Ὑπὲρ τῶν πολέμων
Συγγραφέας:
Λόγος τέταρτος


1 
Γελίμερ δὲ, ἐπεὶ Βανδίλους ἅπαντας ἐς ταὐτὸ εἶδεν ἀγηγερμένους, ἐπῆγεν ἐς Καρχηδόνα τὸ στράτευμα.

[1.2] γενόμενοί τε αὐτῆς ἄγχιστα τόν τε ὀχετὸν ἀξιοθέατον ὄντα διεῖλον, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, καὶ χρόνον τινὰ ἐνστρατοπεδευσάμενοι ὑπεχώρησαν, [1.3] ὡς οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων. περιιόντες δὲ τὰ ἐκείνῃ χωρία τάς τε ὁδοὺς ἐν φυλακῇ ἐποιοῦντο καὶ Καρχηδόνα πολιορκεῖν ταύτῃ ᾤοντο, οὐ μὴν οὔτε ἐληίζοντο οὐδὲν οὔτε τὴν γῆν ἐδῄουν, ἀλλ' [1.4] ὡς οἰκείας μετεποιοῦντο. ἅμα δὲ καὶ προδοσίαν τινὰ ἔσεσθαι σφίσιν ἐν ἐλπίδι εἶχον Καρχηδονίων τε αὐτῶν καὶ Ῥωμαίων στρατιωτῶν, ὅσοις ἡ τοῦ Ἀρείου δόξα [1.5] ἤσκητο. πέμψαντες δὲ καὶ ἐς τῶν Οὔννων τοὺς ἄρχοντας, καὶ πολλὰ ἔσεσθαι αὐτοῖς ἀγαθὰ πρὸς Βανδίλων ὑποσχόμενοι, ἐδέοντο φίλους τε καὶ ξυμμάχους [1.6] γενέσθαι σφίσιν. οἱ δὲ οὐδὲ πρότερον εὐνοϊκῶς ἐς τὰ Ῥωμαίων πράγματα ἔχοντες ἅτε οὐδὲ ξύμμαχοι αὐτοῖς ἑκούσιοι ἥκοντες (ἔφασκον γὰρ τὸν Ῥωμαίων στρατηγὸν Πέτρον ὀμωμοκότα τε καὶ τὰ ὀμωμοσμένα ἠλογηκότα οὕτω δὴ σφᾶς ἀπαγαγεῖν ἐς τὸ Βυζάντιον) λόγους τε τοὺς Βανδίλων ἐνεδέχοντο καὶ ὡμολόγουν, ἐπειδὰν ἐν αὐτῷ τῷ ἔργῳ γένωνται, ξὺν αὐτοῖς ἐπὶ [1.7] τὸ Ῥωμαίων στράτευμα τρέψεσθαι. ταῦτα δὲ ἅπαντα Βελισάριος ἐν ὑποψίᾳ ἔχων (ἠκηκόει γὰρ πρὸς τῶν αὐτομόλων, ἅμα δὲ καὶ ὁ περίβολος οὔπω ἐτετέλεστο ἅπας) ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι, τὰ δὲ ἔνδον ὡς ἄριστα [1.8] ἐξηρτύετο. καὶ Καρχηδόνιον μέν τινα, ὄνομα Λαῦρον, ἐπὶ προδοσίᾳ τε ἡλωκότα καὶ πρὸς τοῦ οἰκείου γραμματέως ἐληλεγμένον ἀνεσκολόπισεν ἐν λόφῳ τινὶ πρὸ τῆς πόλεως, καὶ ἀπ' αὐτοῦ ἐς δέος τι ἄμαχον οἱ ἄλλοι καταστάντες τῆς ἐς τὴν προδοσίαν πείρας ἀπέσχοντο.

[1.9] τοὺς δὲ Μασσαγέτας δώροις τε καὶ τραπέζῃ καὶ τῇ ἄλλῃ θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς ὁ Γελίμερ ὑποσχόμενος εἴη, ἐφ' [1.10] ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται. ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι· δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ' αὐτοῦ ἀναγκάζοιντο ἐν Λιβύῃ γηράσκοντες θνήσκειν· καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτὴν, ἐν [1.11] φροντίδι εἶναι. τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτω τε αὐτοὺς ὅρκοις καταλαμβάνει ἦ μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον.

[1.12] Ἐπειδή τε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ ὁ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ [1.13] στράτευμα ἔλεξε τοιάδε Παραίνεσιν μὲν, ἄνδρες Ῥωμαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρχηδών τε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμετέρας ἀρετῆς ἐστι, καὶ δι' αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει. τῶν γὰρ νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι.

[1.14] ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἄπο καιροῦ οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ ἡ [1.15] μάχη. ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβολὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγων τε καὶ εἰς καταστροφὴν βαδίζων ὁ πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν [1.16] διαλογιζέσθω μηδείς. οὐ γὰρ ἀνθρώπων πλήθει οὐδὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, ἡ ἐπὶ τοῖς πρασσομένοις [1.17] αἰδώς. αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδία τε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κακίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ [1.18] δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα. τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρότερον [1.19] ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω. ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίνδυνος ἦν, νῦν δὲ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, [1.20] τὴν ἡμετέραν ἀποβαλοῦμεν. ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς [1.21] ἀναγκαιοτάτοις ὁ φόβος. καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου [1.22] τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω. πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα [1.23] τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε. ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν [1.24] διαφερόντων μηκύνηται. τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσὶ, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς [1.25] οἴεται. θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτάτων φυόμενος τήν τε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆσθαι· ἃ δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἰέναι προσήκει.

2 
Τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέας μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτῇ ἔστειλε, τούς τε ὑπασπιστὰς καὶ τὸ σημεῖον, ὃ δὴ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τῷ Ἀρμενίῳ καὶ [2.2] ἀκροβολίσασθαι ἐπιστείλας, ἢν καιρὸς γένηται. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις [2.3] ἱππεῦσιν εἵπετο. τοῖς δὲ Μασσαγέταις, βουλευσαμένοις ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτε μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργου ἐς Βανδίλους ἰέναι, ἀλλ' ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη, τηνικαῦτα ξὺν τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένους ποιήσασθαι. ταῦτα μὲν [2.4] οὖν τοῖς βαρβάροις ἐδέδοκτο τῇδε. ὁ δὲ Ῥωμαίων στρατὸς κατέλαβε τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους [2.5] Καρχηδόνος ἀπέχοντι. ἔνθα δὴ μακράν που ἀπ' ἀλλήλων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦν τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει [2.6] τοιόνδε. τῶν δοράτων αὐτοῖς τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμαὶ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο οὐ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺς θεασαμένους κατέπληξεν, οὐκ [2.7] εἰδότας ὅπη ἐκβήσεται. ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθις ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτὸ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευον εἶναι. τότε δὲ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγεγόνει, κατεπλάγησάν τε καὶ ξὺν δέει πολλῷ ἐνυκτέρευσαν.

[2.8] Τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐν μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχύρωμα οὐδὲν ἔχοντι, [2.9] καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε Οὐχ ὑπὲρ δόξης ἡμῖν, ἄνδρες Βανδίλοι, οὐδὲ ἀρχῆς στερήσεως μόνον ὁ ἀγών ἐστιν, ὥστε κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν, οἴκοι τε [2.10] καθημένοις καὶ τὰ ἡμέτερα αὐτῶν ἔχουσιν· ἀλλ' ὁρᾶτε δήπουθεν ὡς ἐς τοῦτο ἡμῖν περιέστηκε τύχης τὰ πράγματα ὥστε, ἢν μὴ τῶν πολεμίων κρατήσωμεν, τελευτῶντες μὲν κυρίους αὐτοὺς καταλείψομεν παίδων τῶνδε καὶ γυναικῶν καὶ χώρας καὶ πάντων χρημάτων, περιοῦσι δὲ ἡμῖν προσέσται τὸ δούλοις τε [2.11] εἶναι καὶ ταῦτα ἐπιδεῖν ἅπαντα· ἢν δέ γε περιεσώμεθα τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ ζῶντες ἐν πᾶσιν ἀγαθοῖς βιοτεύσομεν καὶ μετὰ τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν παισὶ μὲν καὶ γυναιξὶ τὰ τῆς εὐδαιμονίας ἀπολελείψεται, τῷ δὲ τῶν Βανδίλων ὀνόματι [2.12] τὸ περιεῖναί τε καὶ τὴν ἀρχὴν διασώσασθαι. εἰ γάρ τισι καὶ ἄλλοις πώποτε ὑπὲρ τῶν ὅλων τετύχηκεν ἀγωνίζεσθαι, καὶ αὐτοὶ νῦν μάλιστα πάντων γινώσκομεν ὡς τὰς ὑπὲρ ἁπάντων ἐλπίδας ἐφ' ἡμῖν αὐτοῖς [2.13] φέροντες ἐς τὴν παράταξιν καθιστάμεθα. οὐκ ἐπὶ τοῖς σώμασι τοίνυν τοῖς ἡμετέροις ὁ φόβος οὐδ' ἐπὶ τῷ θνήσκειν ὁ κίνδυνος, ἀλλ' ὥστε μὴ τῶν πολεμίων ἡσσῆσθαι. τῆς γὰρ νίκης ἀπολελειμμένοις τὸ τεθνάναι [2.14] ξυνοίσει. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, μαλακιζέσθω Βανδίλων μηδεὶς, ἀλλὰ τῷ μὲν φρονήματι προϊέσθω τὸ σῶμα, αἰσχύνῃ δὲ τῶν μετὰ τὴν ἧτταν κακῶν [2.15] ζηλούτω τὴν τοῦ βίου καταστροφήν. τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον. μάχης δὲ τῆς πρότερον γεγενημένης [2.16] μηδεμία ὑμᾶς εἰσίτω μνήμη. οὐ γὰρ κακίᾳ ἡμετέρᾳ ἡσσήθημεν, ἀλλὰ τύχης ἐναντιώμασι προσεπταικότες ἐσφάλημεν. ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ φέρεσθαι πέφυκεν, ἀλλ' ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ [2.17] μεταπίπτειν φιλεῖ· τῷ δὲ ἀνδρείῳ τοὺς πολεμίους ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολὺ ὑπερβάλλεσθαι.

[2.18] μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐχ ἧσσον ἢ δεκαπλασίῳ οἰόμεθα. καὶ προσθήσω πολλά τε καὶ μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμᾶς ἐς ἀρετὴν ὁρμῶντα, τήν τε τῶν προγόνων δόξαν καὶ τὴν παραδοθεῖσαν [2.19] ἡμῖν ὑπ' ἐκείνων ἀρχήν. ἡ μὲν γὰρ ἐφ' ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους [2.20] ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται. καὶ σιωπῶ τούτων τῶν γυναίων τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν ἡμετέρων τὰ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας [2.21] μηκῦναι τὸν λόγον οὐ δύναμαι. ἀλλ' ἐκεῖνο μόνον εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα [2.22] ταῦτα οὐκ ἔσται μὴ τῶν πολεμίων κρατήσασιν. ὧν ἐνθυμηθέντες ἄνδρες τε ἀγαθοὶ γίγνεσθε καὶ μὴ καταισχύνητε τὴν Γιζερίχου δόξαν.

[2.23] Τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ' αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι [2.24] παραίνεσιν ἰδίᾳ ποιεῖσθαι. ὁ δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε Βανδίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τούτων ὁ ἀγών ἐστιν, ὧν δὴ ἀρτίως λέγοντος τοῦ βασιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι [2.25] καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει. νενικήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ· ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπίδειξιν.

[2.26] οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις [2.27] ἐσφάλησαν· οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν· μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ' ἐκείνοις εὐδοξίας ὡς [2.28] οὐδὲν ὑμῖν προσηκούσης στερήσεσθε. καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ [2.29] πλεονεκτεῖν τῇ μάχῃ. τοὺς μὲν γὰρ σφαλέντας ἡ προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες μετ' ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίστανται.

[2.30] κἀκεῖνο δὲ οἶμαι οὐκ ἄπο τρόπου εἰρήσεται, ὡς ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράς τε ὑμᾶς ἅπαντες τοῦ [2.31] τῶν Βανδίλων καλέσουσιν ἔθνους. οἱ γὰρ σὺν τοῖς πρότερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν [2.32] ἀμείνω σφετερίζονται τύχην. ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη καὶ τὸν θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ τοὺς πολεμίους ἰέναι, τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην ἡγεῖσθαι τὴν μάχην.

3 
Τοσαῦτα Γελίμερ τε καὶ Τζάζων παραινέσαντες ἐξῆγον τοὺς Βανδίλους, καὶ ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν, οὐ προσδεχομένων Ῥωμαίων, ἀλλ' ἄριστον σφίσι παρασκευαζόντων, παρῆσαν καὶ παρὰ τὰς τοῦ ποταμοῦ [3.2] ὄχθας ὡς ἐς μάχην ἐτάξαντο. ἔστι δὲ ποταμὸς ὁ ταύτῃ ῥέων ἀένναος μὲν, οὕτω δὲ τὸ ῥεῦμα βραχὺς ὥστε οὐδὲ ὀνόματος ἰδίου πρὸς τῶν ἐπιχωρίων μεταλαγχάνει, [3.3] ἀλλ' ἐν ῥύακος μοίρᾳ ὠνόμασται. τούτου δὴ τοῦ ποταμοῦ Ῥωμαῖοι ἐς τὴν ἑτέραν ὄχθην ὡς ἐκ τῶν παρόντων παρασκευασάμενοι ἧκον καὶ ἐτάξαντο ὧδε.

[3.4] κέρας μὲν τὸ ἀριστερὸν Μαρτῖνός τε καὶ Βαλεριανὸς καὶ Ἰωάννης καὶ Κυπριανός τε καὶ Ἀλθίας καὶ Μάρκελλος εἶχον καὶ ὅσοι ἄλλοι φοιδεράτων ἄρχοντες ἦσαν, τὸ δὲ δὴ δεξιὸν Πάππος τε καὶ Βαρβᾶτος καὶ [3.5] Ἀιγὰν καὶ ὅσοι τῶν ἱππικῶν καταλόγων ἦρχον. κατὰ δὲ τὸ μέσον Ἰωάννης ἐτάσσετο, τούς τε ὑπασπιστὰς καὶ δορυφόρους Βελισαρίου καὶ σημεῖον τὸ στρατηγικὸν [3.6] ἐπαγόμενος. οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς [3.7] ὄπισθεν βάδην προσιόντας ἀπολιπών. οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ ἃ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι. Ῥωμαίοις [3.8] μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε. Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστός τε ἡγεῖτο τοῦ ἀμφ' αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν ὁ τοῦ Γελίμερος ἀδελφὸς, ὄπισθεν δὲ οἱ [3.9] Μαυρούσιοι ἐτετάχατο. αὐτὸς μέντοι ὁ Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετό τε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι, χρῆσθαι.

[3.10] Χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ' αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόν τε ποταμὸν διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ ὁ Τζάζων ὠθισμῷ χρησάμενος [3.11] ἐδίωξεν αὐτούς. καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τὸν ποταμὸν ἦλθον, οὐ μέντοι διέβησαν.

[3.12] αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ [3.13] Ῥωμαίων στρατόπεδον ἀνεχώρησε. τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίου τε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβολὴν [3.14] ἐποιήσατο ξὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. τῶν δὲ βαρβάρων ἀνδρείως τε αὐτοὺς ὑφισταμένων καὶ μόνοις χρωμένων τοῖς ξίφεσι, γίνεται μὲν καρτερὰ ἡ μάχη, πίπτουσι δὲ Βανδίλων πολλοί τε καὶ ἄριστοι, [3.15] καὶ Τζάζων αὐτὸς ὁ τοῦ Γελίμερος ἀδελφός. τότε δὴ ἅπαν τὸ Ῥωμαίων στράτευμα ἐκινήθη καὶ τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, ἥ τε τροπὴ ἀρξαμένη ἀπὸ τοῦ μέσου λαμπρὰ ἐγεγόνει· τοὺς γὰρ [3.16] κατ' αὐτοὺς οὐδενὶ πόνῳ ἐτρέψαντο ἕκαστοι. ἃ δὴ ὁρῶντες οἱ Μασσαγέται κατὰ τὰ σφίσι ξυγκείμενα ξὺν τῷ Ῥωμαίων στρατῷ τὴν δίωξιν ἐποιήσαντο, οὐκ ἐπὶ [3.17] πολὺ μέντοι ἡ δίωξις ἥδε ἐγεγόνει. οἵ τε γὰρ Βανδίλοι ἐς τὸ σφέτερον στρατόπεδον κατὰ τάχος εἰσελθόντες ἡσύχαζον καὶ οἱ Ῥωμαῖοι, οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοί τε εἶναι, τούς τε νεκροὺς ὅσοι ἐχρυσοφόρουν ἀπέδυσαν καὶ ἐς [3.18] τὸ σφῶν αὐτῶν στρατόπεδον ἀπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν ἥσσους ἢ πεντήκοντα, Βανδίλων δὲ ὀκτακόσιοι μάλιστα.

[3.19] Βελισάριος δὲ, τῶν πεζῶν οἱ ἀφικομένων ἀμφὶ δείλην ὀψίαν, ἄρας, ὡς εἶχε τάχους, παντὶ τῷ στρατῷ [3.20] ᾔει ἐπὶ τὸ τῶν Βανδίλων στρατόπεδον. Γελίμερ δὲ γνοὺς Βελισάριον ξύν τε τοῖς πεζοῖς καὶ τῷ ἄλλῳ στρατῷ ἐπ' αὐτὸν αὐτίκα ἰέναι, οὐδὲν οὔτε εἰπὼν οὔτε ἐντειλάμενος ἐπί τε τὸν ἵππον ἀναθρώσκει καὶ [3.21] τὴν ἐπὶ Νουμίδας φέρουσαν ἔφευγε. καὶ αὐτῷ οἵ τε ξυγγενεῖς καὶ τῶν οἰκετῶν ὀλίγοι τινὲς εἵποντο καταπεπληγμένοι τε καὶ τὰ παρόντα ἐν σιγῇ ἔχοντες.

[3.22] καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόν τε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵ τε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες [3.23] ἐκώκυον. καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ' ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο.

[3.24] ἐπελθόντες δὲ Ῥωμαῖοι τό τε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων [3.25] λόγῳ. χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ [3.26] τετύχηκεν εἶναι. οἵ τε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖς τε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ' αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐν οἷς [3.27] δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν. καὶ ἀπ' αὐτοῦ ἐς πάμπολυ χρῆμα ὁ πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ [3.28] ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις. ἡ μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἡ ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν ἢ ὁ Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνὸς, ὃν Δεκέμβριον Ῥωμαῖοι καλοῦσι.

4 
Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ' αὐτοὺς ξυνιστάμενοι, [4.2] τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν. ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι.

[4.3] οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίων τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ' οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς [4.4] Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο. καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα ἢ δύο, ὅπη ποτὲ αὐτοὺς ἡ ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἢ ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἢ ἐνέδραν ἄγον.

[4.5] οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ ἡ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ ἡ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζομένης [4.6] ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο. ἃ δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ [4.7] εἶχεν ᾗ τὸ παρὸν θέσθαι. ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις [4.8] τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος. τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματά τε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοις τε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον.

[4.9] Ὁ δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοις ἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβοιεν.

[4.10] ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔς τε τὴν πόλιν ἐσαγαγοῦσιν [4.11] ἔχειν, ἄχρι αὐτὸς ἔλθοι. ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούς τε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα [4.12] ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν. ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους [4.13] ξυνίστασθαι. καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ [4.14] κατὰ τάχος ᾔει. ὁ δὲ Ἰωάννης ἐς πέντε ἡμέρας τε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ [4.15] ἁλῶναι, τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε. ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον [4.16] τετύχηκεν εἶναι. ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆς τε καὶ σώματος ἱκανῶς πεφυκὼς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ' οἴνῳ τε [4.17] καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων. οὗτος Οὐλίαρις ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ [4.18] βέλος. καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην [4.19] δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει. ὁ δὲ καιρίαν τυπεὶς, ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ [4.20] Καρχηδονίοις ἀπολιπών. ἀνδρίας τε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόν τε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν.

[4.21] Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην [4.22] ἱερῷ ἱκέτης ἐκάθητο· οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ' Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τά τε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα [4.23] λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον. ὃς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔς τε τὸν Ἰωάννου τάφον ἀφίκετο [4.24] καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν. ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ πάσῃ συμφορᾷ πολλοῖς τε ἄλλοις καὶ [4.25] χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε. δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον.

[4.26] Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυρὰν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα [4.27] οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι. τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον (πέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσι), κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ [4.28] τοῦ ὄρους τὰ ἔσχατα κεῖται. ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ (οὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναι) στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ [4.29] ὄρους προσεδρείᾳ κατέστησεν. ἦν δὲ ὁ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς [4.30] εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος. ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ' ἀρετῆς μεταποιεῖσθαι, χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον.

[4.31] Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι.

[4.32] καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους, ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν.

[4.33] Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ [4.34] Γελίμερι ἐς τὰ μάλιστα. τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδιν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης [4.35] Βανδίλοις τῆς τοῦ πολέμου τύχης. Βονιφάτιος δὲ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν· ἐπεὶ δὲ τάχιστα ἡ ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ [4.36] οἱ ἐπέστελλε Γελίμερ. ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον ἢ νῆσον βιασαμένους [4.37] ἰέναι. οἱ δὲ (οὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντος) τότε δὴ αὐτοί τε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα ὁ θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων [4.38] τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι. μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν κινδύνῳ μεγάλῳ τὴν ναῦν [4.39] ἀνεκώχευον. ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παρ' αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη, πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθὴς, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη.

[4.40] καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθη τε [4.41] τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου. στείλας τε τῶν ἐπιτηδείων τινὰς τόν τε Γελίμερος πλοῦτον ἔλαβε καὶ Βονιφάτιον ξὺν τοῖς χρήμασι τοῖς αὐτοῦ ἀφῆκε, πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου.

