Υπέρ των πολέμων/Α
Ὑπὲρ τῶν πολέμων Συγγραφέας: Λόγος πρῶτος |
Λόγος δεύτερος→ |
1
Προκόπιος Καισαρεὺς τοὺς πολέμους ξυνέγραψεν, οὓς Ἰουστινιανὸς ὁ Ῥωμαίων βασιλεὺς πρὸς βαρβάρους διήνεγκε τούς τε ἑῴους καὶ ἑσπερίους, ὥς πη αὐτῶν ἑκάστῳ ξυνηνέχθη γενέσθαι, ὡς μὴ ἔργα ὑπερμεγέθη ὁ μέγας αἰὼν λόγου ἔρημα χειρωσάμενος τῇ τε λήθῃ αὐτὰ καταπρόηται καὶ παντάπασιν ἐξίτηλα θῆται, ὧνπερ τὴν μνήμην αὐτὸς ᾤετο μέγα τι ἔσεσθαι καὶ ξυνοῖσον ἐς τὰ μάλιστα τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις, εἴ ποτε καὶ αὖθις ὁ χρόνος ἐς ὁμοίαν τινὰ τοὺς ἀνθρώπους ἀνάγκην διάθοιτο.
[1.2] τοῖς τε γὰρ πολεμησείουσι καὶ ἄλλως ἀγωνιουμένοις ὄνησίν τινα ἐκπορίζεσθαι οἵα τέ ἐστιν ἡ τῆς ἐμφεροῦς ἱστορίας ἐπίδειξις, ἀποκαλύπτουσα μὲν ὅποι ποτὲ τοῖς προγεγενημένοις τὰ τῆς ὁμοίας ἀγωνίας ἐχώρησεν, αἰνισσομένη δὲ ὁποίαν τινὰ τελευτὴν τοῖς γε ὡς ἄριστα [1.3] βουλευομένοις τὰ παρόντα, ὡς τὸ εἰκὸς, ἕξει. καί οἱ αὐτῷ ξυνηπίστατο πάντων μάλιστα δυνατὸς ὢν τάδε ξυγγράψαι κατ' ἄλλο μὲν οὐδὲν, ὅτι δὲ αὐτῷ ξυμβούλῳ ᾑρημένῳ Βελισαρίῳ τῷ στρατηγῷ σχεδόν τι ἅπασι [1.4] παραγενέσθαι τοῖς πεπραγμένοις ξυνέπεσε. πρέπειν τε ἡγεῖτο ῥητορικῇ μὲν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, [1.5] ξυγγραφῇ δὲ ἀλήθειαν. ταῦτά τοι οὐδέ του τῶν οἱ ἐς ἄγαν ἐπιτηδείων τὰ μοχθηρὰ ἀπεκρύψατο, ἀλλὰ τὰ πᾶσι ξυνενεχθέντα ἕκαστα ἀκριβολογούμενος ξυνεγράψατο, εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτοῖς εἰργάσθαι ξυνέβη.
[1.6] Κρεῖσσον δὲ οὐδὲν ἢ ἰσχυρότερον τῶν ἐν τοῖσδε τοῖς πολέμοις τετυχηκότων τῷ γε ὡς ἀληθῶς τεκμηριοῦσθαι [1.7] βουλομένῳ φανήσεται. πέπρακται γὰρ ἐν τούτοις μάλιστα πάντων ὧν ἀκοῇ ἴσμεν θαυμαστὰ οἷα, ἢν μή τις τῶν τάδε ἀναλεγομένων τῷ παλαιῷ χρόνῳ τὰ πρεσβεῖα διδοίη καὶ τὰ καθ' αὑτὸν οὐκ ἀξιοίη [1.8] θαυμαστὰ οἴεσθαι. ὥσπερ οὖν ἀμέλει τοὺς μὲν νῦν στρατευομένους ἔνιοι καλοῦσι τοξότας, ἀγχεμάχους δὲ καὶ ἀσπιδιώτας καὶ τοιαῦτα ἄττα ὀνόματα τοῖς παλαιοτάτοις ἐθέλουσι νέμειν, ταύτην τε τὴν ἀρετὴν ἐς τοῦτον ἐληλυθέναι τὸν χρόνον ἥκιστα οἴονται, ἀταλαίπωρόν γε καὶ τῆς πείρας ἀπωτάτω τὴν περὶ αὐτῶν [1.9] ποιούμενοι δόξαν. οὐ γάρ τις πώποτε αὐτοῖς ἔννοια γέγονεν ὅτι δὴ τοῖς μὲν παρ' Ὁμήρῳ τοξεύουσιν, οἷσπερ καὶ ὑβρίζεσθαι ἀπὸ τῆς τέχνης ὀνομαζομένοις ξυνέβαινεν, οὐχ ἵππος ὑπῆν, οὐ δόρυ, οὐκ ἀσπὶς ἤμυνεν, οὐκ ἄλλο οὐδὲν τοῦ σώματος φυλακτήριον ἦν, ἀλλὰ πεζοὶ μὲν ἐς μάχην ᾔεσαν, ἀποκεκρύφθαι δὲ αὐτοῖς ἦν ἀναγκαῖον, ἑταίρου του ἐκλεγομένοις ἀσπίδα [1.10] ἢ στήλῃ ἐπὶ τύμβῳ τινὶ κεκλιμένοις, ἔνθα οὔτε τρεπόμενοι διασώζεσθαι οὔτε φεύγουσι τοῖς πολεμίοις ἐπιτίθεσθαι οἷοί τε ἦσαν, οὐ μὴν οὐδὲ ἀπὸ τοῦ ἐμφανοῦς διαμάχεσθαι, ἀλλά τι κλέπτειν ἐδόκουν ἀεὶ τῶν [1.11] ἐν τῇ ξυμβολῇ γινομένων. ἄνευ δὲ τούτων οὕτως ἀταλαιπώρως ἐχρῶντο τῇ τέχνῃ, ὥστε πελάσαντες τῷ σφετέρῳ μαζῷ τὴν νευρὰν εἶτα τὸ βέλος ἀφίεσαν κωφόν τε καὶ οὐτιδανὸν εἰκότως τοῖς δεχομένοις ἐσόμενον. τοιαύτη μέν τις οὖσα ἡ τοξεία φαίνεται πρότερον.
[1.12] οἱ δέ γε τανῦν τοξόται ἴασι μὲν ἐς μάχην τεθωρακισμένοι τε καὶ κνημῖδας ἐναρμοσάμενοι μέχρι ἐς γόνυ. ἤρτηται δὲ αὐτοῖς ἀπὸ μὲν τῆς δεξιᾶς πλευρᾶς [1.13] τὰ βέλη, ἀπὸ δὲ τῆς ἑτέρας τὸ ξίφος. εἰσὶ δὲ οἷς καὶ δόρυ προσαποκρέμαται καὶ βραχεῖά τις ἐπὶ τῶν ὤμων ἀσπὶς ὀχάνου χωρὶς, οἵα τά τε ἀμφὶ τὸ πρόσωπον καὶ [1.14] ‹τὸν› αὐχένα ἐπικαλύπτειν. ἱππεύονται δὲ ὡς ἄριστα καὶ θέοντος αὐτοῖς ὡς τάχιστα τοῦ ἵππου τὰ τόξα τε οὐ χαλεπῶς ἐντείνειν οἷοί τέ εἰσιν ἐφ' ἑκάτερα καὶ διώκοντάς τε βάλλειν τοὺς πολεμίους καὶ φεύγοντας.
[1.15] ἕλκεται δὲ αὐτοῖς κατὰ τὸ μέτωπον ἡ νευρὰ παρ' αὐτὸ μάλιστα τῶν ὤτων τὸ δεξιὸν, τοσαύτης ἀλκῆς ἐμπιπλᾶσα τὸ βέλος, ὥστε τὸν ἀεὶ παραπίπτοντα κτείνειν, οὔτε ἀσπίδος ἴσως οὔτε θώρακος ἀποκρούεσθαί [1.16] τι δυναμένου τῆς ῥύμης. εἰσὶ δὲ οἳ τούτων ἥκιστα ἐνθυμούμενοι σέβονται μὲν καὶ τεθήπασι τὸν παλαιὸν χρόνον, οὐδὲν δὲ ταῖς ἐπιτεχνήσεσι διδόασι πλέον.
[1.17] ἀλλὰ τούτων οὐδὲν κωλύσει μὴ οὐχὶ μέγιστά τε καὶ ἀξιολογώτατα ἐν τοῖσδε τοῖς πολέμοις ξυμβῆναι. λελέξεται δὲ πρῶτον ἀρξαμένοις μικρὸν ἄνωθεν ὅσα Ῥωμαίοις ξυνηνέχθη καὶ Μήδοις πολεμοῦσι παθεῖν τε καὶ δρᾶσαι.
2
Ἡνίκα τὸν βίον Ἀρκάδιος ὁ Ῥωμαίων βασιλεὺς ἐν Βυζαντίῳ τελευτᾶν ἤμελλεν (ἦν γάρ οἱ παῖς Θεοδόσιος οὔπω τοῦ τιτθοῦ ἀπαλλαγεὶς), διηπορεῖτο ἀμφί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ, εὖ θέσθαι ἄμφω ὡς [2.2] ἥκιστα ἔχων. ἐγίνετο γάρ τις αὐτῷ ἔννοια, ὡς, ἢν μὲν κοινωνόν τινα Θεοδοσίῳ τῆς ἡγεμονίας πορίζηται, αὐτὸς ἂν τὸν παῖδα τὸν αὑτοῦ διαχρησάμενος τῷ ἔργῳ εἴη, πολέμιον αὐτῷ δύναμιν τὴν βασίλειον περιβεβλημένον [2.3] ἐπαγαγὼν, ἢν δὲ μόνον αὐτὸν ἐπὶ τῆς ἀρχῆς καταστήσηται, πολλοὶ μὲν τῆς βασιλείας ἐπιβατεύσουσι, τῆς τοῦ παιδὸς ἐρημίας, ὡς τὸ εἰκὸς, ἀπολαύοντες, ἐπαναστάντες δὲ πόνῳ οὐδενὶ τυραννήσουσι, τὸν Θεοδόσιον διαφθείραντες, ἐπεὶ οὐδένα ἐν Βυζαντίῳ ξυγγενῆ [2.4] εἶχεν, ὅστις ἂν αὐτῷ ἐπίτροπος εἴη. Ὁνώριον γάρ οἱ τὸν θεῖον ἐπαρκέσειν οὐδαμῆ ἤλπισε, πονηρῶν [2.5] ἤδη τῶν Ἰταλίας πραγμάτων ὄντων. οὐδὲν δὲ ἧσσον καὶ τὰ ἐκ Μήδων αὐτὸν ξυνετάρασσε, δεδιότα μὴ οἱ βάρβαροι οὗτοι τῆς τοῦ αὐτοκράτορος καταθέοντες [2.6] ἡλικίας ἀνήκεστα ἔργα Ῥωμαίους δράσωσιν. ἐς ταύτην Ἀρκάδιος τὴν ἀμηχανίαν ἐμπεπτωκὼς, καίπερ οὐ γεγονὼς εἰς τὰ ἄλλα ἀγχίνους, βουλεύεται βουλὴν, ἥτις οἱ τόν τε παῖδα καὶ τὴν ἀρχὴν διασώσασθαι εὐπετῶς ἴσχυσεν, εἴτε κοινολογησάμενος τῶν λογίων τισὶν, οἷοι πολλοὶ βασιλεῖ παρεδρεύειν εἰώθασιν, ἢ θείας τινὸς ἐπιπνοίας [2.7] αὐτῷ γενομένης. διαθήκης γὰρ διαθεὶς γράμματα, διάδοχον μὲν τῆς ἡγεμονίας ἀνεῖπε τὸν παῖδα, ἐπίτροπον δὲ αὐτῷ κατεστήσατο Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα, ᾧ δὴ πολλὰ ἐν ταῖς διαθήκαις ἐπέσκηψε Θεοδοσίῳ τὴν βασιλείαν σθένει τε καὶ προνοίᾳ πάσῃ [2.8] ξυνδιασώσασθαι. Ἀρκάδιος μὲν ὧδε τήν τε ἀρχὴν καὶ τὰ οἰκεῖα διοικησάμενος ἐτελεύτησεν· Ἰσδιγέρδης δὲ ὁ Περσῶν βασιλεὺς, ἐπεὶ τὸ γράμμα τοῦτο ἀπενεχθὲν εἶδεν, ὢν καὶ πρότερον ἐπὶ τρόπου μεγαλοφροσύνῃ διαβόητος ἐς τὰ μάλιστα, ἀρετὴν ἐπεδείξατο θαύματός [2.9] τε πολλοῦ καὶ λόγου ἀξίαν. τὰς γὰρ Ἀρκαδίου ἐντολὰς ἐν ἀλογίᾳ οὐδεμιᾷ ποιησάμενος εἰρήνῃ τε ἀφθόνῳ χρώμενος διαγέγονεν ἐς Ῥωμαίους τὸν πάντα χρόνον [2.10] καὶ Θεοδοσίῳ τὴν ἀρχὴν διεσώσατο. αὐτίκα γοῦν πρὸς Ῥωμαίων τὴν βουλὴν γράμματα ἔγραψεν, ἐπίτροπός τε οὐκ ἀπαρνούμενος Θεοδοσίου βασιλέως εἶναι καὶ πόλεμον ἐπανατεινόμενος, ἤν τις αὐτῷ ἐς ἐπιβουλὴν ἐγχειροίη καθίστασθαι.
[2.11] Ἐπεὶ δὲ Θεοδόσιος μὲν ἀνήρ τε ἐγεγόνει καὶ ἡλικίας πόρρω ἀφῖκτο, Ἰσδιγέρδης δὲ νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐπῆλθε μὲν ἐς Ῥωμαίων τὴν γῆν Οὐαραράνης ὁ Περσῶν βασιλεὺς στρατῷ μεγάλῳ, ἔδρασε δὲ οὐδὲν ἄχαρι, ἀλλ' ἄπρακτος ἐπανῆλθεν εἰς [2.12] τὰ οἰκεῖα τρόπῳ τοιῷδε. Ἀνατόλιον τὸν τῆς ἕω στρατηγὸν Θεοδόσιος [ὁ] βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας· ὃς ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μόνος, [2.13] πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην ᾔει. καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο ὅστις ποτὲ ὁ προσιὼν εἴη. οἱ δὲ τῶν Ῥωμαίων εἶναι στρατηγὸν [2.14] ἔφασαν. καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς ὁ βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπή[2.15] λαυνε, καί οἱ ἅπας ὁ τῶν Περσῶν λεὼς εἵπετο. γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως, ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ' ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ὀχύρωμα νεώτερόν τι ἐργάζονται. οὗ δὴ αὐτοῖς ἐξειργασμένου ἑκάτεροι τὰ οἰκεῖα ὅπη ἐβούλοντο ἔπρασσον.
3
Χρόνῳ δὲ ὕστερον Περόζης ὁ Περσῶν βασιλεὺς πρὸς τὸ Οὔννων τῶν Ἐφθαλιτῶν ἔθνος, οὕσπερ λευκοὺς ὀνομάζουσι, πόλεμον περὶ γῆς ὁρίων διέφερε, λόγου τε ἄξιον στρατὸν ἀγείρας ἐπ' αὐτοὺς [3.2] ᾔει. Ἐφθαλῖται δὲ Οὐννικὸν μὲν ἔθνος εἰσί τε καὶ ὀνομάζονται, οὐ μέντοι ἀναμίγνυνται ἢ ἐπιχωριάζουσιν Οὔννων τισὶν ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ οὔτε χώραν αὐτοῖς ὅμορον ἔχουσιν οὔτε πη αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλὰ προσοικοῦσι μὲν Πέρσαις πρὸς βορρᾶν ἄνεμον, οὗ δὴ πόλις Γοργὼ ὄνομα πρὸς αὐταῖς που ταῖς Περσῶν ἐσχατιαῖς ἐστιν, ἐνταῦθα δὲ περὶ γῆς ὁρίων διαμάχεσθαι πρὸς ἀλλήλους εἰώθασιν.
[3.3] οὐ γὰρ νομάδες εἰσὶν ὥσπερ τὰ ἄλλα Οὐννικὰ ἔθνη, ἀλλ' ἐπὶ χώρας ἀγαθῆς τινος ἐκ παλαιοῦ ἵδρυνται. [3.4] ταῦτά τοι οὐδέ τινα ἐσβολὴν πεποίηνται πώποτε ἐς Ῥωμαίων τὴν γῆν, ὅτι μὴ ξὺν τῷ Μήδων στρατῷ. μόνοι δὲ Οὔννων οὗτοι λευκοί τε τὰ σώματα καὶ οὐκ [3.5] ἄμορφοι τὰς ὄψεις εἰσίν. οὐ μὴν οὔτε τὴν δίαιταν ὁμοιότροπον αὐτοῖς ἔχουσιν οὔτε θηρίου βίον τινὰ ᾗπερ ἐκεῖνοι ζῶσιν, ἀλλὰ καὶ πρὸς βασιλέως ἑνὸς ἄρχονται καὶ πολιτείαν ἔννομον ἔχοντες ἀλλήλοις τε καὶ τοῖς πέλας ἀεὶ ὀρθῶς καὶ δικαίως ξυμβάλλουσι, Ῥωμαίων [3.6] τε καὶ Περσῶν οὐδέν τι ἧσσον. οἱ μέντοι εὐδαίμονες αὑτοῖς φίλους ἑταιρίζονται ἄχρι ἐς εἴκοσιν, ἂν οὕτω τύχοι, ἢ τούτων πλείους, οἵπερ αὐτοῖς ξυμπόται μὲν ἐς ἀεὶ γίνονται, τῶν δὲ χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης.
[3.7] ἐπειδὰν δὲ τῷ αὐτοὺς ἑταιρισαμένῳ τελευτῆσαι ξυμβαίη, τούτους δὴ τοὺς ἄνδρας ζῶντας ξὺν αὐτῷ ἐς τὸν τάφον ἐσκομίζεσθαι νόμος.
[3.8] Ἐπὶ τούτους τοὺς Ἐφθαλίτας τῷ Περόζῃ πορευομένῳ ξυμπαρῆν πρεσβευτὴς, ὃς δὴ ἔτυχε πρὸς βασιλέως Ζήνωνος παρ' αὐτὸν ἐσταλμένος, Εὐσέβιος ὄνομα. Ἐφθαλῖται δὲ δόκησιν παρεχόμενοι τοῖς πολεμίοις, ὅτι δὴ αὐτῶν κατωρρωδηκότες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηνται, ᾔεσαν δρόμῳ ἐς χῶρόν τινα, ὅνπερ ὄρη ἀπότομα πανταχόθεν ἐκύκλουν, συχνοῖς τε καὶ ἀμφιλαφέσιν [3.9] ἐς ἄγαν καλυπτόμενα δένδροις. ἐντὸς δὲ τῶν ὀρῶν προϊόντι ὡς πορρωτάτω ὁδὸς μέν τις ἐφαίνετο ἐν μέσῳ εὐρεῖα ἐπὶ πλεῖστον διήκουσα, ἔξοδον δὲ τελευτῶσα οὐδαμῆ εἶχεν, ἀλλ' ἐς αὐτὸν μάλιστα τὸν [3.10] κύκλον τῶν ὀρῶν ἔληγε. Περόζης μὲν οὖν, δόλου παντὸς ἀφροντιστήσας οὐκ ἐννοῶν τε ὡς ἐν γῇ ἀλλοτρίᾳ [3.11] πορεύοιτο, ἀνεπισκέπτως ἐδίωκε. τῶν δὲ Οὔννων ὀλίγοι μέν τινες ἔμπροσθεν ἔφευγον, οἱ δὲ πλεῖστοι ἐν ταῖς δυσχωρίαις διαλαθόντες κατὰ νώτου ἐγένοντο τοῦ τῶν πολεμίων στρατοῦ, οὔπω τε αὐτοῖς ἐβούλοντο ἔνδηλοι εἶναι, ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μηκέτι [3.12] ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν. ὧνπερ οἱ Μῆδοι αἰσθόμενοι (ἤδη γὰρ καί τι τοῦ κινδύνου ὑπέφαινεν) αὐτοὶ μὲν δέει τῷ ἐκ Περόζου τὰ παρόντα σφίσιν ἐν σιωπῇ εἶχον, Εὐσέβιον δὲ πολλὰ ἐλιπάρουν παραίνεσιν ἐς τὸν βασιλέα ποιήσασθαι μακρὰν ἀπολελειμμένον τῶν οἰκείων κακῶν, βουλεύεσθαι μᾶλλον ἢ θρασύνεσθαι οὐκ ἐν δέοντι, καὶ διασκοπεῖσθαι, ἤν τίς [3.13] ποτε μηχανὴ ἐς σωτηρίαν φέρουσα εἴη. ὁ δὲ Περόζῃ ἐς ὄψιν ἐλθὼν τύχην μὲν τὴν παροῦσαν ὡς ἥκιστα ἀπεκάλυψεν, ἀρξάμενος δὲ μυθοποιΐας λέοντά ποτε τράγῳ ἔφασκεν ἐντυχεῖν δεδεμένῳ τε καὶ μηκωμένῳ ἐπὶ χώρου τινὸς οὐ λίαν ὑψηλοῦ. ἐπὶ θοίνῃ δὲ αὐτοῦ τὸν λέοντα ἐφιέμενον ὁρμῆσαι μὲν ὡς ἁρπάσοντα, ἐμπεσεῖν δὲ ἐς κατώρυχα βαθεῖαν μάλιστα, ὁδὸν κυκλοτερῆ ἔχουσαν στενήν τε καὶ οὐ πεπερασμένην (διέξοδον γὰρ οὐδαμῆ εἶχεν), ἣν δὴ οἱ τοῦ τράγου κύριοι ἐξεπίτηδες τεχνησάμενοι ὕπερθεν τῆς κατώρυχος τὸν τράγον τεθείκασι τῷ λέοντι ποδοστράβην ἐσόμενον.
