσως, ὦ παῖ, μᾶλλον μαθησόμεθα προελθόντος [54a] τοῦ λόγου.

Πρώταρχος: τί γὰρ οὔ;

Σωκράτης: δύο δὴ τάδε ἕτερα λάβωμεν.

Πρώταρχος: ποῖα;

Σωκράτης: ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν.

Πρώταρχος: δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν.

Σωκράτης: ὀρθότατα. πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν ἢ τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα;

Πρώταρχος: τοῦτο ὃ προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτ᾽ ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ;

Σωκράτης: φαίνομαι. [54b]

Πρώταρχος: πρὸς θεῶν ἆρ᾽ [ἂν] ἐπανερωτᾷς με τοιόνδε τι; λέγ᾽, ὦ Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον ἢ πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθ᾽ ὁπόσα τοιαῦτ᾽ ἐστίν;

Σωκράτης: λέγω τοῦτ᾽ αὐτό, ὦ Πρώταρχε.

Πρώταρχος: τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, ὦ Σώκρατες;

Σωκράτης: οὐδὲν ὅτι οὔ: σὺ μέντοι τοῦ λόγου συμμέτεχε.

Πρώταρχος: πάνυ μὲν οὖν. [54c]

Σωκράτης: φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακά τε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης.

Πρώταρχος: σαφέστατα μὲν οὖν.

Σωκράτης: οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτ᾽ ἄν.

Πρώταρχος: τί μήν;

Σωκράτης: τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτ᾽ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι: τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ὦ ἄριστε, μοῖραν θετέον.

Πρώταρχος: ἀναγκαιότατον. [54d]

Σωκράτης: ἆρ᾽ οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην ἢ τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν;

Πρώταρχος: ὀρθότατα μὲν οὖν.

Σωκράτης: οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μηδ᾽ ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ: δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ.

Πρώταρχος: σφόδρα γε. [54e]

Σωκράτης: καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται.

Πρώταρχος: πῶς δὴ καὶ ποίων λέγεις;

Σωκράτης: τῶν ὅσοι ἐξιώμενοι ἢ πείνην ἢ δίψαν ἤ τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντές τε καὶ πεινῶντες καὶ τἆλλα ἅ τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες. [55a]

Πρώταρχος: ἐοίκασι γοῦν.

Σωκράτης: οὐκοῦν τῷ γίγνεσθαί γε τοὐναντίον ἅπαντες τὸ φθείρεσθαι φαῖμεν ἄν.

Πρώταρχος: ἀναγκαῖον.

Σωκράτης: τὴν δὴ φθορὰν καὶ γένεσιν αἱροῖτ᾽ ἄν τις τοῦθ᾽ αἱρούμενος, ἀλλ᾽ οὐ τὸν τρίτον ἐκεῖνον βίον, τὸν ἐν ᾧ μήτε χαίρειν μήτε λυπεῖσθαι, φρονεῖν δ᾽ ἦν [δυνατὸν] ὡς οἷόν τε καθαρώτατα.

Πρώταρχος: πολλή τις, ὡς ἔοικεν, ὦ Σώκρατες, ἀλογία συμβαίνει γίγνεσθαι, ἐάν τις τὴν ἡδονὴν ὡς ἀγαθὸν ἡμῖν τιθῆται.

Σωκράτης: πολλή, ἐπεὶ καὶ τῇδε ἔτι λέγωμεν.

Πρώταρχος: πῇ; [55b]

Σωκράτης: πῶς οὐκ ἄλογόν ἐστι μηδὲν ἀγαθὸν εἶναι μηδὲ καλὸν μήτε ἐν σώμασι μήτ᾽ ἐν πολλοῖς ἄλλοις πλὴν ἐν ψυχῇ, καὶ ἐνταῦθα ἡδονὴν μόνον, ἀνδρείαν δὲ ἢ σωφροσύνην ἢ νοῦν ἤ τι τῶν ἄλλων ὅσα ἀγαθὰ εἴληχε ψυχή, μηδὲν τοιοῦτον εἶναι; πρὸς τούτοις δὲ ἔτι τὸν μὴ χαίροντα, ἀλγοῦντα δέ, ἀναγκάζεσθαι φάναι κακὸν εἶναι τότε ὅταν ἀλγῇ, κἂν ᾖ ἄριστος πάντων, καὶ τὸν χαίροντα αὖ, ὅσῳ μᾶλλον χαίρει, [55c] τότε ὅταν χαίρῃ, τοσούτῳ διαφέρειν πρὸς ἀρετήν.