5 
Ἐπεὶ δὲ ἐς Καρχηδόνα ἀνέστρεφε, Βανδίλους τε ἅπαντας ἐν παρασκευῇ ἐποιεῖτο, ὅπως ἅμα ἦρι ἀρχομένῳ ἐς Βυζάντιον πέμψειε, καὶ στράτευμα ἔστελλεν ἐφ' ᾧ ἀνασώσοιντο Ῥωμαίοις ἅπαντα, ὧν Βανδίλοι [5.2] ἦρχον. Κύριλλον μὲν οὖν ξὺν πλήθει πολλῷ ἐς Σαρδὼ ἔπεμψε, τὴν Τζάζωνος κεφαλὴν ἔχοντα, ἐπεὶ οἱ νησιῶται οὗτοι ἥκιστα προσχωρεῖν Ῥωμαίοις ἐβούλοντο, δεδιότες τε τοὺς Βανδίλους καὶ οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι ὅσα σφίσι ξυνενεχθῆναι ἐν Τρικαμάρῳ [5.3] ἐλέγετο. τούτῳ δὲ τῷ Κυρίλλῳ ἐπήγγελλε μοῖραν τοῦ στρατοῦ ἐς Κουρσικὴν πέμψαντα τῇ Ῥωμαίων ἀρχῇ τὴν νῆσον ἀνακτήσασθαι, Βανδίλων κατήκοον τὰ πρότερα οὖσαν, ἣ Κύρνος μὲν ἐν τοῖς ἄνω χρόνοις [5.4] ἐπεκαλεῖτο, οὐ πόρρω δὲ ἀπὸ Σαρδοῦς ἐστιν. ὁ δὲ ἐς Σαρδὼ ἀφικόμενος τήν τε Τζάζωνος κεφαλὴν τοῖς ταύτῃ ᾠκημένοις ἐπέδειξε καὶ ἄμφω τὰ νήσω τῇ Ῥωμαίων [5.5] βασιλείᾳ ἐς φόρου ἀπαγωγὴν ἀνεσώσατο. ἐς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανοῖς Βελισάριος Ἰωάννην ξὺν λόχῳ πεζικῷ, οὗ δὴ αὐτὸς ἡγεῖτο, ἔπεμψεν, ἣ ὁδῷ μὲν ἡμερῶν τριάκοντα εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχει, ἐς Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς ἰόντι· κεῖται δὲ ἐπὶ θαλάσσῃ, μεγάλη τε καὶ πολυάνθρωπος [5.6] ἐκ παλαιοῦ οὖσα. Ἰωάννην δὲ ἄλλον, τῶν οἰκείων ὑπασπιστῶν ἕνα, ἐς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλέους στηλῶν ἔπεμψε, τὸ [5.7] ἐκείνῃ φρούριον, ὃ Σέπτον καλοῦσι, καθέξοντα. ἐς δὲ τὰς νήσους, αἵπερ ἀγχοῦ εἰσι τῆς ὠκεανοῦ ἐσβολῆς, Ἔβουσά τε καὶ Μαϊορίκα καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι, Ἀπολλινάριον ἔστειλεν, ὃς ἐξ Ἰταλίας μὲν [5.8] ὥρμητο, μειράκιον δὲ ὢν ἔτι ἐς Λιβύην ἀφῖκτο. καὶ πολλοῖς χρήμασι πρὸς Ἰλδερίχου τότε Βανδίλων ἡγουμένου δεδωρημένος, ἐπεὶ παρελέλυτο τῆς ἀρχῆς Ἰλδέριχος καὶ ἐν φυλακῇ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, εἴχετο, ἐς Ἰουστινιανὸν βασιλέα ξὺν Λίβυσι τοῖς ἄλλοις, οἳ τὰ Ἰλδερίχου ἔπρασσον, ἱκετεύσων [5.9] ἦλθε. στρατεύσας τε ξὺν τῷ Ῥωμαίων στόλῳ ἐπὶ Γελίμερα καὶ Βανδίλους, ἀνὴρ ἀγαθὸς ἐν τῷ πολέμῳ τῷδε καὶ πάντων μάλιστα ἐν Τρικαμάρῳ ἐγένετο. καὶ ἀπ' αὐτοῦ τοῦ ἔργου Βελισάριος τὰς νήσους οἱ τάσδε [5.10] ἐπέτρεψε. μετὰ δὲ καὶ ἐς Τρίπολιν Πουδεντίῳ τε καὶ Ταττιμοὺθ πρὸς τῶν ἐκείνῃ Μαυρουσίων πιεζομένοις στράτευμα πέμψας τὴν Ῥωμαίων δύναμιν ταύτῃ ἐπέρρωσε.

[5.11] Στείλας δὲ καὶ ἐς Σικελίαν τινὰς, ἐφ' ᾧ τὸ ἐν Λιλυβαίῳ φρούριον ἅτε τῇ Βανδίλων ἀρχῇ προσῆκον ἕξουσιν, ἀπεκρούσθη ἐνθένδε, Γότθων ἥκιστα ἀξιούντων Σικελίας τινὰ ξυγχωρεῖν μοῖραν, ὡς οὐδὲν τὸ [5.12] φρούριον τοῦτο Βανδίλοις προσῆκον. ὁ δὲ, ἐπεὶ ταῦτα ἤκουσε, πρὸς τοὺς ἄρχοντας, οἳ ταύτῃ ἦσαν, ἔγραψε τάδε Λιλύβαιον τὸ Βανδίλων φρούριον τῶν βασιλέως δούλων ἀποστερεῖτε ἡμᾶς, οὐ δίκαια ποιοῦντες οὐδὲ ὑμῖν αὐτοῖς ξύμφορα, καὶ ἄρχοντι τῷ ὑμετέρῳ οὔτι ἑκόντι καὶ μακρὰν ἀπολελειμμένῳ τῶν πρασσομένων ἐκπολεμῶσαι βούλεσθε βασιλέα τὸν μέγαν, οὗ τὴν [5.13] εὔνοιαν πόνῳ πολλῷ κτησάμενος ἔχει. καίτοι πῶς οὐκ ἂν ἄπο τοῦ ἀνθρωπείου τρόπου ποιεῖν δόξαιτε, εἰ Γελίμερα μὲν ἔναγχος ἔχειν ξυνεχωρεῖτε τὸ φρούριον, βασιλέα δὲ τὸν τοῦ Γελίμερος κύριον ἀφαιρεῖσθαι τὰ τοῦ δούλου κτήματα ἔγνωτε; μὴ ὑμεῖς γε, [5.14] ὦ βέλτιστοι· ἀλλ' ἐνθυμεῖσθε, ὡς φιλία μὲν αἰτίας πολλὰς καλύπτειν πέφυκεν, ἔχθρα δὲ οὐδὲ τῶν σμικροτάτων ἀδικημάτων ἀνέχεται, ἀλλὰ διερευνᾶται μὲν ἅπαντα ἄνωθεν, οὐ περιορᾷ δὲ πλουτοῦντας τοῖς γε [5.15] οὐδὲν προσήκουσι τοὺς πολεμίους. εἶτα μάχεται ὑπὲρ ὧν τοὺς προγόνους ἠδικῆσθαί φησι· καὶ ἢν μὲν σφαλῇ ἐν τῷ κινδύνῳ, ἀπώλεσε τῶν ὑπαρχόντων οὐδὲν, εὐημερήσασα δὲ μεταμανθάνειν ποιεῖ τοὺς [5.16] ἡσσημένους τὸ σύγγνωμον. ὑμεῖς οὖν μήτε δράσητε ἡμᾶς μηδὲν περαιτέρω κακὸν μήτε αὐτοὶ πάθητε, μήτε πολέμιον κατεργάσησθε τῷ Γότθων γένει βασιλέα [5.17] τὸν μέγαν, ὃν ὑμῖν ἵλεων εἶναι ἐν εὐχῇ ἐστιν. εὖ γὰρ ἴστε ὡς τοῦδε μεταποιουμένοις ὑμῖν τοῦ φρουρίου ὁ πόλεμος ἐν ποσὶν ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου μόνον, ἀλλ' ὑπὲρ ἁπάντων, ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε. τοσαῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου.

[5.18] Γότθοι δὲ ἀνήνεγκάν τε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τὴν μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμένον σφίσιν [5.19] ἀπεκρίναντο ὧδε Τὰ γράμματα, ἃ γέγραφας, ἄριστε Βελισάριε, παραίνεσιν μὲν ἀληθῆ φέρει, ἐς ἄλλους δὲ ἀνθρώπων τινὰς, οὐκ εἰς τοὺς Γότθους ἡμᾶς [5.20] ἥκουσαν. ἡμεῖς γὰρ οὐδὲν τῶν βασιλέως Ἰουστινιανοῦ λαβόντες ἔχομεν, μή ποτε οὕτω μανείημεν· Σικελίαν δὲ ξύμπασαν προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ [5.21] ἄκρα μία τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν. εἰ δὲ Θευδέριχος τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοικοῦσαν τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθαι, [5.22] οὐδὲν τοῦτο πρᾶγμα. οὐ γὰρ ἂν τοῦτο δικαιώματος ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, ὦ στρατηγὲ, πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤν γε τῶν ἐν ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐχ ὡς πολέμιος, [5.23] ἀλλ' ἅτε φίλος ποιεῖσθαι θέλοις. διαφέρει δὲ, ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῇ διαίτῃ, οἱ δὲ πολέμιοι [5.24] ἐν τῇ μάχῃ διακρίνειν πεφύκασιν. ἡμεῖς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν, ὅπη ἂν αὐτῷ δοκῇ νόμιμά τε εἶναι καὶ δίκαια. βουλόμεθα δέ σε ὡς βέλτιστα βουλεύσασθαι ἢ ὡς ταχύτατα καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθαι γνῶσιν. τοσαῦτα μὲν καὶ ἡ τῶν Γότθων γραφὴ ἐδήλου. [5.25] Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα ἐς βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλοι ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.

6 
Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλως τε καὶ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰόμενος οἵους τε εἶναι τοὺς ἐκείνῃ Μαυρουσίους ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀναβάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντας μὲν οὖν εὖ μάλα ἐξοπλίσας [6.2] τοὺς ἑπομένους ἀνέβαινε. βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο.

[6.3] καρτερῶς δὲ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν καὶ ἑκατὸν τῶν ἀμφ' αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθεὶς ἀνεχώρησε, καὶ ἀπ' αὐτοῦ ἀποπειράσασθαι μὲν τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐκέτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδασμένην, ὡς ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμενοι τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρίσειαν, καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τι τῶν ἔξωθεν ἐς αὐτοὺς φέρεσθαι.

[6.4] ἔνθα δὴ τῷ τε Γελίμερι καὶ τοῖς ἀμφ' αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι, ἣν ὅπως ποτὲ [6.5] εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι. ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν [6.6] εἶναι. οἱ μὲν γὰρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ, ὅσα δὴ γῆ τε καὶ θάλασσα [6.7] ἥδιστά τε καὶ ἄριστα φέρει. ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα [6.8] κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο. καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει [6.9] ἐν ἀνθρώποις εἶναι. καὶ ᾤκηντο μὲν αὐτῶν οἱ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι· ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια [6.10] πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο. Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνί τε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγκαίῳ [6.11] κακῷ ἐξιστάμενοι. καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑποστρωννύντες.

[6.12] ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόν τε ἁδρὸν καὶ χιτῶνα [6.13] τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται. ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθὸν, ἀλλὰ τὸν σῖτον, ἢ τὰς ὀλύρας τε καὶ κριθὰς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἢ ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον [6.14] ἢ τὰ ἄλλα ζῷα ἐσθίουσι. τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὸν Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο.

[6.15] Ὧν δὴ Φάρας αἰσθόμενος γράφει πρὸς Γελίμερα τάδε Εἰμὶ μὲν καὶ αὐτὸς βάρβαρος καὶ γραμμάτων τε καὶ λόγων οὔτε ἐθὰς οὔτε ἄλλως ἔμπειρος γέγονα.

[6.16] ὅσα δέ με ἄνθρωπον ὄντα εἰδέναι ἀνάγκη, ἐκ τῆς [6.17] τῶν πραγμάτων φύσεως ἐκμαθὼν ἔγραψα. τί ποτε ἄρα πεπονθὼς, ὦ φίλε Γελίμερ, οὐ σαυτὸν μόνον, ἀλλὰ καὶ ξύμπαν τὸ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο [6.18] ἐμβέβληκας, ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος; πάντως γάρ σε καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευθερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ [6.19] ἀνταλλάσσεσθαι ἄξιον. εἶτα νῦν Μαυρουσίων τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ' αὐτοῖς [6.20] ἔχεις; καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ἢ τυραννεῖν ἐν [6.21] Παπούᾳ τε καὶ Μαυρουσίοις; πάντως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαίνεται.

[6.22] ἄπαγε, ὦ βέλτιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν; καὶ μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ βουλομένῳ εἶναι ἔς τε βουλὴν ἀνάγραπτόν σε ποιήσασθαι, τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρικίων καλοῦσι, καὶ χώρᾳ πολλῇ τε καὶ ἀγαθῇ καὶ χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόν τε ἐθέλειν ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σοι, πίστεις διδόντα.

[6.23] σὺ δὲ ὅσα μὲν ἡ τύχη μοχθηρὰ ἤνεγκε, φέρειν γενναίως οἷός τε εἶ πάντα τὰ ἐνθένδε ἀνθρώπῳ γε [6.24] ὄντι ἀναγκαῖα εἶναι οἰόμενος. ἢν δέ τινι ἀγαθῷ τὰ δυσχερῆ ταῦτα ξυγκεραννύειν βεβούλευται, τοῦτο δὲ αὐτὸς ἐθελούσιος δέξασθαι οὐκ ἂν ἀξιοίης; ἢ οὐχ ὁμοίως τοῖς φλαύροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ τῆς τύχης ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐδὲ [6.25] τοῖς σφόδρα ἀνοήτοις δοκεῖ. σοὶ δὲ νῦν μὲν βεβαπτισμένῳ ταῖς ξυμφοραῖς, ἀξυνέτῳ, ὡς τὸ εἰκὸς, [6.26] συμβαίνει εἶναι· ἀθυμία γὰρ ἐκπλήξασα εἰς ἀβουλίαν τρέπεσθαι πέφυκεν· ἢν δὲ φέρειν τὴν διάνοιαν τὴν σαυτοῦ δύναιο καὶ μὴ πρὸς τύχην μεταβαλλομένην ἀγανακτεῖν, παρέσται σοι αὐτίκα δὴ μάλα τά τε ξύμφορα ἑλέσθαι ἅπαντα καὶ τῶν ἐπικειμένων ἀπηλλάχθαι κακῶν.

[6.27] Ταῦτα Γελίμερ τὰ γράμματα ἀναλεξάμενος ἀποκλαύσας τε δεινῶς ἀντέγραψεν ὧδε Καὶ τῆς ξυμβουλῆς, ἥν μοι ἐποιήσω, πολλὴν ἔχω σοι χάριν καὶ πολεμίῳ ἀδικοῦντι δουλεύειν οὐκ ἀνεκτὸν οἶμαι, παρ' οὗ ἂν δίκην εὐξαίμην λαβεῖν, εἴ μοι ὁ θεὸς ἵλεως εἴη, ὅς γε οὐδὲν πώποτε ἄχαρι πρὸς ἐμοῦ οὔτε ἔργῳ παθὼν οὔτε λόγῳ ἀκούσας πολέμῳ μὲν αἰτίαν οὐκ ἔχοντι παρέσχετο σκῆψιν, ἐμὲ δὲ ἐς τοῦτο μετήνεγκε τύχης, [6.28] Βελισάριον οὐκ οἶδα ὅθεν ἐπενεγκών. καίτοι καὶ αὐτῷ ἀνθρώπῳ γε ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς [6.29] ξυμβήσεσθαί τι ὧν οὐκ ἂν ἕλοιτο. ἐγὼ μέντοι περαιτέρω τι γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν [6.30] ἔννοιαν ἡ παροῦσα τύχη. ἀλλὰ χαῖρέ μοι, ὦ φίλε Φάρα, καί μοι κιθάραν τε καὶ ἄρτον ἕνα καὶ σπόγγον [6.31] δεομένῳ πέμπε. ταῦτα ἐπεὶ ἀπενεχθέντα ὁ Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων, ἕως οἱ ὁ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαν τε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον [6.32] ὠπτημένον εἶδε. σπόγγος δέ οἱ ἀναγκαῖος εἴη· τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τῇ ἀλουσίᾳ, [6.33] ἐς ἄγαν ἐπῆρται. κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαί τε καὶ ἀποκλαῦσαι ἐπείγεται.

[6.34] ταῦτα ἀκούσας Φάρας περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυράμενος κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν ὅσων αὐτοῦ ἔχρῃζε Γελίμερ. τῆς μέντοι προσεδρείας οὐδὲν μεθιεὶς ἐφύλασσε μᾶλλον ἢ πρότερον.

7 
Ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ ὁ χειμὼν ἐτελεύτα. καὶ ὁ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ' αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων, καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ [7.2] ταλαιπωρίᾳ ἠφίει. καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δὲ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ [7.3] θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε. γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος [7.4] ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι. παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς, ἣ τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, ὁ δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὢν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι [7.5] δοκῇ. τούτοιν τοῖν παίδοιν ὁ μὲν Βανδίλος προτερήσας ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶς τε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, ὁ δὲ ἕτερος λαβόμενος αὐτοῦ τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέ τε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ [7.6] φάρυγγι οὖσαν. τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ (παρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν) ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε [7.7] Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ' ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, ὦ [7.8] βέλτιστε Φάρα. εἰσῆλθε γάρ με ἡ σὴ ξυμβουλὴ, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐδὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην, ἀλλ' ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ· ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα, [7.9] ὅσα μοι ἔναγχος ὑπεδέξω. ἐγὼ γὰρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόν τε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους, ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.

[7.10] Τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτά τε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι ὅ τι ἂν αὐτῷ βουλομένῳ [7.11] εἴη. Βελισάριος δὲ (καὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν) ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισὶν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς [7.12] εἴη. οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν [7.13] ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν. ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως [7.14] προαστείῳ ποιούμενος, ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παρ' αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.

[7.15] οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος [7.16] πολλοῦ οἴεσθαι εἶναι. περὶ μὲν οὖν τοῦ γέλωτος, ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει, [7.17] καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο.

[7.18] Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως [7.19] ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι. τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις, εἶτα ἀποβάντα θαύματος [7.20] ἄξια ἔδοξεν εἶναι. εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.

[7.21] τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

8 
Ὁ μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι, ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν [8.2] παρέχοντα σκῆψιν. τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν [8.3] προσήκουσαν ἐπικαλοῦντες. βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, ἢ τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ [8.4] ποιησάμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη. Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη, πότερα ξὺν Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, ἢ αὐτοῦ μένοντι [8.5] ἐκείνους στεῖλαι. ὁ δὲ (οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντες) ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήν τε αἰτίαν ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι.

[8.6] ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν ὁ τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδα γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν [8.7] ναυσὶ δύο στέλλειν διενοοῦντο. τούτοιν ἅτερος μὲν λαθὼν ἔπλευσεν, ὁ δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν [8.8] ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα. ταύτῃ τε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε.

[8.9] Μαυρούσιοι δὲ, ὅσοι ἔν τε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίν τε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἄπο τρόπου τοῦ [8.10] οἰκείου σφίσιν ἐπράσσετο. ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἢ ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες.

[8.11] οὐδὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ' αὐτῶν δέει κρατύνεται. ὅτῳ δὲ αὐτοῖς αἵ τε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ [8.12] ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω. ἡνίκα ὁ βασιλέως στόλος ἐπίδοξος ἐγεγόνει ὡς ἐς Λιβύην ἀφίξεται, δείσαντες οἱ Μαυρούσιοι μή τι ἐνθένδε κακὸν λάβωσι [8.13] ταῖς ἐκ τῶν γυναικῶν μαντείαις ἐχρῶντο. ἄνδρα γὰρ μαντεύεσθαι ἐν τῷ ἔθνει τούτῳ οὐ θέμις, ἀλλὰ γυναῖκες σφίσι κάτοχοι ἐκ δή τινος ἱερουργίας γινόμεναι προλέγουσι τὰ ἐσόμενα, τῶν πάλαι χρηστηρίων [8.14] οὐδενὸς ἧσσον. τότε οὖν πυνθανομένοις αὐτοῖς, ὥσπερ ἐρρήθη, αἱ γυναῖκες ἀνεῖλον, στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράν τε καὶ ἧτταν, [8.15] ὅτε Ῥωμαίοις ὁ στρατηγὸς ἀγένειος ἔλθοι. ταῦτα ἀκούσαντες οἱ Μαυρούσιοι, ἐπεὶ τὸ βασιλέως στράτευμα εἶδον ἐκ θαλάσσης ἧκον, ἐν δέει τε μεγάλῳ ἐγένοντο καὶ ξυμμαχεῖν Βανδίλοις ἥκιστα ἤθελον, ἀλλ' ἐς Βελισάριον πέμψαντες καὶ τὴν εἰρήνην, ὡς πρόσθεν δεδήλωται, κρατυνάμενοι ἡσύχαζόν τε καὶ τὸ μέλλον [8.16] ὅπη ἐκβήσεται ἐκαραδόκουν. ἐπεὶ δὲ Βανδίλων τὰ πράγματα ἤδη ἐς πέρας ἀφῖκτο, πέμπουσιν ἐς τὸ Ῥωμαίων στράτευμα, διερευνώμενοι εἴ τις αὐτοῖς ἐν ἀρχῇ [8.17] ἀγένειός ἐστιν. ἐπεὶ δὲ ἅπαντας πώγωνος ἑώρων ἐμπιπλαμένους, οὐ χρόνον τὸν παρόντα τὸ μαντεῖον σημαίνειν σφίσιν ᾤοντο, ἀλλὰ πολλαῖς γενεαῖς ὕστερον, [8.18] ταύτῃ τὸ λόγιον ἑρμηνεύοντες, ᾗ αὐτοὶ ἤθελον. αὐτίκα μὲν οὖν ἐς τὴν διάλυσιν τῶν σπονδῶν ὥρμηντο, ἀλλὰ [8.19] τὸ ἐκ Βελισαρίου δέος αὐτοὺς διεκώλυεν. οὐ γάρ ποτε πολέμῳ Ῥωμαίων περιέσεσθαι, παρόντος γε αὐτοῦ, ἐν [8.20] ἐλπίδι εἶχον. ὡς δὲ τὴν ἄφοδον αὐτοῦ σὺν τοῖς ὑπασπισταῖς τοῖς αὐτοῦ καὶ δορυφόροις ποιεῖσθαι ἤκουσαν, ἤδη τε τὰς ναῦς ὑπ' αὐτῶν τε καὶ Βανδίλων πληροῦσθαι ἐπύθοντο, τὰ ὅπλα ἐξαπιναίως ἀράμενοι ἅπασαν κακοῦ ἰδέαν ἐς τοὺς Λίβυας ἐπεδείξαντο.

[8.21] οἱ γὰρ στρατιῶται ὀλίγοι τε ἐν ἑκάστῃ ἐσχατιᾶς χώρᾳ καὶ ἔτι ἀπαράσκευοι ὄντες, καταθέουσιν οὐκ ἂν εἶχον πανταχόσε τοῖς βαρβάροις ἀνθίστασθαι, οὐδὲ τὰς ἐπεκδρομὰς συχνάς τε καὶ οὐκ ἐκ τοῦ ἐμφανοῦς γινομένας [8.22] διακωλύσειν. ἀλλ' ἄνδρες μὲν οὐδενὶ κόσμῳ ἐκτείνοντο, γυναῖκες δὲ σὺν παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, τά τε χρήματα ἐκ πάσης ἐσχατιᾶς ἤγετο καὶ φυγῆς ἡ χώρα ξύμπασα ὑπεπίμπλατο. ταῦτα Βελισαρίῳ [8.23] ἤδη που ἀναγομένῳ ἠγγέλλετο. καὶ αὐτὸς μὲν ἀναστρέφειν οὐκέτι εἶχε, Σολόμωνι δὲ διέπειν τὸ Λιβύης κράτος παρείχετο, ἀπολέξας καὶ τῶν ὑπασπιστῶν τε καὶ δορυφόρων τῶν αὑτοῦ μέρος τὸ πλεῖστον, ὥστε Σολόμωνι ἑπομένους Μαυρουσίων ὅτι τάχιστα τοὺς ἐπαναστάντας τῆς ἐς Ῥωμαίους ἀδικίας σὺν προθυμίᾳ [8.24] πολλῇ τίσασθαι. καὶ βασιλεὺς δὲ στρατιὰν ἄλλην Σολόμωνι ἔπεμψε, ξὺν Θεοδώρῳ τε τῷ ἐκ Καππαδοκίας καὶ Ἰλδίγερι· ὃς δὴ Ἀντωνίνης γαμβρὸς τῆς [8.25] Βελισαρίου γυναικὸς ἦν. ἐπειδὴ δὲ τῶν ἐπὶ Λιβύης χωρίων τοὺς φόρους οὐκέτι ἦν ἐν γραμματείοις τεταγμένους εὑρεῖν, ᾗπερ αὐτοὺς ἀπεγράψαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, ἅτε Γιζερίχου ἀναχαιτίσαντός τε καὶ διαφθείραντος κατ' ἀρχὰς ἅπαντα, Τρύφων τε καὶ Εὐστράτιος πρὸς βασιλέως ἐστάλησαν, ἐφ' ᾧ τοὺς φόρους αὐτοῖς τάξουσι κατὰ λόγον ἑκάστῳ. οἳ δὴ οὐ μέτριοι Λίβυσιν οὐδὲ φορητοὶ ἔδοξαν εἶναι.