[3.14] ταῦτα Περόζης ἀκούσας ἐς δέος ἦλθε μή ποτε Μῆδοι ἐπὶ πονηρῷ τῷ σφετέρῳ τὴν δίωξιν ἐπὶ τοὺς πολεμίους πεποίηνται. καὶ πρόσω μὲν οὐκέτι ἐχώρει, μένων [3.15] δὲ αὐτοῦ τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο. Οὖννοι δὲ ἤδη ἑπόμενοι ἐκ τοῦ ἐμφανοῦς τοῦ χώρου τὴν εἴσοδον ἐν φυλακῇ εἶχον, ὅπως μηκέτι οἱ πολέμιοι [3.16] ὀπίσω ἀπελαύνειν οἷοί τε ὦσι. καὶ οἱ Πέρσαι τότε δὴ λαμπρῶς ᾐσθημένοι οὗ ἦσαν κακοῦ ἐν συμφορᾷ ἐποιοῦντο τὰ παρόντα σφίσι, διαφεύξεσθαι τὸν κίνδυνον [3.17] ἐν ἐλπίδι οὐδεμιᾷ τὸ λοιπὸν ἔχοντες. ὁ δὲ τῶν Ἐφθαλιτῶν βασιλεὺς πέμψας παρὰ Περόζην τῶν οἱ ἑπομένων τινὰς, πολλὰ μὲν αὐτῷ θράσους πέρι ἀλογίστου ὠνείδισεν, ἀφ' οὗ δὴ αὑτόν τε καὶ τὸ Περσῶν γένος κόσμῳ οὐδενὶ διαφθείρειεν, ἐνδώσειν δὲ καὶ ὣς τὴν σωτηρίαν Οὔννους αὐτοῖς ἐπηγγέλλετο, ἤν γε αὐτόν τε Περόζης προσκυνεῖν βούλοιτο, ἅτε δεσπότην γεγενημένον καὶ ὅρκους τοὺς σφίσι πατρίους ὀμνὺς τὰ πιστὰ δοίη, μήποτε Πέρσας ἐπὶ τὸ Ἐφθαλιτῶν [3.18] ἔθνος στρατεύσασθαι. ταῦτα ἐπεὶ Περόζης ἤκουσε, μάγων τοῖς παροῦσι κοινολογησάμενος ἀνεπυνθάνετο εἰ τὰ ἐπαγγελλόμενα πρὸς τῶν ἐναντίων ποιητέα εἴη.
[3.19] οἱ δὲ μάγοι ἀπεκρίναντο τὰ μὲν ἀμφὶ τῷ ὅρκῳ ὅπη οἱ βουλομένῳ ἐστὶν αὐτὸν διοικήσασθαι, ἐς μέντοι τὸ [3.20] ἕτερον σοφίᾳ περιελθεῖν τὸν πολέμιον. εἶναι γὰρ αὐτοῖς νόμον τὰς τοῦ ἡλίου ἀνατολὰς προσκυνεῖν [3.21] ἡμέρᾳ ἑκάστῃ. δεήσειν οὖν αὐτὸν τηρήσαντα ἐς τὸ ἀκριβὲς τὸν καιρὸν ξυγγενέσθαι μὲν ἅμα ἡμέρᾳ τῷ τῶν Ἐφθαλιτῶν ἄρχοντι, τετραμμένον δέ που πρὸς ἀνίσχοντα ἥλιον προσκυνεῖν ταύτῃ γὰρ ἂν ἐς τὸ [3.22] ἔπειτα τῆς πράξεως τὴν ἀτιμίαν φυγεῖν δύναιτο. Περόζης μὲν οὖν ἀμφί τε τῇ εἰρήνῃ τὰ πιστὰ ἔδωκε καὶ τὸν πολέμιον προσεκύνησε, καθάπερ τῶν μάγων ἡ ὑποθήκη παρήγγελλεν, ἀκραιφνεῖ δὲ παντὶ τῷ Μήδων στρατῷ ἐπ' οἴκου ἄσμενος ἀνεχώρησε.
4
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ἀλογήσας τὰ ὀμωμοσμένα τίσασθαι Οὔννους τῆς ἐς αὐτὸν ὕβρεως ἤθελε.
[4.2] πάντας οὖν αὐτίκα ἐκ πάσης γῆς Πέρσας τε καὶ ξυμμάχους ἀγείρας ἐπὶ τοὺς Ἐφθαλίτας ἦγε, τῶν παίδων ἕνα μὲν Καβάδην ὄνομα μόνον ἀπολιπὼν (τηνικαῦτα γὰρ ἡβηκὼς ἔτυχε), τοὺς δὲ λοιποὺς ἅπαντας ἐπαγόμενος [4.3] τριάκοντα μάλιστα. Ἐφθαλῖται δὲ αὐτοῦ τὴν ἔφοδον γνόντες ἀχθόμενοί τε οἷς δὴ πρὸς τῶν πολεμίων ἠπάτηντο τὸν βασιλέα ἐκάκιζον, ἅτε προέμενον [4.4] Μήδοις τὰ πράγματα. καὶ ὃς αὐτῶν ξὺν γέλωτι ἐπυνθάνετο τί ποτε ἄρα σφῶν προέμενος εἴη, πότερον τὴν [4.5] γῆν ἢ τὰ ὅπλα ἢ ἄλλο τι τῶν πάντων χρημάτων. οἱ δὲ ὑπολαβόντες οὐκ ἄλλο οὐδὲν πλήν γε δὴ ὅτι τὸν καιρὸν ἔφασαν, οὗ τἄλλα πάντα ἠρτῆσθαι ξυμβαίνει.
[4.6] οἱ μὲν οὖν τοῖς ἐπιοῦσιν ὑπαντιάζειν πάσῃ προθυμίᾳ ἠξίουν, ὁ δὲ αὐτοὺς μὲν ἔν γε τῷ παρόντι ἐκώλυεν. οὐ γάρ πω σαφές τι ἀμφὶ τῇ ἐφόδῳ ἰσχυρίζετο γεγονέναι σφίσιν, ἐπεὶ οἱ Πέρσαι ἔτι ἐν γῇ τῇ οἰκείᾳ τυγχάνουσιν [4.7] ὄντες· μένων δὲ αὐτοῦ ἐποίει τάδε. ἐν τῷ πεδίῳ, ᾗ ἔμελλον Πέρσαι ἐς τὰ Ἐφθαλιτῶν ἤθη ἐσβάλλειν, χώραν πολλήν τινα ἐπὶ πλεῖστον ἀποτεμὼν τάφρον εἰργάσατο βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν, ὀλίγον τινὰ ἐν μέσῳ ἀκραιφνῆ χῶρον ἀπολιπὼν ὅσον [4.8] ἵππων ὁδῷ ἐπαρκεῖν δέκα. καλάμους τε τῇ τάφρῳ ὕπερθεν ἐπιθεὶς καὶ γῆν ἐπὶ τοὺς καλάμους συναμησάμενος ταύτῃ ἐπιπολῆς ἔκρυψεν, Οὔννων τε τῷ ὁμίλῳ ἐπέστελλεν, ἐπειδὰν ἐνθένδε ὀπίσω ἀπελαύνειν μέλλωσι, διὰ χώρου τοῦ χέρσου ἐς ὀλίγους σφᾶς ξυναγαγόντας σχολαιτέρους ἰέναι, φυλασσομένους ὅπως μὴ ἐς τὰ [4.9] ἐσκαμμένα ἐμπίπτοιεν· τοὺς δὲ ἅλας ἄκρου σημείου τοῦ βασιλείου ἀπεκρέμασεν, ἐς οὓς τὸν ὅρκον Περόζης ὤμοσε πρότερον, ὃν δὴ ἀλογήσας εἶτα ἐπὶ Οὔννους [4.10] ἐστράτευσεν. ἕως μὲν οὖν ἐν γῇ τῇ σφετέρᾳ τοὺς πολεμίους ἤκουεν εἶναι, ἡσυχῇ ἔμενεν, ἐπεὶ δὲ αὐτοὺς ἐς Γοργὼ πόλιν ἔμαθεν ἀφικέσθαι πρὸς τῶν κατασκόπων, ἥπερ ἐν τοῖς ἐσχάτοις Περσῶν ὁρίοις τυγχάνει οὖσα, ἐνθένδε τε ἀπαλλαγέντας ὁδῷ ἐπὶ σφᾶς ἤδη ἰέναι, αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ τῆς τάφρου ἐντὸς ἔμεινεν, ὀλίγους δὲ πέμψας ὀφθῆναι μὲν τοῖς ἐναντίοις ἐν τῷ πεδίῳ ἐκέλευε μακρὰν ἄποθεν, ὀφθέντας δὲ μόνον εἶτα ἀνὰ κράτος φεύγειν ὀπίσω, ἐν μνήμῃ τὰς αὐτοῦ ἐντολὰς ἀμφὶ τῇ κατώρυχι ἔχοντας, [4.11] ἡνίκα δὴ αὐτῆς ἄγχιστα ἵκοιντο. οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ ἐπεὶ τῆς διώρυχος ἀγχοτάτω ἐγένοντο, ἐς ὀλίγους σφᾶς ξυναγαγόντες διέβησαν ἅπαντες καὶ [4.12] τῷ ἄλλῳ στρατῷ ἀνεμίγνυντο. οἱ δὲ Πέρσαι ξυνεῖναι τῆς ἐπιβουλῆς οὐδαμῆ ἔχοντες κατὰ κράτος ἐν πεδίῳ λίαν ὑπτίῳ ἐδίωκον, θυμῷ πολλῷ ἐς τοὺς πολεμίους ἐχόμενοι, ἔς τε τὴν τάφρον ἐμπεπτώκασιν ἅπαντες, [4.13] οὐχ οἱ πρῶτοι μόνον, ἀλλὰ καὶ ὅσοι ὄπισθεν εἵποντο· ἅτε γὰρ τὴν δίωξιν ξὺν θυμῷ μεγάλῳ, καθάπερ ἐρρήθη, ποιούμενοι, ὡς ἥκιστα ᾔσθοντο τοῦ κακοῦ, ὃ δὴ ξυντετύχηκε τοῖς ἔμπροσθεν ἰοῦσιν, ἀλλ' ὑπὲρ αὐτοὺς ξὺν τοῖς ἵπποις τε καὶ δόρασιν ἐμπεπτωκότες ἐκείνους τε, ὡς τὸ εἰκὸς, ἔκτειναν καὶ αὐτοὶ οὐδέν τι ἧσσον [4.14] ξυνδιεφθάρησαν. ἐν οἷς καὶ Περόζης ἦν ξὺν παισὶ τοῖς αὑτοῦ ἅπασι. καὶ αὐτὸν μέλλοντα ἐς τὸ βάραθρον τοῦτο ἐμπεσεῖσθαί φασι τοῦ τε δεινοῦ ᾐσθῆσθαι καὶ τὸ μάργαρον, ὅ οἱ λευκότατόν τε καὶ μεγέθους ὑπερβολῇ ἔντιμον ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀπεκρέματο, ἀφελόντα ῥῖψαι, ὅπως δὴ μή τις αὐτὸ ὀπίσω φοροίη, ἐπεὶ ἀξιοθέατον ὑπερφυῶς ἦν, οἷον οὔπω πρότερον ἑτέρῳ [4.15] τῳ βασιλεῖ γέγονεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες. οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν, ἀλλ' οἶμαι τό τε οὖς αὐτῷ ἐν τούτῳ ξυγκεκόφθαι τῷ πάθει καὶ τὸ μάργαρον ὅπη [4.16] ποτὲ ἀφανισθῆναι. ὅπερ ὁ Ῥωμαίων βασιλεὺς τότε πρίασθαι πρὸς τῶν Ἐφθαλιτῶν ἐν σπουδῇ ποιησάμενος ἥκιστα ἴσχυσεν. οὐ γὰρ αὐτὸ εὑρέσθαι οἱ βάρβαροι εἶχον, καίπερ πόνῳ πολλῷ τὴν ζήτησιν ποιησάμενοι. φασὶ μέντοι Ἐφθαλίτας εὑρομένους αὐτὸ [4.17] ὕστερον τῷ Καβάδῃ ἀποδόσθαι. ὅσα δὲ ἀμφὶ τῷ μαργάρῳ τούτῳ Πέρσαι λέγουσιν, εἰπεῖν ἄξιον· ἴσως γὰρ ἄν τῳ καὶ οὐ παντάπασιν ἄπιστος ὁ λόγος δόξειεν εἶναι.
[4.18] Λέγουσιν οὖν Πέρσαι εἶναι μὲν ἐν τῷ κτενὶ τὸ μάργαρον τοῦτο ἐν θαλάσσῃ, ἣ ἐν Πέρσαις ἐστὶ, νήχεσθαι δὲ τὸν κτένα τῆς ταύτη ἠιόνος οὐ πολλῷ ἄποθεν· ἀνεῳγέναι τε αὐτοῦ ἄμφω τὰ ὄστρακα, ὧν δὴ κατὰ μέσον τὸ μάργαρον εἱστήκει θέαμα λόγου πολλοῦ ἄξιον. ἄλλο γὰρ αὐτῷ εἰκασθῆναι οὐδαμῆ ἔσχεν οὔτε τῷ μεγέθει οὔτε τῷ κάλλει ἐκ τοῦ παντὸς χρόνου.
[4.19] κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ' ἴχνος αὐτῷ, οὔτε νύκτα ἀνιέντα οὔτε ἡμέραν, ἀλλὰ καὶ ἡνίκα τροφῆς ἐπιμελεῖσθαι ἀναγκασθείη, ἐνταῦθα μέν τι περισκοπεῖσθαι τῶν ἐδωδίμων, εὑρόντα δέ τι καὶ ἀνελόμενον ἐσθίειν μὲν ὅτι τάχιστα, καταλαβόντα δὲ αὐτίκα δὴ μάλα τὸν κτένα θεάματος αὖθις τοῦ [4.20] ἐρωμένου ἐμπίπλασθαι. καί ποτε τῶν τινα γριπέων φασὶ τὰ μὲν ποιούμενα ἐπιδεῖν, ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον, ἔς τε τὸν βασιλέα [4.21] Περόζην ἅπαντα τὸν λόγον ἀνενεγκεῖν. ἃ δὴ τῷ Περόζῃ ἀκούσαντι πόθον φασὶ τοῦ μαργάρου γενέσθαι μέγαν, πολλαῖς τε ἀπ' αὐτοῦ θωπείαις τὸν ἀσπαλιέα [4.22] τοῦτον καὶ ἀγαθῶν ἐλπίσιν ἐπᾶραι. ὃν δὴ ἀντιτείνειν αἰτουμένῳ δεσπότῃ οὐκ ἔχοντα λέγουσι τάδε τῷ Περόζῃ εἰπεῖν ὦ δέσποτα, ποθεινὰ μὲν ἀνθρώπῳ χρήματα, ποθεινοτέρα δὲ ἡ ψυχὴ, πάντων μέντοι ἀξιώτατα τέκνα.
[4.23] ὧν δὴ τῇ στοργῇ ἀναγκασθεὶς φύσει ἴσως ἄν τις καὶ πάντα τολμήσειεν. ἐγὼ τοίνυν τοῦ τε θηρίου ἀποπειράσεσθαι καὶ τοῦ μαργάρου σε κύριον θήσεσθαι [4.24] ἐλπίδα ἔχω. καὶ ἢν μὲν κρατήσω τοῦ ἀγῶνος τούτου, εὔδηλον ὡς ἐν τοῖς καλουμένοις ὀλβίοις τὸ ἐνθένδε τετάξομαι. σέ τε γὰρ πᾶσιν ἀγαθοῖς με δωρήσεσθαι ἅτε βασιλέων βασιλέα οὐδὲν ἀπεικὸς, καὶ ἐμοὶ ἀποχρήσει, καίπερ οὐδὲν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ [4.25] δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι. εἰ δὲ ἐμὲ δεῖ τῷ θηρίῳ τούτῳ ἁλῶναι, σὸν δὴ ἔργον ἔσται, ὦ βασιλεῦ, τοὺς παῖδας τοὺς ἐμοὺς θανάτου τοῦ πατρῴου [4.26] ἀμείψασθαι. οὕτω γὰρ ἐγὼ μὲν καὶ τετελευτηκὼς ἐν τοῖς ἀναγκαιοτάτοις ἔμμισθος ἔσομαι, σὺ δὲ ἀρετῆς δόξαν ἀποίσῃ μείζω. τὰ παιδία γὰρ ὠφελῶν εὖ ποιήσεις ἐμὲ, ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ εἴσομαι. αὕτη γὰρ ἂν εὐγνωμοσύνη ἀκίβδηλος γένοιτο μόνη ἡ ἐς τοὺς ἀποθανόντας ἐπιδειχθεῖσα. τοσαῦτα [4.27] εἰπὼν ἀπηλλάσσετο. καὶ ἐπεὶ ἐς τὸν χῶρον ἀφίκετο, ἵνα δὴ ὅ τε κτεὶς νήχεσθαι καὶ ὁ κύων αὐτῷ εἴθιστο ἕπεσθαι, ἐνταῦθα ἐπὶ πέτρας ἐκάθητό τινος, καιροφυλακῶν εἴ πως ἔρημόν ποτε τὸ μάργαρον τοῦ ἐραστοῦ [4.28] λάβοι. ἐπειδὴ δὲ τῷ κυνὶ τάχιστα τῶν τινι ἐς τὴν θοίνην οἱ ἐπιτηδείως ἐχόντων ἐντετυχηκέναι ξυνέπεσε καὶ περὶ τοῦτο διατριβὴν ἔχειν, ἀπολιπὼν ἐπὶ τῆς ἀκτῆς ὁ ἁλιεὺς τούς οἱ ἐπὶ ταύτῃ δὴ ἑπομένους τῇ ὑπουργίᾳ εὐθὺ τοῦ κτενὸς σπουδῇ πολλῇ ᾔει, καὶ αὐτοῦ ἤδη λαβόμενος ἔξω γενέσθαι κατὰ τάχος ἠπείγετο.
[4.29] οὗ δὴ ὁ κύων αἰσθόμενος ἐβοήθει ἐνταῦθα. ἰδών τε αὐτὸν ὁ σαγηνευτὴς, ἐπεὶ καταλαμβάνεσθαι τῆς ἠιόνος οὐ μακρὰν ἔμελλε, τὸ μὲν θήραμα ἠκόντισεν ἐς τὴν γῆν δυνάμει τῇ πάσῃ, αὐτὸς δὲ ἁλοὺς [4.30] διεφθάρη οὐ πολλῷ ὕστερον. ἀνελόμενοι δὲ τὸ μάργαρον οἱ ἐπὶ τῆς ἀκτῆς λελειμμένοι τῷ τε βασιλεῖ ἀπεκόμισαν καὶ τὰ ξυνενεχθέντα πάντα ἐσήγγειλαν.