Πρώταρχος: πάντ᾽ ἐστὶ ταῦτα, ὦ Σώκρατες, ὡς δυνατὸν ἀλογώτατα.

Σωκράτης: μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν: γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστ᾽ αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖς τε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις.

Πρώταρχος: ὀρθῶς. [55d]

Σωκράτης: οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν. ἢ πῶς;

Πρώταρχος: οὕτως.

Σωκράτης: ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δ᾽ ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δ᾽ ὡς ἀκαθαρτότερα.

Πρώταρχος: οὐκοῦν χρή.

Σωκράτης: τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς;

Πρώταρχος: ποίας καὶ πῶς; [55e]

Σωκράτης: οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.

Πρώταρχος: φαῦλον μὲν δή.

Σωκράτης: τὸ γοῦν μετὰ ταῦτ᾽ εἰκάζειν λείποιτ᾽ ἂν καὶ τὰς αἰσθήσεις καταμελετᾶν ἐμπειρίᾳ καί τινι τριβῇ, ταῖς τῆς στοχαστικῆς προσχρωμένους δυνάμεσιν ἃς πολλοὶ τέχνας [56a] ἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας.

Πρώταρχος: ἀναγκαιότατα λέγεις.

Σωκράτης: οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον.

Πρώταρχος: ἀληθέστατα. [56b]

Σωκράτης: καὶ μὴν ἰατρικήν τε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας.

Πρώταρχος: καὶ πάνυ γε.

Σωκράτης: τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροις τε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται.

Πρώταρχος: πῇ;

Σωκράτης: κατά τε ναυπηγίαν καὶ κατ᾽ οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς. κανόνι γὰρ οἶμαι καὶ [56c] τόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ.

Πρώταρχος: καὶ πάνυ γε, ὦ Σώκρατες, ὀρθῶς λέγεις.

Σωκράτης: θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος.

Πρώταρχος: κείσθω.

Σωκράτης: τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν.

Πρώταρχος: ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή. [56d]

Σωκράτης: πάνυ μὲν οὖν. ἀλλ᾽, ὦ Πρώταρχε, ἆρ᾽ οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον; ἢ πῶς;

Πρώταρχος: ποίας δὴ λέγεις;

Σωκράτης: ἀριθμητικὴν πρῶτον ἆρ᾽ οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δ᾽ αὖ τὴν τῶν φιλοσοφούντων;

Πρώταρχος: πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν;

Σωκράτης: οὐ σμικρὸς ὅρος, ὦ Πρώταρχε. οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα ἢ καὶ [56e] τὰ πάντων μέγιστα: οἱ δ᾽ οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει.

Πρώταρχος: καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύ᾽ αὐτὰς εἶναι.

Σωκράτης: τί δέ; λογιστικὴ καὶ μετρητικὴ <ἡ> κατὰ τεκτονικὴν καὶ κατ᾽ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ [57a] λογισμῶν καταμελετωμένωνπότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν;

Πρώταρχος: τῇ πρόσθεν ἑπόμενος ἔγωγ᾽ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.

Σωκράτης: ὀρθῶς. οὗ δ᾽ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;

Πρώταρχος: ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.

Σωκράτης: δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας [57b] ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή.

Πρώταρχος: καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθ᾽ ἕνεκα τούτων ἐπικεχείρηκεν.

Σωκράτης: τί οὖν; ἆρ᾽ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπ᾽ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: ἐν τούτοις δὲ ἆρ᾽ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς [57c] δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;

Πρώταρχος: καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν.

Σωκράτης: τίν᾽ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;

Πρώταρχος: ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.