9 
Βελισάριος δὲ ἅμα Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἀφικόμενος γερῶν ἠξιώθη, ἃ δὴ ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγοῖς τοῖς νίκας τὰς μεγίστας καὶ λόγου πολλοῦ ἀξίας ἀναδησαμένοις διετετάχατο.

[9.2] χρόνος δὲ ἀμφὶ ἐνιαυτοὺς ἑξακοσίους παρῳχήκει ἤδη ἐξ ὅτου ἐς ταῦτα τὰ γέρα οὐδεὶς ἐληλύθει, ὅτι μὴ Τίτος τε καὶ Τραϊανὸς, καὶ ὅσοι ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπί τι βαρβαρικὸν ἔθνος [9.3] ἐνίκησαν. τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ πόλει ἐπόμπευσεν, ὃν δὴ θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὑτοῦ ἄχρι ἐς τὸν ἱππόδρομον κἀνταῦθα ἐκ βαλβίδων αὖθις ἕως εἰς τὸν χῶρον ἀφίκετο, οὗ δὴ ὁ θρόνος ὁ βασίλειός [9.4] ἐστιν. ἦν δὲ λάφυρα μὲν ὅσα δὴ ὑπουργίᾳ τῇ βασιλέως ἀνεῖσθαι εἰώθει, θρόνοι τε χρυσοῖ καὶ ὀχήματα, οἷς δὴ τὴν βασιλέως γυναῖκα ὀχεῖσθαι νόμος, καὶ κόσμος πολὺς ἐκ λίθων ἐντίμων ξυγκείμενος, ἐκπώματά τε χρυσᾶ, καὶ τἄλλα ξύμπαντα ὅσα ἐς τὴν βασιλέως [9.5] θοίνην χρήσιμα. ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας ταλάντων πολλὰς καὶ πάντων τῶν βασιλικῶν κειμηλίων πάμπολύ τι χρῆμα (ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος Παλάτιον, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη), ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν [9.6] ἐς Ῥώμην ξὺν ἑτέροις τισὶν ἤνεγκε. καὶ αὐτὰ τῶν τις Ἰουδαίων ἰδὼν καὶ παραστὰς τῶν βασιλέως γνωρίμων τινὶ ταῦτα ἔφη τὰ χρήματα ἐς τὸ ἐν Βυζαντίῳ [9.7] Παλάτιον ἐσκομίζεσθαι ἀξύμφορον οἴομαι εἶναι. οὐ γὰρ οἷόν τε αὐτὰ ἑτέρωθι εἶναι ἢ ἐν τῷ χώρῳ, οὗ δὴ Σολομὼν αὐτὰ πρότερον ὁ τῶν Ἰουδαίων βασιλεὺς [9.8] ἔθετο. διὰ ταῦτα γὰρ καὶ Γιζέριχος τὰ Ῥωμαίων βασίλεια εἷλε καὶ νῦν τὰ Βανδίλων ὁ Ῥωμαίων στρατός.

[9.9] ταῦτα ἐπεὶ ἀνενεχθέντα βασιλεὺς ἤκουσεν, ἔδεισέ τε καὶ ξύμπαντα κατὰ τάχος ἐς τῶν Χριστιανῶν τὰ ἐν [9.10] Ἱεροσολύμοις ἱερὰ ἔπεμψεν. ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτὸς, ἐσθῆτά πού τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ ξυγγενὲς ἅπαν, Βανδίλων τε ὅσοι εὐμήκεις τε ἄγαν καὶ καλοὶ [9.11] τὰ σώματα ἦσαν. ὡς δὲ ἐν τῷ ἱπποδρόμῳ Γελίμερ ἐγεγόνει καὶ τόν τε βασιλέα ἐπὶ βήματος ὑψηλοῦ καθήμενον τόν τε δῆμον ἐφ' ἑκάτερα ἑστῶτα εἶδε καὶ αὑτὸν οὗ ἦν κακοῦ περισκοπῶν ἔγνω, οὔτε ἀπέκλαυσεν οὔτε ἀνῴμωξεν, ἐπιλέγων δὲ οὐκ ἐπαύσατο κατὰ τὴν Ἑβραίων γραφὴν ματαιότης ματαιοτήτων, τὰ πάντα [9.12] ματαιότης. ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες, πρηνῆ πεσόντα προσκυνεῖν Ἰουστινιανὸν βασιλέα κατηνάγκασαν. τοῦτο δὲ καὶ Βελισάριος ἐποίει ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ [9.13] γεγονώς. βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τοὺς Ἰλδερίχου παῖδάς τε καὶ ἐκγόνους πάντας τε τοὺς ἐκ τῆς Βαλεντινιανοῦ βασιλέως ξυγγενείας χρήμασιν ἱκανοῖς ἐδωρήσαντο, καὶ Γελίμερι χωρία οὐκ εὐκαταφρόνητα ἐν Γαλατίᾳ δόντες ὁμοῦ τοῖς ξυγγενέσιν [9.14] ἐνταῦθα οἰκεῖν συνεχώρησαν. ἐς πατρικίους μέντοι ἀνάγραπτος Γελίμερ ἥκιστα ἐγεγόνει, ἐπεὶ οὐ μεθίεσθαι τῆς Ἀρείου δόξης ἤθελεν.

[9.15] Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ καὶ ὁ θρίαμβος κατὰ δὴ τὸν παλαιὸν νόμον ξυνετελέσθη. ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε φέρεσθαί τε πρὸς τῶν αἰχμαλώτων καὶ ἐν τῷ δίφρῳ ὀχουμένῳ τῷ δήμῳ ῥιπτεῖν αὐτὰ δὴ ἐκεῖνα τοῦ Βανδίλων πολέμου τὰ [9.16] λάφυρα. τά τε γὰρ ἀργυρώματα καὶ ζώνας χρυσᾶς καὶ ἄλλου πλούτου Βανδιλικοῦ πολύ τι χρῆμα ἐκ τῆς Βελισαρίου ὑπατείας ὁ δῆμος ἥρπασε, καί τι τῶν οὐκ εἰωθότων ἀνανεοῦσθαι τῷ χρόνῳ ἔδοξε. ταῦτα μὲν δὴ οὕτως ἐν Βυζαντίῳ ἔσχε.

10 
Σολόμων δὲ τὸ ἐν Λιβύῃ παραλαβὼν στράτευμα, ἐπηρμένων μὲν, ὡς προδεδήλωται, τῶν Μαυρουσίων, ᾐωρημένων δὲ τῶν ὅλων πραγμάτων, ἐν ἀπόρῳ εἶχεν [10.2] ᾗ τὸ παρὸν θέσθαι. τούς τε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειν τε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο. μάλιστα [10.3] δὲ αὐτόν τε καὶ Καρχηδόνα πᾶσαν συνετάραξε τὰ ἐς Ἀιγάν τε τὸν Μασσαγέτην καὶ Ῥουφῖνον τὸν [10.4] Θρᾷκα ἐν Βυζακίῳ ξυνενεχθέντα. ἄμφω γὰρ λογίμω ἐς ἄγαν ἔν τε τῇ Βελισαρίου οἰκίᾳ ἤστην καὶ τῷ Ῥωμαίων στρατεύματι, ἅτερος μὲν αὐτοῖν Ἀιγὰν ἐν τοῖς Βελισαρίου δορυφόροις ταττόμενος, ὁ δὲ ἕτερος ἅτε ἁπάντων εὐψυχότατος τὸ σημεῖον τοῦ στρατηγοῦ ἐν ταῖς παρατάξεσιν εἰωθὼς φέρειν, ὃν δὴ βανδοφόρον [10.5] καλοῦσι Ῥωμαῖοι. τότε γὰρ τούτω τὼ ἄνδρε ἱππικῶν καταλόγων ἡγουμένω ἐν Βυζακίῳ, ἐπειδὴ τοὺς Μαυρουσίους εἶδον τά τε ἐν ποσὶ ληιζομένους καὶ Λίβυας ἅπαντας ἐν ἀνδραπόδων λόγῳ ποιησαμένους, τηρήσαντες ἐν στενοχωρίᾳ ξὺν τοῖς σφίσιν ἑπομένοις τοὺς τὴν λείαν παραπέμποντας, αὐτούς τε κτείνουσι καὶ [10.6] τοὺς αἰχμαλώτους ἀφαιροῦνται πάντας. ὡς δὲ οὗτος ὁ λόγος ἐς τῶν βαρβάρων τοὺς ἄρχοντας ἧκε, Κουτζίναν τε καὶ Ἐσδιλάσαν καὶ Ἰουρφούθην καὶ Μεδισινίσσαν, οὐ μακρὰν ταύτης δὴ τῆς στενοχωρίας ἀπέχοντας, χωροῦσιν ἐπ' αὐτοὺς παντὶ τῷ στρατῷ περὶ δείλην [10.7] ὀψίαν. Ῥωμαῖοι δὲ, κομιδῆ τε ὀλίγοι ὄντες καὶ ἐν χώρῳ στενῷ ἐς μέσον μυριάδων πολλῶν ἀπειλημμένοι, ἀμύνεσθαι τοὺς ἐπιόντας οὐχ οἷοί τε ἦσαν. ἔνθα γὰρ [10.8] ἂν τραπεῖεν, ἀεὶ κατὰ νώτου ἐβάλλοντο. τότε δὴ Ῥουφῖνός τε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβάρους [10.9] ἠμύνοντο. ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον· ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵ τε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν [10.10] παρόντων ἠμύνοντο. τοῦ δὲ πλήθους τῶν βαρβάρων βιαζομένου, Ἀιγὰν μὲν κρεουργηθεὶς τὸ σῶμα ὅλον ἐνταῦθα ἔπεσε, Ῥουφῖνον δὲ οἱ πολέμιοι ἁρπάσαντες [10.11] ἦγον. αὐτίκα δὲ τῶν ἀρχόντων εἷς Μεδισινίσσας, δείσας μὴ διαφυγὼν πράγματα σφίσιν αὖθις παρέχοι, τῆς τε κεφαλῆς αὐτὸν ἀφαιρεῖται καὶ ταύτην ἐς τὰ οἰκεῖα λαβὼν ταῖς γυναιξὶ ταῖς αὑτοῦ ἔδειξε, μεγέθους τε ὑπερβολῇ καὶ τριχῶν πλήθει ἀξιοθέατον οὖσαν.

[10.12] ἐπεὶ δὲ ἡμᾶς ὁ τῆς ἱστορίας λόγος ἐνταῦθα ἤγαγεν, ἐπάναγκες εἰπεῖν ἄνωθεν ὅθεν τε τὰ Μαυρουσίων ἔθνη ἐς Λιβύην ἦλθον καὶ ὅπως ἐνταῦθα ᾠκήσαντο.

[10.13] Ἐπειδὴ Ἑβραῖοι ἐξ Αἰγύπτου ἀνεχώρησαν καὶ ἄγχι τῶν Παλαιστίνης ὁρίων ἐγένοντο, Μωσῆς μὲν σοφὸς ἀνὴρ, ὃς αὐτοῖς τῆς ὁδοῦ ἡγήσατο, θνήσκει, διαδέχεται δὲ τὴν ἡγεμονίαν Ἰησοῦς ὁ τοῦ Ναυῆ παῖς, ὃς ἔς τε τὴν Παλαιστίνην τὸν λεὼν τοῦτον εἰσήγαγε καὶ ἀρετὴν ἐν τῷ πολέμῳ κρείττω ἢ κατὰ ἀνθρώπου φύσιν ἐπιδειξάμενος [10.14] τὴν χώραν ἔσχε. καὶ τὰ ἔθνη ἅπαντα καταστρεψάμενος τὰς πόλεις εὐπετῶς παρεστήσατο, [10.15] ἀνίκητός τε παντάπασιν ἔδοξεν εἶναι. τότε δὲ ἡ ἐπιθαλασσία χώρα ἐκ Σιδῶνος μέχρι τῶν Αἰγύπτου ὁρίων [10.16] Φοινίκη ξύμπασα ὠνομάζετο. βασιλεὺς δὲ εἷς τὸ παλαιὸν αὐτῇ ἐφειστήκει, ὥσπερ ἅπασιν ὁμολογεῖται, οἳ Φοινίκων [10.17] τὰ ἀρχαιότατα ἀνεγράψαντο. ἐνταῦθα ᾤκηντο ἔθνη πολυανθρωπότατα, Γεργεσαῖοί τε καὶ Ἰεβουσαῖοι καὶ ἄλλα ἄττα ὀνόματα ἔχοντα, οἷς δὴ αὐτὰ ἡ τῶν Ἑβραίων [10.18] ἱστορία καλεῖ. οὗτος ὁ λεὼς ἐπεὶ ἄμαχόν τι χρῆμα τὸν ἐπηλύτην στρατηγὸν εἶδον, ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες ἐπ' Αἰγύπτου ὁμόρου οὔσης ἐχώρησαν.

[10.19] ἔνθα χῶρον οὐδένα ἱκανὸν σφίσιν ἐνοικήσασθαι εὑρόντες, ἐπεὶ ἐν Αἰγύπτῳ πολυανθρωπία ἐκ παλαιοῦ [10.20] ἦν, ἐς Λιβύην ἐστάλησαν. πόλεις τε οἰκήσαντες πολλὰς ξύμπασαν Λιβύην μέχρι στηλῶν τῶν Ἡρακλείων ἔσχον, ἐνταῦθά τε καὶ ἐς ἐμὲ τῇ Φοινίκων φωνῇ χρώμενοι [10.21] ᾤκηνται. ἐδείμαντο δὲ καὶ φρούριον ἐν Νουμιδίᾳ, [10.22] οὗ νῦν πόλις Τίγισίς ἐστί τε καὶ ὀνομάζεται. ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποιημέναι ἄγχι κρήνης εἰσὶ τῆς μεγάλης, γράμματα Φοινικικὰ ἐγκεκολαμμένα ἔχουσαι τῇ Φοινίκων γλώσσῃ λέγοντα ὧδε ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ [10.23] Ναυῆ. ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον ᾠκημένα, οἳ διὰ τὸ ἐκ παλαιοῦ ἐνταῦθα ἱδρῦσθαι [10.24] αὐτόχθονες εἶναι ἐλέγοντο. καὶ ἀπ' αὐτοῦ Ἀνταῖον, τὸν αὐτῶν βασιλέα, ὃς ἐν Κλιπέᾳ Ἡρακλεῖ ἐπάλαισε, [10.25] τῆς γῆς υἱὸν ἔφασαν εἶναι. χρόνῳ δὲ ὕστερον καὶ ὅσοι μετὰ Διδοῦς ἐκ Φοινίκης ἀνέστησαν ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους ἀφίκοντο. οἳ δὴ αὐτοῖς Καρχηδόνα κτίσαι τε καὶ ἔχειν ἐθελούσιοι [10.26] ξυνεχώρησαν. προϊόντος δὲ τοῦ χρόνου ἡ τῶν Καρχηδονίων δύναμις μεγάλη ἐγίνετο καὶ πολυάνθρωπος.

[10.27] μάχης τε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάν τε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκασαν.

[10.28] ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους [10.29] σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο. ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαν τε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε.

11 
Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε [11.2] τάδε Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας [11.3] ἐκβήσεται. ὑμεῖς δὲ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστὶ, τί ποτε ἆρα παθόντες χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ [11.4] καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι; καὶ ταῦτα ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων [11.5] ἐνέχυρα παρασχόμενοι; ἢ ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου [11.6] ὁτουοῦν ἐστί τις λόγος; καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ [11.7] τὸν Ῥωμαίων βασιλέα χωρεῖτε; εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου [11.8] κινδυνεύειν βεβούλησθε; ἀλλ' εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα· εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων, οἷς ἐλωβήσασθε, καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.

[11.9] τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι· Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς [11.10] καὶ ξυμμάχους ἔχειν. ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει.

[11.11] λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ' ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα [11.12] βιάζονται. καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ' ἑτέρους χωροῖεν, ἀλλ' ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς [11.13] κίνδυνον πολέμου καθίστανται. παίδων μέντοι ἕνεκεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη· ἡμᾶς γὰρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι γονή.

[11.14] Ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενός τε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον [11.15] ᾔει. γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο, ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο.

[11.16] ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε.

[11.17] κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν.

[11.18] καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός· (τοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματά τε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶν τε καμήλων τῆς τε τροφῆς [11.19] ἐπιμελοῦνται· καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων·) αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδας τε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν [11.20] τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον. Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου, ὃ πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν, ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστη[11.21] σάμενος. ἔδεισε γὰρ μὴ κατιόντες τε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται.

[11.22] ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένους τε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάν τε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνησιν [11.23] ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε Ἄνδρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μηδὲ, εἰ Μαυρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παραδείγματος [11.24] μοίρᾳ γινέσθω. ἀλλ' ἀναμνήσθητε μὲν τῆς ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μειζόνων κεκρατηκότας περὶ τῶν καταδεεστέρων πεφοβῆσθαι [11.25] οὐ δίκαιον. καίτοι πάντων ἀνθρώπων ἐς ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρουσίων [11.26] ἔθνος. γυμνοί τε γὰρ οἱ πλεῖστοί εἰσι καὶ αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείας τε ταύτας καὶ οὐκ εὖ πεποιημένας οὐδὲ ἀπωθεῖσθαι τὰ προσιόντα [11.27] δυναμένας προβέβληνται. καὶ τὰ δύο ταῦτα δοράτια ἀπορρίψαντες, ἢν μή τι δράσωσιν, αὐτόματοι ἐς φυγὴν [11.28] τρέπονται. ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλαξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι οὐδενὶ πόνῳ [11.29] τὸ τοῦ πολέμου κράτος. τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν, [11.30] ὁρᾶτε δήπου. καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρσεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, ὑμῖν πρόσεστιν· οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι.

[11.31] ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων ἢ πρὸς [11.32] αὐτῶν ἡσσῶνται. τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ θαρσεῖν ἐφ' ἑαυτῷ πάρεστι, τῷ δὲ ἀνάνδρῳ τὸ τῶν συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς [11.33] τὰ πολλὰ περιίσταται. καὶ μὴν καὶ καμήλων τῶνδε ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολεμίοις οἷαί τέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκὸς, μείζονος ταραχῆς τε καὶ ἀταξίας αἴτιαι τούτοις γενήσονται.

[11.34] καὶ τὸ προπετὲς, ὃ διὰ τὸ πρότερον εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖσθαι [11.35] ξυμβήσεται. τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμετρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει, [11.36] ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει· ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν τε καὶ κόσμον ἀσκεῖτε· τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν. ταῦτα μὲν Σολόμων εἶπεν.

[11.37] Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο [11.38] Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ὦ ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα.

[11.39] τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν [11.40] πάρεστι. καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι, ἢ τοῖς [11.41] ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις [11.42] εἶναι ἀξύμφορον. τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ' ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ' ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα [11.43] εἰς ἀταξίαν, ὥς γε τὸ εἰκὸς, καταστήσεται. καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους [11.44] αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει. ἡ μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε· Βελισάριον δὲ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν [11.45] νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον. ἄλλως τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες, περιελόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ' αὐτῶν πεποιήμεθα [11.46] κράτος. καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.

[11.47] Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει.

[11.48] οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον.

[11.49] καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια, ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν, ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας [11.50] ἔπλησσον. ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς [11.51] ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει. καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν· αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς [11.52] τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν. οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους, αἳ ταύτῃ εἱστήκεσαν, [11.53] κτείνειν. τότε Μαυρούσιοι μὲν, ὅσοι ἐκείνῃ ἐτετάχατο, ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον, ἐσβατὸς Ῥωμαίοις [11.54] ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο· οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος, ὅπερ ἄγχιστα ἦν, ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς [11.55] ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον. καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν. γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων [11.56] λόγῳ ἐγένοντο. καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες.

12 
Οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι.

[12.2] ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ τάχος [12.3] παντὶ τῷ στρατῷ ἐπ' αὐτοὺς ᾔει. γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς [12.4] ἄρχοι. ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο (ἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄει), ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι [12.5] τῷ πολέμῳ. ἔστι δὲ τὸ ὄρος ὁ Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως [12.6] ἔχον. καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς [12.7] βάθος δέ τι ἄφατον κατατείνουσαν. οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι· ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον, οὗ δὴ [12.8] εὐπρόσοδος ὁ Βουργάων ἦν. κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν [12.9] ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν. ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἢ ἐς φυγὴν παρεσκευασμένοι, ἢ ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι.

[12.10] Σολόμων δὲ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο.

[12.11] ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἢ ἐν τῇ προτέρᾳ μάχῃ [12.12] γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε Τὸ μὲν δέος, ᾧ πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ' αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν.

[12.13] ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας, ἀλλ' εἰς τὴν [12.14] τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας. ὥστε ὑμῖν οὐδέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ ἡ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων [12.15] ὠφελείας προσδεῖ. τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσει ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλων τε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν ὅ τι [12.16] καὶ πολέμιον ἐννοεῖν ἔχουσιν. ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιοι βάλλωσι, μηδέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.

[12.17] Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτο (οὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσι), πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ [12.18] τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν. ὁ δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, [12.19] ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας ἔλαθον· ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι· ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ [12.20] ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε. καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύς τε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνὴν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων (ἤδη γὰρ καὶ [12.21] ὑπέφαινέ τι ἡμέρας) διηποροῦντο. ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵ τε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα ξύμπαντες [12.22] ὥρμηντο. οὔτε δὲ ἐς τοῦ Βουργάωνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, πρὸς τῶν πολεμίων κατεχομένην, οὔτε ἐς τὸ ὁμαλὲς διὰ τοῦ πρόποδός πη ἰέναι, ἐνθένδε σφίσιν ἐπικειμένων τῶν ἐναντίων, ἔς τε τὴν νάπην καὶ ἐς τῶν σκοπέλων τὸν ἕτερον δρόμῳ πολλῷ ᾔεσαν, [12.23] οἱ μὲν αὐτοῖς ἵπποις, οἱ δὲ καὶ πεζῇ. ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες, σφᾶς τε αὐτοὺς ἔκτεινον καὶ ἐς τὴν νάπην βαθεῖαν κομιδῆ οὖσαν ἐσπίπτοντες ἀεὶ οἱ πρῶτοι ἔθνησκον, τοῖς μέντοι ὄπισθεν ἰοῦσιν οὐ παρείχοντο τοῦ κακοῦ αἴσθησιν.

[12.24] ἐπεὶ δὲ τῶν τεθνεώτων ἵππων τε καὶ ἀνθρώπων ἡ νάπη ἔμπλεως γενομένη διάβασιν ἐκ τοῦ Βουργάωνος ἐς ὄρος ἐποίει τὸ ἕτερον, ἐνταῦθα ἐσώζοντο οἱ ὑπολειπόμενοι, διὰ τῶν σωμάτων τὴν πορείαν ποιούμενοι.