[4.31] τὰ μὲν οὖν ἀμφὶ τῷ μαργάρῳ τούτῳ τῇδε, ᾗπερ ἐρρήθη, Πέρσαι ξυνενεχθῆναί φασιν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
[4.32] Οὕτω μὲν Περόζης τε διεφθάρη καὶ ξύμπασα ἡ Περσῶν στρατιά. εἰ γάρ τις οὐκ ἐμπεπτωκὼς ἐς τὴν διώρυχα ἔτυχεν, ὅδε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ [4.33] γέγονε. καὶ ἀπ' αὐτοῦ νόμος τέθειται Πέρσαις μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα, ἢν καὶ κατὰ κράτος τοὺς ἐναντίους σφίσι τραπῆναι [4.34] ξυμβαίη. ὅσοι μέντοι Περόζῃ οὐ ξυστρατεύσαντες ἐν χώρᾳ τῇ αὑτῶν ἔμειναν, οὗτοι δὴ βασιλέα σφίσι Καβάδην εἵλοντο τὸν νεώτατον Περόζου υἱὸν, [4.35] ὅσπερ τηνικαῦτα περιῆν μόνος. τότε δὴ Ἐφθαλίταις κατήκοοι ἐς φόρου ἀπαγωγὴν ἐγένοντο Πέρσαι, ἕως Καβάδης τὴν ἀρχὴν ἰσχυρότατα κρατυνάμενος φόρον αὐτοῖς ἀποφέρειν τὸν ἐπέτειον οὐκέτι ἠξίου. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι οὗτοι ἐνιαυτοὺς δύο.
5
Μετὰ δὲ Καβάδης ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος ἄλλα τε νεώτερα ἐς τὴν πολιτείαν εἰσῆγε καὶ νόμον ἔγραψεν ἐπὶ κοινὰ ταῖς γυναιξὶ μίγνυσθαι Πέρσας· ὅπερ τὸ πλῆθος οὐδαμῆ ἤρεσκε. διὸ δὴ αὐτῷ ἐπαναστάντες παρέλυσάν τε τῆς ἀρχῆς καὶ δήσαντες [5.2] ἐν φυλακῇ εἶχον. καὶ βασιλέα μὲν σφίσι Βλάσην τὸν Περόζου ἀδελφὸν εἵλοντο, ἐπειδὴ γόνος μὲν οὐδεὶς ἔτι ἄρρην Περόζῃ, ὥσπερ ἐρρήθη, ἐλέλειπτο, Πέρσαις δὲ οὐ θέμις ἄνδρα ἐς τὴν βασιλείαν καθίστασθαι ἰδιώτην γένος, ὅτι μὴ ἐξιτήλου παντάπασι γένους [5.3] τοῦ βασιλείου ὄντος· Βλάσης δὲ τὴν βασιλείαν παραλαβὼν Περσῶν τε τοὺς ἀρίστους ξυνέλεξε καὶ τὰ ἀμφὶ τῷ Καβάδῃ ἐν βουλῇ ἐποιεῖτο· τὸν γὰρ ἄνθρωπον [5.4] ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν. ἔνθα δὴ πολλαὶ μὲν ἐλέχθησαν γνῶμαι ἐφ' ἑκάτερα φέρουσαι, παρελθὼν δὲ τῶν τις ἐν Πέρσαις λογίμων, ὄνομα μὲν Γουσαναστάδης, χαναράγγης δὲ τὸ ἀξίωμα (εἴη δ' ἂν ἐν Πέρσαις στρατηγὸς τοῦτό γε), πρὸς αὐταῖς που ταῖς ἐσχατιαῖς τῆς Περσῶν γῆς τὴν ἀρχὴν ἔχων ἐν χώρᾳ ἣ τοῖς Ἐφθαλίταις ὅμορός ἐστι, καὶ τὴν μάχαιραν ἐπιδείξας ᾗ τῶν ὀνύχων τὰ προὔχοντα Πέρσαι εἰώθασιν ἀποτέμνεσθαι, μῆκος μὲν ὅσον δακτύλου ἀνδρὸς, πάχος δὲ οὐδὲ τριτημόριον δακτύλου ἔχουσαν [5.5] ταύτην ὁρᾶτε εἶπε τὴν μάχαιραν, βραχεῖαν παντάπασιν οὖσαν· αὕτη μέντοι ἔργον ἐν τῷ παρόντι ἐπιτελεῖν οἵα τέ ἐστιν, ὅπερ εὖ ἴστε ὀλίγῳ ὕστερον, ὦ φίλτατοι Πέρσαι, μυριάδες δύο τεθωρακισμένων ἀνδρῶν [5.6] ἐξεργάζεσθαι οὐκ ἂν δύναιντο. ὁ μὲν ταῦτα εἶπε, παραδηλῶν ὡς, ἢν μὴ Καβάδην ἀνέλωσιν, αὐτίκα [5.7] πράγματα Πέρσαις περιὼν παρέξει. οἱ δὲ κτεῖναι ἄνδρα τοῦ βασιλείου αἵματος οὐδ' ὅλως ἔγνωσαν, ἀλλ' ἐν φρουρίῳ καθεῖρξαι ὅπερ τῆς Λήθης καλεῖν νενομίκασιν.
[5.8] ἢν γάρ τις ἐνταῦθα ἐμβληθεὶς τύχῃ, οὐκέτι ὁ νόμος ἐφίησι μνήμην αὐτοῦ εἶναι, ἀλλὰ θάνατος τῷ ὠνομακότι ἡ ζημία ἐστί· διὸ δὴ καὶ τὴν ἐπωνυμίαν [5.9] ταύτην πρὸς Περσῶν ἔλαχεν. ἅπαξ δὲ ἡ τῶν Ἀρμενίων ἱστορία φησὶ νόμου τοῦ ἀμφὶ τῷ Λήθης φρουρίῳ παραλελύσθαι τὴν δύναμιν Πέρσαις τρόπῳ τοιῷδε.
[5.10] Πόλεμός ποτε Πέρσαις τε καὶ Ἀρμενίοις ἀκήρυκτος γέγονεν εἰς δύο καὶ τριάκοντα ἔτη ἐπὶ Πακουρίου μὲν Περσῶν βασιλεύοντος, Ἀρμενίων δὲ Ἀρσάκου Ἀρσακίδου ἀνδρός. τούτῳ τε τῷ πολέμῳ μηκυνομένῳ κεκακῶσθαι μὲν ἐς ἄγαν ἀμφοτέρους ξυνέβη καὶ διαφερόντως τοὺς [5.11] Ἀρμενίους. ἀπιστίᾳ δὲ πολλῇ ἐς ἀλλήλους ἐχόμενοι ἐπικηρυκεύεσθαι παρὰ τοὺς ἐναντίους οὐδέτεροι εἶχον. ἐν τούτῳ δὲ Πέρσας τετύχηκε πόλεμον πρὸς ἄλλους βαρβάρους τινὰς οὐ πόρρω Ἀρμενίων ᾠκημένους [5.12] διενεγκεῖν. οἵ τε Ἀρμένιοι ἐν σπουδῇ ἔχοντες ἐπίδειξιν ἐς Πέρσας τῆς ἐς αὐτοὺς εὐνοίας τε καὶ εἰρήνης ποιήσασθαι, ἐσβαλεῖν ἐς τούτων δὴ τῶν βαρβάρων τὴν γῆν ἔγνωσαν, δηλώσαντες τοῦτο πρότερον Πέρσαις.
[5.13] ἀπροσδόκητοί τε αὐτοὶ ἐπιπεσόντες σχεδόν τι ἅπαντας ἡβηδὸν ἔκτειναν. ὅ τε Πακούριος τοῖς πεπραγμένοις ὑπερησθεὶς, πέμψας παρὰ τὸν Ἀρσάκην τῶν οἱ ἐπιτηδείων τινὰς τά τε πιστά οἱ παρασχόμενος τὸν [5.14] ἄνθρωπον μετεπέμψατο. καὶ ἐπεὶ παρ' αὐτὸν Ἀρσάκης ἀφίκετο, τῆς τε ἄλλης αὐτὸν φιλοφροσύνης ἠξίωσε καὶ [5.15] ἅτε ἀδελφὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἔσχε. καὶ τότε μὲν ὅρκοις δεινοτάτοις τόν τε Ἀρσάκην καταλαβὼν καὶ αὐτὸς οὐδέν τι ἧσσον ὀμωμοκὼς ἦ μὴν εὔνους τε καὶ ξυμμάχους Πέρσας τε τὸ λοιπὸν καὶ Ἀρμενίους ἀλλήλοις εἶναι, αὐτίκα δὴ αὐτὸν ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι.
[5.16] Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον διέβαλον τὸν Ἀρσάκην τινὲς ὡς δὴ πράγμασι νεωτέροις ἐγχειρεῖν βούλοιτο. οἷσπερ ἀναπεισθεὶς ὁ Πακούριος αὖθις αὐτὸν μετεπέμπετο ὑπειπὼν ὅτι δὴ αὐτῷ τι κοινολογεῖσθαι [5.17] ὑπὲρ τῶν ὅλων ἐπιμελὲς εἴη. καὶ ὃς οὐδέν τι μελλήσας ἐς αὐτὸν ἦλθεν, ἄλλους τε τῶν ἐν Ἀρμενίοις μαχιμωτάτων ἐπαγόμενος καὶ Βασσίκιον, ὅσπερ αὐτῷ στρατηγός τε καὶ ξύμβουλος ἦν· ἀνδρίας τε γὰρ καὶ [5.18] ξυνέσεως ἐπὶ πλεῖστον ἀφῖκτο. εὐθὺς οὖν ὁ Πακούριος ἄμφω, τόν τε Ἀρσάκην καὶ Βασσίκιον, πολλὰ ὀνειδίζων ἐκάκιζεν, εἰ τὰ ὀμωμοσμένα ἠλογηκότε οὕτω δὴ τάχιστα ἐς ἀπόστασιν ἴδοιεν. οἱ δὲ ἀπηρνοῦντό τε καὶ ἀπώμνυον ἐνδελεχέστατα μηδὲν σφίσιν αὐτοῖς [5.19] βεβουλεῦσθαι τοιοῦτο. τὰ μὲν οὖν πρῶτα ὁ Πακούριος αὐτοὺς ἐν ἀτιμίᾳ ἐφύλασσεν, ἔπειτα δὲ τῶν μάγων [5.20] ἀνεπυνθάνετο ὅ τί οἱ ποιητέα ἐς αὐτοὺς εἴη. οἱ δὲ μάγοι τῶν μὲν ἀρνουμένων καὶ οὐ διαρρήδην ἐληλεγμένων καταγινώσκειν οὐδαμῆ ἐδικαίουν, ὑποθήκην δὲ αὐτῷ τινα ἔφραζον, ὅπως ἂν Ἀρσάκης αὐτὸς ἄντικρυς [5.21] αὑτοῦ κατηγορεῖν ἀναγκάζοιτο. τὸ γὰρ τῆς βασιλικῆς σκηνῆς ἔδαφος κόπρῳ καλύπτειν ἐκέλευον, ἥμισυ μὲν ἐκ τῆς Περσῶν χώρας, θάτερον δὲ ἥμισυ ἐκ τῆς Ἀρμενίας. καὶ ὁ βασιλεὺς κατὰ ταῦτα ἐποίει.
[5.22] τότε δὴ οἱ μάγοι τὴν σκηνὴν ὅλην μαγείαις τισὶ καταλαβόντες ἐκέλευον τὸν βασιλέα ξὺν τῷ Ἀρσάκῃ τοὺς περιπάτους ἐνταῦθα ποιεῖσθαι, ἐπικαλοῦντα τοῖς τε [5.23] ξυγκειμένοις καὶ ὀμωμοσμένοις λυμήνασθαι. δεῖν δὲ καὶ αὐτοὺς τῷ διαλόγῳ παραγενέσθαι. οὕτω γὰρ ἂν τῶν λόγων μάρτυρες ἁπάντων εἶεν. αὐτίκα γοῦν ὁ Πακούριος τὸν Ἀρσάκην μεταπεμψάμενος διαύλους ἐν τῇ σκηνῇ ξὺν αὐτῷ ἐποιεῖτο, παρόντων σφίσιν ἐνταῦθα τῶν μάγων, καὶ ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα τὰ ὀμωμοσμένα ἠλογηκὼς εἶτα Πέρσας τε καὶ [5.24] Ἀρμενίους αὖθις τρίβειν ἀνηκέστοις κακοῖς ἐγχειροίη· ὁ δὲ Ἀρσάκης, ἕως μὲν ἐν τῷ χώρῳ οἱ λόγοι ἐγίνοντο οὗ δὴ ὁ χοῦς ἐκ γῆς τῆς Περσίδος ἐπέκειτο, ἀπηρνεῖτό τε καὶ ὅρκοις τοῖς δεινοτάτοις πιστούμενος ἀνδράποδον [5.25] ἰσχυρίζετο εἶναι Πακουρίου πιστόν· ἐπειδὴ δὲ μεταξὺ λέγων ἐς τῆς σκηνῆς τὸ μέσον ἀφῖκτο, ἵνα δὴ κόπρου τῆς Ἀρμενίας ἐπέβησαν, ἐνταῦθα οὐκ οἶδα ὅτῳ ἀναγκασθεὶς λόγους μὲν τούτους ἐπὶ τὸ θρασύτερον ἐξαπιναίως μεταβιβάζει, ἀπειλῶν δὲ τῷ τε Πακουρίῳ καὶ Πέρσαις οὐκέτι ἀνίει, ἀλλὰ τίσασθαι αὐτοὺς ἐπηγγέλλετο ὕβρεως τῆσδε, ἐπειδὰν αὐτὸς αὑτοῦ [5.26] τάχιστα κύριος γένοιτο. καὶ ταῦτα λέγων τε καὶ νεανιευόμενος ἐποιεῖτο τὸν περίπατον ὅλον, ἕως ἀναστρέψας ἐς κόπρον αὖθις τὴν ἐκ γῆς τῆς Περσίδος ἀφίκετο. ἐνταῦθα γὰρ πάλιν ὥσπερ τινὰ παλινῳδίαν ᾄδων ἱκέτης τε ἦν καὶ οἰκτρούς τινας τῷ Πακουρίῳ [5.27] προὔφερε λόγους. ἐπεὶ δὲ ἐς χοῦν αὖθις τὸν Ἀρμενίων ἦλθεν, ἐς τὰς ἀπειλὰς ἀπεχώρησε. καὶ πολλάκις οὕτω μεταβληθεὶς ἐφ' ἑκάτερα ἔκρυψε τῶν οἱ ἀπορρήτων [5.28] οὐδέν. τότε δὴ οἱ μὲν μάγοι κατέγνωσαν αὐτοῦ ἔς τε τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἠδικηκέναι. Πακούριος δὲ Βασσικίου μὲν τὸ δέρμα ἐκδείρας ἀσκόν τε αὐτὸ πεποιημένος καὶ ἀχύρων ἐμπλησάμενος ὅλον [5.29] ἀπεκρέμασεν ἐπὶ δένδρου τινὸς ὑψηλοῦ λίαν. τὸν μέντοι Ἀρσάκην (ἀποκτεῖναι γὰρ ἄνδρα τοῦ βασιλείου αἵματος ὄντα οὐδαμῆ εἶχεν) ἐν τῷ τῆς Λήθης φρουρίῳ καθεῖρξε.
[5.30] Χρόνῳ δὲ ὕστερον τῶν τις Ἀρμενίων τῷ τε Ἀρσάκῃ ἐν τοῖς μάλιστα ἐπιτηδείων καί οἱ ἐπισπομένων ἐς τὰ Περσῶν ἤθη ἰόντι, Πέρσαις ἐπί τι ἔθνος ἰοῦσι βαρβαρικὸν ξυνεστράτευσεν· ὃς δὴ ἀνήρ τε ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ, ὁρῶντος Πακουρίου τὰ ποιούμενα, [5.31] γέγονε καὶ τῆς νίκης αἰτιώτατος Πέρσαις. διὸ δὴ αὐτὸν ὁ Πακούριος ὅ τι ἂν βούλοιτο αἰτεῖσθαι ἠξίου, ἰσχυρισάμενος ὅτι δὴ οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.
[5.32] ὁ δὲ ἄλλο οἱ οὐδὲν γενέσθαι ἠξίου ἢ ὥστε τὸν Ἀρσάκην [5.33] ἐν ἡμέρᾳ μιᾷ θεραπεῦσαι ᾗ βούλοιτο. τοῦτο τὸν βασιλέα ἠνίασε μὲν ἐς τὰ μάλιστα, εἰ λύειν νόμον οὕτω δὴ παλαιὸν ἀναγκάζοιτο, ὅπως μέντοι παντάπασιν ἀληθίζηται, ξυνεχώρει τὴν δέησιν ἐπιτελῆ γενέσθαι.
[5.34] ἐπεὶ δὲ βασιλέως ἐπαγγείλαντος γέγονεν ἐν τῷ τῆς Λήθης φρουρίῳ, ἠσπάσατο μὲν τὸν Ἀρσάκην, ἄμφω δὲ ἀλλήλοιν περιβαλόντε ἐθρηνησάτην τε ἡδύν τινα θρῆνον καὶ ἀπολοφυραμένω τὴν παροῦσαν τύχην μόλις ἀπ' ἀλλήλοιν διαλύειν τὰς αὑτοῦ χεῖρας ἑκάτερος [5.35] ἔσχεν. ἐπεὶ δὲ τῶν ὀδυρμῶν ἐς κόρον ἐλθόντες ἐπαύσαντο, ἔλουσε μὲν ὁ Ἀρμένιος τὸν Ἀρσάκην καὶ τἄλλα οὐκ ἀπημελημένως ἐκόσμησε, σχῆμα δὲ αὐτῷ περιθέμενος [5.36] τὸ βασίλειον ἐπὶ στιβάδος ἀνέκλινεν. ἐνταῦθά τε τοὺς παρόντας Ἀρσάκης βασιλικῶς εἱστία ᾗπερ [5.37] εἰώθει τὰ πρότερα. ἐν ταύτῃ τῇ θοίνῃ πολλοὶ μὲν ἐπὶ κύλικι λόγοι ἐλέχθησαν, οἵπερ τὸν Ἀρσάκην ἱκανῶς ἤρεσκον, πολλὰ δὲ ἄλλα ἐς μέσον ἦλθεν, ἅπερ αὐτῷ ἐν ἡδονῇ ἦν· μηκυνομένου τε τοῦ πότου ἄχρι ἐς νύκτα τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ ὑπερφυῶς ἥσθησαν, μόλις δὲ ἀλλήλων ἀπαλλαγέντες διελύθησαν, καταβεβρεγμένοι [5.38] τῇ εὐπαθείᾳ. τότε δὴ λέγουσι τὸν Ἀρσάκην εἰπεῖν ὡς ἡμέραν τὴν ἡδίστην διατελέσας ἐν ταύτῃ τε ξυγγενόμενος τῷ ποθεινοτάτῳ ἀνθρώπων ἁπάντων, οὐκ ἂν ἔτι ἑκών γε εἶναι ὑποσταίη τὰ φλαῦρα τοῦ [5.39] βίου, καὶ ταῦτα εἰπόντα μαχαίρᾳ ἑαυτὸν διαχειρίσασθαι, ἥνπερ ἐν τῇ θοίνῃ ἐξεπίτηδες κεκλοφὼς ἔτυχεν, οὕτω [5.40] τε αὐτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι. τὰ μὲν οὖν κατὰ τοῦτον δὴ τὸν Ἀρσάκην ἡ τῶν Ἀρμενίων συγγραφὴ λέγει ταύτῃ, ᾗπερ ἐρρήθη, κεχωρηκέναι, καὶ τὸν νόμον τότε ἀμφὶ τῷ τῆς Λήθης φρουρίῳ λελύσθαι. ἐμοὶ δὲ ὅθενπερ ἐξέβην ἰτέον.
6
Καθειρχθέντα δὲ τὸν Καβάδην ἐθεράπευεν ἡ γυνὴ ἐσιοῦσά τε παρ' αὐτὸν καὶ τὰ ἐπιτήδεια ἐσκομίζουσα· ἣν δὴ ὁ τῆς εἱρκτῆς ἄρχων πειρᾶν ἤρξατο· ἦν [6.2] γὰρ τὴν ὄψιν ἐς τὰ μάλιστα εὐπρεπής. ὅπερ ἐπεὶ ὁ Καβάδης παρὰ τῆς γυναικὸς ἔμαθεν, ἐκέλευσεν ἐνδιδόναι αὑτὴν τῷ ἀνθρώπῳ ὅ τι βούλοιτο χρῆσθαι. οὕτω δὴ τῇ γυναικὶ ἐς εὐνὴν ξυνελθὼν ὁ τοῦ φρουρίου ἄρχων ἠράσθη τε αὐτῆς ἔρωτα ἐξαίσιον οἷον.