Σωκράτης: οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;

Πρώταρχος: τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δ᾽ αὐτῶν αἱ περὶ τὴν [57d] τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν.

Σωκράτης: ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήν

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι. [57e]

Πρώταρχος: διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, ὦ Σώκρατες.

Σωκράτης: ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστ᾽ εἶναι;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: ἀλλ᾽ ἡμᾶς, ὦ Πρώταρχε, ἀναίνοιτ᾽ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν.

Πρώταρχος: τίνα δὲ ταύτην αὖ δεῖ λέγειν; [58a]

Σωκράτης: δῆλον ὁτιὴ πᾶς ἂν τήν γε νῦν λεγομένην γνοίη: τὴν γὰρ περὶ τὸ ὂν καὶ τὸ ὄντως καὶ τὸ κατὰ ταὐτὸν ἀεὶ πεφυκὸς πάντως ἔγωγε οἶμαι ἡγεῖσθαι σύμπαντας ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν. σὺ δὲ τί; πῶς τοῦτο, ὦ Πρώταρχε, διακρίνοις ἄν;

Πρώταρχος: ἤκουον μὲν ἔγωγε, ὦ Σώκρατες, ἑκάστοτε Γοργίου πολλάκις ὡς ἡ τοῦ πείθειν πολὺ διαφέροι πασῶν τεχνῶν [58b] πάντα γὰρ ὑφ᾽ αὑτῇ δοῦλα δι᾽ ἑκόντων ἀλλ᾽ οὐ διὰ βίας ποιοῖτο, καὶ μακρῷ ἀρίστη πασῶν εἴη τῶν τεχνῶν- νῦν δ᾽ οὔτε σοὶ οὔτε δὴ ἐκείνῳ βουλοίμην ἂν ἐναντία τίθεσθαι.

Σωκράτης: τὰ ὅπλα μοι δοκεῖς βουληθεὶς εἰπεῖν αἰσχυνθεὶς ἀπολιπεῖν.

Πρώταρχος: ἔστω νῦν ταῦτα ταύτῃ ὅπῃ σοι δοκεῖ.

Σωκράτης: ἆρ᾽ οὖν αἴτιος ἐγὼ τοῦ μὴ καλῶς ὑπολαβεῖν σε;

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: οὐκ, ὦ φίλε Πρώταρχε, τοῦτο ἔγωγε ἐζήτουν πω, [58c] τίς τέχνη ἢ τίς ἐπιστήμη πασῶν διαφέρει τῷ μεγίστη καὶ ἀρίστη καὶ πλεῖστα ὠφελοῦσα ἡμᾶς, ἀλλὰ τίς ποτε τὸ σαφὲς καὶ τἀκριβὲς καὶ τὸ ἀληθέστατον ἐπισκοπεῖ, κἂν εἰ σμικρὰ καὶ σμικρὰ ὀνινᾶσα, τοῦτ᾽ ἔστιν ὃ νῦν δὴ ζητοῦμεν. ἀλλ᾽ ὅρα- οὐδὲ γὰρ ἀπεχθήσῃ Γοργίᾳ, τῇ μὲν ἐκείνου ὑπάρχειν τέχνῃ διδοὺς πρὸς χρείαν τοῖς ἀνθρώποις κρατεῖν, ᾗ δ᾽ εἶπον ἐγὼ νῦν πραγματείᾳ, καθάπερ τοῦ λευκοῦ πέρι τότε ἔλεγον, κἂν εἰ σμικρόν, καθαρὸν δ᾽ εἴη, τοῦ πολλοῦ [58d] καὶ μὴ τοιούτου διαφέρειν, τούτῳ γ᾽ αὐτῷ τῷ ἀληθεστάτῳ, καὶ νῦν δὴ σφόδρα διανοηθέντες καὶ ἱκανῶς διαλογισάμενοι, μήτ᾽ εἴς τινας ὠφελίας ἐπιστημῶν βλέψαντες μήτε τινὰς εὐδοκιμίας, ἀλλ᾽ εἴ τις πέφυκε τῆς ψυχῆς ἡμῶν δύναμις ἐρᾶν τε τοῦ ἀληθοῦς καὶ πάντα ἕνεκα τούτου πράττειν, ταύτην εἴπωμεν διεξερευνησάμενοι- τὸ καθαρὸν νοῦ τε καὶ φρονήσεως εἰ ταύτην μάλιστα ἐκ τῶν εἰκότων ἐκτῆσθαι φαῖμεν ἂν ἤ τινα ἑτέραν ταύτης κυριωτέραν ἡμῖν ζητητέον. [58e]