[12.25] ἀπέθανον δὲ ἐν τούτῳ τῷ πόνῳ Μαυρουσίων μὲν μυριάδες πέντε, ὡς αὐτῶν ἰσχυρίζοντο οἱ περιόντες, Ῥωμαίων δὲ τὸ παράπαν οὐδεὶς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν ἢ πρὸς τῶν πολεμίων ἢ τύχης αὐτῷ ξυμβάσης τινὸς, ἀλλ' ἀκραιφνεῖς πάντες τῆς νίκης ἀπώναντο [12.26] ταύτης. διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις [12.27] λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε. γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι [12.28] βουλομένοις ἀπέδοντο. καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου [12.29] ὀλεῖται. τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύν τε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον, τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ [12.30] Μαυρουσίων ἦρχε. μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.

13 
Ἐν ᾧ δὲ ταῦτα ἐν Βυζακίῳ ἐγένετο, ἐν τούτῳ Ἰαύδας, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε, πλέον ἢ τρισμυρίους ἄνδρας μαχίμους ἐπαγόμενος ἐληίζετο τὰ ἐπὶ Νουμιδίας χωρία, ἠνδραπόδιζέ τε τῶν Λιβύων [13.2] πολλούς. ἐτύγχανε δὲ Ἀλθίας ἐν κεντουρίαις τῶν ἐκείνῃ φρουρίων φυλακὴν ἔχων, ὃς τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους ἐν σπουδῇ ἔχων ξὺν Οὔννοις τοῖς αὐτῷ ἑπομένοις, ἑβδομήκοντα μάλιστα [13.3] οὖσιν, ἔξω τοῦ φρουρίου ἐγένετο. λογισάμενός τε ὡς οὐχ οἷός τέ ἐστι πλήθει Μαυρουσίων τοσούτῳ ξὺν ἀνδράσιν ἑβδομήκοντα ἐς χεῖρας ἰέναι, στενοχωρίαν καταλαβεῖν τινα ἤθελεν, ὅπως ἂν δι' αὐτῆς ὁδῷ ἰόντων τῶν πολεμίων τῶν τινας αἰχμαλώτων ἀναρπάσαι δυνατὸς [13.4] εἴη. καὶ (οὐ γάρ ἐστι τοιαύτη τις ἐνταῦθα ὁδὸς, ἐπεὶ πεδία ὕπτια πανταχῆ τῶν ἐκείνῃ χωρίων ἐστὶν) [13.5] ἐπενόει τάδε. πόλις ἔστι που πλησίον Τίγισις ὄνομα, τότε μὲν ἀτείχιστος οὖσα, κρήνην δὲ μεγάλην τινὰ ἐν [13.6] στενοχωρίᾳ πολλῇ ἔχουσα. ταύτην Ἀλθίας τὴν κρήνην καταλαβεῖν ἔγνω, λογισάμενος ὡς δίψῃ ἀναγκαζόμενοι ἐνταῦθά πως ἀφίξονται οἱ πολέμιοι· ἄλλο γὰρ ὕδωρ [13.7] ἄγχιστά πη ὡς ἥκιστά ἐστι. πᾶσι μὲν οὖν τὸ τοῦ πλήθους ἐκλογιζομένοις παράλογον ἔδοξε μανιώδης [13.8] αὐτοῦ ἡ ἔννοια εἶναι. οἱ δὲ Μαυρούσιοι κόπῳ τε πολλῷ καὶ πνίγει μεγάλῳ θέρους ὥρᾳ ὡμιληκότες, δίψῃ τε, ὡς τὸ εἰκὸς, ἀπ' αὐτοῦ μεγίστῃ ἐχόμενοι, παρὰ τὴν κρήνην δρόμῳ πολλῷ ἦλθον, οὐδὲν ἐναντίωμα [13.9] ἐν νῷ ἔχοντες. ἐπειδὴ δὲ τὸ ὕδωρ πρὸς τῶν πολεμίων ἐχόμενον εὗρον, ἀπορούμενοι ξύμπαντες ἔστησαν, τοῦ πλείστου τῆς ἰσχύος ἤδη δαπανηθέντος σφίσι τῇ [13.10] τοῦ ὕδατος ἐπιθυμίᾳ. διὸ δὴ Ἰαύδας τῷ Ἀλθίᾳ εἰς λόγους ἥκων τὸ τριτημόριόν οἱ δώσειν ὡμολόγει τῆς [13.11] λείας, ἐφ' ᾧ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες. ὁ δὲ τὸν μὲν λόγον ἐνδέχεσθαι οὐδαμῇ ἤθελε, μονομαχεῖν [13.12] δὲ πρὸς αὐτὸν ὑπὲρ τούτων ἠξίου. τοῦ δὲ Ἰαύδα ταύτην δὴ δεξαμένου τὴν πρόκλησιν, ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν.

[13.13] ἔχαιρέ τε ἅπας ὁ τῶν Μαυρουσίων στρατὸς, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνός τε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστός τε ἦν καὶ μαχιμώτατος [13.14] Μαυρουσίων ἁπάντων. ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. ὁ δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ' αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας Ἰαύδαν τε καὶ τοὺς πολεμίους [13.15] κατέπληξε. τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν [13.16] ἔκτεινε. πεσόντος τε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ' ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε· καί οἱ κόσμῳ οὐδενὶ ὁ τῶν Μαυρουσίων στρατὸς [13.17] εἵπετο. ὅ τε Ἀλθίας τούς τε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

[13.18] Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπί τε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα ὁ Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο [13.19] τῶν ἐν Νουμιδίᾳ χωρίων. καὶ ἦν δὲ οὕτως. ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα· Μασσωνᾶς μὲν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόν τε καὶ Μαυρουσίους, ὧν ἦρχεν, ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο.

[13.20] ὁ μὲν οὖν Ῥωμαίων στρατὸς, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ [13.21] Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία. τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα [13.22] ἔσεσθαι. τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων [13.23] ἐστὶν ὧν ἡμεῖς ἴσμεν. ἡμερῶν γὰρ τριῶν ἐνταῦθα εὐζώνῳ ἀνδρὶ περίοδός ἐστι. καὶ τῷ μὲν ἐς αὐτὸ ἰέναι βουλομένῳ δύσοδόν τέ ἐστι καὶ δεινῶς ἄγριον, ἄνω δὲ ἥκοντι καὶ ἐν τῷ ὁμαλεῖ γενομένῳ πεδία τε φαίνεται καὶ κρῆναι πολλαὶ ποταμούς τε ποιοῦσαι καὶ [13.24] παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον. καὶ ὅ τε σῖτος, ὃς ἐνταῦθα φύεται, ἥ τε ὀπώρα ἑκάστη διπλασία τὸ μέγεθός ἐστιν ἢ ἐν τῇ ἄλλῃ ἁπάσῃ Λιβύῃ γίνεσθαι [13.25] πέφυκεν. ἔστι δὲ καὶ φρούρια ἐνταῦθά πη ἀπημελημένα, τῷ μὴ δοκεῖν ἀναγκαῖα τοῖς ταύτῃ ᾠκημένοις [13.26] εἶναι. ἐξ ὅτου γὰρ τὸ Αὐράσιον Μαυρούσιοι Βανδίλους ἀφείλοντο, οὐδείς πω ἐς αὐτὸ πολέμιος ἦλθεν οὐδὲ ἐς δέος τοὺς βαρβάρους κατέστησεν, ἀλλὰ καὶ πόλιν Ταμούγαδιν, ἣ πρὸς τῷ ὄρει ἐν ἀρχῇ τοῦ πεδίου πρὸς ἀνίσχοντα ἥλιον πολυάνθρωπος οὖσα ᾤκητο, ἔρημον ἀνθρώπων οἱ Μαυρούσιοι ποιησάμενοι ἐς ἔδαφος καθεῖλον, ὅπως μὴ ἐνταῦθα ᾖ δυνατὰ ἐνστρατοπεδεύσασθαι τοῖς πολεμίοις, ἀλλὰ μηδὲ κατὰ πρόφασιν [13.27] τῆς πόλεως ἄγχι ἐς τὸ ὄρος ἰέναι. εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου [13.28] χώραν, πολλήν τε καὶ ἀγαθὴν οὖσαν. καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνί τε καὶ Ῥωμαίοις, ὡς ἕμπροσθεν [13.29] ἐρρήθη, ξύμμαχος ἦλθε. τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν, ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτης τε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοί τε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.

[13.30] Σολόμων δὲ Μαυρουσίων τε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖς τε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ' αὐτῶν διακρίνεσθαι, [13.31] ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ. οὐ γὰρ οὖν οὐδὲ τροφὰς, ὅτι μὴ ὀλίγας, σφίσι τε καὶ τοῖς ἵπποις [13.32] τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο. πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους [13.33] ηὐλίσαντο. τοσαύτην τε ὁδὸν ἐς ἡμέραν ἑκάστην ἀνύοντες ἑβδομαῖοι ἀφικνοῦνται ἐς χῶρον, ἔνθα φρούριόν τε παλαιὸν ἦν καὶ ποταμός τις ἀένναος. Ὄρος Ἀσπίδος τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Λατῖνοι τὸν [13.34] χῶρον. ἐνταῦθα σφίσι στρατοπεδεύεσθαι ἠγγέλλοντο οἱ πολέμιοι, καὶ ἐπειδὴ ἐν τῷ χωρίῳ τούτῳ ἐγένοντο πολέμιόν τε οὐδὲν ἀπήντα, στρατοπεδευσάμενοι καὶ ὡς ἐς μάχην παρασκευασάμενοι αὐτοῦ ἔμενον, ἡμερῶν [13.35] τε αὐτοῖς ἐνταῦθα τριῶν χρόνος ἐτρίβη. ὡς δὲ οἵ τε πολέμιοι τὸ παράπαν σφίσιν ἐκποδὼν ἵσταντο καὶ τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐνθύμιον Σολόμωνί τε καὶ τῇ στρατιᾷ πάσῃ ἐγένετο, ὡς ἄρα τις πρὸς Μαυρουσίων [13.36] τῶν ξυμμάχων ἐπιβουλὴ ἐς αὐτοὺς γίνοιτο· οἵ γε, καίπερ οὐκ ἀμελετήτως τῆς ἐν Αὐρασίῳ πορείας ἔχοντες, ἐπιστάμενοί τε, ὡς τὸ εἰκὸς, ὅσα τοῖς πολεμίοις βεβουλευμένα ἐτύγχανεν, ἐς ἑκάστην μὲν αὐτοῖς ἡμέραν λάθρα ἐπειγόμενοι, ὥσπερ ἐλέγετο, πολλάκις δὲ καὶ κατασκοπῆς ἕνεκα ἐς αὐτοὺς πρὸς Ῥωμαίων σταλέντες, οὐδὲν ἀγγεῖλαι ὑγιὲς ἔγνωσαν, ὅπως δὴ μὴ προμαθόντες τροφάς τε σφίσιν ἐς χρόνον πλείω ἔχοντες ἐς ὄρος τὸ Αὐράσιον ἀναβαίνοιεν καὶ τὰ ἄλλα παρασκευάσαιντο [13.37] ὅπη ἄριστα ἔσεσθαι ἔμελλεν. ὅλως δὲ ἐνέδραν σφίσι πρὸς ἀνδρῶν ξυμμάχων γεγενῆσθαι ὑποτοπήσαντες ἐς δέος ἦλθον, λογιζόμενοι ὡς ἄπιστοι λέγονται εἶναι Μαυρούσιοι φύσει, ἄλλως τε ἡνίκα Ῥωμαίοις ἢ ἄλλοις τισὶ ξυμμαχοῦντες ἐπὶ Μαυρουσίους στρατεύονται.

[13.38] ὧν δὴ ἐνθυμηθέντες, ἅμα δὲ καὶ λιμῷ πιεζόμενοι, ἐνθένδε τε κατὰ τάχος ἀναχωροῦσιν ἄπρακτοι καὶ ἐς τὸ πεδίον ἀφικόμενοι χαράκωμα ἐποιήσαντο.

[13.39] Μετὰ δὲ Σολόμων τοῦ στρατοῦ μοῖράν τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος (χειμὼν γὰρ [13.40] ἤδη ἦν) ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει. ἔνθα δὴ ἕκαστα διεῖπέ τε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καὶ, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις [13.41] στρατεύοι. ἅμα δὲ καὶ στρατηγούς τε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρτύετο, [13.42] οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται· αὕτη γὰρ ἡ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας (ἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχει), Ῥώμης τε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται.

[13.43] Βανδίλοι γὰρ τὸ παλαιὸν ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς [13.44] Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν. χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν, ἃ Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο ἢ τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειν τε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι.

[13.45] ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους ὁ Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε.

14 
Ἐν δὲ Ἰταλίᾳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς τάδε γενέσθαι τετύχηκε. Βελισάριος ἐπὶ Θευδᾶτόν τε καὶ τὸ Γότθων ἔθνος πρὸς Ἰουστινιανοῦ βασιλέως ἐστέλλετο, καταπλεύσας δὲ ἐς Σικελίαν ταύτην δὴ τὴν [14.2] νῆσον πόνῳ οὐδενὶ ἔσχεν. ὅντινα δὲ τρόπον, ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται, ὅτε με ὁ λόγος ἐς τῶν [14.3] Ἰταλικῶν πραγμάτων τὴν ἱστορίαν ἄγει. νῦν γάρ μοι οὐκ ἄπο τρόπου ἔδοξεν εἶναι ξύμπαντα ἀναγραψάμενον τὰ ἐν Λιβύῃ ξυνενεχθέντα οὕτω δὴ ἐπὶ τὸν λόγον [14.4] τὸν ἀμφὶ Ἰταλίαν τε καὶ Γότθους ἰέναι. τὸν μὲν οὖν χειμῶνα τοῦτον Βελισάριος μὲν ἐν Συρακούσαις, Σολόμων [14.5] δὲ ἐν Καρχηδόνι διέτριψε. καὶ τέρας ἐν τῷδε τῷ ἔτει ξυνηνέχθη γενέσθαι δεινότατον. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην, ὥσπερ ἡ σελήνη, ἐς τοῦτον δὴ τὸν ἐνιαυτὸν ἅπαντα ἠφίει, ἐκλείποντί τε ἐπὶ πλεῖστον ἐῴκει, τὴν ἀμαρυγὴν τὴν αὑτοῦ οὐ καθαρὰν [14.6] οὐδὲ ᾗπερ εἰώθει ποιούμενος. ἐξ οὗ τε ξυμβῆναι τοῦτο τετύχηκεν, οὔτε πόλεμος οὔτε λοιμὸς οὔτε τι ἄλλο ἐς θάνατον φέρον τοὺς ἀνθρώπους ἀπέλιπε. χρόνος δὲ ἦν, ὅτε δέκατον ἔτος Ἰουστινιανὸς τὴν βασιλείαν εἶχεν.

[14.7] Ἅμα δὲ ἦρι ἀρχομένῳ, ὅτε οἱ Χριστιανοὶ ἑορτὴν ἦγον, ἣν δὴ Πασχαλίαν καλοῦσι, στρατιώταις στάσις ἐν Λιβύῃ ἐνέπεσεν. ἣ ὅπως τε ἐφύη καὶ ἐς ὅ τι ἐτελεύτησεν, [14.8] ἐρῶν ἔρχομαι. ἐπειδὴ Βανδίλοι ἡσσήθησαν τῇ μάχῃ, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, οἱ Ῥωμαίων στρατιῶται τὰς αὐτῶν παῖδάς τε καὶ γυναῖκας ἐν γαμετῶν [14.9] ἐποιήσαντο λόγῳ. ἡ δὲ αὐτῶν ἑκάστη τὸν ἄνδρα ἐνῆγε τῶν χωρίων τῆς κτήσεως μεταποιεῖσθαι, ὧν αὐτὴ πρότερον κυρία ἐτύγχανεν οὖσα, οὐχ ὅσιον λέγουσα εἶναι, εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερήσονται.

[14.10] ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔς τε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντί τε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖ τε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺς ἐξέθρεψέ τε καὶ στρατιώτας καλεῖσθαί τε καὶ εἶναι πεποίηκεν, οὐκ ἐφ' ᾧ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται, ὅσα ἂν βαρβάρους ἐπιβατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντο, ἀλλ' ἐφ' ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίσι τε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς [14.11] σιτήσεις κομίζεσθαι. αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα [14.12] ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν. ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτας εἶναι ξυνέπεσεν· ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων [14.13] ἔθνους. τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο [14.14] καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων. οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι.

[14.15] μάλιστα δὲ αὐτοὺς ἡ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ' ἣν οὐχ οἷοί τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι [14.16] ἐργάζεσθαι ἐς ταύτην δὴ τὴν ἑορτὴν ἄγον. ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο [14.17] τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον. τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον· οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν [14.18] ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι. τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες, ἐς οὓς διατετάχαται, ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται· οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι [14.19] Πελοποννήσῳ προσέσχον. ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον [14.20] καὶ ἐς Μαυριτανίαν ἀνέβησαν. οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται, οἷς ἦν ἐν ἐπιμελείᾳ ἡ στάσις, ἔτι [14.21] μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς. καὶ λόγοι τε πολλοὶ περὶ τούτου καὶ ὅρκοι ἤδη ἐν τῷ στρατοπέδῳ ἐγίνοντο. ἐπειδή τε τὴν ἑορτὴν ἄγειν ἔμελλον, ἀχθόμενοι τῇ κωλύμῃ τῶν ἱερῶν οἱ Ἀρειανοὶ σφόδρα ἐνέκειντο.

[14.22] Ἔδοξέ τε αὐτῶν τοῖς κορυφαίοις ἐν τῷ ἱερῷ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ, ἣν μεγάλην καλοῦσι, Σολόμωνα [14.23] κτεῖναι. καὶ ἔλαθόν γε οὐδενὸς τοῦτο δὴ ἐξενεγκόντος τὸ βούλευμα. ἅτε γὰρ πολλῶν ὄντων τῶν τὰ δεινὰ βουλευομένων ὁ λόγος περιφερόμενος ἐς δυσμενῆ οὐδένα ἐξέπιπτε, ταύτῃ τε λανθάνειν ἐξίσχυσαν, ἐπεὶ καὶ Σολόμωνος οἱ πολλοὶ δορυφόροι τε καὶ ὑπασπισταὶ καὶ τῶν οἰκετῶν οἱ πλεῖστοι ἐς ταύτην δὴ τὴν στάσιν ξυνετετάχατο τῇ τῶν χωρίων [14.24] ἐπιθυμίᾳ. ἡμέρας δὲ ἤδη τῆς κυρίας παρούσης Σολόμων μὲν ἐν τῷ ἱερῷ ἐκάθητο, μακρὰν τῶν αὑτοῦ [14.25] ἀπολελειμμένος κακῶν. ἐσελθόντες δὲ οἷς τὸν ἄνδρα τοῦτον κτεῖναι ἐδέδοκτο, νεύμασί τε ἀλλήλοις ἐγκελευσάμενοι, τῶν ξιφῶν ἥπτοντο, ἔδρασαν μέντοι οὐδὲν, ἢ τὰ τελούμενα τηνικαῦτα ἐν τῷ ἱερῷ αἰσχυνόμενοι, ἢ διὰ τὴν τοῦ στρατηγοῦ δόξαν ἐρυθριῶντες, ἢ καί [14.26] τι θεῖον αὐτοὺς διεκώλυσεν. ἐπειδὴ δὲ τά τε ἱερὰ ἐκείνῃ τῇ ἡμέρᾳ ἤσκητο ἤδη καὶ οἴκαδε ἐκομίζοντο ἕκαστοι, ἀλλήλους ᾐτιῶντο οἱ στασιῶται ἅτε μαλθακοὺς οὐκ ἐν δέοντι γεγενημένους, καὶ αὖθις ἀπετίθεντο [14.27] ἐς τὴν ἐπιοῦσαν τὸ βούλευμα. ὁμοίως δὲ καὶ τῇ ὑστεραίᾳ διαγεγονότες ἄπρακτοι ἐκ τοῦ ἱεροῦ ἀνεχώρησαν, ἔς τε τὴν ἀγορὰν ἐλθόντες ἀλλήλοις ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, αὐτός τε ἕκαστος μαλθακόν τε τὸν πέλας καὶ τῆς ἑταιρίας διαλυτὴν ἀποκαλῶν τὴν [14.28] ἐς Σολόμωνα αἰδῶ ὀνειδίζειν οὐκ ἀπηξίου. διὸ δὴ οὐκέτι ἀκίνδυνον σφίσιν ᾤοντο ἔσεσθαι τὴν ἐν Καρχηδόνι διατριβὴν ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βούλευμα.

[14.29] οἱ μὲν οὖν πολλοὶ τῆς πόλεως ἔξω κατὰ τάχος γενόμενοι τά τε χωρία ἐληίζοντο καὶ Λίβυσιν οἷς ἂν ἐντύχοιεν ὡς πολεμίοις ἐχρῶντο· οἱ δὲ ἄλλοι ἐν τῇ πόλει διαμείναντες οὐ παρεῖχον αἴσθησιν ἧς εἶχον αὐτοὶ γνώμης, ἀλλ' ἀγνοεῖν τὰ βεβουλευμένα προσεποιοῦντο.

[14.30] Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόν τε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίει ἐς εὔνοιαν [14.31] τὴν βασιλέως παρακαλῶν. οἱ δὲ κατ' ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέρᾳ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔς τε Σολόμωνα καὶ [14.32] τοὺς ἄλλους ἄρχοντας ἀνέδην ὕβριζον. ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος ὁ Καππαδόκης παρηγορεῖν τε καὶ τιθασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι [14.33] ἐπαΐοντας τῶν λεγομένων. ἦν δέ τις Θεοδώρῳ τούτῳ [14.34] δυσμένειά τε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα. διὸ δὴ οἱ στασιῶται στρατηγόν τε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ [14.35] τάχος ἧκον. ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆς τε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ [14.36] πολέμια. ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδε τε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας, ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξ τε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε.

[14.37] Σολόμων δὲ ἐς τὸ ἱερὸν, ὅ ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ [14.38] δείλην ὀψίαν ἦλθεν. ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαί τε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχανεν.

[14.39] εἵποντο δὲ Προκόπιός τε, ὃς τάδε ξυνέγραψε, [14.40] καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα. σταδίους τε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόν τε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν [14.41] βασιλέως μεταγαγεῖν. καὶ πρὸς Θεόδωρον γράμματα ἔπεμπε, Καρχηδόνος τε ἐπιστέλλων ἐπιμελεῖσθαι καὶ τὰ ἄλλα διέπειν ὅπη ἂν αὐτῷ δοκῇ δυνατὰ εἶναι, αὐτὸς δὲ ξὺν Προκοπίῳ παρὰ Βελισάριον ἐς Συρακούσας [14.42] ἀφίκετο. ἅπαντά τε αὐτῷ ἀγγείλας, ὅσα ἐν Λιβύῃ γενέσθαι ξυνέπεσεν, ἐδεῖτο κατὰ τάχος ἰέναι τε ἐς Καρχηδόνα καὶ βασιλεῖ ἀμῦναι πάσχοντι πρὸς στρατιωτῶν τῶν αὐτοῦ τὰ ἀνόσια. καὶ Σολόμων μὲν ταῦτα ἐποίει.