[6.3] καὶ ἀπ' αὐτοῦ ξυνεχώρει παρὰ τὸν ἄνδρα τὰς εἰσόδους ποιεῖσθαι, ὅπη ἂν αὐτῇ βουλομένῃ εἴη, καὶ αὖθις ἐνθένδε ἀπαλλάσσεσθαι, οὐδενὸς ἐμποδὼν ἱσταμένου. ἦν δέ τις τῶν ἐν Πέρσαις λογίμων Σεόσης ὄνομα, [6.4] Καβάδῃ ἐς τὰ μάλιστα φίλος, ὃς ἀμφὶ τὸ φρούριον τοῦτο διατριβὴν εἶχε, καιροφυλακῶν εἴ πως αὐτὸν ἔνδοθεν [6.5] ἐξελέσθαι δυνήσεται. διά τε τῆς γυναικὸς τῷ Καβάδῃ ἐσήμαινεν ὡς ἵπποι τέ οἱ καὶ ἄνδρες ἐν παρασκευῇ τυγχάνουσιν ὄντες τοῦ φρουρίου οὐ μακρὰν [6.6] ἄποθεν, δηλώσας τι χωρίον αὐτῷ. καί ποτε νυκτὸς ἐπιλαβούσης ἀνέπεισε τὴν γυναῖκα Καβάδης ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὑτοῦ ἀμπεχομένην ἱμάτια ἐπὶ τῆς εἱρκτῆς ἀντ' αὐτοῦ καθῆσθαι, [6.7] οὗπερ ἐκεῖνος ἐκάθητο. οὕτω μὲν οὖν Καβάδης ἀπηλλάσσετο ἐκ τοῦ δεσμωτηρίου. κατιδόντες δὲ αὐτὸν οἷς ἡ φυλακὴ αὕτη ἐπέκειτο τὴν γυναῖκα ὑπετόπαζον εἶναι· ταῦτά τοι οὔτε κωλύειν οὔτε ἄλλως αὐτὸν ἐνοχλεῖν [6.8] ἔγνωσαν. ἅμα τε ἡμέρᾳ τὴν γυναῖκα ἐς τὸ δωμάτιον ἐν τοῖς τοῦ ἀνδρὸς ἱματίοις ἰδόντες καὶ μακρὰν ἀπολελειμμένοι τοῦ ἀληθοῦς ᾤοντο Καβάδην ἐνταῦθα εἶναι. ἥ τε δόκησις αὕτη ἐν ἡμέραις συχναῖς ἤκμαζεν, [6.9] ἕως Καβάδης πόρρω που τῆς ὁδοῦ ἐγεγόνει. τὰ μὲν οὖν ἀμφὶ τῇ γυναικὶ ξυνενεχθέντα, ἐπεὶ ἐς φῶς ἡ ἐπιβουλὴ ἦλθε, καὶ ὅντινα αὐτὴν τρόπον ἐκόλασαν, ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν. οὐ γὰρ ὁμολογοῦσι Πέρσαι ἀλλήλοις· διὸ δὴ αὐτὰ λέγειν ἀφίημι.
[6.10] Καβάδης δὲ λαθὼν ἅπαντας ξὺν τῷ Σεόσῃ ἐς Οὔννους τοὺς Ἐφθαλίτας ἀφίκετο καὶ αὐτῷ τὴν παῖδα γυναῖκα ὁ βασιλεὺς γαμετὴν δίδωσιν, οὕτω τε στράτευμα λόγου πολλοῦ ἄξιον ἅτε κηδεστῇ ἐπὶ Πέρσας [6.11] ξυνέπεμψε. τούτῳ τῷ στρατῷ Πέρσαι ὑπαντιάζειν οὐδαμῆ ἤθελον, ἀλλὰ ἄλλος ἄλλῃ ἐς φυγὴν ὥρμηντο.
[6.12] ἐπεὶ δὲ ὁ Καβάδης ἐν τῇ χώρᾳ ἐγένετο, ἔνθα ὁ Γουσαναστάδης τὴν ἀρχὴν εἶχεν, εἶπε τῶν ἐπιτηδείων τισὶν ὡς χαναράγγην καταστήσεται ἄνδρα ἐκεῖνον, ὃς ἂν αὐτῷ Περσῶν πρῶτος ἐκείνῃ τῇ ἡμέρᾳ ἐς ὄψιν [6.13] ἥκων ὑπουργεῖν βούλοιτο. εἰπόντι τέ οἱ μετέμελεν ἤδη τοῦ λόγου, ἐπεὶ νόμος αὐτὸν ἐσῄει, ὃς δὴ οὐκ ἐᾷ Πέρσαις ἐς τοὺς ἀλλοτρίους τὰς ἀρχὰς φέρεσθαι, ἀλλ' [6.14] οἷς ἡ τιμὴ ἑκάστη κατὰ γένος προσήκει. ἔδεισε γὰρ μή τις ἵκοιτο ἐς αὐτὸν πρῶτος τῷ χαναράγγῃ οὐ ξυγγενὴς ὢν, τόν τε νόμον ἀναγκάζηται λύειν, ὅπως αὐτὸς [6.15] ἀληθίζηται. ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι ξυνέβη τις τύχη ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι. ἔτυχε γὰρ πρῶτος Ἀδεργουδουνβάδης ἐς αὐτὸν ἥκων, νεανίας ἀνὴρ, ξυγγενής τε ὢν τῷ Γουσαναστάδῃ καὶ διαφερόντως [6.16] ἀγαθὸς τὰ πολέμια. ὃς δὴ δεσπότην τε προσεῖπε Καβάδην καὶ βασιλέα προσεκύνησε πρῶτος, ἐδεῖτό τέ [6.17] οἱ ἅτε δούλῳ ὅ τι βούλοιτο χρῆσθαι. Καβάδης οὖν ἐν τοῖς βασιλείοις οὐδενὶ πόνῳ γενόμενος, ἔρημόν τε Βλάσην τῶν ἀμυνομένων λαβὼν ἐξετύφλωσε, τρόπῳ δὴ ὅτῳ τυφλοὺς οἱ Πέρσαι ποιεῖν τοὺς κακούργους εἰώθασιν, ἔλαιον ἕψοντες καὶ αὐτὸ ὡς μάλιστα ζέον ἐς τοὺς ὀφθαλμοὺς οὔτι μύοντας ἐπιχέοντες, ἢ περόνην τινὰ σιδηρᾶν πυρακτοῦντες ταύτῃ τε τῶν ὀφθαλμῶν τὰ ἐντὸς χρίοντες, καὶ τὸ λοιπὸν ἐν φυλακῇ [6.18] εἶχεν ἄρξαντα Περσῶν ἐνιαυτοὺς δύο. καὶ τὸν μὲν Γουσαναστάδην κτείνας τὸν Ἀδεργουδουνβάδην ἀντ' αὐτοῦ κατεστήσατο ἐπὶ τῆς τοῦ χαναράγγου ἀρχῆς, τὸν δὲ Σεόσην ἀδρασταδάραν σαλάνην εὐθὺς ἀνεῖπε. δύναται δὲ τοῦτο τὸν ἐπὶ ἀρχαῖς τε ὁμοῦ καὶ στρατιώταις [6.19] ἅπασιν ἐφεστῶτα. ταύτην ὁ Σεόσης τὴν ἀρχὴν πρῶτός τε καὶ μόνος ἐν Πέρσαις ἔσχεν· οὔτε γὰρ πρότερον οὔτε ὕστερόν τινι γέγονε· τήν τε βασιλείαν ὁ Καβάδης ἐκρατύνατο καὶ ξὺν τῷ ἀσφαλεῖ διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος οὐδενὸς ἧσσον.
7
Ὀλίγῳ δὲ ὕστερον χρήματα Καβάδης τῷ Ἐφθαλιτῶν βασιλεῖ ὤφειλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οἱ οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα· ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ [7.2] ταῦτα ποιητέα εἴη. οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι.
[7.3] διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε, καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληισάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο, ἧς δὴ χειμῶνος ὥρᾳ ἐς [7.4] πολιορκίαν καθίστατο. Ἀμιδηνοὶ δὲ στρατιωτῶν μὲν, ἅτε ἐν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν, οὐ παρόντων σφίσι, καὶ ἄλλως δὲ ἀπαράσκευοι παντάπασιν ὄντες ὅμως τοῖς πολεμίοις ὡς ἥκιστα προσχωρεῖν ἤθελον, ἀλλὰ τοῖς τε κινδύνοις καὶ τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον.
[7.5] Ἦν δέ τις ἐν Σύροις ἀνὴρ δίκαιος, Ἰάκωβος ὄνομα, ᾧ τὰ ἐς τὸ θεῖον ἐς τὸ ἀκριβὲς ἤσκητο. οὗτος ἐν χωρίῳ Ἐνδιήλων, διέχοντι Ἀμίδης ἡμέρας ὁδῷ, πολλοῖς ἔμπροσθεν χρόνοις αὑτὸν καθεῖρξεν, ὅπως δὴ [7.6] ἀδεέστερον τὰ ἐς τὴν εὐσέβειαν μελετᾶν δύνηται. καὶ αὐτοῦ οἱ ταύτῃ ἄνθρωποι ὑπουργοῦντες τῇ γνώμῃ δρυφάκτοις τισὶ περιέβαλον, οὐ ξυνημμένοις μέντοι, ἀλλὰ χωρὶς πεπηγόσιν ἀλλήλων, ὥστε ὁρᾶν τε τοὺς [7.7] προσιόντας καὶ ξυγγίνεσθαι οἷόν τε εἶναι. καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος [ὁ] ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ' [7.8] ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει. τοῦτον οὖν τὸν Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ [7.9] χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον. ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ [7.10] καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο. Καβάδης μὲν οὖν αἰτεῖν τὸν ἄνδρα ἐκέλευεν ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη, χρήματα οἰόμενος αὐτὸν μεγάλα αἰτήσειν, καί τι καὶ νεανιευσάμενος, ὡς οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.
[7.11] ὁ δέ οἱ τοὺς ἀνθρώπους ἐδεῖτο χαρίζεσθαι ὅσοι ἐν τῷ πολέμῳ τούτῳ καταφεύγοντες παρ' αὐτὸν ἵκωνται. ταύτην Καβάδης τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ γράμματα ἐδίδου τῆς ἀσφαλείας ἐνέχυρα. πολλοὶ γοῦν πανταχόθεν ξυρρέοντες ἐνταῦθα ἐσώζοντο· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. ταῦτα μὲν ὧδέ πη ἔσχε.
[7.12] Καβάδης δὲ Ἄμιδαν πολιορκῶν κριὸν τὴν μηχανὴν πανταχόσε τοῦ περιβόλου προσέβαλε. καὶ Ἀμιδηνοὶ μὲν τὴν ἐμβολὴν ἀεὶ δοκοῖς τισιν ἐγκαρσίαις ἀνέστελλον, ὁ δὲ οὐκ ἀνῆκεν, ἕως ταύτῃ ἀνάλωτον εἶναι τὸ [7.13] τεῖχος ἔγνω. πολλάκις γὰρ ἐμβαλὼν καθελεῖν τι τοῦ περιβόλου ἢ κατασεῖσαι ἥκιστα ἴσχυσεν, οὕτως ἀσφαλῶς ἡ οἰκοδομία τοῖς δειμαμένοις τὸ παλαιὸν εἴργαστο.
[7.14] τούτου δὲ Καβάδης ἀποτυχὼν λόφον τινὰ χειροποίητον ἐπιτείχισμα τῇ πόλει ἐποίει μέτρῳ πολλῷ ὑπεραίροντα τοῦ τείχους τὸ μῆκος, οἵ τε πολιορκούμενοι ἐντὸς τοῦ περιβόλου ἀρξάμενοι κατώρυχα μέχρι ἐς τὸν λόφον ἐποίουν, καὶ λάθρα ἐνθένδε τὸν χοῦν ἐκφοροῦντες κενὰ ἐπὶ πλεῖστον τὰ ἐντὸς τοῦ λόφου εἰργάσαντο. τὰ μέντοι ἐκτὸς ἐφ' οὗπερ ἐγεγόνει σχήματος ἔμενεν, [7.15] οὐδενὶ αἴσθησιν παρεχόμενα τοῦ πρασσομένου. πολλοὶ μὲν οὖν Πέρσαι ὥσπερ ἐπ' ἀσφαλοῦς ἀναβαίνοντες ἔν τε τῇ ἄκρᾳ ἐγένοντο καὶ βάλλειν ἐνθένδε κατὰ κορυφὴν τοὺς ἐν τῷ περιβόλῳ διενοοῦντο. τοῦ δὲ ὁμίλου δρόμῳ ἐπιρρέοντος ἐμπεσὼν ὁ λόφος ἐκ τοῦ [7.16] αἰφνιδίου σχεδόν τι ἅπαντας ἔκτεινε. Καβάδης δὲ τοῖς παροῦσιν ἀπορούμενος τὴν προσεδρείαν διαλύειν ἔγνω, καὶ τῷ στρατοπέδῳ ἀναχωρεῖν ἐς τὴν ὑστεραίαν [7.17] ἐπήγγειλε. τότε δὴ οἱ πολιορκούμενοι, ἅτε τοῦ κινδύνου ἀφροντιστήσαντες, πολλὰ τοὺς βαρβάρους ξὺν [7.18] γέλωτι ἀπὸ τοῦ περιβόλου ἐτώθαζον. καί τινες ἑταῖραι ἀνελκύσασαι κόσμῳ οὐδενὶ τὴν ἐσθῆτα Καβάδῃ ἄγχιστά που ἑστηκότι ἐδείκνυον ὅσα τῶν γυναικῶν γυμνὰ φανῆναι [7.19] ἀνδράσιν οὐ θέμις. ὅπερ κατιδόντες οἱ μάγοι τῷ τε βασιλεῖ ἐς ὄψιν ἦλθον καὶ τὴν ἀναχώρησιν ἐκώλυον, ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν. οὕτω μὲν τὸ Περσῶν στρατόπεδον αὐτοῦ ἔμεινεν.
[7.20] Ἡμέραις δὲ τῶν τις Περσῶν οὐ πολλαῖς ὕστερον ἄγχιστα τῶν πύργων τινὸς ἐκβολὴν ὑπονόμου παλαιοῦ εἶδεν οὐ ξὺν τῷ ἀσφαλεῖ κεκαλυμμένην, ἀλλὰ χάλιξι [7.21] σμικραῖς τε καὶ οὐ λίαν συχναῖς. νύκτωρ τε μόνος ἐνταῦθα ἥκων καὶ τῆς εἰσόδου ἀποπειρασάμενος ἐντὸς τοῦ περιβόλου ἐγένετο. ἅμα δὲ ἡμέρᾳ τὸν πάντα λόγον Καβάδῃ ἀπήγγειλε. καὶ ὃς τῇ ἐπιγινομένῃ νυκτὶ κλίμακας ἐν παρασκευῇ ποιησάμενος ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἦλθε. καί τις αὐτῷ δεξιὰ ξυνηνέχθη τύχη [7.22] τρόπῳ τοιῷδε. τὸν πύργον, ὃς δὴ τοῦ ὑπονόμου ἀγχοτάτω ἐτύγχανεν ὢν, φυλάσσειν τῶν Χριστιανῶν οἱ σωφρονέστατοι ἔλαχον, οὕσπερ καλεῖν μοναχοὺς νενομίκασι. τούτους ἑορτήν τινα τῷ θεῷ ἄγειν ἐνιαύσιον [7.23] ἐκείνῃ τῇ ἡμέρᾳ τετύχηκεν. ἐπεί τε ἡ νὺξ ἐπεγένετο, ἅπαντες, ἅτε κόπῳ μὲν πολλῷ διὰ τὴν πανήγυριν ὁμιλήσαντες, μᾶλλον δὲ τοῦ εἰθισμένου σιτίων τε καὶ ποτοῦ ἐς κόρον ἐλθόντες ὕπνον τινὰ ἡδύν τε καὶ πρᾷον ἐκάθευδον καὶ ἀπ' αὐτοῦ ὡς ἥκιστα τῶν [7.24] ποιουμένων ᾐσθάνοντο. Πέρσαι γοῦν διὰ τοῦ ὑπονόμου ἐντὸς τοῦ περιβόλου κατ' ὀλίγους γενόμενοι ἐς τὸν πύργον ἀνέβαινον, καὶ τοὺς μοναχοὺς καθεύδοντας [7.25] ἔτι εὑρόντες ἔκτειναν ἅπαντας. ὅπερ ἐπεὶ Καβάδης ἔγνω, τὰς κλίμακας τῷ τείχει τούτου δὴ ἄγχιστα [7.26] τοῦ πύργου προσῆγεν. ἡμέρα δὲ ἦν ἤδη. καὶ τῶν Ἀμιδηνῶν οἳ ἐν πύργῳ τῷ ἐχομένῳ ἐφύλασσον, αἰσθόμενοι [7.27] τοῦ κακοῦ κατὰ τάχος ἐβοήθουν ἐνταῦθα. ὠθισμῷ τε πολλῷ ἐπὶ πλεῖστον ἀμφότεροι ἐς ἀλλήλους ἐχρῶντο καὶ τὸ πλέον ἤδη Ἀμιδηνοὶ ἔχοντες τῶν τε ἀναβεβηκότων πολλοὺς ἔκτεινον καὶ τοὺς ἀπὸ τῶν κλιμάκων ἀνέστελλον καὶ τοῦ ἀπεῶσθαι τὸν κίνδυνον [7.28] οὐ μακράν που ἐγένοντο. ἀλλὰ Καβάδης αὐτὸς τὸν ἀκινάκην σπασάμενος καὶ αὐτῷ ἀεὶ δεδισσόμενος ἐς τὰς κλίμακας ὁρμῶν οὐκ ἀνίει τοὺς Πέρσας, θάνατός [7.29] τε ἦν ἡ ζημία τοῖς ἐνθένδε ἀναστρέφειν τολμῶσι. διὸ δὴ πλήθει πολλῷ οἱ Πέρσαι καθυπέρτεροι τῶν ἐναντίων γενόμενοι ἐνίκησάν τε αὐτοὺς τῇ μάχῃ καὶ κατὰ κράτος ἡ πόλις ἥλω ὀγδοηκοστῇ ἀπὸ τῆς πολιορκίας [7.30] ἡμέρᾳ. φόνος τε Ἀμιδηνῶν πολὺς ἐγεγόνει, ἕως ἐσελαύνοντι ἐς τὴν πόλιν Καβάδῃ τῶν τις Ἀμιδηνῶν γέρων τε καὶ ἱερεὺς προσελθὼν εἶπεν ὡς οὐ βασιλικὸν [7.31] τὸ φονεύειν τοὺς ἡλωκότας εἴη. Καβάδης μὲν οὖν θυμῷ ἔτι ἐχόμενος ἀπεκρίνατο διὰ τί γάρ μοι πολεμεῖν ἔγνωτε; ὁ δὲ ὑπολαβὼν αὐτίκα ἔφη ὅτι δὴ ὁ θεὸς οὐχ ἡμετέρᾳ γνώμῃ, ἀλλὰ σῇ ἀρετῇ παραδιδόναι [7.32] σοι Ἄμιδαν ἤθελε. τούτῳ τῷ λόγῳ Καβάδης ἡσθεὶς κτείνειν οὐδένα τὸ λοιπὸν εἴασεν, ἀλλὰ τά τε χρήματα ληίζεσθαι Πέρσας ἐκέλευε καὶ τοὺς περιόντας ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ, καὶ αὑτῷ ἐξελέσθαι ἅπαντας αὐτῶν τοὺς δοκίμους ἐπέστελλεν.