Πρώταρχος: ἀλλὰ σκοπῶ, καὶ χαλεπὸν οἶμαι συγχωρῆσαί τινα ἄλλην ἐπιστήμην ἢ τέχνην τῆς ἀληθείας ἀντέχεσθαι μᾶλλον ἢ ταύτην.

Σωκράτης: ἆρ᾽ οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται, [59a] πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθ᾽ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς;

Πρώταρχος: οὕτως.

Σωκράτης: οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον;

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ [59b] ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθ᾽ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει;

Πρώταρχος: καὶ πῶς;

Σωκράτης: περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδ᾽ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθ᾽ ἡμῖν καὶ ὁτιοῦν;

Πρώταρχος: οἶμαι μὲν οὐδαμῶς.

Σωκράτης: οὐδ᾽ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.

Πρώταρχος: οὔκουν εἰκός γε.

Σωκράτης: τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ. [59c]

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὡς ἢ περὶ ἐκεῖνα ἔσθ᾽ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ [δεύτερος] ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές: τὰ δ᾽ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον.

Πρώταρχος: ἀληθέστατα λέγεις.

Σωκράτης: τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρ᾽ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν;

Πρώταρχος: εἰκός γε. [59d]

Σωκράτης: οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γ᾽ ἄν τις τιμήσειε μάλιστα ὀνόματα;

Πρώταρχος: ναί.

Σωκράτης: ταῦτ᾽ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλ᾽ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα.

Πρώταρχος: τί μήν, ὦ Σώκρατες;

Σωκράτης: εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι [59e] πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.

Πρώταρχος: καὶ μάλα.

Σωκράτης: τὸ δὴ μετὰ ταῦτα ἆρ᾽ οὐ μειγνύναι ἐπιχειρητέον;

Πρώταρχος: τί μήν;

Σωκράτης: οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι;

Πρώταρχος: τὰ ποῖα;

Σωκράτης: ἃ καὶ πρότερον ἐμνήσθημεν: εὖ δ᾽ ἡ παροιμία [60a] δοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.

Πρώταρχος: τί μήν;

Σωκράτης: φέρε δὴ πρὸς Διός: οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.

Πρώταρχος: πῶς;

Σωκράτης: Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτ᾽ αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς [60b] τεθέντ᾽ ἔχειν: Σωκράτης δ᾽ ἓν μὲν οὔ φησι τοῦτ᾽ εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τό τε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν ἢ τὴν ἡδονήν. οὐ ταῦτ᾽ ἔστιν τε καὶ ἦν τὰ τότε λεγόμενα, ὦ Πρώταρχε;

Πρώταρχος: σφόδρα μὲν οὖν.

Σωκράτης: οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων. [60c]

Πρώταρχος: τίνι;

Σωκράτης: ὧι παρείη τοῦτ᾽ ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν. οὐχ οὕτως;

Πρώταρχος: οὕτω μὲν οὖν.

Σωκράτης: οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν;

Πρώταρχος: ἦν ταῦτα.

Σωκράτης: μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν [60d] εἶναί τῳ;

Πρώταρχος: καὶ πῶς;

Σωκράτης: εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτ᾽ ἄν οἱ καὶ ὁτιοῦν εἶναι ἢ καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθ᾽ ὡς πλείστην εἴθ᾽ ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτ᾽ αὖ [60e] μνήμην τοῦ πάθους μηδ᾽ ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτ᾽ ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.

Πρώταρχος: οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλ᾽ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν. [61a]

Σωκράτης: οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς ἢ καί τινα τύπον αὐτοῦ ληπτέον, ἵν᾽, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.