15 
Οἱ δὲ στασιῶται τὰ ἐν Καρχηδόνι ἅπαντα ληισάμενοι ἔς τε τὸ Βούλλης ξυλλεγέντες πεδίον Στότζαν, τῶν Μαρτίνου δορυφόρων ἕνα, τύραννον σφίσιν εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ' ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης πάσης [15.2] κρατήσουσιν. ὁ δὲ ἅπαν ἐξοπλίσας τὸ στράτευμα, ἐς ὀκτακισχιλίους μάλιστα ξυνιὸν, ἐπὶ Καρχηδόνα ἐπῆγεν, ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος οὐδενὶ [15.3] πόνῳ. ἔπεμπε δὲ καὶ ἐς Βανδίλους τούς τε ἐκ Βυζαντίου σὺν ταῖς ναυσὶν ἀποδράντας καὶ ὅσοι οὐχ εἵποντο Βελισαρίῳ τὸ ἐξ ἀρχῆς, ἢ διαλαθόντες, ἢ ὅτι οἱ Βανδίλους τηνικαῦτα παραπέμποντες ἐν λόγῳ αὐτοὺς [15.4] οὐδενὶ ἐποιήσαντο. ἦσαν δὲ οὐχ ἧσσον ἢ χίλιοι, οἳ οὐκ ἐς μακρὰν τῷ Στότζᾳ ἐς τὸ στρατόπεδον ξὺν προθυμίᾳ ἦλθον. ἀφίκετο δέ οἱ καὶ δούλων πολύς [15.5] τις ὅμιλος. καὶ ἐπειδὴ ἐγένοντο Καρχηδόνος ἐγγὺς, ἔπεμψεν ὁ Στότζας, κελεύων οἱ ὡς τάχιστα παραδοῦναι [15.6] τὴν πόλιν, ἐφ' ᾧ κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ ἐν Καρχηδόνι καὶ Θεόδωρος, πρὸς ταῦτα ἄντικρυς ἀπειπόντες, βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν.

[15.7] πέμψαντές τε παρ' αὐτὸν Ἰωσήφιον, τῶν τε βασιλέως φυλάκων γραμματέα οὐκ ἀφανῆ γεγονότα καὶ τῆς Βελισαρίου οἰκίας ὄντα, κατὰ χρείαν δέ τινα πρὸς αὐτοὺς ἐς Καρχηδόνα ἔναγχος ἐσταλμένον, ἠξίουν μὴ σφᾶς [15.8] περαιτέρω βιάζεσθαι. Στότζας δὲ, ἐπεὶ ταῦτα ἤκουσεν, Ἰωσήφιόν τε αὐτίκα ἔκτεινε καὶ ἐς πολιορκίαν καθίστατο. κατορρωδήσαντές τε οἱ ἐν τῇ πόλει τὸν κίνδυνον, σφᾶς τε αὐτοὺς καὶ Καρχηδόνα Στότζᾳ ἐγχειρίσαι ὁμολογίᾳ διενοοῦντο. τὸ μὲν οὖν Λιβύης στρατόπεδον ἐφέρετο τῇδε.

[15.9] Βελισάριος δὲ, ἄνδρας ἀπολέξας τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν ἑκατὸν καὶ Σολόμωνα ἐπαγόμενος, μιᾷ νηὶ ἐς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφὰς, ἡνίκα τὴν πόλιν οἱ πολιορκοῦντες σφίσιν ἐγχειριεῖσθαι τῇ ὑστεραίᾳ ἐκαραδόκουν. ἐν ἐλπίδι τε ταῦτα [15.10] ἔχοντες τὴν νύκτα ἐκείνην ηὐλίσαντο. ἐπεὶ δὲ ἡμέρα τε ἐγεγόνει καὶ Βελισάριον παρεῖναι ἔμαθον, λύσαντες ὡς τάχιστα τὸ στρατόπεδον αἰσχρῶς τε καὶ κόσμῳ [15.11] οὐδενὶ ἐς φυγὴν ὥρμηντο. Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοις τε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο.

[15.12] καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν.

[15.13] ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷ τε καὶ δυσκόλῳ τὸ [15.14] χαράκωμα ποιησάμενοι. ἐς γὰρ τὴν πόλιν οὐδέτεροι [15.15] εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε. τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολὴν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνων τε καὶ ἀστρατηγήτων ὑπερφρονοῦντες [15.16] τῶν πολεμίων. ἃ δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε Ἐλπίδος μὲν καὶ εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖ τε καὶ [15.17] Ῥωμαίοις τὰ πράγματα ἔχει. ἐς ξυμβολὴν γὰρ τανῦν ἥκομεν, ἐξ ἧς οὐδὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ [15.18] ξυγγενεῖς τε καὶ ξυντρόφους στρατεύοντες. ἔχομεν δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοὶ, ἀλλ' ἀμυνόμενοι ἐς τὸν κίνδυνον [15.19] καθιστάμεθα. ὁ γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβουλὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρασεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ' ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει [15.20] τὴν δίκην. πολεμίους δὲ καὶ βαρβάρους καὶ ὅ τι ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν ἐλθοῦσα, οὐδὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ' ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν πλῆθος, οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαντες [15.21] εὔνοιαν· οἷς νῦν τιμωροῦντες ἐπ' αὐτοὺς ἥκομεν, δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι.

[15.22] φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἀλλήλοις [15.23] ποιοῦσιν. ὡς μὲν οὖν ἐπ' ἀνθρώπους ἀνοσίους τε καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε, ὡς δὲ καταφρονεῖσθαί εἰσι παρ' ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω.

[15.24] ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων, ἀλλ' ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλ' ἀεὶ τῶν οὐχ ὁσίων ἀφιστα[15.25] μένης. οὐ μὴν οὐδὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐδὲ [15.26] τῶν ὑπὸ Στότζα παραγγελλομένων ἀκούσουσι. τυραννίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρσεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρχομένων [15.27] ἀνάγκη. οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ μισεῖσθαι ἡ τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς ὑπηκόους· ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δεδιέναι.

[15.28] ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, ὅπερ εἶπον, τῷ καταφρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς [15.29] πολεμίους ἰέναι προσήκει. οὐ γὰρ τῷ πλήθει τῶν μαχομένων, ἀλλὰ τάξει τε καὶ ἀνδρίᾳ φιλεῖ διαμετρεῖσθαι τὸ τοῦ πολέμου κράτος.

[15.30] Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε Ἄνδρες, οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευθερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳ τε καὶ τῇ [15.31] ἄλλῃ ἀρετῇ τετυχήκατε. οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν βίον ὡς μετὰ τὴν τῶν δυσκόλων ἐλευθερίαν αὖθις ἐς αὐτὰ ἐπανήκειν.

[15.32] ὁ γὰρ ἐν μέσῳ χρόνος τῆς ἀπαλλαγῆς γεύσας χαλεπωτέραν, ὥς γε τὸ εἰκὸς, τὴν συμφορὰν ἀπεργάζεται.

[15.33] τούτων δὲ τοιούτων ὄντων ἐπάναγκες ὑμᾶς ἀναμνησθῆναι μὲν ὡς Βανδίλους τε καὶ Μαυρουσίους νενικηκότες αὐτοὶ μὲν τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων, κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται [15.34] πάντων. ἐκλογίζεσθε δὲ ὡς στρατιώταις οὖσιν ὑμῖν τὸν πάντα αἰῶνα ὁμιλεῖν τοῖς τοῦ πολέμου κινδύνοις ἀνάγκη, ἢ ὑπὲρ τῶν βασιλέως πραγμάτων, ἤν γε αὖθις ἐκείνῳ δουλεύητε, ἢ ὑπὲρ ὑμῶν αὐτῶν, ἢν τὴν ἐλευθερίαν [15.35] διασώζητε ταύτην. ὁπότερον δὲ ἀμφοῖν αἱρετώτερον, τοῦτο ἑλέσθαι ὑμῖν πάρεστιν, ἢ μαλθακιζομένοις ἐν [15.36] τῷ παρόντι, ἢ ἀνδραγαθίζεσθαι βουλομένοις. ἀλλὰ μὴν κἀκεῖνο εἰσιέναι ὑμᾶς προσήκει, ὡς ὅπλα κατὰ Ῥωμαίων ἀράμενοι, ἢν ὑπ' αὐτοῖς ἔσεσθε, οὐ μετρίων οὐδὲ συγγνωμόνων δεσποτῶν πειραθήσεσθε, ἀλλὰ πείσεσθε μὲν τὰ ἀνήκεστα, προσέσται δὲ ὑμῖν τὸ μὴ ἀδίκως ἀπολωλέναι. ὁ μὲν οὖν θάνατος ὅτῳ ἂν ὑμῶν ἐν τῇ μάχῃ ἀφίξηται ταύτῃ, δηλονότι εὐκλεὴς [15.37] ἔσται· βίος δὲ κρατήσασι μὲν τῶν πολεμίων αὐτόνομός τε καὶ τἄλλα εὐδαίμων, ἡσσημένοις δὲ πικρὸν μὲν ἄλλο οὐκ ἂν εἴποιμι, τὴν ἐλπίδα δὲ ξύμπασαν [15.38] εἰς τὸν ἐκείνων ἔλεον ἔχων. ἡ δὲ ξυμβολὴ οὐκ ἐξ [15.39] ἀντιπάλου τῆς δυνάμεως ἔσται. τῷ τε γὰρ πλήθει παρὰ πολὺ ἡσσῶνται ἡμῶν οἱ πολέμιοι καὶ ὡς ἥκιστα προθυμούμενοι ἐφ' ἡμᾶς ἴασιν, οὓς οἶμαι καὶ τῆσδε ἡμῖν εὔχεσθαι τῆς ἐλευθερίας μεταλαχεῖν. τοσαῦτα μὲν καὶ ὁ Στότζας εἶπεν.

[15.40] Ἰόντων δὲ ἐς τὴν ξυμβολὴν τῶν στρατοπέδων πνεῦμα σκληρόν τε καὶ δεινῶς λυπηρὸν κατ' ὄψιν ἐς [15.41] τοὺς Στότζα στασιώτας ἐνέπεσε. διὸ δὴ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι τὴν μάχην αὐτόθι ποιήσασθαι, δεδιότες μὴ τὸ πνεῦμα ὑπερβιαζόμενον τὰ μὲν τῶν πολεμίων βέλη ἐπὶ σφᾶς ἰθύνοι, βελῶν δὲ τῶν σφετέρων [15.42] ἡ ῥύμη ὡς μάλιστα ἀναστέλλοιτο. ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν, λογιζόμενοι ὡς ἢν καὶ οἱ πολέμιοι, ὡς τὸ εἰκὸς, μεταβάλλοιντο, ὅπως δὴ μὴ ὄπισθεν ὑπὸ σφῶν ἐνοχλοῖντο, κατὰ πρόσωπον αὐτοῖς τὸ πνεῦμα [15.43] ἔσται. Βελισάριος δὲ, ἐπεὶ αὐτοὺς εἶδε τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιιόντας, αὐτίκα δὴ ἐκέλευε [15.44] τῶν χειρῶν ἄρχειν. οἱ δὲ ἀμφὶ Στότζαν ἐς ταραχὴν ἐκ τοῦ ἀπροσδοκήτου καταστάντες ξὺν ἀταξίᾳ πολλῇ, ὡς ἕκαστός πη ἐδύνατο, ἐς φυγὴν ὥρμηντο, ἐς Νουμιδίαν [15.45] τε ἀφικόμενοι συνελέγοντο αὖθις. ὀλίγοι μέντοι αὐτῶν ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ [15.46] πλεῖστοι Βανδίλοι ἦσαν. δίωξιν γὰρ Βελισάριος ἥκιστα ἐς αὐτοὺς ἐποιήσατο, ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται.

[15.47] τοῖς δὲ στρατιώταις ἐδίδου τὸ χαράκωμα τῶν ἐναντίων διαρπάσασθαι, αἱροῦσί τε αὐτὸ ἔρημον ἀνδρῶν. ἐνταῦθα εὕρηνται πολλὰ μὲν χρήματα, πολλαὶ δὲ γυναῖκες, ὧν δὴ ἕνεκα ὁ πόλεμος κατέστη ὅδε. ταῦτα Βελισάριος [15.48] διαπεπραγμένος ἐς Καρχηδόνα ἀπήλαυνε. καί οἵ τις ἐκ Σικελίας ἥκων ἀπήγγελλεν ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, ἢν μὴ αὐτὸς κατὰ τάχος σφίσιν ἐπανήκων τὴν κωλύμην [15.49] ποιήσηται. καὶ αὐτὸς μὲν τὰ ἐν Λιβύῃ ὅπη ἐδύνατο διαθέμενος καὶ Καρχηδόνα Ἰλδίγερί τε καὶ Θεοδώρῳ παραδοὺς ἐς Σικελίαν ᾔει.

[15.50] Οἱ δὲ ἐν Νουμιδίᾳ Ῥωμαίων ἄρχοντες, ἐπεὶ τοὺς ἀμφὶ Στότζαν ἥκειν τε καὶ ξυλλέγεσθαι ἐνταῦθα ἤκουσαν, παρεσκευάζοντο ἐς παράταξιν, ἦσαν δὲ ἡγεμόνες φοιδεράτων μὲν Μάρκελλός τε καὶ Κύριλλος, καταλόγου δὲ ἱππικοῦ μὲν Βαρβᾶτος, πεζῶν δὲ Τερέντιός [15.51] τε καὶ Σάραπις. Μαρκέλλῳ μέντοι ἐπήκουον [15.52] ἅπαντες ἅτε Νουμιδίας τὴν ἀρχὴν ἔχοντι. ὃς ἐπεὶ ἐν χωρίῳ Γαζοφύλοις, δυοῖν μάλιστα ἡμέραιν ὁδῷ Κωνσταντίνης ἀπέχοντι, Στότζαν ξὺν ὀλίγοις τισὶν ἤκουσεν εἶναι, προτερῆσαι, πρὶν τοὺς στασιώτας ἅπαντας ξυλλεγῆναι, βουλόμενος, κατὰ τάχος ἐπ' αὐτοὺς [15.53] ἐπῆγε τὸ στράτευμα. ὡς δὲ τά τε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ ἡ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος ὁ Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε [15.54] τοιάδε Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ' ἄνδρας τε ὅπλα αἰρόμενοι, οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε [15.55] καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν. ἢ οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε [15.56] νόμος; καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν [15.57] ἕπεσθε μοίρᾳ; εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα· εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν [15.58] ἀνελέσθαι τὰ ὅπλα. ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο [15.59] καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο. κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν, ὃ ἐν Γαζοφύλοις ἦν, καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ' αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.

16 
Ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν [16.2] ὀλίγοις τισὶν ἔπεμψε. καὶ Σύμμαχος δὲ αὐτῷ καὶ Δόμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχός τε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, Δόμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, ᾧ δὴ ἐπέκειτο ἡ τιμὴ αὕτη.

[16.3] ἐπειδή τε ἐς Καρχηδόνα κατέπλευσαν, τούς τε παρόντας σφίσι στρατιώτας ὁ Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία, οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὂν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ [16.4] τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους. μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενός τε ὡς τῶν πολεμίων ξυγγενεῖς ἢ ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλα τε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ' ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς [16.5] ἄρξαντας. ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ' ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς ὁ Γερμανὸς τῇ τε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάς τε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου, καθ' ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν.

[16.6] ἐπεὶ δὲ ὁ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθε, κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσόμενοι [16.7] ἐς Καρχηδόνα ἐσήλαυνον. καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο.

[16.8] Ἐν τούτῳ δὲ ὁ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειν τε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ [16.9] τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι. καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετό τε αὐτοὺς, ἤν που σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών· ταύτῃ τε αὐτοὺς μάλιστα ἐπιρρώσας [16.10] παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει. γενόμενός τε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξας τε ὡς [16.11] ἐς μάχην ἐξῆγε. καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι ὁ Στότζας εἶχε, ξυγκαλέσας [16.12] ἅπαντας ἔλεξε τοιάδε Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἂν, οἶμαι, [16.13] τῶν πάντων ἀντείποι· ὅς γε ὑμᾶς ἐξ ἀγροῦ ἥκοντας ξύν τε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥωμαίων [16.14] πράγματα νῦν ἐφ' ὑμῖν κεῖσθαι. ὡς δὲ οὐ περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα παρ' ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε, ξυνεπίστασθε [16.15] καὶ ὑμεῖς δήπουθεν. ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι παρ' ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην.

[16.16] ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειν τε τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην [16.17] ἐπανορθοῦν. μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα [16.18] τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ. εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι [16.19] λελείψεται μνήμη. πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι· ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ' ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται.

[16.20] καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν [16.21] ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε. οἱ γὰρ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βασιλέα [16.22] ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος. ἐγὼ δὲ οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενός τε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τανῦν καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι ἅπαντας ἔγνωκα· μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους [16.23] παρὰ γνώμην χωρείτω. ἀλλ' εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι, μηδὲν μελλήσας ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα [16.24] ἡμᾶς, ἀλλ' ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω. τούτου γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ' ἐν μεταιχμίῳ γενόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτομολεῖν ἐς τοὺς ἐναντίους ἐθέλοντι ἐμπόδιος εἴην, παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν [16.25] ἐνδείκνυσθαι γνώμην. Γερμανὸς μὲν τοσαῦτα εἶπε. ταραχὴ δὲ πολλὴ ἐν τῷ Ῥωμαίων στρατῷ γέγονεν, ἐπεὶ πρῶτος ἠξίου αὐτὸς ἕκαστος εὔνοιάν τε τὴν ἐς βασιλέα τῷ στρατηγῷ ἐπιδείξασθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.

17 
Χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάν τε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔς τε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵ τε γυναῖκες καὶ τῆς λείας [17.2] χρήματα ἦσαν. ἔνθα καὶ ὁ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τά τε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγόμενος.

[17.3] καταλαβών τε τοὺς ἐναντίους ἐν χωρίῳ, ὃ δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν [17.4] ἐξηρτύετο τρόπῳ τοιῷδε. τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ' αὐτὰς ἔταξεν, ὧν Δόμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρσήσωσι [17.5] μᾶλλον. τῶν δὲ ἱππέων ἄνδρας τε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους [17.6] τρεῖς μάλιστα ἔστησε. καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος ὁ Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης ὁ Πάππου ἀδελφὸς, [17.7] τέταρτος αὐτός. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο. οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκεδασμένοι.

[17.8] εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν ἄποθεν Μαυρουσίων μυριάδες πολλαὶ, ὧν ἄλλοι τε πολλοὶ καὶ [17.9] Ἰαύδας καὶ Ὀρταΐας ἦρχον. οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ [17.10] ἐπὶ τοὺς πολεμίους τετάξεσθαι. οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν ὁ Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ [17.11] Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους. διὸ δὴ οὐδὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ' ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους [17.12] ποιήσωνται. Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀναμιγνύμενοι [17.13] τοῖς στασιώταις ὄπισθεν εἵποντο. Στότζας δὲ ἄγχιστά πη τῶν πολεμίων γενόμενος, ἐπειδὴ σημεῖον τὸ Γερμανοῦ εἶδε, τοῖς παροῦσιν ἐγκελευσάμενος ἐπ' [17.14] αὐτὸν ᾔει. Ἔρουλοι δὲ, ὅσοι στασιῶται ἀμφ' αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐδὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν [17.15] τῶν πολεμίων ἐτάξαντο. ἢν μὲν οὖν ἐπ' ἐκείνους χωρήσαιεν, αὐτοί τε οὐχ ὑποστάντες ἐς φυγὴν τρέψονται καὶ τὸ ἄλλο στράτευμα, ὡς τὸ εἰκὸς, συνταράξουσιν· ἢν δέ γε σφᾶς ἀπωσάμενος Γερμανὸς τρέψηται, ἅπαντα σφίσι διαφθαρήσεται αὐτίκα δὴ μάλα τὰ [17.16] πράγματα. τούτοις ὁ Στότζας ἀναπεισθεὶς τοὺς μὲν ἄλλους τοῖς ἀμφὶ Γερμανὸν μάχεσθαι εἴασεν, αὐτὸς δὲ ξὺν τοῖς ἀρίστοις ἐπί τε Ἰωάννην καὶ τοὺς ξὺν [17.17] αὐτῷ τεταγμένους ᾔει. οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵ τε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον, ἤδη τε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο.

[17.18] ἐν τούτῳ δὲ Γερμανὸς αὐτός τε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳ τε πολλῷ τοὺς κατ' αὐτὸν στασιώτας ἐτρέψατο καὶ [17.19] δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε. τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγερά τε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ' ἑτέρων καταλαμβανόμενοι ἔθνησκον.

[17.20] τῆς τε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανὸν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς [17.21] ἀλκὴν ἔβλεπον. ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷ τε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσσοντες.

[17.22] διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη· ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, [17.23] τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα εὐθὺς ἔκτεινον. ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτός τε ὁ Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοί τε ἀμφ' αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ' ἕτερον ἵππον.

[17.24] Ὁ μὲν οὖν Στότζας ἐν τῷ θορύβῳ τούτῳ ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσε. Γερμανὸς δὲ τοῖς ἀμφ' αὑτὸν ἐγκελευσάμενος εὐθὺ τοῦ τῶν πολεμίων στρατοπέδου [17.25] ἐχώρησεν. ἐνταῦθά οἱ τῶν στασιωτῶν ὑπηντίαζον ὅσοι τοῦ χαρακώματος ἐπὶ τῇ φυλακῇ ἐτετάχατο.

[17.26] μάχης τε ἀμφὶ τὴν αὐτοῦ εἴσοδον καρτερᾶς γενομένης παρ' ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι, πέμψας δὲ ὁ Γερμανὸς τῶν οἱ ἑπομένων τινὰς κατ' ἄλλην ἀποπειρᾶσθαι χώραν τοῦ στρατοπέδου [17.27] ἐκέλευεν. οἳ δὴ οὐδενὸς ταύτῃ ἀμυνομένου ἐντὸς τοῦ [17.28] χαρακώματος ξὺν βραχεῖ πόνῳ ἐγένοντο. οἵ τε στασιῶται κατιδόντες αὐτοὺς ἐς φυγὴν ὥρμηντο, καὶ [17.29] Γερμανὸς παντὶ τῷ ἄλλῳ στρατῷ ἐσεπήδησεν εἰς τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ πόνῳ ἁρπάζοντες οὔτε τοὺς ἐναντίους ἐν λόγῳ ἐποιοῦντό τινι οὔτε τοῦ στρατηγοῦ ἐγκελευομένου [17.30] ἔτι κατήκουον, παρόντων χρημάτων. διὸ δὴ ὁ Γερμανὸς, δείσας μὴ ξυμφρονήσαντες οἱ πολέμιοι ἐπ' αὐτοὺς ἴωσιν, αὐτὸς ξὺν ὀλίγοις τισὶν ἐς τοῦ χαρακώματος τὴν εἴσοδον ἔστη, πολλά τε ὀλοφυρόμενος καὶ τοὺς οὐδὲν ἐπαΐοντας ἐς εὐκοσμίαν παρακαλῶν.

[17.31] τῶν δὲ Μαυρουσίων πολλοὶ τῆς τροπῆς οὕτω γεγενημένης τούς τε στασιώτας ἐδίωκον ἤδη καὶ ξὺν τῷ βασιλέως στρατῷ σφᾶς αὐτοὺς τάξαντες ἐληίζοντο τὸ τῶν [17.32] ἡσσημένων στρατόπεδον. Στότζας δὲ, κατ' ἀρχὰς μὲν ἐπὶ τῷ Μαυρουσίων στρατῷ τὸ θαρσεῖν ἔχων, ὡς ἀναμαχούμενος [17.33] παρ' αὐτοὺς ἤλαυνεν. αἰσθόμενος δὲ τῶν ποιουμένων, ξὺν ἑκατὸν ἀνδράσι διαφυγεῖν μόλις [17.34] ἴσχυσεν. αὖθις δὲ ἀμφ' αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, [17.35] Γερμανῷ ἅπαντες προσεχώρησαν. μόνος δὲ ὁ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ ἡ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα.