[7.33] Ὀλίγῳ δὲ ὕστερον χιλίους ἐπὶ τῇ φυλακῇ ἐνταῦθα λιπὼν ἄρχοντά τε αὐτοῖς ἐπιστήσας Γλώνην, ἄνδρα Πέρσην, καὶ τῶν Ἀμιδηνῶν ἀνθρώπους τινὰς ὀλίγους οἰκτροὺς, οἳ δὴ ἐς τὴν δίαιταν ὑπηρετήσειν Πέρσαις ἔμελλον, αὐτὸς παντὶ τῷ ἄλλῳ στρατῷ τοὺς ἡλωκότας [7.34] ἔχων ἐπ' οἴκου ἀπήλαυνεν. ἐς τούτους δὲ τοὺς αἰχμαλώτους φιλανθρωπίᾳ ἐχρήσατο βασιλεῖ πρεπούσῃ· χρόνου γὰρ ὀλίγου εἰς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκεν ἰέναι, [7.35] τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτὸν, ὅ τε Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔργα ἐς αὐτοὺς ἐπεδείξατο ἀρετῆς ἄξια· φόρους τε γὰρ τοὺς ἐπετείους ἐς ἔτη ἑπτὰ ξύμπαντας ἀφῆκε τῇ πόλει καὶ αὐτοὺς κοινῇ τε καὶ ἰδίᾳ ἕκαστον πολλοῖς τισιν ἀγαθοῖς ἐδωρήσατο, ὥστε αὐτοῖς λήθην τῶν ξυμβεβηκότων πολλὴν γενέσθαι. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
8
Τότε δὲ βασιλεὺς Ἀναστάσιος πολιορκεῖσθαι μαθὼν Ἄμιδαν στράτευμα κατὰ τάχος διαρκὲς ἔπεμψεν. ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες, Ἀρεόβινδός τε, Ὀλυβρίου κηδεστὴς, τοῦ ἐν τῇ ἑσπερίᾳ βεβασιλευκότος ὀλίγῳ πρότερον, τῆς ἑῴας δὲ τότε στρατηγὸς [8.2] ἐτύγχανεν ὤν· καὶ τῶν ἐν παλατίῳ ταγμάτων ἀρχηγὸς Κέλερ (μάγιστρον Ῥωμαῖοι τὴν ἀρχὴν καλεῖν νενομίκασιν)· ἔτι μὴν καὶ οἱ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν ἄρχοντες, Πατρίκιός τε ὁ Φρὺξ καὶ Ὑπάτιος ὁ βασιλέως ἀδελφιδοῦς· οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν. [8.3] ξυνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος, ὃς δὴ ὕστερον Ἀναστασίου τελευτήσαντος ἐβασίλευσε, καὶ Πατρικιόλος ξὺν Βιταλιανῷ τῷ παιδὶ, ὃς ὅπλα ἀντάρας Ἀναστασίῳ βασιλεῖ οὐ πολλῷ ὕστερον ἐτυράννησε, καὶ Φαρεσμάνης Κόλχος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, καὶ Γοδίδισκλός τε καὶ Βέσσας, Γότθοι ἄνδρες, Γότθων τῶν οὐκ ἐπισπομένων Θευδερίχῳ ἐς Ἰταλίαν ἐκ Θρᾴκης ἰόντι, γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω, ἄλλοι τε πολλοὶ [8.4] καὶ ἄριστοι εἵποντο. στράτευμα γὰρ τοιοῦτό φασιν οὔτε πρότερον οὔτε ὕστερον ἐπὶ Πέρσας Ῥωμαίοις ξυστῆναι. οὗτοι μέντοι ἅπαντες οὐκ ἐς ταὐτὸ ἀγηγερμένοι οὐδὲ στράτευμα ἓν ποιησάμενοι ᾔεσαν, ἀλλ' αὐτὸς ἕκαστος τοῖς κατ' αὐτὸν στρατιώταις ἐξηγεῖτο [8.5] ἐπὶ τοὺς πολεμίους. χορηγὸς δὲ τῆς τοῦ στρατοπέδου δαπάνης Ἀπίων Αἰγύπτιος ἐστάλη, ἀνὴρ ἐν πατρικίοις ἐπιφανής τε καὶ δραστήριος ἐς τὰ μάλιστα, καὶ αὐτὸν βασιλεὺς κοινωνὸν τῆς βασιλείας ἐν γράμμασιν ἀνεῖπεν, ὅπως οἱ ἐξουσία εἴη τὰ ἐς τὴν δαπάνην ᾗ βούλοιτο διοικήσασθαι.
[8.6] Ὁ μὲν οὖν στρατὸς οὗτος χρόνῳ τε ξυνελέγοντο καὶ σχολαίτεροι ἐπορεύοντο. διὸ δὴ τοὺς βαρβάρους ἐν γῇ τῇ Ῥωμαίων οὐχ εὗρον, ἐπεὶ ἐξ ἐπιδρομῆς οἱ Πέρσαι τὴν ἔφοδον ποιησάμενοι αὐτίκα δὴ ἐς τὰ πάτρια [8.7] ἤθη ἀνεχώρησαν ξὺν πάσῃ τῇ λείᾳ. τῶν δὲ στρατηγῶν οὐδεὶς ἐς πολιορκίαν τῶν ἐν Ἀμίδῃ ἀπολελειμμένων ἐν τῷ παρόντι καθίστασθαι ἤθελε· πολλὰ γὰρ ἐσκομίσασθαι σφᾶς τὰ ἐπιτήδεια ἔμαθον· ἀλλ' ἐς τῶν πολεμίων τὴν χώραν ἐσβολὴν ποιήσασθαι ἐν [8.8] σπουδῇ εἶχον. οὐ μὴν ἐπὶ τοὺς βαρβάρους κοινῇ ᾔεσαν, ἀλλὰ χωρὶς ἀλλήλων στρατοπεδευόμενοι ἐπορεύοντο. ταῦτα Καβάδης μαθὼν (ἄγχιστα γάρ που ἐτύγχανεν ὢν) ἐς τὰ Ῥωμαίων ὅρια κατὰ τάχος ἐλθὼν [8.9] ὑπηντίαζεν. οὔπω μέντοι Ῥωμαῖοι τῷ παντὶ στρατῷ Καβάδην ἰέναι ἐπ' αὐτοὺς ἔμαθον, ἀλλὰ Περσῶν [8.10] ᾤοντο στράτευμα βραχύ τι ἐνταῦθα εἶναι. οἱ μὲν οὖν ἀμφὶ Ἀρεόβινδον ἐστρατοπεδεύσαντο ἐν χωρίῳ Ἀρζάμων, ἀπέχοντι Κωνσταντίνης πόλεως δυοῖν ἡμέραιν ὁδὸν, οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον ἐν χωρίῳ Σίφριος, ὅπερ Ἀμίδης πόλεως οὐχ ἧσσον ἢ πεντήκοντα καὶ τριακοσίους σταδίους ἀπέχει. Κέλερ γὰρ οὔπω ἐνταῦθα ἀφῖκτο.
[8.11] Ἀρεόβινδος δὲ ἐπειδὴ Καβάδην παντὶ τῷ στρατῷ ἐπιέναι σφίσιν ἐπύθετο, ἀπολιπὼν τὸ στρατόπεδον ξὺν τοῖς ἑπομένοις ἅπασιν ἐς φυγὴν ὥρμητο καὶ ἐς [8.12] Κωνσταντίναν δρόμῳ ἐχώρει. ἐπελθόντες δὲ ὀλίγῳ ὕστερον οἱ πολέμιοι ἔρημον ἀνδρῶν αὐτοῖς χρήμασι τὸ στρατόπεδον εἷλον. ἔνθεν τε κατὰ τάχος ἐπὶ Ῥωμαίων [8.13] τὸ ἄλλο στράτευμα ᾔεσαν. οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον Ἐφθαλίταις ἐντυχόντες ὀκτακοσίοις, οἳ τοῦ Περσῶν στρατοῦ ἔμπροσθεν ᾔεσαν, σχεδόν τι [8.14] ἅπαντας ἔκτειναν. οὐδὲν δὲ ἀμφὶ τῷ Καβάδῃ καὶ τῇ Περσῶν στρατιᾷ πεπυσμένοι, ἅτε νενικηκότες, ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο. τὰ γοῦν ὅπλα καταθέμενοι ἄριστον σφίσιν ἡτοίμαζον. ἤδη γὰρ τῆς ἡμέρας ὁ [8.15] καιρὸς ἐνταῦθα ἦγε. ῥύαξ δέ τις ἔρρει ἐν τούτῳ τῷ χώρῳ, ἵνα Ῥωμαῖοι τὰ κρέα καθαίρειν ἤρξαντο, οἷς [8.16] δὴ σιτίζεσθαι ἔμελλον. τινὲς δὲ ἀχθόμενοι τῷ πνίγει καὶ λοῦσθαι ἠξίουν. ταύτῃ τε ταραχθὲν τὸ τοῦ ῥύακος ὕδωρ πρόσω ἐχώρει. Καβάδης δὲ τὰ ἐς τοὺς Ἐφθαλίτας ξυμπεσόντα μαθὼν ἐπὶ τοὺς πολεμίους [8.17] κατὰ τάχος ᾔει. κατιδών τε συγκεχυμένον τὸ τοῦ ῥύακος ὕδωρ καὶ ξυμβαλὼν τὸ ποιούμενον ἔγνω ἀπαρασκεύους τοὺς ἐναντίους εἶναι, καὶ κατὰ κράτος ἤδη ἐπ' αὐτοὺς ἐλαύνειν ἐκέλευεν. αὐτίκα τε αὐτοῖς ἑστιωμένοις [8.18] τε καὶ ἀνόπλοις οὖσιν ἐπέστησαν. Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τὴν ἔφοδον ἐς ἀλκὴν μὲν τὸ παράπαν οὐκ ἔβλεπον, ἔφευγον δὲ ὡς ἕκαστός πη ἐδύνατο, καὶ αὐτῶν οἱ μὲν καταλαμβανόμενοι ἔθνησκον, οἱ δὲ ἀνιόντες εἰς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, ἐρρίπτουν αὑτοὺς κατὰ [8.19] τὸ κρημνῶδες ξὺν φόβῳ καὶ θορύβῳ πολλῷ. ὅθεν δὴ οὐδένα σεσῶσθαί φασι, Πατρίκιος δὲ καὶ Ὑπάτιος κατ' ἀρχὰς τῆς ἐφόδου διαφυγεῖν ἴσχυσαν. ἔπειτα δὲ Καβάδης, Οὔννων πολεμίων ἐς γῆν τὴν αὐτοῦ ἐσβεβληκότων, παντὶ τῷ στρατῷ ἐπ' οἴκου ἀνεχώρησε, πόλεμόν τε μακρὸν πρὸς τὸ ἔθνος τοῦτο ἐς τῆς χώρας τὰ [8.20] πρὸς ἄρκτον διέφερεν. ἐν τούτῳ δὲ καὶ τὸ ἄλλο στράτευμα Ῥωμαίων ἦλθε, λόγου μέντοι ἄξιον οὐδὲν ἔδρασαν, ὅτι δὴ αὐτοκράτωρ τοῦ πολέμου κατέστη οὐδεὶς, ἀλλ' ἴσοι πρὸς ἀλλήλους οἱ στρατηγοὶ ὄντες ἀντεστάτουν τε ἀλλήλων ταῖς γνώμαις καὶ γίνεσθαι ἐν τῷ [8.21] αὐτῷ οὐδαμῆ ἤθελον. Κέλερ δὲ ξὺν τοῖς ἑπομένοις Νύμφιον ποταμὸν διαβὰς ἐσβολήν τινα ἐς τὴν Ἀρζανηνὴν [8.22] ἐποιήσατο. ἔστι δὲ ὁ ποταμὸς οὗτος Μαρτυροπόλεως μὲν ἀγχοτάτω, Ἀμίδης δὲ ὅσον ἀπὸ σταδίων τριακοσίων. οἳ δὴ ληισάμενοι τὰ ἐκείνῃ χωρία ἐπανῆλθον οὐ πολλῷ ὕστερον. δι' ὀλίγου τε ἡ ἐπιδρομὴ αὕτη ἐγένετο.
9
Μετὰ δὲ Ἀρεόβινδος μὲν ἐς Βυζάντιον ὡς βασιλέα μετάπεμπτος ἦλθεν, οἱ δὲ λοιποὶ ἐς Ἄμιδαν ἀφικόμενοι χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίσταντο. καὶ βίᾳ μὲν ἑλεῖν τὸ χωρίον, καίπερ πολλὰ ἐγκεχειρηκότες, οὐκ ἴσχυσαν, λιμῷ δὲ τοῦτο ποιεῖν ἔμελλον· πάντα γὰρ τοὺς πολιορκουμένους τὰ ἐπιτήδεια ἐπιλελοίπει.
[9.2] ἀλλ' οἱ στρατηγοὶ οὐδὲν πεπυσμένοι ἀμφὶ τῶν πολεμίων τῇ ἀπορίᾳ, ἐπειδὴ τοὺς στρατιώτας τῇ προσεδρείᾳ καὶ τῷ χειμῶνι ἀχθομένους ἑώρων, ἅμα δὲ καὶ Περσῶν στράτευμα ἐπὶ σφᾶς ἥξειν οὐκ εἰς μακρὰν ὑπετόπαζον, τρόπῳ ὅτῳ δὴ ἐνθένδε ἀπαλλάσσεσθαι [9.3] ἐν σπουδῇ εἶχον. οἵ τε Πέρσαι, οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον, δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς δὲ τὰ οἰκεῖα ξὺν τῷ [9.4] εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον. γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ' ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν. ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκε. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει τρόπῳ τοιῷδε.
[9.5] Οὔπω μὲν στρατοπεδευσαμένων ἐνταῦθα Ῥωμαίων, Ἀμίδης δὲ πόλεως ὄντων οὐ μακρὰν ἄποθεν, τῶν τις ἀγροίκων, ὅσπερ εἰώθει ἐς τὴν πόλιν ἐσιὼν λάθρα ὄρνις τε καὶ ἄρτους καὶ τῶν ὡραίων πολλὰ τῷ Γλώνῃ τούτῳ ἀποδίδοσθαι χρημάτων μεγάλων, Πατρικίῳ τῷ στρατηγῷ ἐς ὄψιν ἐλθὼν Γλώνην οἱ ἐς χεῖρας παραδώσειν ξὺν Πέρσαις διακοσίοις ὑπέσχετο, ἤν τινος [9.6] ἀμοιβῆς ἐλπίδα λαβὼν παρ' αὐτοῦ εἴη. ὁ δὲ αὐτῷ ἅπαντα ὅσα ἦν βουλομένῳ ὑποσχόμενος ἔσεσθαι τὸν ἄνθρωπον ἀπεπέμψατο. καὶ ὃς τά τε ἱμάτια δεινῶς διαρρήξας καὶ δεδακρυμένῳ ἐοικὼς ἐς τὴν πόλιν εἰσῆλθε.
[9.7] παρά τε τὸν Γλώνην ἥκων τάς τε τρίχας τίλλων, Ἐτύγχανον μὲν, ὦ δέσποτα, εἶπεν ἅπαντά σοι ἐκ τοῦ χωρίου τἀγαθὰ φέρων, ἐντυχόντες δὲ στρατιῶται Ῥωμαῖοι (καὶ γάρ που ἐς ‹τὰ› ταύτῃ χωρία κατ' ὀλίγους περιιόντες τοὺς οἰκτροὺς ἀγροίκους βιάζονται) πληγάς τέ μοι οὐ φορητὰς προσετρίψαντο καὶ πάντα ἀφελόμενοι οἱ λῃσταὶ ᾤχοντο, οἷς δὴ ἐκ παλαιοῦ Πέρσας τε δεδιέναι καὶ τοὺς γεωργοὺς βιάζεσθαι [9.8] νόμος. ἀλλ' ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς. ἢν γὰρ ἐς τῆς πόλεως τὰ προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον ἔσται. κατὰ πέντε γὰρ ἢ τέτταρας οἱ κατάρατοι περιιόντες [9.9] λωποδυτοῦσιν. ὁ μὲν ταῦτα εἶπεν. ἀναπεισθεὶς δὲ ὁ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς [9.10] ἔσεσθαι. ὁ δὲ πεντήκοντα μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη· οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε ἢ κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι· ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ περιόντος [9.11] οὐκ ἂν γένοιτο. Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι [9.12] ἐκέλευεν. ὁ δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος [9.13] ἐστέλλετο. παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε· καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ [9.14] δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν. οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις [9.15] ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει. καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον, οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε [9.16] καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν. οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ [9.17] πολεμίᾳ ἐδύναντο. ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ [9.18] ἅπαντες διεφθάρησαν. ὅπερ ἐπειδὴ ὁ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων, ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε, τὸν Συμεώνου νεὼν ἔκαυσεν, [9.19] ἁγίου ἀνδρὸς, ἵνα δὴ ὁ Γλώνης κατέλυε. καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ἢ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
[9.20] Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω. καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, ἥ τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη.
[9.21] σιτίων γὰρ τῶν ἐνταῦθα λελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν πολλοῦ χρόνου [9.22] ἐνδιδόντος τὰ σιτία Πέρσαις. Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων, εἶτα τελευτῶντες καὶ ἀλλήλων ἐγεύσαντο.
[9.23] διὸ δὴ ἐξηπατημένοι τε πρὸς τῶν βαρβάρων οἱ στρατηγοὶ ᾔσθοντο καὶ τοῖς στρατιώταις τὴν ἀκρασίαν ὠνείδιζον, ὅτι δὴ ἀπειθεστέρους αὑτοὺς παρεχόμενοι σφίσι, παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ τὰ Ῥωμαίων χρήματα ἐς τοὺς πολεμίους μετενεγκόντες αἶσχός τε ἀνεδήσαντο μέγα καὶ Ἄμιδαν ἀργυρώνητον [9.24] πρὸς Περσῶν ἔλαβον. ὕστερον δὲ Πέρσαι τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ' οἴκου τε ἀμφότεροι [9.25] ἀναχωρήσαντες ἡσυχῆ ἔμενον. οὕτω μὲν, ὥσπερ ἐρρήθη, ἀρξάμενος ὁ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι.
10
Τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας τε καὶ Ἀρμενίους καὶ τῶν Περσαρμενίων καλουμένων τὴν γῆν, ἔτι μέντοι Ἀλβανούς τε καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα ἔθνη αὐτόνομά τε καὶ Πέρσαις [10.2] κατήκοα ταύτῃ ᾤκηνται. ἐξικνεῖται γὰρ ἐς χώραν πολλὴν, προϊόντι δὲ ἀεὶ τὸ ὄρος τοῦτο ἐς μέγα τι [10.3] χρῆμα εὔρους τε καὶ ὕψους διήκει. ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός τίς ἐστιν ἐν στενοχωρίᾳ [10.4] πολλῇ, ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη. αὕτη δὲ ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβατον τελευτᾷ χῶρον. δίοδος γὰρ οὐδεμία τὸ λοιπὸν φαίνεται, πλήν γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη.
[10.5] τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππήλατα καὶ ὑδάτων πολλῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός [10.6] τε καὶ ἄλλως ὑπτία. οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι ἅπαντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμνην.
[10.7] οὗτοι ἢν μὲν διὰ τῆς πυλίδος, ἧς ἄρτι ἐμνήσθην, ἴωσιν ἐς τὰ Περσῶν τε καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τε τοῖς ἵπποις ἴασι καὶ περιόδῳ τινὶ οὐδαμῆ χρώμενοι οὐδὲ κρημνώδεσιν ἐντυχόντες χωρίοις, ὅτι μὴ τοῖς πεντήκοντα σταδίοις ἐκείνοις, οἷσπερ εἰς [10.8] τοὺς Ἰβηρίους ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν. ἐπ' ἄλλας δέ τινας ἐξόδους ἰόντες πόνῳ τε πολλῷ παραγίνονται καὶ ἵπποις οὐκέτι χρῆσθαι τοῖς αὐτοῖς ἔχοντες. περιόδους τε γὰρ αὐτοὺς περιιέναι πολλὰς [10.9] ἐπάναγκες καὶ ταύτας κρημνώδεις. ὅπερ ἐπειδὴ ὁ Φιλίππου Ἀλέξανδρος κατενόησε, πύλας τε ἐν χώρῳ ἐτεκτήνατο τῷ εἰρημένῳ καὶ φυλακτήριον κατεστήσατο. ὃ δὴ ἄλλοι τε πολλοὶ προϊόντος χρόνου ἔσχον καὶ Ἀμβαζούκης, Οὖννος μὲν γένος, Ῥωμαίοις δὲ καὶ [10.10] Ἀναστασίῳ βασιλεῖ φίλος. οὗτος Ἀμβαζούκης ἐπειδὴ ἔς τε γῆρας ἀφῖκτο βαθὺ καὶ τελευτᾶν ἔμελλε, πέμψας παρὰ τὸν Ἀναστάσιον, χρήματά οἱ δοθῆναι ᾔτει, ἐφ' ᾧ τό τε φυλακτήριον καὶ πύλας τὰς Κασπίας ἐνδώσει [10.11] Ῥωμαίοις. βασιλεὺς δὲ Ἀναστάσιος (δρᾶν γὰρ ἀνεπισκέπτως οὐδὲν οὔτε ἠπίστατο οὔτε εἰώθει) λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμολόγει, [10.12] τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο. Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας τὰς πύλας ἔσχεν.