Πρώταρχος: ὀρθότατα λέγεις.

Σωκράτης: οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;

Πρώταρχος: τίνα;

Σωκράτης: καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν [61b] πρῶτον ὀρθῶς ἵν᾽ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.

Πρώταρχος: πῶς δ᾽ οὔ;

Σωκράτης: καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατ᾽ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλ᾽ ἐν τῷ μεικτῷ.

Πρώταρχος: πάνυ γε.

Σωκράτης: ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἢ ἐν τῷ μή;

Πρώταρχος: πολύ γε.

Σωκράτης: τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν, [61c] εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθ᾽ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι- μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος- ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.

Πρώταρχος: πῶς γὰρ οὔ; [61d]

Σωκράτης: φέρε δὴ πρότερον: ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;

Πρώταρχος: ἴσως.

Σωκράτης: ἀλλ᾽ οὐκ ἀσφαλές. ᾗ δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.

Πρώταρχος: λέγε τίνα.

Σωκράτης: ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα;

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, ἡ μὲν ἐπὶ [61e] τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, ἡ δ᾽ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.

Πρώταρχος: πάνυ μὲν οὖν ὀρθῶς.

Σωκράτης: οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, ἤ τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων; [62a]

Πρώταρχος: ἐμοὶ γοῦν δοκεῖ δρᾶν οὕτως.

Σωκράτης: ἔστω δή τις ἡμῖν φρονῶν ἄνθρωπος αὐτῆς περὶ δικαιοσύνης ὅτι ἔστιν, καὶ λόγον ἔχων ἑπόμενον τῷ νοεῖν, καὶ δὴ καὶ περὶ τῶν ἄλλων πάντων τῶν ὄντων ὡσαύτως διανοούμενος.

Πρώταρχος: ἔστω γὰρ οὖν.

Σωκράτης: ἆρ᾽ οὖν οὗτος ἱκανῶς ἐπιστήμης ἕξει, κύκλου μὲν καὶ σφαίρας αὐτῆς τῆς θείας τὸν λόγον ἔχων, τὴν δὲ ἀνθρωπίνην ταύτην σφαῖραν καὶ τοὺς κύκλους τούτους ἀγνοῶν, [62b] καὶ χρώμενος ἐν οἰκοδομίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως κανόσι καὶ τοῖς κύκλοις;

Πρώταρχος: γελοίαν διάθεσιν ἡμῶν, ὦ Σώκρατες, ἐν ταῖς θείαις οὖσαν μόνον ἐπιστήμαις λέγομεν.

Σωκράτης: πῶς φῄς; ἦ τοῦ ψευδοῦς κανόνος ἅμα καὶ τοῦ κύκλου τὴν οὐ βέβαιον οὐδὲ καθαρὰν τέχνην ἐμβλητέον κοινῇ καὶ συγκρατέον;

Πρώταρχος: ἀναγκαῖον γάρ, εἰ μέλλει τις ἡμῶν καὶ τὴν ὁδὸν ἑκάστοτε ἐξευρήσειν οἴκαδε. [62c]

Σωκράτης: ἦ καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώς τε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν;

Πρώταρχος: ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν ὁ βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.

Σωκράτης: βούλει δῆτα, ὥσπερ θυρωρὸς ὑπ᾽ ὄχλου τις ὠθούμενος καὶ βιαζόμενος, ἡττηθεὶς ἀναπετάσας τὰς θύρας ἀφῶ πάσας τὰς ἐπιστήμας εἰσρεῖν καὶ μείγνυσθαι ὁμοῦ καθαρᾷ τὴν ἐνδεεστέραν; [62d]

Πρώταρχος: οὔκουν ἔγωγε οἶδα, ὦ Σώκρατες, ὅτι τις ἂν βλάπτοιτο πάσας λαβὼν τὰς ἄλλας ἐπιστήμας, ἔχων τὰς πρώτας.