18 
Ἦν δέ τις ἐν τοῖς Θεοδώρου τοῦ Καππαδόκου [18.2] δορυφόροις, Μαξιμῖνος ὄνομα, πονηρὸς μάλιστα. οὗτος ὁ Μαξιμῖνος, τῶν στρατιωτῶν πλείστους διομοσαμένους ἐπὶ τὴν πολιτείαν ξὺν αὑτῷ ἔχων, τυραννίδι [18.3] ἐπιθέσθαι διενοεῖτο. ἔτι τε πλείους ἑταιρίζεσθαι ἐν σπουδῇ ἔχων ἄλλοις τε τὸ βούλευμα φράζει καὶ Ἀσκληπιάδῃ, ὡρμημένῳ μὲν ἐκ Παλαιστίνης, εὖ δὲ γεγονότι [18.4] καὶ πρώτῳ τῶν Θεοδώρου ἐπιτηδείων. ὁ γοῦν Ἀσκληπιάδης Θεοδώρῳ κοινολογησάμενος τὸν πάντα [18.5] λόγον εὐθὺς Γερμανῷ εἰσαγγέλλει. καὶ ὃς, οὐκ ἐθέλων ἔτι οἱ τῶν πραγμάτων ᾐωρημένων ἑτέρας τινὸς ταραχῆς ἄρξαι, θωπείᾳ μᾶλλόν τινι τὸν ἄνθρωπον ἢ τιμωρίᾳ περιελθεῖν ἔγνω καὶ ὅρκοις αὐτὸν καταλαβεῖν [18.6] τῆς ἐς τὴν πολιτείαν εὐνοίας. ὂν τοίνυν εἰθισμένον ἅπασι Ῥωμαίοις ἐκ παλαιοῦ μηδένα δορυφόρον τῶν τινος ἀρχόντων καθίστασθαι, ἢν μὴ δεινοτάτους πρότερον ὅρκους παρεχόμενος τὰ πιστὰ δοίη τῆς ἐς αὐτόν τε καὶ τὸν βασιλέα Ῥωμαίων εὐνοίας, μεταπεμψάμενος τὸν Μαξιμῖνον τῆς τε εὐτολμίας αὐτὸν ἐπῄνει καὶ [18.7] δορυφορεῖν τὸ λοιπόν οἱ ἐπέτελλεν. ὁ δὲ περιχαρὴς γεγονὼς τῷ ὑπερβάλλοντι τῆς τιμῆς, ταύτῃ τε ῥᾷον αὐτῷ τὴν ἐπίθεσιν προχωρήσειν ὑποτοπάζων, τόν τε ὅρκον ὑπέστη καὶ τὸ λοιπὸν ἐν τοῖς Γερμανοῦ δορυφόροις ταττόμενος τά τε ὀμωμοσμένα εὐθὺς ἀλογεῖν ἠξίου καὶ τὰ ἐς τὴν τυραννίδα πολλῷ ἔτι μᾶλλον κρατύνασθαι.

[18.8] ἡ μὲν οὖν πόλις ἑορτήν τινα πανδημεὶ ἦγε, πολλοὶ δὲ τῶν Μαξιμίνου στασιωτῶν ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν ἐς Παλάτιον κατὰ τὰ σφίσι ξυγκείμενα ἧκον, οὗ δὴ ὁ μὲν Γερμανὸς τοὺς ἐπιτηδείους εἱστία, παρεστήκει δὲ τῇ θοίνῃ ξὺν τοῖς ἄλλοις δορυφόροις ὁ [18.9] Μαξιμῖνος. προϊόντος δὲ τοῦ πότου, εἰσελθών τις Γερμανῷ ἀπαγγέλλει στρατιώτας πολλοὺς κόσμῳ οὐδενὶ πρὸ τῆς αὐλείου θύρας ἑστῶτας αἰτιᾶσθαι συντάξεις χρόνου πολλοῦ τὸ δημόσιον σφίσιν ὀφείλειν. [18.10] καὶ ὃς τῶν δορυφόρων τοὺς πιστοτάτους ἐκέλευσε λάθρα τὸν Μαξιμῖνον ἐν φυλακῇ ἔχειν, αἴσθησιν αὐτῷ [18.11] τινα τοῦ ποιουμένου ὡς ἥκιστα παρεχομένους. οἱ μὲν οὖν στασιῶται ξύν τε ἀπειλῇ καὶ ταραχῇ ἐπὶ τὸν ἱππόδρομον δρόμῳ ἐχώρουν οἵ τε τῆς βουλῆς αὐτοῖς μετασχόντες κατὰ βραχὺ ἀγειρόμενοι ἐκ τῶν οἰκημάτων [18.12] ἐνταῦθα ξυνέρρεον. καὶ εἰ μὲν ξυλλεγῆναι ἅπαντας ἐς ταὐτὸ ἔτυχεν, οὐκ ἄν τις, οἶμαι, καταλύειν αὐτῶν [18.13] τὴν δύναμιν εὐπετῶς ἔσχε· νῦν δὲ Γερμανὸς προτερήσας ἔτι ἀπολελειμμένου τοῦ πλείστου ὁμίλου ἅπαντας αὐτίκα τοὺς αὐτῷ τε καὶ βασιλεῖ εὐνοϊκῶς ἔχοντας [18.14] ἐπ' αὐτοὺς ἔπεμψεν. οἳ δὴ οὐ προσδεχομένοις τοῖς στασιώταις εἰς χεῖρας ἦλθον. οἱ δὲ οὔτε Μαξιμῖνον σὺν αὑτοῖς ἔχοντες, ὅνπερ σφίσιν ἐξηγήσεσθαι τοῦ κινδύνου ἐκαραδόκουν, οὔτε τὸ πλῆθος ὁρῶντες αὑτοῖς, ᾗπερ ᾤοντο, ξυλλεγὲν, ἀλλὰ καὶ μαχομένους παρὰ δόξαν σφίσι τοὺς ξυστρατιώτας θεώμενοι καὶ ἀπ' αὐτοῦ ἐς ὀλιγωρίαν ἐλθόντες ἡσσήθησάν τε ῥᾳδίως τῇ μάχῃ [18.15] καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. καὶ αὐτῶν οἱ ἐναντίοι πολλοὺς μὲν ἔκτεινον, πολλοὺς δὲ παρὰ Γερμανὸν [18.16] ζωγρήσαντες ἦγον. ὅσοι μέντοι οὐκ ἔφθησαν εἰς τὸν ἱππόδρομον ἥκοντες, οὐδεμίαν αἴσθησιν τῆς [18.17] ἐπὶ Μαξιμίνῳ παρέσχοντο γνώμης. Γερμανὸς δὲ αὐτοὺς μὲν διερευνᾶσθαι οὐκέτι ἠξίου, ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ, ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν [18.18] ἤσκητο. ἐληλεγμένον τε ὡς ἐν τοῖς αὐτοῦ δορυφόροις ταττόμενος τὴν ἐπίθεσιν ἔτι μᾶλλον ποιοίη, ἄγχιστά πη αὐτὸν τοῦ Καρχηδόνος περιβόλου ἀνεσκολόπισεν οὕτω τε τὴν στάσιν παντάπασιν καταλύειν ἔσχε. Μαξιμίνου μὲν ἡ ἐπιβουλὴ ἐτελεύτησεν ὧδε.

19 
Γερμανὸν δὲ ξύν τε Συμμάχῳ καὶ Δομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν· στράτευμά τε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλους τε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ [19.2] Ἰωάννην τὸν Σισινιόλου υἱόν. Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι [19.3] ἦλθον. Σολόμων δὲ καταπλεύσας ἐς Καρχηδόνα καὶ τῆς Στότζα στάσεως ἀπαλλαγεὶς μετρίως τε ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλασσε, διακοσμῶν τε τὸν στρατὸν καὶ εἴ τι μὲν ὕποπτον ἐν αὐτῷ εὕρισκεν, ἔς τε Βυζάντιον καὶ παρὰ Βελισάριον πέμπων, νέους δὲ στρατιώτας εἰς τὸν ἐκείνων ἀριθμὸν καταλέγων καὶ Βανδίλων τοὺς ἀπολελειμμένους καὶ οὐχ ἥκιστά γε αὐτῶν γυναῖκας ἁπάσας ὅλης ἐξοικίζων Λιβύης· πόλιν τε ἑκάστην περιέβαλε τείχει καὶ τοὺς νόμους ξὺν ἀκριβείᾳ φυλάξας πολλῇ τὴν πολιτείαν ὡς μάλιστα [19.4] διεσώσατο. καὶ ἐγένετο Λιβύη ἐπ' ἐκείνου χρημάτων τε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων.

[19.5] Ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπί τε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις [19.6] ἐστράτευε. καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι [19.7] ἔπεμψεν. ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον.

[19.8] ἐνταῦθά τε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔς τε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρουσίων [19.9] προσεδρείᾳ ἐπιέζετο ἤδη. ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα τοῦ στρατοπέδου ἀπεῖχεν, οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμά τε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράν τε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχεσθαι [19.10] τοῖς πολεμίοις. οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ, ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε.

[19.11] Ἀβίγας ὁ ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βουλομένοις [19.12] ᾖ τοῖς ταύτῃ ἀνθρώποις. περιάγουσι γὰρ τὸ ῥεῦμα τοῦτο οἱ ἐπιχώριοι ὅποι ποτὲ σφίσιν ἐς τὸ παραυτίκα ξυνοίσειν οἴονται, ἐπεὶ ἐν τῷδε τῷ πεδίῳ ἀπώρυγες συχναὶ τυγχάνουσιν οὖσαι, ἐς ἃς δὴ ὁ Ἀβίγας σχιζόμενός τε καὶ ἐς πάσας ἰὼν ὑπὸ γῆν φέρεται καὶ [19.13] αὖθις ὑπὲρ γῆν διαφαίνεται, ξυνάγων τὸ ῥεῦμα. τοῦτό τε ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι τοῖς ὕδασι τοῦ [19.14] ποταμοῦ τοῦδε ὅ τι βούλοιντο χρῆσθαι. τότε οὖν ἁπάσας οἱ Μαυρούσιοι τὰς ἐκείνῃ ἀπώρυγας ἀποφράξαντες ἀφιᾶσι τὸ ῥεῦμα ὅλον φέρεσθαι ἀμφὶ τὸ τῶν [19.15] Ῥωμαίων στρατόπεδον. ἀφ' οὗ δὴ τέλμα βαθὺ γεγονὸς καὶ ἀπόρευτον ἐξέπληξέ τε αὐτοὺς ὅτι μάλιστα [19.16] καὶ ἐς ἀπορίαν κατέστησε. ταῦτα ἀκούσας Σολόμων κατὰ τάχος ᾔει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσιν ἐς τοῦ Αὐρασίου τὸν πρόποδα. καὶ ἐν χώρῳ, ὃν Βάβωσιν καλοῦσι, στρατοπεδευσάμενοι ἔμενον. ἄρας τε [19.17] Σολόμων τῷ παντὶ στρατῷ ἐνταῦθα ἧκε. καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν κρατήσας τε παρὰ πολὺ [19.18] αὐτῶν ἐς φυγὴν ἔτρεψε. καὶ ἀπ' αὐτοῦ οἱ Μαυρούσιοι μάχην μὲν ἐκ τοῦ ἀντιπάλου πρὸς Ῥωμαίους διενεγκεῖν ἀξύμφορον σφίσιν ᾤοντο εἶναι· οὐ γὰρ αὐτῶν περιέσεσθαι τῇ μάχῃ ἤλπιζον· ἐς δὲ τοῦ Αὐρασίου τὴν δυσχωρίαν ἐλπίδα εἶχον ἀπολέγοντας τῇ ταλαιπωρίᾳ Ῥωμαίους χρόνῳ ὀλίγῳ ἐνθένδε ἐξανίστασθαι [19.19] ὥσπερ τὸ πρότερον. οἱ μὲν οὖν πολλοὶ ἔς τε Μαυριτανοὺς καὶ ἐς τοὺς πρὸς μεσημβρίαν τοῦ Αὐρασίου βαρβάρους ᾤχοντο, Ἰαύδας δὲ ξὺν Μαυρουσίων δισμυρίοις ἐνταῦθα ἔμενεν. ἐτύγχανε δὲ φρούριον οἰκοδομησάμενος ἐν Αὐρασίῳ, Ζερβούλην ὄνομα.

[19.20] οὗ δὴ ἐσελθὼν σὺν πᾶσι Μαυρουσίοις ἡσύχαζε. Σολόμων δὲ χρόνον μὲν τρίβεσθαι τῇ πολιορκίᾳ ἥκιστα ἤθελε, μαθὼν δὲ τὰ ἀμφὶ πόλιν Ταμουγάδην πεδία σίτου ἀκμάζοντος ἔμπλεα εἶναι ἐς αὐτὰ ἐπῆγε τὸ στράτευμα καὶ ἐγκαθεζόμενος ἐδῄου τὴν γῆν. πυρπολήσας τε ἅπαντα ἐς Ζερβούλην τὸ φρούριον αὖθις ἀνέστρεψεν.

[19.21] Ἐν δὲ τῷ χρόνῳ τούτῳ, ᾧ Ῥωμαῖοι ἐδῄουν τὴν γῆν, Ἰαύδας καταλιπὼν Μαυρουσίων τινὰς, οὓς μάλιστα ᾤετο ἐς τοῦ φρουρίου τὴν φυλακὴν ἱκανοὺς ἔσεσθαι, αὐτὸς ἐς τὴν τοῦ Αὐρασίου ὑπερβολὴν ξὺν τῷ ἄλλῳ στρατῷ ἀνέβη, ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ [19.22] ἐπιτήδεια σφᾶς ἐπιλίποι. χῶρόν τε εὑρὼν κρημνοῖς τε πάντοθεν ἀνεχόμενον καὶ πρὸς ἀποτόμων πετρῶν [19.23] καλυπτόμενον, Τοῦμαρ ὄνομα, ἐνταῦθα ἡσύχαζε. Ῥωμαῖοι δὲ Ζερβούλην τὸ φρούριον ἐς τρεῖς ἐπολιόρκουν ἡμέρας. καὶ τόξοις χρώμενοι, ἅτε οὐχ ὑψηλοῦ ὄντος τοῦ τείχους, πολλοὺς τῶν ἐν ταῖς ἐπάλξεσι βαρβάρων [19.24] ἔβαλλον. τύχῃ δέ τινι ξυνέπεσεν ἅπαντας Μαυρουσίων τοὺς ἡγεμόνας τούτοις δὴ ἐντυχόντας τοῖς βέλεσι [19.25] θνήσκειν. ἐπεὶ δὲ ὅ τε τῶν τριῶν ἡμερῶν χρόνος ἐτρίβη καὶ νὺξ ἐπέλαβε, Ῥωμαῖοι μὲν οὐδὲν τοῦ θανάτου πέρι τῶν ἐν Μαυρουσίοις ἡγεμόνων πυθόμενοι [19.26] διαλύειν ἐβουλεύοντο τὴν προσεδρείαν. ἄμεινον γὰρ Σολόμωνι ἐφαίνετο ἐπί τε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόν τε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ [19.27] βαρβάρους προσχωρήσειν σφίσιν. οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ [19.28] τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν. αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν [19.29] ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο. καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδεὶς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον [19.30] διηποροῦντο. ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν, ὅθεν [19.31] δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες. ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἥκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους.

[19.32] καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.

20 
Ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὅτι μὴ ὀλίγου οὔτε ἄλλου του ἀναγκαίου ἐν εὐπορίᾳ [20.2] ἔσεσθαι ἔμελλον. χρόνου δὲ τριβομένου συχνοῦ τῶν τε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι [20.3] ἤσχαλλον. μάλιστα δὲ πάντων τῇ τοῦ ὕδατος ἀπορίᾳ ἤχθοντο, ὃ δὴ αὐτὸς Σολόμων ἐφύλασσε, καὶ ἄλλο οὐδὲν ἐς ἡμέραν ἐδίδου, πλήν γε δὴ ὅτι κύλικα μίαν [20.4] ἀνδρὶ ἑκάστῳ. ὡς δὲ αὐτοὺς εἶδε δυσανασχετοῦντάς τε ἐκ τοῦ ἐμφανοῦς καὶ τὰ παρόντα δυσχερῆ φέρειν οὐκέτι οἵους τε ὄντας, ἀποπειρᾶσθαί τε τοῦ χωρίου, καίπερ δυσπροσόδου ὄντος, διενοεῖτο καὶ ξυγκαλέσας [20.5] ἅπαντας παρεκελεύσατο ὧδε Ἐπειδὴ δέδωκεν ὁ θεὸς Ῥωμαίοις ἐν Αὐρασίῳ Μαυρουσίους πολιορκεῖν, πρᾶγμα πρότερόν τε κρεῖσσον ἐλπίδος καὶ νῦν τοῖς γε οὐχ ὁρῶσι τὰ δρώμενα παντελῶς ἄπιστον, ἀναγκαῖον καὶ ἡμᾶς τῇ ἄνωθεν ὑπουργοῦντας ἐπικουρίᾳ ταύτην δὴ μὴ καταπροδιδόναι τὴν χάριν, ἀλλ' ὑφισταμένους σὺν προθυμίᾳ τὸν κίνδυνον τῶν ἐκ τοῦ κατορθώσειν [20.6] εὐτυχημάτων ἐφίεσθαι. ὡς πᾶσα μὲν τῶν ἀνθρωπείων πραγμάτων ῥοπὴ ἐς τοῦ καιροῦ τὴν ἀκμὴν περιίσταται· ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς ἐφ' [20.7] ἑαυτῷ τὴν αἰτίαν πεποιημένος. Μαυρουσίων μὲν τὴν ἀσθένειαν ὁρᾶτε δήπου καὶ τὸ χωρίον, οὗ δὴ πάντων ἀπολελειμμένοι τῶν ἀναγκαίων καθείρξαντες αὑτοὺς [20.8] τηροῦσιν. ὑμᾶς δὲ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ τῇ προσεδρείᾳ μηδαμῶς ἀχθομένους τὴν τῶν πολεμίων ὁμολογίαν προσδέχεσθαι, ἢ πρὸς ταύτην ὀλιγωροῦντας [20.9] τὴν μετὰ τοῦ κινδύνου προσίεσθαι νίκην. μᾶλλον δὲ καὶ τὸ πολεμεῖν πρὸς τούσδε ἡμῖν τοὺς βαρβάρους ἀκίνδυνον ἔσται, οὓς δὴ τῷ λιμῷ μαχομένους ἤδη οὔποτε ἡμῖν οὐδὲ εἰς χεῖρας ἀφίξεσθαι οἶμαι. ἅπερ ἐν τῷ παρόντι ὑμᾶς ἐν νῷ ἔχοντας ἅπαντα προσήκει προθύμως τὰ παραγγελλόμενα ἐκτελεῖν.

[20.10] Τοσαῦτα Σολόμων παρακελευσάμενος διεσκοπεῖτο ὅθεν ἂν σφίσι τοῦ χωρίου πειράσασθαι ἄμεινον εἴη, [20.11] ἀπορουμένῳ τε ἐπὶ πλεῖστον ἐῴκει. λίαν γάρ οἱ ἄμαχός τις ἡ δυσχωρία ἐφαίνετο. ἐν ᾧ δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, ἡ τύχη ὁδόν τινα τοῖς πράγμασιν [20.12] ἐπορίσατο τήνδε. Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζὸς, τοῦ καταλόγου ὀπτίων, εἰς ὃν αὐτὸς ἀνεγέγραπτο· οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι [20.13] Ῥωμαῖοι. οὗτος ὁ Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, ἢ καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι [20.14] πολλῷ ποιούμενοι τὰ γινόμενα. ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς, οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο, ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων [20.15] δρόμῳ. ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβάδιζον, [20.16] ἀλλὰ χωρὶς ἕκαστος ᾔει. παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα ὁ Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν [20.17] ἄλλων ἑκάτερον διειργάσατο. ὃ δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς [20.18] πολεμίους ἐχώρουν. ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι [20.19] ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, [20.20] ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια. οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν [20.21] ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον. Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε [20.22] καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε. Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.

[20.23] Ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα· πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι· οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράν τε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης [20.24] ἐδείμαντο. ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνα τε γέροντα Μαυρούσιον φύλακα τῶν [20.25] χρημάτων καταστησάμενος. οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ' ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον [20.26] ἑλεῖν. ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν· αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου [20.27] καταγελῶσαι. τοῦτο δὲ καὶ ὁ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει· ὁ δὲ Ῥωμαῖος στρατιώτης ἐπειδὴ χερσί τε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατό τε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, [20.28] τεμεῖν τε αὐτὸν διαμπὰξ ἴσχυσεν. ἥ τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον, καὶ τάς τε γυναῖκας τά τε χρήματα, μεγάλα κομιδῆ [20.29] ὄντα, ἐνθένδε ἐξεῖλον. ἀφ' ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι.

[20.30] Καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβην τε τὴν χώραν, ἣ ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανία τε ἡ πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ [20.31] ἐς φόρου ἀπαγωγὴν προσεποίησε· Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ ὁ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοά τε καὶ φόρου ὑποτελῆ [20.32] πλήν γε δὴ πόλεως Καισαρείας ἔχων. ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις· ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ [20.33] χώρᾳ. καὶ ἀπ' αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονός τε καὶ λίαν μετρίας, ἔς τε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων.

21 
Τετάρτῳ δὲ ὕστερον ἐνιαυτῷ ἅπαντα σφίσιν ἀγαθὰ ἐς τοὐναντίον γενέσθαι ξυνέπεσεν. ἔτος γὰρ ἕβδομόν τε καὶ δέκατον Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου τοῦ Σολόμωνος ἀδελφοῦ παῖδες, πόλεων τῶν ἐν Λιβύῃ πρὸς βασιλέως ἄρχειν ἔλαχον, Πενταπόλεως μὲν Κῦρος ὁ πρεσβύτερος, Τριπόλεως δὲ Σέργιος.

[21.2] Μαυρούσιοι δὲ οἱ Λευάθαι καλούμενοι στρατῷ μεγάλῳ ἐς Λεπτίμαγναν πόλιν παρ' αὐτὸν ἵκοντο, ἐπιθρυλλοῦντες ὅτι δὴ τούτου ἕνεκα ἥκοιεν, ὅπως ὁ Σέργιος δῶρά τε καὶ ξύμβολα σφίσι τὰ νομιζόμενα δοὺς τὴν εἰρήνην [21.3] κρατύνηται. Σέργιος δὲ Πουδεντίῳ ἀναπεισθεὶς Τριπολίτῃ ἀνδρὶ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε κατ' ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς μάλιστα δοκίμους τῇ πόλει ἐδέξατο, ἅπαντα ἐπιτελέσειν ὑποσχόμενος τὰ αἰτούμενα, τοὺς δὲ ἄλλους ἐν τῷ προαστείῳ μένειν [21.4] ἐκέλευσε. τούτοις δὴ τοῖς ὀγδοήκοντα πίστεις ἀμφὶ τῇ εἰρήνῃ παρασχόμενος, οὕτω δὴ αὐτοὺς ἐπὶ θοίνην ἐκάλεσε. τούτους δὲ λέγουσι τοὺς βαρβάρους νῷ δολερῷ ἐν τῇ πόλει γενέσθαι, ὅπως Σέργιον ἐνεδρεύσαντες [21.5] κτείνωσιν. ἐπειδή τε αὐτῷ ἐς λόγους ἦλθον, ἄλλα τε Ῥωμαίοις ἐπεκάλουν ἐγκλήματα καὶ τὰ λήια [21.6] σφίσιν οὐ δέον δηϊῶσαι. ἅπερ ὁ Σέργιος ἐν ἀλογίᾳ πεποιημένος, ἐκ τοῦ βάθρου ἐξαναστὰς, ἐφ' οὗπερ [21.7] καθῆστο, ἐβούλετο ἀπαλλάσσεσθαι. καί τις αὐτοῦ τῶν βαρβάρων τῆς ἐπωμίδος λαβόμενος ἐνεχείρει οἱ ἐμπόδιος [21.8] εἶναι. ἔς τε θόρυβον ἐνθένδε καταστάντες οἱ [21.9] ἄλλοι ἀμφ' αὐτὸν ἤδη ξυνέρρεον. τῶν δέ τις Σεργίου δορυφόρων τὸ ξίφος σπασάμενος τοῦτον δὴ τὸν [21.10] Μαυρούσιον διεχρήσατο. καὶ ἀπ' αὐτοῦ ταραχῆς, ὡς τὸ εἰκὸς, γενομένης ἐν τῷ δωματίῳ μεγάλης, οἱ Σεργίου δορυφόροι τοὺς βαρβάρους ἅπαντας ἔκτειναν.