[10.13] Ἀναστάσιός τε βασιλεὺς, ἐπειδὴ ἐγένοντο αὐτῷ αἱ πρὸς Καβάδην σπονδαὶ, πόλιν ἐδείματο ἐν χωρίῳ Δάρας ὀχυράν τε ὑπερφυῶς καὶ λόγου ἀξίαν, αὐτοῦ [10.14] βασιλέως ἐπώνυμον. ἀπέχει δὲ αὕτη πόλεως μὲν Νισίβιδος σταδίους ἑκατὸν δυοῖν δέοντας, χώρας δὲ, ἣ τὰ Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ὀκτὼ καὶ εἴκοσι [10.15] μάλιστα. Πέρσαι δὲ κωλύειν τὴν οἰκοδομίαν σπουδὴν ἔχοντες οὐδαμῆ ἴσχυον ἀσχολίᾳ τῇ ἐς πόλεμον τὸν [10.16] Οὐννικὸν πιεζόμενοι. ἐπειδή τε αὐτὸν τάχιστα Καβάδης κατέλυσε, πέμψας παρὰ Ῥωμαίους ᾐτιᾶτο πόλιν αὐτοὺς οἰκοδομήσασθαι ἄγχιστά που τῶν σφετέρων ὁρίων, ἀπειρημένον τοῦτο ἐν τοῖς Μήδοις τε καὶ Ῥωμαίοις [10.17] ξυγκειμένοις τὰ πρότερα. τότε μὲν οὖν Ἀναστάσιος τὰ μὲν ἀπειλῶν, τὰ δὲ φιλίαν τε τὴν ἐς αὐτὸν προτεινόμενος καὶ χρήμασιν οὐ φαύλοις δωρούμενος [10.18] παρακρούεσθαί τε καὶ τὴν αἰτίαν ἐκλύειν ἤθελε. καὶ πόλιν δὲ ἄλλην ταύτῃ ὁμοίαν ἐν Ἀρμενίοις ὁ βασιλεὺς οὗτος ἀγχοτάτω ἐδείματο τῶν Περσαρμενίας ὁρίων, ἣ κώμη μὲν ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, πόλεως δὲ ἀξίωμα μέχρι ἐς τὸ ὄνομα πρὸς Θεοδοσίου βασιλέως [10.19] λαβοῦσα ἐπώνυμος αὐτοῦ ἐγεγόνει. ἀλλ' Ἀναστάσιος τείχει αὐτὴν ὀχυρωτάτῳ περιβαλὼν πράγματα Πέρσαις οὐδέν τι ἧσσον ἢ διὰ τῆς ἑτέρας παρέσχετο· ἐπιτειχίσματα γὰρ αὐτῶν τῇ χώρᾳ γέγονεν ἄμφω.
11
Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ [11.2] πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων. τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων [11.3] τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε. τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν ὁ νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νόμιμα [11.4] ἡ τοῦ πατρὸς γνώμη. Ζάμην δὲ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν ὁ νόμος. ἑτερόφθαλμον γὰρ ἢ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστασθαι.
[11.5] Χοσρόην δὲ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν ὁ πατὴρ, ὁρῶν δὲ Πέρσας σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν (ἦν γὰρ ἀγαθὸς τὰ πολέμια) καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα [11.6] ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται. ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ' ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο· οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς [11.7] Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδὼς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι [11.8] ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται. χάριν μέντοι αἰτοῦμαι σε ὑπὲρ τούτων τινὰ, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενές, συνδέουσα καὶ τὴν ἀπ' αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν [11.9] καταστήσασθαι ἱκανὴ εἴη. λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμὸν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο.
[11.10] Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι [11.11] ἐπίδοξος ἦν. καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι, ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρότατος.
[11.12] διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταίρων [11.13] ἔλεξε τοιάδε· Νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς [11.14] σώζεται. δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασὺς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν [11.15] πρᾶξιν καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον· οὐ γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν βουλῇ εἶναι ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι, λόγῳ δὲ [11.16] ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι. καίτοι χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει· σὲ μὲν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δὲ, ὦ στρατηγὲ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν [11.17] γένοιο. τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν [11.18] βούλεται. οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε· φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ [τοῦ] πατρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.
[11.19] Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ [11.20] τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο. ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ' ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ' ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς [11.21] εἰσποίησιν θέσθαι βουλομένῳ εἴη. καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο, ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται.
[11.22] καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ' αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ' ὅ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ, ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ‹ἐς›ποιοῦνται, ἀλλ' ὅπλων [11.23] σκευῇ. οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ [11.24] εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται. γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ [11.25] Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος· ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα μὲν Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης, τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν.
[11.26] οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες, ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ [11.27] τῇ εἰρήνῃ εὖ θήσονται. ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον [11.28] στέλλοιτο. πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα, ἣ νῦν Λαζικὴ ἐπικαλεῖται, Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν [11.29] βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ [11.30] προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. ἑκάτεροι οὖν διαλυθέντες ἐπ' οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι.
[11.31] Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι. πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ [11.32] ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν. Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον. τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ [11.33] ἀνδρὸς χαλεπῶς εἶχον. ἦν γὰρ ὁ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε· ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι.
[11.34] ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν ἢ περιστέλλειν τὰ Περσῶν [11.35] νόμιμα. καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν [11.36] σώματα. οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει, ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ [11.37] ἤθελεν. οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δι' ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι. οὕτω μὲν ὁ Σεόσης καταγνωσθεὶς [11.38] ἐξ ἀνθρώπων ἠφάνιστο. ἡ δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς [11.39] βασιλέα διέβαλλε. διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεὺς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο.
12
Εὐθὺς δὲ Καβάδης, καίπερ ἐν σπουδῇ ἔχων ἐσβολήν τινα ἐς τῶν Ῥωμαίων ποιεῖσθαι τὴν γῆν, οὐδαμῆ ἴσχυσεν, ἐπεὶ αὐτῷ ἐναντίωμα τοιόνδε ξυνηνέχθη [12.2] γενέσθαι. Ἴβηρες, οἳ ἐν τῇ Ἀσίᾳ οἰκοῦσι, πρὸς αὐταῖς που ταῖς Κασπίαις ἵδρυνται πύλαις, αἵπερ αὐτοῖς εἰσι πρὸς βορρᾶν ἄνεμον. καὶ αὐτῶν ἐν ἀριστερᾷ μὲν ἐχομένη πρὸς τὰς ἡλίου δυσμὰς Λαζική ἐστιν, ἐν δεξιᾷ δὲ πρὸς ἀνίσχοντα ἥλιον τὰ Περσῶν [12.3] ἔθνη. οὗτος ὁ λεὼς Χριστιανοί τέ εἰσι καὶ τὰ νόμιμα τῆς δόξης φυλάσσουσι ταύτης πάντων μάλιστα ἀνθρώπων ὧν ἡμεῖς ἴσμεν, κατήκοοι μέντοι ἐκ παλαιοῦ τοῦ [12.4] Περσῶν βασιλέως τυγχάνουσιν ὄντες. τότε δὲ αὐτοὺς ἤθελε Καβάδης ἐς τὰ νόμιμα τῆς αὑτοῦ δόξης βιάζεσθαι. καὶ αὐτῶν τῷ βασιλεῖ Γουργένῃ ἐπέστελλε τά τε ἄλλα ποιεῖν ᾗ Πέρσαι νομίζουσι καὶ τοὺς νεκροὺς τῇ γῇ ὡς ἥκιστα κρύπτειν, ἀλλ' ὄρνισί τε ῥιπτεῖν καὶ [12.5] κυσὶν ἅπαντας. διὸ δὴ Γουργένης προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν, ὡς οὔποτε [12.6] Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι. ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ' ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι [12.7] πέμψῃ ἐς ξυμμαχίαν. ἔστι δὲ πόλις ἐπιθαλασσία ἡ Βόσπορος, ἐν ἀριστερᾷ μὲν ἐσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον, Χερσῶνος δὲ πόλεως, ἣ γῆς τῆς Ῥωμαίων ἐσχάτη ἐστὶν, ὁδῷ διέχουσα ἡμερῶν εἴκοσιν.
[12.8] ὧν δὴ τὰ ἐν μέσῳ ἅπαντα Οὖννοι ἔχουσιν. οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ [12.9] δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν. ἐπεὶ δὲ Πρόβος ἐνθένδε ἄπρακτος ἀνεχώρησε, Πέτρον στρατηγὸν σὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε [12.10] Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα. ἐν τούτῳ δὲ Καβάδης στράτευμα λόγου πολλοῦ ἄξιον ἐπί τε Γουργένην καὶ Ἴβηρας ἔπεμψε καὶ στρατηγὸν ἄνδρα Πέρσην, [12.11] οὐαρίζην μὲν τὸ ἀξίωμα, Βόην δὲ ὄνομα. ὅ τε Γουργένης ἐλάσσων ὀφθεὶς ἢ φέρειν τὴν Περσῶν ἔφοδον, ἐπεί οἱ τὰ ἐκ Ῥωμαίων οὐχ ἱκανὰ ἦν, ξὺν Ἰβήρων τοῖς λογίμοις ἅπασιν ἐς Λαζικὴν ἔφυγε, τήν τε γυναῖκα καὶ τοὺς παῖδας ξὺν τοῖς ἀδελφοῖς ἐπαγόμενος, [12.12] ὧν δὴ Περάνιος ὁ πρεσβύτατος ἦν. ἐν δὲ τοῖς Λαζικῆς ὁρίοις γενόμενοι ἔμενον ταῖς τε δυσχωρίαις [12.13] φραξάμενοι τοὺς πολεμίους ὑφίσταντο. Πέρσαι δὲ αὐτοῖς ἐπισπόμενοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔπρασσον, τοῦ πράγματος σφίσι διὰ τὰς δυσχωρίας ἀντιστατοῦντος.
[12.14] Ἔπειτα δὲ οἵ τε Ἴβηρες ἐς Βυζάντιον παρεγένοντο καὶ Πέτρος ἐς βασιλέα μετάπεμπτος ἦλθε, καὶ τὸ λοιπὸν βασιλεὺς Λαζοῖς οὐ βουλομένοις ξυμφυλάσσειν τὴν χώραν ἠξίου, στράτευμά τε καὶ Εἰρηναῖον ἄρχοντα [12.15] πέμψας. ἔστι δὲ φρούρια ἐν Λαζοῖς δύο εὐθὺς εἰσιόντι ἐκ τῶν Ἰβηρίας ὁρίων, ὧν ἡ φυλακὴ τοῖς ἐπιχωρίοις ἐκ παλαιοῦ ἐπιμελὴς ἦν, καίπερ ταλαιπωρίᾳ πολλῇ ἐχομένοις, ἐπεὶ οὔτε σῖτος ἐνταῦθα οὔτε οἶνος οὔτε [12.16] ἄλλο τι ἀγαθὸν γίνεται. οὐ μὴν οὐδέ τι ἑτέρωθεν ἐσκομίζεσθαι διὰ τὴν στενοχωρίαν οἷόν τέ ἐστιν, ὅτι [12.17] μὴ φερόντων ἀνθρώπων. ἐλύμοις μέντοι τισὶν ἐνταῦθα γιγνομένοις εἰθισμένον σφίσιν οἱ Λαζοὶ ἀποζῆν [12.18] ἴσχυον. τούτους ἐξαναστήσας ἐνθένδε βασιλεὺς τοὺς φρουροὺς, στρατιώτας Ῥωμαίους ἐκέλευεν ἐπὶ τῇ φυλακῇ [12.19] τῶν φρουρίων καθίστασθαι. οἷς δὴ κατ' ἀρχὰς μὲν ἐπιτήδεια μόλις Λαζοὶ ἔφερον, ὕστερον δὲ αὐτοί τε πρὸς τὴν ὑπουργίαν ἀπεῖπον καὶ Ῥωμαῖοι τὰ φρούρια ταῦτα ἐξέλιπον, οἵ τε Πέρσαι πόνῳ αὐτὰ οὐδενὶ ἔσχον. ταῦτα μὲν ἐν Λαζοῖς γέγονε.
[12.20] Ῥωμαῖοι δὲ, Σίττα τε καὶ Βελισαρίου ἡγουμένων σφίσιν, ἐς Περσαρμενίαν τὴν Περσῶν κατήκοον ἐσβαλόντες χώραν τε πολλὴν ἐληίσαντο καὶ Ἀρμενίων [12.21] πάμπολυ πλῆθος ἀνδραποδίσαντες ἀπεχώρησαν. τούτω δὲ τὼ ἄνδρε νεανία μὲν καὶ πρῶτον ὑπηνήτα ἤστην, Ἰουστινιανοῦ δὲ στρατηγοῦ δορυφόρω, ὃς δὴ χρόνῳ ὕστερον ξὺν Ἰουστίνῳ τῷ θείῳ τὴν βασιλείαν ἔσχεν. ἑτέρας δὲ ἐσβολῆς Ῥωμαίοις ἐς Ἀρμενίαν γεγενημένης Ναρσῆς τε καὶ Ἀράτιος παρὰ δόξαν ὑπαντιάσαντες ἐς [12.22] χεῖρας ἦλθον. οἳ οὐ πολλῷ ὕστερον ἐς Ῥωμαίους τε αὐτόμολοι ἵκοντο καὶ ξὺν Βελισαρίῳ ἐς Ἰταλίαν ἐστράτευσαν, τότε μέντοι τοῖς ἀμφὶ Σίτταν τε καὶ Βελισάριον [12.23] ξυμβαλόντες τὸ πλέον ἔσχον. εἰσέβαλε δὲ καὶ ἀμφὶ πόλιν Νίσιβιν ἄλλη Ῥωμαίων στρατιὰ, ἧς Λιβελάριος ἐκ Θρᾴκης ἦρχεν. οἳ φεύγοντες εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, καίπερ οὐδενὸς σφίσιν ἐπεξιόντος.
[12.24] διὸ δὴ Λιβελάριον μὲν παρέλυσε τῆς ἀρχῆς βασιλεὺς, Βελισάριον δὲ ἄρχοντα καταλόγων τῶν ἐν Δάρας κατεστήσατο. τότε δὴ αὐτῷ ξύμβουλος ᾑρέθη Προκόπιος, ὃς τάδε ξυνέγραψε.
13
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰουστῖνος βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ξὺν αὑτῷ ἀνειπὼν ἐτελεύτησε, καὶ ἀπ' αὐτοῦ ἐς μόνον Ἰουστινιανὸν ἡ [13.2] βασιλεία ἦλθεν. οὗτος Ἰουστινιανὸς ἐκέλευε Βελισάριον δείμασθαι φρούριον ἐν χωρίῳ Μίνδουος, ὃ πρὸς αὐτοῖς [13.3] ἐστι τοῖς Περσῶν ὁρίοις, ἐν ἀριστερᾷ ἐς Νίσιβιν ἰόντι. ὁ μὲν οὖν σπουδῇ πολλῇ τὰ βασιλεῖ δόξαντα ἐπιτελῆ ἐποίει, τό τε ὀχύρωμα ἐς ὕψος ἤδη πολυανθρωπίᾳ τεχνιτῶν [13.4] ᾔρετο. Πέρσαι δὲ ἀπεῖπον μὴ οἰκοδομήσασθαι περαιτέρω μηδὲν, οὐ λόγοις μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις [13.5] διακωλυταὶ ἀπειλοῦντες οὐκ ἐς μακρὰν ἔσεσθαι. ταῦτα ἐπεὶ βασιλεὺς ἤκουσεν (οὐ γὰρ οἷός τε ἦν Βελισάριος Πέρσας ἐνθένδε τῷ παρόντι στρατῷ ἀποκρούεσθαι), ἄλλην τε στρατιὰν ἐπήγγελλεν αὐτόσε ἰέναι καὶ Κούτζην τε καὶ Βούζην, οἳ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἦρχον τότε. τούτω δὲ ἀδελφὼ μὲν ἐκ Θρᾴκης ἤστην, νέω δὲ ἄμφω καὶ οὐ ξὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις εἰς [13.6] χεῖρας ἰόντε. ἑκάτεροι μὲν οὖν ξυλλεγέντες ἐπὶ τὴν οἰκοδομίαν ἀθρόοι ᾔεσαν, Πέρσαι μὲν αὐτὴν παντὶ σθένει διακωλύσοντες, Ῥωμαῖοι δὲ τοῖς τεκταινομένοις [13.7] ἐπαμυνοῦντες. μάχης δὲ καρτερᾶς γενομένης ἡσσῶνται Ῥωμαῖοι, φόνος τε αὐτῶν πολὺς γέγονε, τινὰς δὲ καὶ [13.8] ἐζώγρησαν οἱ πολέμιοι. ἐν τούτοις ἦν καὶ Κούτζης. οὓς δὴ οἱ Πέρσαι ἅπαντας ἐς τὰ οἰκεῖα ἤθη ἀπαγαγόντες, δήσαντές τε τὸν ἅπαντα χρόνον ἐν σπηλαίῳ καθεῖρξαν, καὶ τοῦ φρουρίου τὴν οἰκοδομίαν οὐδενὸς ἔτι ἀμυνομένου εἰς ἔδαφος καθεῖλον.
[13.9] Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν τῆς ἕω Βελισάριον καταστησάμενος, στρατεύειν ἐπὶ Πέρσας ἐκέλευεν. ὁ δὲ στρατιὰν λόγου πολλοῦ ἀξίαν ἀγείρας [13.10] ἐς Δάρας ἦλθε. καί οἱ Ἑρμογένης ξυνδιακοσμήσων τὸν στρατὸν ἐκ βασιλέως ἀφίκετο, τὸ τοῦ μαγίστρου ἀξίωμα ἔχων, ὃς Βιταλιανῷ παρήδρευε πρότερον, ἡνίκα [13.11] βασιλεῖ Ἀναστασίῳ πολέμιος ἦν. καὶ Ῥουφῖνον δὲ πρεσβευτὴν βασιλεὺς ἔπεμψεν, ὃν δὴ ἐν Ἱεραπόλει τῇ πρὸς τῷ Εὐφράτῃ ποταμῷ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευε. λόγοι γὰρ ἤδη πολλοὶ ἀμφοτέροις ἀμφὶ τῇ [13.12] εἰρήνῃ ἐγίνοντο. ἄφνω δέ τις Βελισαρίῳ τε καὶ Ἑρμογένει ἀπήγγελλεν ὡς Πέρσαι ἐσβάλλειν ἐπίδοξοί εἰσιν ἐς γῆν τὴν Ῥωμαίων, πόλιν Δάρας αἱρήσειν ἐν [13.13] σπουδῇ ἔχοντες. οἱ δὲ ταῦτα ἀκούσαντες τὰ ἐς τὴν παράταξιν ἐξηρτύοντο ὧδε. τῆς πύλης, ἣ πόλεως Νισίβιδος καταντικρὺ κεῖται, οὐ μακρὰν ἄποθεν, ἀλλ' ὅσον λίθου βολὴν, τάφρον βαθεῖάν τινα ὤρυξαν, διεξόδους πολλὰς ἔχουσαν. οὐκ ἐπ' εὐθείας μέντοι ἡ [13.14] τάφρος ἥδε ὀρώρυκτο, ἀλλὰ τρόπῳ τοιῷδε. κατὰ μὲν τὸ μέσον βραχεῖά τις ἐγεγόνει εὐθεῖα, ἐφ' ἑκάτερα δὲ αὐτῆς ὀρθαὶ κεραῖαι πεποίηντο δύο, ἔς τε τὰ πέρατα ταῖν ὀρθαῖν κεραίαιν αὖθις τὰς τάφρους ἐπὶ πλεῖστον [13.15] εὐθείας ἐξῆγον. οἱ μὲν οὖν Πέρσαι οὐκ ἐς μακρὰν στρατῷ πολλῷ ἦλθον, ἔν τε Ἀμμώδιος χωρίῳ, πόλεως Δάρας μέτρῳ εἴκοσι σταδίων ἀπέχοντι, ἐστρατοπεδεύσαντο [13.16] ἅπαντες. ἄρχοντες δὲ ἄλλοι τε ἦσαν καὶ Πιτυάξης καὶ Βαρεσμανᾶς ἑτερόφθαλμος. στρατηγὸς δὲ εἷς ἅπασιν ἐφειστήκει, Πέρσης ἀνὴρ, μιρράνης μὲν τὸ ἀξίωμα (οὕτω γὰρ τὴν ἀρχὴν καλοῦσι Πέρσαι), [13.17] Περόζης δὲ ὄνομα. ὃς δὴ αὐτίκα παρὰ Βελισάριον πέμψας τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε ποιεῖσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι.