Σωκράτης: μεθιῶ δὴ τὰς συμπάσας ῥεῖν εἰς τὴν τῆς Ὁμήρου καὶ μάλα ποιητικῆς μισγαγκείας ὑποδοχήν;

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: μεθεῖνται: καὶ πάλιν ἐπὶ τὴν τῶν ἡδονῶν πηγὴν ἰτέον. ὡς γὰρ διενοήθημεν αὐτὰς μειγνύναι, τὰ τῶν ἀληθῶν μόρια πρῶτον, οὐκ ἐξεγένεθ᾽ ἡμῖν, ἀλλὰ διὰ τὸ πᾶσαν ἀγαπᾶν ἐπιστήμην εἰς ταὐτὸν μεθεῖμεν ἁθρόας καὶ πρόσθεν [62e] τῶν ἡδονῶν.

Πρώταρχος: ἀληθέστατα λέγεις.

Σωκράτης: ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον ἢ καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.

Πρώταρχος: πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.

Σωκράτης: μεθείσθων δή. τί δὲ μετὰ ταῦτα; ἆρ᾽ οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;

Πρώταρχος: τί δ᾽ οὔ; τάς γε ἀναγκαίας δήπουθεν. [63a]

Σωκράτης: εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.

Πρώταρχος: πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;

Σωκράτης: οὐχ ἡμᾶς, ὦ Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι. [63b]

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὦ φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης ἢ χωρὶς τοῦ φρονεῖν; οἶμαι μὲν πρὸς ταῦτα τόδ᾽ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτ᾽ [63c] ὠφέλιμον: πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθ᾽ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ [αὖ τὴν] αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.

Πρώταρχος: καὶ καλῶς γε εἰρήκατε τὰ νῦν, φήσομεν.

Σωκράτης: ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον: ἆρ᾽ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει; φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. ποίων, φαῖεν ἂν ἴσως, ἡδονῶν;

Πρώταρχος: εἰκός. [63d]

Σωκράτης: ὁ δέ γ᾽ ἡμέτερος λόγος μετὰ τοῦτ᾽ ἐστὶν ὅδε. πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς, φήσομεν, ἆρ᾽ ἔτι προσδεῖσθ᾽ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας; καὶ πῶς, ὦ Σώκρατες, ἴσως φαῖεν ἄν, αἵ γ᾽ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας [ἡδονάς], καὶ γίγνεσθαί [63e] τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, δι᾽ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν; ἀλλ᾽ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς [ἃς] εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθ᾽ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ: τὰς δ᾽ ἀεὶ μετ᾽ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν [64a] καὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔν τ᾽ ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον. ἆρ᾽ οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρ τε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;

Πρώταρχος: παντάπασι μὲν οὖν.

Σωκράτης: ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδ᾽ ἂν ἕν. [64b]

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδ᾽ ἂν γενόμενον εἴη.

Πρώταρχος: πῶς γὰρ ἄν;

Σωκράτης: οὐδαμῶς. ἀλλ᾽ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος. ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος ὁ νῦν λόγος ἀπειργάσθαι φαίνεται.

Πρώταρχος: καὶ ἐμοὶ τοίνυν, ὦ Σώκρατες, οὕτω λέγε δεδόχθαι. [64c]

Σωκράτης: ἆρ᾽ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις [καὶ] τῆς οἰκήσεως ἐφεστάναι [τῆς τοῦ τοιούτου] λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;

Πρώταρχος: ἐμοὶ γοῦν δοκεῖ.

Σωκράτης: τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστ᾽ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτ᾽ ἐπισκεψόμεθα εἴθ᾽ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν. [64d]

Πρώταρχος: ὀρθῶς: τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.

Σωκράτης: καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, δι᾽ ἣν ἢ παντὸς ἀξία γίγνεται ἡτισοῦν ἢ τὸ παράπαν οὐδενός.

Πρώταρχος: πῶς λέγεις;

Σωκράτης: οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.

Πρώταρχος: τὸ ποῖον;

Σωκράτης: ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν: οὐδὲ [64e] γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς ἡ τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν: μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.

Πρώταρχος: πάνυ μὲν οὖν.

Σωκράτης: καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.

Πρώταρχος: πάνυ γε. [65a]

Σωκράτης: οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατ᾽ ἂν αἰτιασαίμεθ᾽ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.