[21.11] καὶ αὐτῶν εἷς, ἐπειδὴ κτεινομένους τοὺς ἄλλους εἶδε, τοῦ τε οἰκήματος, ἵνα δὴ ταῦτα ἐπράσσετο, ἐκπεπήδηκε, λαθὼν ἅπαντας, ἔς τε τοὺς ὁμοφύλους ἀφικόμενος [21.12] τὰ σφίσι ξυμπεσόντα ἐδήλου. οἱ δὲ ταῦτα ἀκούσαντες ἔς τε τὸ οἰκεῖον στρατόπεδον κομίζονται δρόμῳ καὶ ξὺν τοῖς ἄλλοις ἅπασιν ἐν ὅπλοις ἐπὶ Ῥωμαίους [21.13] ἐγένοντο. οἷς δὴ ἀμφὶ πόλιν Λεπτίμαγναν ἀφικομένοις Σέργιός τε καὶ Πουδέντιος παντὶ τῷ [21.14] στρατῷ ὑπηντίαζον. τῆς τε μάχης ἐκ χειρὸς γινομένης τὰ μὲν πρῶτα ἐνίκων Ῥωμαῖοι καὶ τῶν πολεμίων πολλοὺς ἔκτειναν, καὶ αὐτῶν τὸ στρατόπεδον ληισάμενοι τῶν τε χρημάτων ἐκράτησαν καὶ γυναικῶν τε καὶ παίδων [21.15] ἐξηνδραπόδισαν μέγα τι χρῆμα. ὕστερον δὲ Πουδέντιος θράσει ἀπερισκέπτῳ ἐχόμενος θνήσκει. Σέργιος δὲ σὺν τῷ Ῥωμαίων στρατῷ, ἤδη γὰρ καὶ συνεσκόταζεν, ἐς Λεπτίμαγναν ἐσήλασε.

[21.16] Χρόνῳ δὲ ὕστερον οἱ μὲν βάρβαροι μείζονι παρασκευῇ ἐπὶ Ῥωμαίους ἐστράτευσαν. Σέργιος δὲ παρὰ Σολόμωνα τὸν θεῖον ἐστάλη, ἐφ' ᾧ καὶ αὐτὸς μείζονι στρατῷ ἐπὶ τοὺς πολεμίους ἴοι· οὗ δὴ καὶ Κῦρον τὸν [21.17] ἀδελφὸν εὗρεν. οἵ τε βάρβαροι ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς ἐληίσαντο τῶν ἐκείνῃ χωρίων· Ἀντάλας δὲ (οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δι' αὐτὸ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντος) ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτι τε τὰς σιτήσεις, αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει, Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε, ταραχήν [21.18] τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών. τότε οὖν τούτους Ἀντάλας τοὺς βαρβάρους ἄσμενός τε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνά τε καὶ Καρχηδόνα [21.19] σφίσιν ἡγήσατο. Σολόμων δὲ, ἐπεὶ ταῦτα ἤκουσε, παντὶ τῷ στρατῷ ἄρας ἐπ' αὐτοὺς ᾔει, καὶ καταλαβὼν ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἐστρατοπεδεύσατο αὐτός τε καὶ οἱ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρός τε καὶ Σέργιος καὶ Σολόμων [21.20] ὁ νεώτατος. δείσας τε τὸ τῶν βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ' αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρατύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, ἦ μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων [21.21] ἐς αὐτοὺς χρήσεσθαι. χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια [21.22] ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν. οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.

[21.23] Τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείαν ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφελών [21.24] τε τὴν λείαν ἐφύλασσε πᾶσαν. δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ [21.25] φαίνηται. ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίων τέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν [21.26] παράταξιν ᾔεσαν. πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει ἡ μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν οἱ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ' αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔς τε ῥύακος ἐκείνῃ ῥέοντος [21.27] χαράδραν ἀφίκοντο. ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ [21.28] ἵππου καθίζουσι. περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόν τε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτη τε τοῦ βίου τελευτὴ Σολόμωνι ἐγένετο.

22 
Τελευτήσαντος δὲ Σολόμωνος, Σέργιος αὐτοῦ, ὥσπερ εἴρηται, ἀδελφιδοῦς ὢν, δόντος βασιλέως, παρέλαβε [22.2] τὴν Λιβύης ἀρχήν. ὃς δὴ φθορᾶς πολλῆς αἰτιώτατος τῷ Λιβύων γένει ἐγένετο, ἅπαντές τε αὐτοῦ τῇ ἀρχῇ ἤχθοντο, ἄρχοντες μὲν, ὅτι ἀσύνετος ὢν κομιδῆ καὶ νέος τόν τε τρόπον καὶ τὴν ἡλικίαν ἀλαζονικώτατος γέγονεν ἀνθρώπων ἁπάντων, ὕβριζέ τε λόγῳ οὐδενὶ ἐς αὐτοὺς καὶ ὑπερεώρα, πλούτου τε δυνάμει καὶ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ ἐς τοῦτο ἀεὶ ἐπιχρώμενος· οἱ δὲ στρατιῶται, ὅτι δὴ ἄνανδρός τε καὶ μαλθακὸς παντάπασιν ἦν· οἱ δὲ Λίβυες διά τε ταῦτα καὶ ὅτι γυναικῶν τε καὶ χρημάτων ἀλλοτρίων ἄτοπός τις ἐραστὴς [22.3] ἐγεγόνει. μάλιστα δὲ πάντων Ἰωάννης ὁ Σισινιόλου τῇ Σεργίου δυνάμει χαλεπῶς εἶχεν. ἀγαθὸς γὰρ ὢν τὰ πολέμια καὶ διαφερόντως εὐδόκιμος, ἀχαρίστου τοῦ [22.4] ἀνθρώπου ἀτεχνῶς ἔτυχε. διὸ δὴ οὔτε αὐτὸς οὔτε ἄλλος τῶν πάντων οὐδεὶς ὅπλα ἀνταίρειν τοῖς πολεμίοις [22.5] ἠβούλετο. τῷ δὲ Ἀντάλᾳ οἵ τε Μαυρούσιοι σχεδόν τι ἅπαντες εἵποντο καὶ Στότζας ἐκ Μαυριτανίας μετάπεμπτος [22.6] ἦλθεν. ἐπεί τε οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων, ἦγόν τε καὶ ἔφερον ληιζόμενοι ἀδεῶς ἅπαντα. τότε Ἀντάλας Ἰουστινιανῷ βασιλεῖ γράμματα [22.7] ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε Δοῦλος μὲν εἶναι τῆς σῆς βασιλείας οὐκ ἂν οὐδὲ αὐτὸς ἀρνηθείην, Μαυρούσιοι δὲ πρὸς Σολόμωνος ἐν σπονδαῖς πεπονθότες ἀνόσις ἔργα, ἐν ὅπλοις ὡς μάλιστα ἠναγκασμένοι γεγόνασιν, οὔ σοι ταῦτα ἀνταίροντες, ἀλλὰ τὸν ἐχθρὸν [22.8] ἀμυνόμενοι, καὶ διαφερόντως ἐγώ. οὐ γὰρ μόνον με τῶν σιτήσεων ἀποστερεῖν ἔγνω, ἅσπερ μοι πολλῷ πρότερον χρόνῳ Βελισάριός τε διώρισε καὶ σὺ δέδωκας, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἐμὸν ἔκτεινεν, οὐδὲν [22.9] ἀδίκημα αὐτῷ ἐπενεγκεῖν ἔχων. τὴν μὲν οὖν δίκην παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ σοι βουλομένῳ ἐστὶ δουλεύειν τε Μαυρουσίους τῇ σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέργιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ [22.10] στρατηγὸν εἰς Λιβύην πέμπε. οὐ γάρ σε ἐπιλείψουσιν ἄνδρες ξυνετοί τε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι· ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔς τε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά [22.11] ἐστιν. Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲ ταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐδ' ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήν τε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

[22.12] Σολόμων δὲ, ὁ Σεργίου ἀδελφὸς, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρός τε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη· οὐ γάρ τις [22.13] αὐτὸν περιόντα ἔγνω. ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα, Μαυρούσιοι, καὶ αὐτοῦ [22.14] ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη. ὁ δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο [22.15] τὰ λύτρα διδούς. οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουν τε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτων τε [22.16] εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι. καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο [22.17] τὸν Σολόμωνα. ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν. αὐτὸς γὰρ Σολόμων ἔφασκεν, ὁ Βάκχου μὲν παῖς, Σολόμωνος δὲ ἀδελφιδοῦς [22.18] εἶναι. Μαυρούσιοι δὲ τοῖς τε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίου τε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόν τε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρήσουσιν.

[22.19] οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐδὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ' ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν [22.20] προσεδρείαν εὐθὺς διαλύσωσιν. οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειν τε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούς τε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ' οἴκου ξύμπαντες ἀνεχώρησαν.

23 
Ἀντάλας δὲ καὶ ὁ τῶν Μαυρουσίων στρατὸς ξυνελέγοντο αὖθις ἐν Βυζακίῳ, καὶ αὐτοῖς Στότζας ξυνῆν, στρατιώτας τε ὀλίγους τινὰς καὶ Βανδίλους [23.2] ἔχων. Ἰωάννης δὲ ὁ Σισινιόλου, πολλὰ λιπαρούντων [23.3] Λιβύων, στράτευμα ἀγείρας ἐπ' αὐτοὺς ἦλθεν. ἐτύγχανε δὲ Ἱμέριος Θρᾷξ τῶν ἐν Βυζακίῳ καταλόγων ἄρχων, ὃν δὴ τότε Ἰωάννης ἐκέλευε πάντας ἐπαγόμενον τοὺς ταύτῃ καταλόγους ξὺν τοῖς ἑκάστῳ ἡγουμένοις ἐλθόντα ἐς χωρίον Μενεφέσση, ὅ ἐστιν ἐν Βυζακίῳ, σφίσι [23.4] ξυμμῖξαι. ὕστερον δὲ ἀκούσας ἐνταῦθα ἐνστρατοπεδεύεσθαι τοὺς πολεμίους, Ἱμερίῳ ἔγραφε τά τε ξυμπεσόντα δηλῶν καὶ σφίσιν ἐπαγγέλλων ἑτέρωθι ἀναμίγνυσθαι, ὅπως μὴ κατὰ μόνας, ἀλλὰ κοινῇ ἅπαντες [23.5] ὑπαντιάσωσι τοῖς πολεμίοις. τύχῃ δέ τινι οἱ ταῦτα τὰ γράμματα ἔχοντες ὁδῷ ἑτέρᾳ χρησάμενοι τὸν Ἱμέριον εὑρεῖν οὐδαμῇ ἴσχυσαν, ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ [23.6] ταῖς ἐκείνων χερσίν. (ἦν δέ τις ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ νεανίας Σεβηριανὸς, Ἀσιατικοῦ παῖς, Φοῖνιξ, Ἐμεσηνὸς γένος, καταλόγου ἱππικοῦ ἄρχων.

[23.7] ὃς δὴ μόνος ξὺν τοῖς ἀμφ' αὐτὸν στρατιώταις, πεντήκοντα [23.8] οὖσι, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε. καὶ χρόνον μὲν ἀντεῖχόν τινα, ἔπειτα δὲ πλήθει πολλῷ βιαζόμενοι ἐς λόφον ἀνέδραμον ἐνταῦθά πη ὄντα, οὗ δὴ καὶ [23.9] φρούριον οὐκ ἀσφαλὲς ἦν. διὸ δὴ ὁμολογίᾳ σφᾶς αὐτοὺς τοῖς ἐναντίοις ἐνταῦθα ἐπ' αὐτοὺς ἀναβεβηκόσι [23.10] παρέδωκαν.) οἱ δὲ οὔτε αὐτὸν οὔτε τῶν στρατιωτῶν τινα ἔκτειναν, ἀλλὰ ζωγρήσαντες ἅπαντας, Ἱμέριον μὲν ἐν φυλακῇ ἔσχον, τῷ δὲ Στότζᾳ τοὺς στρατιώτας παρέδοσαν, ὁμολογοῦντας σφίσι ξὺν προθυμίᾳ πολλῇ ἐπὶ Ῥωμαίους στρατεύσεσθαι· τὸν μέντοι Ἱμέριον, ἢν [23.11] μὴ τὰ ἐπαγγελλόμενα ποιῇ, κτείνειν ἠπείλουν. ἐπήγγελλον δὲ πόλιν Ἀδραμητὸν ἐπιθαλασσίαν μηχανῇ τινι σφίσιν ἐνδοῦναι. καὶ ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ [23.12] εἶναι, ἐπὶ Ἀδραμητὸν ξὺν αὐτῷ ᾔεσαν. τῆς τε πόλεως ἀγχοῦ γενόμενοι Ἱμέριον μὲν ὀλίγῳ ἔμπροσθεν ξὺν στρατιώταις τῶν Στότζᾳ ἑπομένων τισὶν ἔπεμψαν, Μαυρουσίους δεδεμένους δῆθεν ἐφέλκοντα, αὐτοὶ δὲ [23.13] ὄπισθεν εἵποντο. καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος ὁ βασιλέως στρατὸς, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον· οὕτω τε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα [23.14] αὐτῷ ἰοῦσι γενέσθαι. καὶ ὁ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες (οὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον) τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο.

[23.15] τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν [23.16] Μαυρουσίων στρατόν. ληισάμενοί τε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλλάσσοντο.

[23.17] Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανός τε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν.

[23.18] Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισὶν, αὐτὸς μὲν, ἔφη, ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει [23.19] τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι. οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, ὁ δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδος τε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης [23.20] κυρίους ἐς Καρχηδόνα ἔπλει. οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόν τε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσομένῳ [23.21] διδόναι ἠξίου. καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιώτας τινὰς διδόναι ἐδεῖτο, λαβών τε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενόει τοιάδε.

[23.22] νηῶν τε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύτας τε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους, ἃ δὴ Ῥωμαίων οἱ [23.23] στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι. ἄρας τε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς ὁ βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς [23.24] λόγου πολλοῦ ἄξιον στράτευμα πέμψειεν. οἷς δὴ θαρσοῦντας ἐκέλευε τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι [23.25] πυλίδα μίαν. οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτω τε ὁ Παῦλος ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου γενόμενος τούς τε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο, ἥ τε ἀμφὶ Γερμανῷ φήμη [23.26] ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν. οἱ δὲ Μαυρούσιοι καὶ ὁ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ' ἀρχὰς μὲν κατωρρώδησάν τε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκείνων [23.27] πεπόνθασι. διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέ τε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον ἡ χώρα.

[23.28] Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔς τε Σικελίαν καὶ νήσους τὰς ἄλλας.

[23.29] οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, ὁ τὴν Ἀδραμητὸν [23.30] ἀνασωσάμενος βασιλεῖ. οἵ τε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόν τε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς ὁ Στότζας ἐν δυνάμει ὢν [23.31] ἤδη. Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ' ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι, ἐθελούσιοι δὲ αὐτοῦ μείναντες.

[23.32] Ἰωάννης δὲ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν.

24 
Ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα, ἔργων [24.2] δὲ πολεμίων οὐδαμῶς ἔμπειρον. καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινὰς, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔς τε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες.

[24.3] συνῆν δὲ τῷ Ἀρεοβίνδῳ ἥ τε ἀδελφὴ καὶ Πρεϊέκτα ἡ γυνὴ, Βιγλεντίας θυγάτηρ τῆς βασιλέως Ἰουστινιανοῦ [24.4] ἀδελφῆς. οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλ' αὐτόν τε καὶ Ἀρεόβινδον Λιβύης στρατηγοὺς ἐκέλευεν εἶναι, τήν τε χώραν καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους [24.5] διελομένους. ἐπέβαλε δὲ Σεργίῳ μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεοβίνδῳ δὲ τοῖς ἐν Βυζακίῳ Μαυρουσίοις ἀεὶ διαμάχεσθαι.

[24.6] καταπλεύσαντός τε τοῦ στόλου τούτου ἐς Καρχηδόνα Σέργιος μὲν ἐπὶ Νουμιδίας ξὺν τῷ οἰκείῳ στρατῷ ἀπιὼν ᾤχετο, Ἀρεόβινδος δὲ Ἀντάλαν τε καὶ Στότζαν ἐνστρατοπεδεύεσθαι μαθὼν ἀμφὶ πόλιν Σικκαβενερίαν, τριῶν ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, Ἰωάννην τὸν Σισινιόλου ἐπ' αὐτοὺς ἐκέλευεν ἰέναι [24.7] τοῦ στρατοῦ ἀπολεξάμενον εἴ τι ἄριστον ἦν· τῷ τε Σεργίῳ ἔγραφε τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀναμίγνυσθαι, ἐφ' ᾧ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χωρήσουσι.

[24.8] Σέργιος μὲν οὖν τῶν τε γεγραμμένων καὶ τοῦ ἔργου τούτου ὀλιγωρεῖν ἔγνω, ὁ δὲ Ἰωάννης ξὺν ὀλίγῳ στρατῷ ἀμυθήτῳ ἠνάγκαστο πολεμίων πλήθει [24.9] ἐς χεῖρας ἰέναι. ἦν δὲ αὐτῷ τε καὶ Στότζᾳ μέγα τι ἀεὶ ἐς ἀλλήλους ἔχθος, ἑκάτερός τε αὐτοῖν ηὔχετο φονεὺς θατέρου γενόμενος οὕτω δὴ ἐξ ἀνθρώπων ἀφανισθῆναι.

[24.10] τότε γοῦν, ἐπειδὴ τάχιστα ἡ μάχη ἐν χερσὶ γίγνεσθαι ἔμελλεν, ἄμφω ἐκ τῶν στρατοπέδων ἐλαύνοντες [24.11] ἐπ' ἀλλήλους ἦλθον. ὁ μὲν οὖν Ἰωάννης ἐντείνας τὸ τόξον ἔτι προσιόντα τὸν Στότζαν κατὰ βουβῶνα τὸν δεξιὸν ἐπιτυχὼν βάλλει, ὁ δὲ καιρίαν πληγεὶς αὐτοῦ ἔπεσεν, οὔπω μὲν τεθνεὼς, χρόνον δέ τινα ὀλίγον [24.12] ταύτῃ δὴ ἐπιβιωσόμενος τῇ πληγῇ. ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοι τε αὐτῷ εἵποντο καὶ ὁ τῶν Μαυρουσίων στρατὸς, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ [24.13] ἐτρέψαντο. τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ὁ [24.14] ἵππος. ἐφ' ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ πολέμιοι κτείνουσιν, ἄνδρα γενόμενον δόξῃ τε καὶ ἀρετῇ μέγαν. ὅπερ ὁ Στότζας μαθὼν ἐτελεύτησε, τοσοῦτον εἰπὼν, ὡς ἥδιστα τὸ λοιπὸν [24.15] θνήσκοι. ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἰωάννης Ἀρμένιος Ἀρταβάνου ἀδελφὸς θνήσκει, ἔργα ἐς τοὺς πολεμίους [24.16] ἐπιδειξάμενος ἀρετῆς ἄξια. βασιλεὺς δὲ ταῦτα ἀκούσας περιώδυνός τε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα, ἀξύμφορόν τε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν, τὸν μὲν Σέργιον εὐθὺς μεταπεμψάμενος ἐς Ἰταλίαν ξὺν στρατῷ ἔπεμψεν, Ἀρεοβίνδῳ δὲ ἅπαν τὸ Λιβύης παρέδωκε κράτος.

25 
Γόνθαρις δὲ δυοῖν μησὶν ὕστερον ἢ Σέργιος ἐνθένδε ἀπιὼν ᾤχετο, τυραννίδι ἐπέθετο τρόπῳ τοιῷδε. ἐτύγχανε μὲν αὐτὸς τῶν ἐν Νουμίδαις καταλόγων ἡγούμενος διατριβήν τε διὰ τοῦτο ἐνταῦθα ἔχων, ἔπρασσε δὲ λάθρα ἐς Μαυρουσίους ὅπως ἐπὶ Καρχηδόνα [25.2] χωρήσωσιν. αὐτίκα τοίνυν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς ἐς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ πολλῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας τε καὶ Ἰαύδας, Βυζακηνῶν δὲ Ἀντάλας.

[25.3] ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης ὁ τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, [25.4] ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο. γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλους τε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς Ἀρμενίοις καὶ Ἀρταβάνης.

[25.5] ὁ μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ [25.6] στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν. ὁ δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο [25.7] τῆς Λιβύων ἀρχῆς. ὁ μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι.

[25.8] ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, ᾧ δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος [25.9] αὐτὸν παρακαλῶν ἰέναι. οὕτω γάρ οἱ τὸν [25.10] Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο. ὁ μὲν οὖν Οὐλίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ' ᾧ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τό τε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίους τε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνος τε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων.

[25.11] ταῦτά τε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης νειμάμενοι.

[25.12] οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔν τε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδε [25.13] τε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν. τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράς τε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς [25.14] ἔκτειναν. οὓς δὴ ὁ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτως τε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον.

[25.15] Ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ ὁ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι.

[25.16] Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα [25.17] ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν. ὁ δὲ παρακρούεσθαί τε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παρ' αὐτοῦ [25.18] λάβοι. Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παρ' ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ [25.19] διατριβὴν εἶχον. Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα.

[25.20] καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι [25.21] ξυγκειμένων. ἀλλήλοις δὲ ἄμφω πολέμιοί τε καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷ τε πονηρῷ ξυνετάσσοντο, ἐπί τε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις [25.22] ξυστρατεύοντες ᾔεσαν. τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἡ ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ [25.23] ἀνελέσθαι τὴν Λιβύης ἀρχήν. ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα [25.24] ἥκουσιν. ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ [25.25] ἀνίσχοντι. ἀλλ' Ἀρεόβινδος ἀπείρως τε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐδενὶ [25.26] λόγῳ. μελετῶν τε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον [25.27] τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον. διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε.

[25.28] Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόν τε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω.

26 
Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας, οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν [26.2] μέσαις ταῖς πύλαις. ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται (ἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς [26.3] πάντας ἀνθρώπους. τοῦτό τε αὐτοῖς οὐκ ἄπο τοῦ εἰκότος γενέσθαι ξυμβαίνει. ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ' ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας [26.4] σταθμώμενος τρόπον. διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαι), ἀλλ' ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος [26.5] Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ [26.6] ἐπιγενόμενος διεκώλυσε. μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς [26.7] μετεπέμπετο. παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτὸς, τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ' αὐτίκα μάλα ἐπ' αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω [26.8] γεγονέναι κακόν. τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινὰ, Φρέδαν [26.9] ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης. ἐπεὶ δὲ ὁ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ' αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο.