[13.18] διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν ξυμβολὴν καρτερώτατα ἐξηρτύοντο, ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ μαχούμενοι.
[13.19] Ἅμα τε ἡλίῳ ἀνίσχοντι τοὺς πολεμίους ἐπὶ σφᾶς προϊόντας ὁρῶντες ἐτάξαντο ὧδε. εὐθείας μὲν τὰ ἔσχατα τῆς ἀριστερᾶς, ἣ ἔνερθεν ἦν τῆς ὀρθῆς κεραίας μέχρι ἐς τὸν λόφον, ὃς ταύτῃ ἀνέχει, Βούζης εἶχε ξὺν ἱππεῦσι πολλοῖς καὶ Φάρας Ἔρουλος ξὺν ὁμογενέσι [13.20] τριακοσίοις· ἐν δεξιᾷ δὲ αὐτῶν τῆς τάφρου ἐκτὸς κατὰ τὴν γωνίαν, ἣν ἥ τε ὀρθὴ κεραία καὶ ἡ ἐνθένδε εὐθεῖα ἐποίει, Σουνίκας τε ἦν καὶ Αἰγὰν Μασσαγέται γένος, ξὺν ἱππεῦσιν ἑξακοσίοις, ὅπως, ἢν οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν τραπεῖεν, αὐτοὶ πλάγιοι κατὰ τάχος ἰόντες κατὰ νώτου τε τῶν πολεμίων γινόμενοι τοῖς ἐκείνῃ Ῥωμαίοις ἀμύνειν εὐπετῶς δύνωνται. ἐπὶ θάτερα [13.21] δὲ τρόπῳ τῷ αὐτῷ ἐτετάχατο· τῆς μὲν γὰρ εὐθείας τὰ ἔσχατα ἱππεῖς πολλοὶ εἶχον, ὧν Ἰωάννης τε ὁ Νικήτου ἦρχε καὶ Κύριλλός τε καὶ Μάρκελλος· ξυνῆν δὲ αὐτοῖς καὶ Γερμανὸς καὶ Δωρόθεος· ἐς γωνίαν δὲ τὴν ἐν δεξιᾷ ἱππεῖς ἐτάξαντο ἑξακόσιοι, ὧν Σίμμας τε καὶ Ἀσκὰν Μασσαγέται ἦρχον, ἵνα, ὅπερ εἴρηται, τῶν ἀμφὶ τὸν Ἰωάννην τρεπομένων, ἂν οὕτω τύχῃ, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι κατὰ νώτου τῶν Περσῶν ἴωσι.
[13.22] πανταχῆ δὲ τῆς τάφρου οἵ τε τῶν ἱππέων κατάλογοι καὶ ὁ πεζὸς στρατὸς ἵστατο. ὧν δὴ ὄπισθεν οἵ τε ἀμφὶ Βελισάριον καὶ Ἑρμογένην κατὰ μέσους εἱστήκεσαν.
[13.23] ὧδε μὲν Ῥωμαῖοι ἐς πεντακισχιλίους τε καὶ δισμυρίους ξυνιόντες ἐτάξαντο, Περσῶν δὲ ὁ στρατὸς μυριάδες μὲν τέσσαρες ἱππέων τε καὶ πεζῶν ἦσαν, ἐφεξῆς δὲ ἅπαντες μετωπηδὸν ἵσταντο, ὡς βαθύτατον [13.24] τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι. χρόνον μὲν οὖν πολὺν μάχης ἐς ἀλλήλους οὐδέτεροι ἦρχον, ἀλλὰ θαυμάζουσί τε τὴν Ῥωμαίων εὐκοσμίαν Πέρσαι ἐῴκεσαν καὶ ὅ τι χρήσονται τοῖς παροῦσιν ἀπορουμένοις.
[13.25] Τῆς δὲ ἡμέρας ἀμφὶ δείλην ὀψίαν μοῖρά τις τῶν ἱππέων, οἳ κέρας τὸ δεξιὸν εἶχον, ἀποσχισθέντες τοῦ ἄλλου στρατοῦ τοῖς ἀμφὶ Βούζην τε καὶ Φάραν ἐπῆλθον.
[13.26] οἱ δὲ ὀπίσω κατὰ βραχὺ ὑπεχώρησαν. Πέρσαι δὲ αὐτοὺς οὐκ ἐδίωξαν, ἀλλ' αὐτοῦ ἔμενον, κύκλωσιν, οἶμαι, πρὸς τῶν πολεμίων τινὰ δείσαντες. μετὰ δὲ Ῥωμαῖοι μὲν οἱ φυγόντες ἐκ τοῦ αἰφνιδίου πρὸς [13.27] αὐτοὺς ὥρμησαν. οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ὀπίσω ἀπήλαυνον ἐς τὴν φάλαγγα, καὶ αὖθις οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν ἐν χώρᾳ τῇ οἰκείᾳ ἐτάξαντο.
[13.28] ἐν τούτῳ τῷ ἔργῳ Περσῶν ἑπτὰ ἔπεσον, ὧν δὴ τῶν σωμάτων Ῥωμαῖοι ἐκράτησαν, καὶ τὸ λοιπὸν [13.29] ἡσυχάζοντες ἐν τάξει ἑκάτεροι ἔμενον. εἷς δὲ ἀνὴρ Πέρσης νεανίας, ἄγχιστα τοῦ Ῥωμαίων στρατοῦ τὸν ἵππον ἐλάσας, προὐκαλεῖτο ἅπαντας, εἴ τίς οἱ βούλοιτο [13.30] ἐς χεῖρας ἰέναι. καὶ τῶν μὲν ἄλλων ὑποστῆναι τὸν κίνδυνον ἐτόλμα οὐδεὶς, Ἀνδρέας δὲ ἦν τις ἐν τοῖς Βούζου οἰκείοις, οὐ στρατιώτης μὲν οὐδέ τι ἀσκήσας τῶν κατὰ τὸν πόλεμον πώποτε, παιδοτρίβης δὲ καὶ [13.31] παλαίστρᾳ τινὶ ἐν Βυζαντίῳ ἐφεστηκώς. διὸ δὴ καὶ τῷ στρατῷ εἵπετο, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, γένος δὲ Βυζάντιος ἦν. οὗτος ἐθάρσησε μόνος, οὔτε Βούζου οὔτε ἄλλου ὁτουοῦν ἐπαγγείλαντος, αὐτόματος τῷ ἀνθρώπῳ ἐς μονομαχίαν ἐπεξιέναι. φθάσας δὲ τὸν βάρβαρον ἔτι περισκοπούμενον ὅπη ὁρμήσεται, [13.32] παρὰ μαζὸν τὸν δεξιὸν τῷ δόρατι παίει. ὁ δὲ πληγὴν ἀνδρὸς ἰσχυροῦ λίαν οὐκ ἐνεγκὼν ἐκ τοῦ ἵππου ἐς ἔδαφος πίπτει. καὶ αὐτὸν Ἀνδρέας μαχαίρᾳ τινὶ βραχείᾳ ὥσπερ ἱερεῖον ὑπτίως κείμενον ἔθυσε, κραυγή τε ὑπερφυὴς ἔκ τε τοῦ περιβόλου καὶ τοῦ Ῥωμαίων στρατοπέδου [13.33] ἤρθη. Πέρσαι δὲ τῷ γεγονότι περιαλγήσαντες ἕτερον εἰς τὴν αὐτὴν πρᾶξιν ἱππέα καθῆκαν, ἀνδρεῖον μὲν καὶ μεγέθους σώματος πέρι εὖ ἥκοντα, οὐ νεανίαν δὲ, ἀλλὰ καί τινας τῶν ἐν τῇ κεφαλῇ τριχῶν πολιὸν [13.34] ὄντα. ὃς δὴ παρὰ τὸ τῶν πολεμίων στράτευμα ἐπιὼν, ἐπὶ πλεῖστον δὲ τὴν μάστιγα σείων, ᾗ παίειν τὸν ἵππον εἰώθει, Ῥωμαίων τὸν βουλόμενον ἐς μάχην [13.35] ἐκάλει. οὐδενὸς δέ οἱ ἐπεξιόντος, Ἀνδρέας αὖθις ἅπαντας λαθὼν ἐς μέσον ἦλθε, καίπερ αὐτῷ πρὸς τοῦ [13.36] Ἑρμογένους ἀπειρημένον. ἄμφω γοῦν τοῖς δόρασιν ἐς ἀλλήλους θυμῷ πολλῷ ἐχόμενοι ὥρμησαν, καὶ τά τε δόρατα τοῖς θώραξιν ἐρεισθέντα δεινῶς ἀπεκρούσθη οἵ τε ἵπποι ἐς τὰς κεφαλὰς ἀλλήλοις συγκρούσαντες [13.37] ἔπεσόν τε αὐτοὶ καὶ τοὺς ἐπιβάτας ἀπέβαλον. τὼ δὲ ἄνδρε τούτω ἄγχιστά πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην, ἀλλ' ὁ μὲν Πέρσης τοῦτο δρᾶν, ἅτε οἱ τοῦ μεγέθους ἀντιστατοῦντος, οὐκ εὐπετῶς εἶχεν, Ἀνδρέας δὲ προτερήσας (τοῦτο γὰρ αὐτῷ ἡ κατὰ τὴν παλαίστραν μελέτη ἐδίδου) τῷ τε γόνατι ἐξανιστάμενον αὐτὸν ἔτυψε καὶ αὖθις εἰς [13.38] τὸ ἔδαφος πεσόντα ἔκτεινε. κραυγή τε ἐκ τοῦ τείχους καὶ τοῦ Ῥωμαίων στρατοῦ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἤρθη· καὶ οἱ μὲν Πέρσαι ἐς τὸ Ἀμμώδιος τὴν φάλαγγα διαλύσαντες ἀνεχώρησαν, οἱ δὲ Ῥωμαῖοι [13.39] παιανίσαντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο. ἤδη γὰρ καὶ ξυνεσκόταζεν. οὕτω τε ἀμφότεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.
14
Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ [τὸ] βραχὺ λογισμοῦ [14.2] μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην [14.3] διατίθεσθαι ἱκανὸς πέφυκε. σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα [14.4] ἰσχύσῃ. ἀλλ' ἄπαγε ὅτι τάχιστα τὸν στρατὸν ἐς τὰ Περσῶν ἤθη, μηδὲ τοῖς μεγίστοις ἀγαθοῖς ἐμποδὼν ἵστασο, μή ποτε Πέρσαις, ὡς τὸ εἰκὸς, εἴης τῶν [14.5] ξυμβησομένων δεινῶν αἴτιος. ταῦτα ἐπεὶ Μιρράνης ἀπενεχθέντα τὰ γράμματα εἶδεν, ἀμείβεται ὧδε Ἐποίησα ἂν τὰ αἰτούμενα, τοῖς γεγραμμένοις ἀναπεισθεὶς, εἰ μὴ Ῥωμαίων ἡ ἐπιστολὴ ἐτύγχανεν οὖσα, οἷς τὸ μὲν ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον ἐλπίδος, ἄλλως τε ἢν καὶ ὅρκοις τισὶ κυρώσητε τὰ [14.6] ξυγκείμενα. ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπειπόντες ἀπάτην ἐν ὅπλοις ἠναγκάσμεθα παρ' ὑμᾶς ἥκειν, ὑμεῖς δὲ, ὦ φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ λοιπὸν οἴεσθε ἢ πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. ἐνταῦθα γὰρ ἡμᾶς ἢ τεθνάναι ἢ καταγηράσκειν δεήσει, ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε. τοσαῦτα [14.7] μὲν καὶ ὁ Μιρράνης ἀντέγραψεν. αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε Οὐ πάντα χρὴ, ὦ βέλτιστε Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθαι, οὐδὲ τοῖς πέλας [14.8] ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα. Ῥουφῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς [14.9] μακρὰν εἴσῃ. γλιχομένοις δὲ ὑμῖν πολεμίων ἔργων ἀντιταξόμεθα ξὺν θεῷ, ὃν ἡμῖν ἐν τῷ κινδύνῳ ξυλλήψεσθαι ἴσμεν, ἠγμένον μὲν τῇ Ῥωμαίων ἀπραγμοσύνῃ, ἀλαζονείᾳ δὲ τῇ Περσῶν νεμεσήσαντα καὶ οἷς ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν [14.10] ἐγνώκατε. ἀντιταξόμεθα δὲ τὰ γεγραμμένα παρ' ἑκατέρων ἀπ' ἄκρων σημείων ἐς τὴν ξυμβολὴν ἀναψάμενοι.
[14.11] τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς δὲ παρ' ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς [14.12] Δάρας ἐσβιβάσειν ἐλπίδα ἔχω. ἀλλά μοι τό τε βαλανεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς γινέσθω. ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν.
[14.13] Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ' ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν [14.14] τοῖς κινδύνοις εἰώθασι Πέρσαι. ὁρῶν δὲ ὑμᾶς διαλογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη.
[14.15] μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἢ ἐμπειρίας κεκτῆσθαι πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι μᾶλλον ἢ τὰ πρότερα ὄντες ἐτύγχανον· οἵ γε οὕτω Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν [14.16] φάλαγγα καθίστασθαι τετολμήκασιν. οὐδὲ ξὺν ταύτῃ μάχης τινὸς ἦρξαν, ἀλλ' ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδαμῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος [14.17] ἐχώρησαν. διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τετύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν δέ γε ἡ μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, [14.18] ὡς τὸ εἰκὸς, καταστήσουσι. τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν· ὑμᾶς δὲ, ὦ ἄνδρες Πέρσαι, τοῦ [14.19] βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω. ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκ εὐκλεὴς περιστήσεται.
[14.20] οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες [14.21] παρεκελεύσαντο ὧδε Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν, ἐπίστασθε δή που μάχῃ τῇ προτέρᾳ σταθμώμενοι· ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι, οὐδεὶς [14.22] ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο· [14.23] ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν, αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ [14.24] θαρσοῦντες ἐφ' ἡμᾶς ἥκουσι. σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μάλιστα [14.25] δεδίττονται, ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ' ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας [14.26] σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν. διὸ δὴ ὅπλα μὲν, οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος, προβέβληνται μόνον, ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων [14.27] ἥκιστα βάλλωνται. οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.
[14.28] Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρα[14.29] τιώτας διέταξαν. καὶ οἱ βάρβαροι παρ' αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν.
[14.30] οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς [14.31] ἅπαντες μάχωνται. μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν.
[14.32] αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο. Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει [14.33] παραστὰς εἶπεν Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα· ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτοὺς, ὡς τὸ εἰκὸς, δράσομεν. ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει.
[14.34] Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα ἡ μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο [14.35] αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται. τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ [14.36] συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο. ἐν περιτροπῇ γὰρ ἀεὶ ἀκμῆτες ἐμάχοντο, αἴσθησιν τοῦ ποιουμένου τοῖς πολεμίοις ὡς ἥκιστα παρεχόμενοι, οὐ μέντοι οὐδὲ ὣς Ῥωμαῖοι τὸ ἔλασσον εἶχον. πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν οὐ [14.37] λίαν αὐτῶν τὰ τοξεύματα ἐνεργεῖν εἴα. ἐπεὶ δὲ ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει, τοῖς τε δόρασιν ἐς ἀλλήλους ἐχρῶντο καὶ ἡ μάχη ἔτι μᾶλλον ἐκ χειρὸς ἐγεγόνει. Ῥωμαίων δὲ κέρας τὸ ἀριστερὸν μάλιστα [14.38] ἔκαμνε. Καδισηνοὶ γὰρ, οἳ ταύτῃ ξὺν τῷ Πιτυάξῃ ἐμάχοντο, πολλοὶ ἐπιβεβοηθηκότες ἐξαπιναίως ἐτρέψαντό τε τοὺς πολεμίους καὶ φεύγουσιν ἐγκείμενοι ἰσχυρότατα [14.39] συχνοὺς ἔκτεινον. ὃ δὴ κατιδόντες οἱ ξὺν τῷ Σουνίκᾳ τε καὶ Ἀϊγὰν, δρόμῳ πολλῷ ἐπ' αὐτοὺς ᾔεσαν. πρῶτοι δὲ οἱ τριακόσιοι ξὺν τῷ Φάρᾳ Ἔρουλοι ἐξ ὑψηλοῦ κατὰ νώτου τῶν πολεμίων γενόμενοι ἔργα θαυμαστὰ ἔς τε τοὺς ἄλλους καὶ τοὺς Καδισηνοὺς [14.40] ἐπεδείκνυντο. οἳ δὴ ἐπεὶ καὶ τοὺς ἀμφὶ τὸν Σουνίκαν πλαγίους ἤδη ἀνιόντας ἐπ' αὐτοὺς εἶδον, [14.41] ἐς φυγὴν ὥρμηντο. τῆς δὲ τροπῆς λαμπρᾶς γενομένης, ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν οἱ ταύτῃ Ῥωμαῖοι, [14.42] γέγονε φόνος τῶν βαρβάρων πολύς. καὶ αὐτῶν κατὰ κέρας τὸ δεξιὸν οὐχ ἥσσους ἢ τρισχίλιοι ἐν τούτῳ τῷ πόνῳ ἀπέθανον, οἱ δὲ λοιποὶ ἐς τὴν φάλαγγα μόλις [14.43] καταφυγόντες ἐσώθησαν. Ῥωμαῖοί τε οὐκέτι ἐδίωκον, ἀλλ' ἐν τῇ παρατάξει ἑκάτεροι ἔστησαν ἀντίοι ἀλλήλοις. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
[14.44] Μιρράνης δὲ ἄλλους τε πολλοὺς καὶ τοὺς ἀθανάτους λεγομένους ἅπαντας ἐς μέρος τὸ ἀριστερὸν λάθρα ἔπεμψεν. οὓς δὴ κατιδόντες Βελισάριός τε καὶ Ἑρμογένης, τοὺς ἀμφὶ Σουνίκαν τε καὶ Ἀϊγὰν ἑξακοσίους ἐς γωνίαν τὴν ἐν δεξιᾷ ἐκέλευον ἰέναι, οὗ δὴ οἱ ξὺν τῷ Σίμμᾳ τε καὶ Ἀσκὰν ἵσταντο, καὶ αὐτῶν ὄπισθεν [14.45] τῶν Βελισαρίῳ ἑπομένων πολλοὺς ἔστησαν. Πέρσαι μὲν οὖν, οἳ κέρας τὸ ἀριστερὸν εἶχον Βαρεσμανᾶ ἡγουμένου σφίσι, ξὺν τοῖς ἀθανάτοις ἐς τοὺς κατ' αὐτοὺς Ῥωμαίους δρόμῳ ἐσέβαλλον. οἱ δὲ οὐχ ὑποστάντες [14.46] τὴν ἔφοδον ἐς φυγὴν ὥρμηντο. τότε δὴ οἵ τε ἐν τῇ γωνίᾳ Ῥωμαῖοι καὶ ὅσοι αὐτῶν ὄπισθεν ἦσαν, σπουδῇ [14.47] πολλῇ ἐπὶ τοὺς διώκοντας ᾔεσαν. ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα, καὶ τοὺς μὲν πλείστους ἐν δεξιᾷ εἶχον, τινὰς δὲ καὶ ἐγκαταλειφθέντας ἐν ἀριστερᾷ ἐποιήσαντο. ἐν τοῖς καὶ τὸν τοῦ Βαρεσμανᾶ τὸ σημεῖον φέροντα ξυνέπεσεν εἶναι, ὃν δὴ ὁ Σουνίκας τῷ δόρατι ἐπελθὼν [14.48] παίει. ἤδη τε Πέρσαι οἱ ἐν τοῖς πρώτοις διώκοντες, αἰσθόμενοι οὗ ἦσαν κακοῦ, στρέψαντές τε τὰ νῶτα καὶ τὴν δίωξιν καταπαύσαντες ἐπ' αὐτοὺς ᾔεσαν, καὶ ἀπ' [14.49] αὐτοῦ ἀμφίβολοι πρὸς τῶν πολεμίων ἐγίνοντο. ξυνέντες γὰρ τῶν ποιουμένων οἱ φεύγοντες ἀνέστρεφον αὖθις. οἵ τε γοῦν ἄλλοι Πέρσαι καὶ ὁ τῶν ἀθανάτων λόχος, κεκλιμένον τε τὸ σημεῖον ἰδόντες καὶ ἐς τὸ ἔδαφος καθειμένον, ἐπὶ τοὺς ἐκείνῃ Ῥωμαίους ξὺν τῷ [14.50] Βαρεσμανᾷ ὥρμησαν. Ῥωμαῖοι δὲ ὑπηντίαζον. καὶ πρῶτος Σουνίκας τὸν Βαρεσμανᾶν ἔκτεινέ τε καὶ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἔρριψε. καὶ ἀπ' αὐτοῦ ἐς δέος μέγα οἱ βάρβαροι ἐμπεπτωκότες ἀλκῆς μὲν οὐκέτι [14.51] ἐμέμνηντο, ἀκοσμίᾳ δὲ πολλῇ ἐχόμενοι ἔφευγον. καὶ αὐτῶν Ῥωμαῖοι κύκλωσίν τινα ποιησάμενοι πεντακισχιλίους μάλιστα ἔκτειναν. οὕτω τε τὰ στρατόπεδα παντάπασιν ἐκινήθη ἑκάτερα, Περσῶν μὲν ἐς ὑπαγωγὴν, [14.52] Ῥωμαίων δὲ ἐς τὴν δίωξιν. ἐν τούτῳ τῷ πόνῳ ὅσοι δὴ πεζοὶ ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ῥίψαντές τε τοὺς θυρεοὺς καὶ καταλαμβανόμενοι κόσμῳ οὐδενὶ πρὸς τῶν πολεμίων ἐκτείνοντο. Ῥωμαίων μέντοι ἡ [14.53] δίωξις δι' ὀλίγου ἐγένετο. Βελισάριος γὰρ καὶ Ἑρμογένης περαιτέρω ἰέναι οὐδαμῆ εἴων, δείσαντες μή τινι ἀνάγκῃ Πέρσαι ὑποστραφέντες τρέψωνται αὐτοὺς οὐδενὶ λόγῳ διώκοντας, ἱκανόν τε αὐτοῖς κατεφαίνετο τὴν [14.54] νίκην ἀκραιφνῆ διασώσασθαι. μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι.