Πρώταρχος: ὀρθότατα μὲν οὖν.

Σωκράτης: ἤδη τοίνυν, ὦ Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτ᾽ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον [65b] αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς.

Πρώταρχος: δῆλον μέν, ὅμως δ᾽ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.

Σωκράτης: καθ᾽ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν: δεῖ γὰρ ἰδεῖν ποτέρῳ <ὡς> μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.

Πρώταρχος: κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;

Σωκράτης: ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε: [65c] καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον ἢ νοῦς ἀληθείᾳ.

Πρώταρχος: τί δὲ χρόνου δεῖ; πολὺ γὰρ οἶμαι διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς [65d] καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων: νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.

Σωκράτης: οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;

Πρώταρχος: εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας: οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδ᾽ ἂν ἕν ποτε. [65e]

Σωκράτης: καλῶς εἴρηκας. ὅμως δ᾽ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;

Πρώταρχος: ἀλλ᾽ οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθ᾽ ὕπαρ οὔτ᾽ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.

Σωκράτης: ὀρθῶς.

Πρώταρχος: ἡδονὰς δέ γέ που, καὶ ταῦτα σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπ᾽ αὐταῖς ἢ τὸ [66a] πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.

Σωκράτης: πάντῃ δὴ φήσεις, ὦ Πρώταρχε, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ᾽ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πῃ περὶ μέτρον καὶ τὸ μέτριον καὶ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν, τὴν ἀίδιον ᾑρῆσθαι.

Πρώταρχος: φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων. [66b]

Σωκράτης: δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθ᾽ ὁπόσα τῆς γενεᾶς αὖ ταύτης ἐστίν.

Πρώταρχος: ἔοικε γοῦν.

Σωκράτης: τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.

Πρώταρχος: ἴσως.

Σωκράτης: ἆρ᾽ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ᾽ [66c] εἶναι τὰ πρὸς τοῖς τρισὶ τέταρτα, εἴπερ τοῦ ἀγαθοῦ γέ ἐστι μᾶλλον [ἢ] τῆς ἡδονῆς συγγενῆ;

Πρώταρχος: τάχ᾽ ἄν.

Σωκράτης:

πέμπτας τοίνυν, ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμαις, τὰς δὲ αἰσθήσεσιν ἑπομένας;

Πρώταρχος: ἴσως.

Σωκράτης: ἕκτῃ δ᾽ ἐν γενεᾷ, φησὶν Ὀρφεύς, καταπαύσατε κόσμον ἀοιδῆς: ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ [66d] ταῦθ᾽ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις.

Πρώταρχος: οὐκοῦν χρή.

Σωκράτης: ἴθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπεξέλθωμεν.

Πρώταρχος: ποῖον δή;

Σωκράτης: Φίληβος τἀγαθὸν ἐτίθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.

Πρώταρχος: τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον. [66e]

Σωκράτης: ναί, τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νυνδὴ διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.

Πρώταρχος: ἦν ταῦτα.

Σωκράτης: ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς εἰ φανείη τι τούτοιν ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν συνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο. [67a]

Πρώταρχος: εἶπες γὰρ οὖν.

Σωκράτης: καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη.

Πρώταρχος: ἀληθέστατα.

Σωκράτης: οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδ᾽ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;

Πρώταρχος: ὀρθότατα.

Σωκράτης: φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ᾽ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.

Πρώταρχος: πῶς γὰρ οὔ;

Σωκράτης: οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ᾽ ἂν ἡ τῆς ἡδονῆς δύναμις.

Πρώταρχος: ἔοικεν. [67b]

Σωκράτης: πρῶτον δέ γε οὐδ᾽ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἆλλα σύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν: οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων.

Πρώταρχος: ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.

Σωκράτης: οὐκοῦν καὶ ἀφίετέ με;

Πρώταρχος: σμικρὸν ἔτι τὸ λοιπόν, ὦ Σώκρατες: οὐ γὰρ δήπου σύ γε ἀπερεῖς πρότερος ἡμῶν, ὑπομνήσω δέ σε τὰ λειπόμενα.