[26.10] Ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη ἄμφω ξυλλαβοῦσιν [26.11] ἐν φυλακῇ ἔχειν. οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ [26.12] λόγῳ. χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον [26.13] ὦφλε. καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα [26.14] ἀφίκεται. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας, οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ [26.15] οὐδέτεροι τὸ ἔλασσον ἔσχον. ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ' οἱ πλεῖστοι ἔτι ταῖς [26.16] γνώμαις ἀκραιφνεῖς ἔμενον. Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν (οὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν) κατεπλάγη τε καὶ [26.17] ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει. ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν, οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται· μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν· τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν [26.18] φρούριον ἐχυρώτατον κατεστήσατο. ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ [26.19] τὴν ἀδελφὴν ἐτύγχανε πέμψας. τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν [26.20] ὡς ἕκαστός πη ἐδύνατο. Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα [26.21] ἤδη ἐφύλαττε. πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, [26.22] καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε. θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι [26.23] μάλιστα ἡ πρᾶξις ἀρέσκοι. ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ [26.24] δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν. ὁ μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ [26.25] ἀνθρώπῳ ἠπείλησε. δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος [26.26] ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη. ὁ μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἢ ἰδιώτῃ παντάπασι πρέπον· κασοῦλαν αὐτὸ τῇ Λατίνων [26.27] φωνῇ καλοῦσι Ῥωμαῖοι. ἐπειδή τε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ [26.28] ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε. πρηνής τε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τά τε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον, ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ' οὗ οἱ τὴν πίστιν ὁ ἱερεὺς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο.

[26.29] ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν ὁ Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, [26.30] εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται. καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν· οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύν τε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχήσεσθαι.

[26.31] εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόν τε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν [26.32] Παλατίῳ ἐκέλευε. καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα· πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε· δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν· οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέροις [26.33] τισὶν ἐπ' αὐτὸν ἔπεμψεν. οἵπερ αὐτὸν κωκύοντά τε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλά τε πρὸς ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες.

27 
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν ὁ Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν [27.2] ἔγνω. Ἀντάλας τοίνυν, ὅτι τέ οἱ τῶν ξυγκειμένων οὐδὲν ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τά τε ὀμωμοσμένα τά τε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον [27.3] ἐννοῶν ἤσχαλλεν. οὐ γάρ οἱ ἐδόκει ὁ τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν [27.4] πιστὸς ἔσεσθαι. πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε· διὸ δὴ ὀπίσω [27.5] ἀπήλαυνε. γνούς τε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παρ' αὐτὸν, φράσας τε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δοὺς, τὸν ἄνθρωπον ἐπηγάγετο.

[27.6] καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ, ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν [27.7] πόλιν ἐφύλασσον. οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους ἢ χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώρησαν [27.8] δρόμῳ. καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι ἅπαντες.

[27.9] καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔς τε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν [27.10] ἐπιτάσσοντι ὡμολόγησε. λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύετο, Γρηγορίῳ τε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο.

[27.11] Γρηγόριος δὲ αὐτὸν ἐς τὴν πρᾶξιν ἐνάγων ἔλεξε τοιάδε Ἀρταβάνη, νῦν σοι πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κλέος, μᾶλλον δὲ αὐτὸ καὶ πολλῷ ἔτι ὑπερβαλέσθαι.

[27.12] ὁ μὲν γὰρ στρατιὰν ἀξιολογωτάτην καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν ἐνταῦθα ἧκεν, ἄρχοντας μὲν ἔχων τούς οἱ ἑπομένους καὶ ξυμβούλους πολλοὺς, στόλον δὲ νηῶν οἷον οὔπω ἡμεῖς ἀκοῇ ἴςμεν, ἵππον τε πολλὴν καὶ ὅπλα καὶ τὰ ἄλλα ἁπλῶς εἰπεῖν ἅπαντα ἐπαξίως οἱ παρεσκευασμένα τῆς Ῥωμαίων [27.13] ἀρχῆς. οὕτω τε πόνῳ πολλῷ ἀνεσώσατο Λιβύην [27.14] Ῥωμαίοις. ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι· πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι, καὶ πρός γε τὸ μηδὲ φυλάξαι τἀγαθὰ [27.15] δυνατοῖς γεγονέναι. τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇ τε καὶ γνώμῃ καὶ [27.16] δεξιᾷ κεῖται. οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν [27.17] ἀνδραγαθίζεσθαι ἀεί τε καὶ πανταχῆ πρέπει. πολλὰ γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ πέπρακται. Ἀκάκιον γὰρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, καὶ ἀπ' αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς [27.18] ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας. ἐπεὶ δὲ τηλικόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν ὡς εὐγενείᾳ τε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ὦ 'γαθὲ, τὰ πρόσθεν εἰργάσω· ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.

[27.19] Γρηγόριος μὲν τοσαῦτα εἶπεν· Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν.

[27.20] Ὁ δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἢ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας εἰπεῖν ἢ πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον ἡ Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάς τε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γονθάριδος [27.21] οὐδαμῆ ἐπαινοῦντος. ἔπρασσε δὲ ταῦτα ὁ Γόνθαρις Πασιφίλῳ ἀναπεισθεὶς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ [27.22] αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν. ἰσχυρίζετο γὰρ ὁ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς [27.23] ἐπιδώσειν χρημάτων μεγάλων. Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους [27.24] τοὺς ἐν Βυζακίῳ ἐκέλευε. Κουτζίνας γὰρ ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκὼς, ἀπέστη τε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν· ᾧ δὴ τόν τε παῖδα [27.25] καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο. τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος.

[27.26] εἵποντο δὲ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχε. πόλιν τε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ [27.27] ἄποθεν τῶν πολεμίων ηὐλίσαντο. τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας [27.28] ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα. οὓς δὴ οὐ ξυνενεγκόντες οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν [27.29] ὥρμηντο. ἀλλ' ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου [27.30] στρέψας τε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε. διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν [27.31] διενοεῖτο. παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὢν, ἀνήκεστα σφᾶς [27.32] ἔργα ἐργάσηται· ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ [27.33] στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι. καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ [27.34] βασιλέως στρατῷ ἀναμίγνυσθαι. ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι [27.35] δυσκόλων. ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος [27.36] ἐπὶ τοὺς πολεμίους δεήσει. ὁ δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ [27.37] τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι. πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει, ἐς οὓς ὑποψίᾳ τινὶ καὶ [27.38] λόγον οὐκ ἐχούσῃ ἐχρῆτο. τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.

28 
Τά τε ἄλλα διοικησάμενος, ὅπη οἱ ἐδόκει ὡς ἄριστα ἔχειν, τοὺς ἐπιτηδείους ἑστιᾶν ἔγνω, ὡς ἡμέρᾳ [28.2] τῇ ἐπιούσῃ τὴν ἔξοδον ποιησόμενος. ἔν τε οἰκήματι, οὗ δὴ στιβάδες ἐν παρασκευῇ ἦσαν ἐκ παλαιοῦ τρεῖς, [28.3] τὴν θοίνην ἐποίει. αὐτὸς μὲν οὖν ἐπὶ στιβάδος κατεκλίνετο, ὡς τὸ εἰκὸς, τῆς πρώτης, ἔνθα δὴ καὶ Ἀθανάσιός τε καὶ Ἀρταβάνης ἦσαν, τῶν τε Γονθάριδι γνωρίμων τινὲς, καὶ Πέτρος Θρᾷξ μὲν γένος, δορυφόρος [28.4] δὲ Σολόμωνος γενόμενος πρότερον. ἐν ἀμφοτέραις δὲ ταῖς ἄλλαις στιβάσι Βανδίλων οἱ πρῶτοί τε καὶ ἄριστοι [28.5] ἦσαν. Ἰωάννην μέντοι, ὃς τῶν Στότζα στασιωτῶν ἦρχε, Πασίφιλος ἰδίᾳ εἱστία, καὶ τῶν ἄλλων ἕκαστον, ὅπη ἑκάστῳ τῶν Γονθάριδι ἐπιτηδείων φίλον ἔδοξεν [28.6] εἶναι. Ἀρταβάνης τοίνυν ἡνίκα ἐπὶ ταύτην δὴ τὴν θοίνην ἐκαλεῖτο, τοῦτόν οἱ τὸν καιρὸν ἐπιτηδείως ἔχειν ἐς τὸν τοῦ τυράννου φόνον οἰόμενος, τὸ βού[28.7] λευμα ἐπιτελεῖν διενοεῖτο. ἐς Γρηγόριον οὖν καὶ Ἀρτασίρην καὶ δορυφόρους ἑτέρους τρεῖς τὸ πρᾶγμα ἐξενεγκὼν τοὺς μὲν δορυφόρους ξὺν τοῖς ξίφεσιν ἐκέλευσεν εἴσω γενέσθαι· (ἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι τοὺς δορυφόρους νόμος) εἴσω δὲ γενομένους ἐγχειρεῖν ἄφνω, ἡνίκα ἂν σφίσι δοκῇ ὁ καιρὸς ὡς μάλιστα ἐπιτηδείως ἔχειν, πρῶτόν τε τὸν Ἀρτασίρην [28.8] ἔργου ἔχεσθαι. τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας· (ἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμις) τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους ἐς τὴν θοίνην αὐτὸν [28.9] κεκληκέναι· βούλεσθαι τοίνυν ἑστάναι μὲν αὐτοὺς παρὰ τοὺς Γονθάριδος φύλακας, οἵπερ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο, τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους τῶν μὲν ἀσπίδων, ἅσπερ ἐκεῖνοι φέρουσιν, ἅπτεσθαι, πάλλοντας δὲ αὐτὰς καὶ ἄλλως κινοῦντας ἄνω κάτω ἐς ἀεὶ στρέφειν· θορύβου δὲ ἢ κραυγῆς ἐντὸς γενομένης ἀραμένους τὰς ἀσπίδας αὐτὰς βοηθεῖν δρόμῳ.

[28.10] Ἀρταβάνης μὲν ταῦτα ἐπήγγελλεν, ὁ δὲ Γρηγόριος ἐπιτελῆ ἐποίει. ὅ τε Ἀρτασίρης ἐπενόει τάδε· τῶν βελῶν τινα διελὼν δίχα τῷ καρπῷ τῆς εὐωνύμου χειρὸς ἐπέθετο κατὰ τὰς τομὰς μέχρι ἐς τὸν ἀγκῶνα. ἱμᾶσί τε αὐτὰ ἐς τὸ ἀκριβὲς σφίγξας ὕπερθε τὸ ταύτῃ τοῦ [28.11] χιτωνίσκου μέρος ἐπέβαλλεν. ἐποίει δὲ ταῦτα, ὅπως, ἤν τις αὐτῷ τὸ ξίφος ἐπανατεινάμενος ἐγχειρῇ παίειν, μηδὲν αὐτῷ δεινὸν πεπονθέναι ξυμβαίη, προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου ἐν τῇ ἐς τὸ ξύλον ἐπιφορᾷ καὶ τοῦ σώματος ἅψασθαι οὐδαμῆ ἔχοντος. τοιαύτῃ μὲν γνώμῃ Ἀρτασίρης, ὥσπερ [28.12] μοι ἐρρήθη, ἐποίει. τῷ δὲ Ἀρταβάνῃ ἔλεξεν ὧδε Ἐγὼ τὸ μὲν ἐγχείρημα ὀκνήσει οὐδεμιᾷ ὑποστήσεσθαι καὶ ξίφει τῷδε τοῦ Γονθάριδος σώματος ψαύσειν ἐλπίδα ἔχω, τὸ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν, πότερα ὁ θεὸς τῷ τυράννῳ χαλεπῶς ἔχων ξυγκατεργάσεταί μοι τὸ τόλμημα τοῦτο, ἤ τινα ἐμὴν ἁμαρτάδα τιννύμενος [28.13] ἐνταῦθά τε ἀπαντήσας ἐμπόδιος εἴη. ἢν τοίνυν οὐκ ἐν καιρίῳ πληγέντα τὸν τύραννον ἴδῃς, σὺ δή με τῷ ξίφει τῷ ἐμῷ μηδέν τι μελλήσας ἀπόκτεινον, ὅπως μὴ πρὸς αὐτοῦ αἰκιζόμενος γνώμῃ τε τῇ σῇ ἐς τὴν πρᾶξιν ὡρμηκέναι εἰπὼν αἴσχιστά τε αὐτὸς διαφθαρείην [28.14] καί σε προσαπολεῖν ἀναγκασθείην ἀκούσιος. τοσαῦτα καὶ Ἀρτασίρης εἰπὼν ξύν τε Γρηγορίῳ καὶ τῶν δορυφόρων ἑνὶ παρὰ τὰς στιβάδας ἐλθὼν ὄπισθεν Ἀρταβάνου ἑστήκει. οἱ δὲ λοιποὶ παρὰ τοὺς φύλακας μένοντες τὰ σφίσιν ἐπηγγελμένα ἐποίουν.

[28.15] Ὁ μὲν οὖν Ἀρτασίρης, ἀρξαμένης που τῆς θοίνης, ἔργου ἔχεσθαι διενοεῖτο, ἤδη τε τῆς τοῦ ἀκινάκου [28.16] λαβῆς ἥπτετο. ἀλλ' αὐτὸν ὁ Γρηγόριος διεκώλυσεν ἔτι τὸν Γόνθαριν ὅλον εἰπὼν τῇ Ἀρμενίων φωνῇ ἐν αὑτῷ εἶναι, οὔπω ἐκπεπωκότα τοῦ οἴνου τι μέγα.

[28.17] ἀνοιμώξας τοίνυν Ἀρτασίρης, ὦ ἄνθρωπε, εἶπεν, ὡς καλὴν ἔχοντά με ψυχὴν οὐ δέον ἐν τῷ παρόντι [28.18] κεκώλυκας. προϊόντος δὲ τοῦ πότου, ἤδη που καταβεβρεγμένος ὁ Γόνθαρις τοῖς δορυφόροις τῶν βρώσεων [28.19] ἐδίδου, φιλοτιμίᾳ τινὶ χρώμενος. οἳ δὴ ταύτας λαβόντες ἐσθίειν ἤδη τοῦ οἰκήματος ἔξω γενόμενοι ἔμελλον, μόνων ἀπολελειμμένων παρὰ τὸν Γόνθαριν δορυφόρων [28.20] τριῶν, ὧνπερ Οὐλίθεος εἷς ἐτύγχανεν ὤν. ἐξῄει δὲ καὶ Ἀρτασίρης, ὡς τῶν βρώσεων ξὺν τοῖς ἑτέροις γευσόμενος.

[28.21] ἐνταῦθά τις αὐτῷ γέγονεν ἔννοια μή τί οἱ σπάσασθαι βουλομένῳ τὸν ἀκινάκην ἐμπόδιον εἴη.

[28.22] ἔξω τοίνυν γενόμενος ἔρριψε μὲν λάθρα τοῦ ξίφους τὴν θήκην, γυμνόν τε αὐτὸ ὑπὸ μάλης λαβὼν πρὸς τῆς ἐπωμίδος κεκαλυμμένον παρὰ τὸν Γόνθαριν ἐσεπήδησεν, [28.23] ὡς κρύφα τι τῶν ἄλλων ἐρῶν. ὅπερ Ἀρταβάνης ἰδὼν τῷ τε θυμῷ ζέων καὶ τῇ τῆς ἀγωνίας ὑπερβολῇ ἐς βαθεῖάν τινα ἐμπεσὼν μέριμναν, κινεῖν τε τὴν κεφαλὴν ἤρξατο καὶ πολλὰς ἀμείβειν τοῦ προσώπου χρόας, ἔνθους τέ τις τῷ μεγέθει τῆς πράξεως [28.24] γεγενῆσθαι παντελῶς ἔδοξεν. ὅπερ ὁ Πέτρος ἰδὼν ξυνῆκε τὸ ποιούμενον, οὐ μέντοι ἐξήνεγκεν ἐς τῶν ἄλλων τινὰ, ἐπεὶ αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν [28.25] ἤρεσκε τὰ πρασσόμενα. τὸν δὲ Ἀρτασίρην, ἄγχιστά πη τοῦ τυράννου ἐλθόντα, τῶν τις οἰκετῶν ὦσε, μικρόν τε ὄπισθεν ἀποκεχωρηκότος κατενόησε τὸ ξίφος γυμνὸν [28.26] ἀνέκραγέ τε, τί τοῦτο, βέλτιστε; λέγων. ὁ μὲν οὖν Γόνθαρις παρὰ τῶν ὤτων τὸ δεξιὸν τὴν χεῖρα ἐπιβαλὼν στρέψας τε τὸ πρόσωπον ἐς αὐτὸν ἔβλεπεν.

[28.27] Ἀρτασίρης δὲ αὐτὸν τῷ ξίφει μεταξὺ ἔπαισε καὶ τοῦ βρέγματος μοῖράν τινα ξὺν τοῖς δακτύλοις ἀπέκοψε.

[28.28] Πέτρος δὲ ἀναβοήσας ἐνεκελεύετο τῷ Ἀρτασίρῃ τὸν [28.29] ἀνοσιώτατον κτείνειν ἀνθρώπων ἁπάντων. ἀναθρώσκοντα δὲ Γόνθαριν Ἀρταβάνης ἰδὼν (ἐγγύθι γὰρ κατεκλίνετο) μάχαιραν ἀμφήκη σπασάμενος, ἥ οἱ παρὰ τὸν μηρὸν ἀπεκρέματο μεγάλη τις οὖσα, ἐς τὴν ἀριστερὰν τοῦ τυράννου πλευρὰν ἄχρι ἐς τὴν λαβὴν ξύμπασαν [28.30] ὤσας ἐνταῦθα μεθῆκε. καὶ ὃς οὐδέν τι ἧσσον ἀναθορεῖν ἐπεχείρησεν, ἅτε δὲ καιρίαν λαβὼν αὐτοῦ [28.31] ἔπεσεν. ὁ μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης πατάξων ἐπήνεγκεν· ὁ δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς [28.32] αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς, ἔκτεινε [28.33] τὸν Οὐλίθεον οὐδενὶ πόνῳ. Πέτρος δὲ καὶ Ἀρταβάνης, ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας, τῶν δορυφόρων τοὺς λειπομένους [28.34] αὐτοῦ ἔκτειναν. γέγονε τοίνυν, ὡς τὸ εἰκὸς, κραυγῆς τε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοι τε ταύτης, ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούς τε Βανδίλους ξύμπαντας τούς τε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.

[28.35] τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐμαρτύρατο ἐπιμελεῖσθαι τῶν ἐν Παλατίῳ χρημάτων. ὅσα γὰρ Ἀρεοβίνδῳ [28.36] ἐλέλειπτο ἐνταῦθα εἶναι. ἐπεὶ δὲ οἱ φύλακες τὴν Γονθάριδος τελευτὴν ἔμαθον, ξυνετάσσοντο τοῖς Ἀρμενίοις αὐτίκα πολλοί. τῆς γὰρ Ἀρεοβίνδου οἰκίας οἱ πλεῖστοι ἦσαν. ξυμφρονήσαντες τοίνυν Ἰουστινιανὸν [28.37] ἀνεβόων καλλίνικον. ἥ τε φωνὴ προϊοῦσα μὲν ἐκ πλήθους ἀνθρώπων, ἐξαισία δὲ ὑπερφυῶς οὖσα ἐς [28.38] πόλιν ἐξικνεῖσθαι τὴν πολλὴν ἴσχυσεν. ἐνθένδε οἱ τῷ βασιλεῖ εὐνοϊκῶς ἔχοντες ἐσπηδήσαντες ἐς τῶν στασιωτῶν τὰς οἰκίας τοὺς μὲν ὕπνον αἱρουμένους, τοὺς δὲ σιτία, ἐνίους δὲ θαμβήσαντάς τε τῷ δέει καὶ [28.39] ἀπορίᾳ δεινῇ ἐχομένους εὐθὺς ἔκτειναν. ἐν τοῖς καὶ Πασίφιλος ἦν. Ἰωάννης γὰρ ξὺν Βανδίλων τισὶν ἐς [28.40] τὸ ἱερὸν καταφεύγει. οἷς δὴ Ἀρταβάνης τὰ πιστὰ παρασχόμενος ἔνθεν τε ἐξαναστήσας ἐς Βυζάντιον ἔπεμψε καὶ τὴν πόλιν βασιλεῖ ἀνασωσάμενος διεφύλαξε. [28.41] γέγονε δὲ ὁ τοῦ τυράννου φόνος ἕκτῃ καὶ τριακοστῇ ἀπὸ τῆς τυραννίδος ἡμέρᾳ, ἔνατον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

[28.42] Ἀρταβάνης τε ἐκ τοῦ ἔργου τούτου κλέος περιεβάλετο [28.43] μέγα ἐς πάντας ἀνθρώπους. καὶ Πρεϊέκτα μὲν εὐθὺς ἡ Ἀρεοβίνδου γυνὴ μεγάλοις αὐτὸν ἐδωρήσατο χρήμασι, βασιλεὺς δὲ στρατηγὸν αὐτὸν κατεστήσατο [28.44] Λιβύης ἁπάσης. οὐ πολλῷ δὲ ὕστερον Ἀρταβάνης μὲν ἔχρῃζε βασιλέως ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο, βασιλεὺς δὲ τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο.

[28.45] καὶ τὸν Ἀρταβάνην μεταπεμψάμενος, Ἰωάννην τὸν Πάππου ἀδελφὸν Λιβύης στρατηγὸν μόνον αὐτὸν κατεστήσατο.

[28.46] οὗτος Ἰωάννης ἐπεὶ τάχιστα ἐν Λιβύῃ ἐγένετο, Ἀντάλᾳ τε καὶ Μαυρουσίοις τοῖς ἐν Βυζακίῳ ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ νικήσας τῶν τε πολεμίων πολλοὺς ἔκτεινε καὶ σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος βασιλεῖ ἔπεμψεν, ἅπερ αὐτοὶ ληισάμενοι ἔτυχον, ἡνίκα Σολόμων ἐξ ἀνθρώπων ἠφάνιστο. τοὺς δὲ λοιποὺς ὡς ἀπωτάτω ἐξήλασε τῆς [28.47] Ῥωμαίων ἀρχῆς. χρόνῳ δὲ ὕστερον οἱ Λευάθαι αὖθις στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων ἐς Βυζάκιον ἀφικόμενοι τοῖς ἀμφὶ τὸν Ἀντάλαν ξυνέμιξαν.

[28.48] οἷσπερ Ἰωάννης ὑπαντιάσας ἡσσηθείς τε τῇ ξυμβολῇ καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἐς Λαρίβους [28.49] φεύγει. καὶ τότε δὴ οἱ πολέμιοι μέχρι ἐς Καρχηδόνα ξύμπαντα καταθέοντες τὰ ἐκείνῃ χωρία ἀνήκεστα ἔργα [28.50] Λίβυας τοὺς παραπεπτωκότας εἰργάσαντο. οὐ πολλῷ δὲ ὕστερον Ἰωάννης τῶν στρατιωτῶν τοὺς περιγενομένους ἀγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ἀμφὶ Κουτζίναν ἐς ξυμμαχίαν ἐπαγαγόμενος τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε καὶ αὐτοὺς ἐκ τοῦ παραδόξου [28.51] ἐτρέψατο. Ῥωμαῖοί τε αὐτοῖς φεύγουσι κόσμῳ οὐδενὶ ἐπισπόμενοι μοῖραν μὲν αὐτῶν πολλὴν ἔκτεινον, οἱ δὲ [28.52] λοιποὶ ἐς τῆς Λιβύης τὰς ἐσχατιὰς διέφυγον. οὕτω τε Λιβύων τοῖς περιγενομένοις, ὀλίγοις τε καὶ λίαν πτωχοῖς οὖσιν, ὀψὲ καὶ μόλις ἡσυχίαν τινὰ ξυνηνέχθη γενέσθαι.