[14.55] οὕτω μὲν ἀπ' ἀλλήλων ἑκάτεροι διεκρίθησαν. Πέρσαι δὲ οὐκέτι μάχην ἐκ τοῦ εὐθέος ἐς Ῥωμαίους διενεγκεῖν ἤθελον. ἐγένοντο μέντοι ἀμφοτέροις τινὲς ἐξ ἐπιδρομῆς ἔφοδοι, ἐν αἷς οὐκ ἔλασσον Ῥωμαῖοι ἔσχον. τὰ μὲν οὖν στρατόπεδα ἐν Μεσοποταμίᾳ τῇδε ἐφέρετο.
15
Καβάδης δὲ ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥωμαίων κατήκοον ἔπεμψε. τὸ δὲ στράτευμα τοῦτο Περσαρμενίων τε καὶ Σουνιτῶν ἦσαν, οἳ δὴ Ἀλανοῖς εἰσιν ὅμοροι. Οὖννοί τε αὐτοῖς οἱ Σάβειροι καλούμενοι [15.2] τρισχίλιοι ξυνῆσαν, μαχιμώτατον ἔθνος. στρατηγὸς δὲ Μερμερόης, Πέρσης ἀνὴρ, ἅπασιν ἐφειστήκει. οἵπερ ἐπειδὴ Θεοδοσιουπόλεως τριῶν ἡμερῶν ὁδῷ διεῖχον, ἐνστρατοπεδευσάμενοί τε ἔμενον ἐν Περσαρμενίων τῇ χώρᾳ καὶ τὰ ἐς τὴν ἐσβολὴν ἐξηρτύοντο.
[15.3] ἐτύγχανε δὲ Ἀρμενίας μὲν στρατηγὸς Δωρόθεος ὢν, ἀνὴρ ξυνετός τε καὶ πολέμων πολλῶν ἔμπειρος. Σίττας δὲ ἀρχὴν μὲν τὴν στρατηγίδα ἐν Βυζαντίῳ εἶχε, παντὶ [15.4] δὲ τῷ ἐν Ἀρμενίοις στρατῷ ἐφειστήκει. οἳ δὴ στράτευμα πολεμίων γνόντες ἐν Περσαρμενίοις ἀγείρεσθαι, δορυφόρους δύο εὐθὺς ἔπεμψαν, ἐφ' ᾧ διασκοπήσαντες ἅπασαν σφίσι τῶν πολεμίων τὴν δύναμιν ἐσαγγείλωσιν.
[15.5] ἄμφω τε ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων γενόμενοι καὶ ἅπαντα ἐς τὸ ἀκριβὲς κατανοήσαντες [15.6] ἀπηλλάσσοντο. ὁδῷ τε ἰόντες ἔς τι τῶν ἐκείνῃ χωρίων Οὔννοις πολεμίοις ἀπροσδόκητοι ἐντυγχάνουσιν. ὑφ' ὧν ἅτερος μὲν, Δάγαρις ὄνομα, δεθεὶς ἐζωγρήθη, ὁ δὲ δὴ ἄλλος φυγεῖν τε ἴσχυσε καὶ τοῖς στρατηγοῖς [15.7] τὸν πάντα λόγον ἀπήγγειλεν. οἱ δὲ ἅπαν τὸ στράτευμα ἐξοπλίσαντες τῶν πολεμίων τῷ στρατοπέδῳ ἐκ [15.8] τοῦ αἰφνιδίου ἐπέστησαν. οἵ τε βάρβαροι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ' ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ἐνταῦθα Ῥωμαῖοι κτείναντές τε συχνοὺς καὶ τὸ στρατόπεδον ληισάμενοι αὐτίκα δὴ ὀπίσω ἀπήλαυνον.
[15.9] Μερμερόης τε ξύμπασαν ἀγείρας τὴν στρατιὰν οὐ πολλῷ ὕστερον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, καὶ καταλαμβάνουσι τοὺς πολεμίους ἀμφὶ Σάταλαν πόλιν. οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐν χωρίῳ Ὀκτάβῃ ἡσύχαζον, ὅπερ τῆς πόλεως ἕξ τε καὶ πεντήκοντα σταδίους [15.10] ἀπέχει. Σίττας μὲν οὖν χιλίους ἐπαγαγόμενος ὄπισθεν τῶν τινος λόφων ἐκρύπτετο, οἷοι πολλοὶ Σάταλαν τὴν [15.11] πόλιν ἐν πεδίῳ κειμένην κυκλοῦσι. Δωρόθεον δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐντὸς τοῦ περιβόλου ἐκέλευε μένειν, ἐπεὶ ἐν τῷ ὁμαλῷ τοὺς πολεμίους ὑφίστασθαι οἷοί τε εἶναι οὐδαμῆ ᾤοντο, οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας, [15.12] αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ οἱ βάρβαροι ἄγχιστα τοῦ περιβόλου γενόμενοι κύκλωσιν αὐτοῦ ποιεῖσθαί τινα ἐν σπουδῇ εἶχον. ἄφνω δὲ κατιδόντες τοὺς ἀμφὶ Σίτταν ἐξ ὑψηλοῦ ἤδη ἐπ' αὐτοὺς καταβαίνοντας, καὶ αὐτῶν ξυμμετρεῖσθαι τὸ πλῆθος ἥκιστα ἔχοντες, ἅτε κονιορτοῦ ὥρᾳ θέρους πολλοῦ ἐγκειμένου, πολλῷ τε πλείους ᾤοντο εἶναι καὶ τῆς κυκλώσεως κατὰ τάχος ἀφέμενοι ἐς ὀλίγον τινὰ [15.13] χῶρον αὑτοὺς ξυναγαγεῖν ἠπείγοντο. φθάσαντες δὲ Ῥωμαῖοι καὶ διελόντες σφᾶς αὐτοὺς ἐς ξυμμορίας δύο ἀναχωροῦσιν ἐκ τοῦ περιβόλου ἐπέθεντο, ὅπερ ἐπειδὴ ἅπας εἶδεν ὁ Ῥωμαίων στρατὸς, ἐθάρσησάν τε καὶ δρόμῳ πολλῷ ἐκ τοῦ περιβόλου ξυρρέοντες ἐπὶ τοὺς [15.14] ἐναντίους ἐχώρησαν. μέσους δὲ αὐτοὺς καταστησάμενοι εἰς φυγὴν ἔτρεψαν. πλήθει μέντοι, ὥσπερ ἐρρήθη, τῶν πολεμίων οἱ βάρβαροι ὑπεραίροντες ἔτι ἀντεῖχον, ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς [15.15] ἦν· ἀγχιστρόφους δὲ τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι, ἐπεὶ ἱππεῖς ἅπαντες ἦσαν. ἐνταῦθα Φλωρέντιος Θρᾷξ, καταλόγου ἱππικοῦ ἄρχων, εἰς μέσους ὁρμήσας τοὺς πολεμίους καὶ αὐτῶν τὸ στρατηγικὸν σημεῖον ἁρπάσας, ἐπικλίνας τε αὐτὸ ὡς μάλιστα, [15.16] ὀπίσω ἀπήλαυνε. καὶ αὐτὸς μὲν καταληφθείς τε καὶ κρεουργηθεὶς αὐτοῦ ἔπεσε, τῆς δὲ νίκης Ῥωμαίοις αἰτιώτατος γέγονεν. ἐπεὶ γὰρ τὸ σημεῖον οἱ βάρβαροι οὐκέτι ἑώρων, ἐς ἀκοσμίαν τε πολλὴν καὶ ὀρρωδίαν ἐμπεπτωκότες ὑπεχώρησάν τε καὶ γενόμενοι ἐν τῷ στρατοπέδῳ ἡσύχαζον, πολλοὺς ἐν τῇ μάχῃ ἀποβαλόντες.
[15.17] τῇ τε ὑστεραίᾳ ἐπ' οἴκου ἅπαντες ἀνεχώρησαν οὐδενὸς σφίσιν ἐπισπομένου, ἐπεὶ μέγα τε καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι τῷ Ῥωμαίων στρατῷ βαρβάρους τοσούτους τὸ πλῆθος ἔν τε τῇ σφετέρᾳ χώρᾳ ἐκεῖνα πεπονθέναι ἅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, καὶ ἐς τὴν πολεμίαν ἐμβεβληκότας ἀπράκτους τε καὶ οὕτω πρὸς τῶν ἐλασσόνων ἡσσημένους ἀπαλλαγῆναι.
[15.18] Τότε καὶ Περσῶν χωρία ἐν Περσαρμενίοις Ῥωμαῖοι ἔσχον φρούριόν τε τὸ Βῶλον καὶ τὸ Φαράγγιον καλούμενον, ὅθεν δὴ τὸν χρυσὸν Πέρσαι ὀρύσσοντες [15.19] βασιλεῖ φέρουσιν. ἐτύγχανον δὲ καὶ ὀλίγῳ πρότερον καταστρεψάμενοι τὸ Τζανικὸν ἔθνος, οἳ ἐν γῇ τῇ Ῥωμαίων αὐτόνομοι ἐκ παλαιοῦ ἵδρυντο· ἅπερ αὐτίκα [15.20] ὅντινα ἐπράχθη τρόπον λελέξεται. ἐκ τῶν Ἀρμενίας χωρίων ἐς Περσαρμενίαν ἰόντι ἐν δεξιᾷ μὲν ὁ Ταῦρός ἐστιν, ἔς τε Ἰβηρίαν καὶ τὰ ἐκείνῃ ἔθνη διήκων, ὥσπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, ἐν ἀριστερᾷ δὲ κατάντης μὲν ἐπὶ πλεῖστον ἀεὶ προϊοῦσα ἡ ὁδὸς γίνεται, καὶ ὄρη ἀποκρέμαται λίαν ἀπότομα νεφέλαις τε [15.21] καὶ χιόσι κεκαλυμμένα τὸν πάντα αἰῶνα, ἔνθεν ἐξιὼν ποταμὸς Φᾶσις φέρεται ἐς γῆν τὴν Κολχίδα. ταύτῃ τὸ ἐξ ἀρχῆς βάρβαροι, τὸ Τζανικὸν ἔθνος, οὐδενὸς κατήκοοι ᾤκηντο, Σάνοι ἐν τοῖς ἄνω χρόνοις καλούμενοι, λῃστείαις μὲν χρώμενοι ἐς τοὺς περιοίκους Ῥωμαίους, δίαιταν δὲ σκληρὰν ὑπερφυῶς ἔχοντες καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες.
[15.22] οὐ γάρ τι ἐς βρῶσιν αὐτοῖς ἀγαθὸν ἡ γῆ ἔφερε· διὸ δὴ αὐτοῖς χρυσίον τακτὸν ἀνὰ πᾶν ἔτος ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπεν, ἐφ' ᾧ δὴ μήποτε ληίσονται τὰ [15.23] ἐκείνῃ χωρία. οἱ δὲ καὶ ὅρκους τοὺς σφίσι πατρίους ὑπὲρ τούτων ὀμνύντες καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιούμενοι ἀπροσδόκητοί τε ἐμπίπτοντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐκακούργουν οὐκ Ἀρμενίους μόνον, ἀλλὰ καὶ τοὺς αὐτῶν ἐχομένους Ῥωμαίους μέχρι ἐς θάλασσαν, δι' ὀλίγου τε τὴν ἔφοδον πεποιημένοι εὐθὺς ἐπ' [15.24] οἴκου ἀπεκομίζοντο. καὶ Ῥωμαίων ἴσως ἐντυχόντες στρατῷ ἡσσῶντο μὲν τῇ μάχῃ, ἁλώσιμοι δὲ παντάπασιν οὐκ ἐγίνοντο χωρίων ἰσχύϊ. μάχῃ τοίνυν ὁ Σίττας αὐτοὺς πρὸ τοῦδε τοῦ πολέμου νικήσας, ἐπαγωγά τε πολλὰ ἐς αὐτοὺς εἰπών τε καὶ πράξας, προσποιήσασθαι [15.25] παντελῶς ἴσχυσε. τήν τε γὰρ δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες ἐς καταλόγους αὑτοὺς Ῥωμαϊκοὺς ἐσεγράψαντο καὶ τὸ λοιπὸν ξὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξίασι. τήν τε δόξαν ἐπὶ τὸ εὐσεβέστερον μετέθεντο, ἅπαντες Χριστιανοὶ γεγενημένοι. τὰ μὲν οὖν ἀμφὶ τοῖς Τζάνοις ταύτῃ πη ἔσχεν.
[15.26] Ὑπερβάντι δὲ τὰ αὐτῶν ὅρια φάραγξ ἐστὶ βαθεῖά τε καὶ λίαν κρημνώδης, μέχρι ἐς τὰ Καυκάσια ὄρη διήκουσα. ἐνταῦθα χωρία τε πολυανθρωπότατά ἐστι καὶ ἄμπελός τε καὶ ἡ ἄλλη ὀπώρα διαρκῶς φύεται.
[15.27] καὶ μέχρι μὲν ἐς τριῶν ἡμερῶν ὁδὸν μάλιστα Ῥωμαίοις ἡ φάραγξ αὕτη ὑποτελὴς τυγχάνει οὖσα, τὸ δὲ ἐνθένδε οἱ Περσαρμενίων ὅροι ἐκδέχονται, οὗ δὴ καὶ τὸ τοῦ χρυσοῦ μέταλλόν ἐστιν, ὅπερ Καβάδου δόντος [15.28] ἐπετρόπευε τῶν τις ἐπιχωρίων Συμεώνης ὄνομα. οὗτος ὁ Συμεώνης ἐπειδὴ ἀμφοτέρους ἐς τὸν πόλεμον ἀκμάζοντας εἶδε, Καβάδην τῆς τῶν χρημάτων προσόδου [15.29] ἀποστερεῖν ἔγνω. διὸ δὴ αὑτόν τε καὶ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς οὐδετέροις τὸν ἐκ τοῦ μετάλλου [15.30] χρυσὸν ἀποφέρειν ἠξίου. Ῥωμαῖοι μὲν γὰρ οὐδὲν ἔπραττον, ἀποχρῆν σφίσιν ἡγούμενοι ἀπολωλέναι τοῖς πολεμίοις τὴν ἐνθένδε φορὰν, Πέρσαι δὲ οὐχ οἷοί τε ἦσαν ἀκόντων Ῥωμαίων τοὺς ταύτῃ ᾠκημένους ἀντιστατούσης τῆς δυσχωρίας βιάζεσθαι.
[15.31] Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Ναρσῆς τε καὶ Ἀράτιος, οἳ Βελισαρίῳ καὶ Σίττᾳ ἐν Περσαρμενίων τῇ χώρᾳ κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς χεῖρας ἦλθον, ὥσπερ ἔμπροσθέν μοι δεδήλωται, ξὺν τῇ μητρὶ αὐτόμολοι ἐς Ῥωμαίους ἧκον, καὶ αὐτοὺς Ναρσῆς ὁ βασιλέως ταμίας ἐδέξατο (Περσαρμένιος γὰρ καὶ αὐτὸς γένος ἐτύγχανε) χρήμασί τε αὐτοὺς δωρεῖται μεγάλοις.
[15.32] ὅπερ ἐπειδὴ Ἰσαάκης, ὁ νεώτατος αὐτῶν ἀδελφὸς, ἔμαθε, Ῥωμαίοις λάθρα ἐς λόγους ἐλθὼν Βώλου αὐτοῖς τὸ φρούριον, ἄγχιστά πη ὂν τῶν Θεοδοσιουπόλεως [15.33] ὁρίων, παρέδωκε. στρατιώτας γὰρ ἐγγύς πη ἐπέστελλε κρύπτεσθαι, οὓς δὴ τῷ φρουρίῳ νύκτωρ ἐδέξατο, μίαν αὐτοῖς λάθρα ἀνακλίνας πυλίδα· οὕτω τε καὶ αὐτὸς ἐς Βυζάντιον ἦλθεν.
16
Οὕτω μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε. Πέρσαι δὲ πρὸς Βελισαρίου ἐν Δάρας ἡσσημένοι τῇ μάχῃ οὐδ' ὣς ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν, ἕως Ῥουφῖνος, ἐπεὶ ἐς ὄψιν τὴν Καβάδου ἦλθεν, ἔλεξεν ὧδε Ἔπεμψέ με, ὦ βασιλεῦ, ὁ σὸς ἀδελφὸς μέμψιν δικαίαν μεμφόμενος, ὅτι δὴ Πέρσαι ἀπ' οὐδεμιᾶς αἰτίας ἐς γῆν τὴν αὐτοῦ [16.2] ἐν ὅπλοις ἦλθον. καίτοι βασιλεῖ μεγάλῳ τε καὶ ἐς τόσον ξυνέσεως ἥκοντι ἐκ πολέμου εἰρήνην πρυτανεῦσαι μᾶλλον ἂν πρέποι ἢ τῶν πραγμάτων εὖ καθεστώτων ταραχὴν οὐ δέον αὑτῷ τε καὶ τοῖς πέλας προστρίβεσθαι.
[16.3] οἷς δὴ καὶ αὐτὸς εὔελπις ὢν ἐνθάδε ἀφῖγμαι, ὅπως τὸ λοιπὸν ἀμφοτέροις τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ [16.4] εἴη. Ῥουφῖνος μὲν τοσαῦτα εἶπε. Καβάδης δὲ ἀμείβεται ὧδε Ὦ παῖ Σιλβανοῦ, μηδαμῶς ἀντιστρέφειν τὰς αἰτίας πειρῶ, πάντων ἐξεπιστάμενος μάλιστα ταραχῆς ἁπάσης αἰτιωτάτους γεγονέναι τοὺς Ῥωμαίους ὑμᾶς. πύλας γὰρ τὰς Κασπίας ἡμεῖς ἔσχομεν ἐπὶ τῷ Περσῶν τε καὶ Ῥωμαίων ἀγαθῷ βιασάμενοι τοὺς ἐκείνῃ βαρβάρους, ἐπεὶ Ἀναστάσιος ὁ Ῥωμαίων αὐτοκράτωρ, ὥς που καὶ αὐτὸς οἶσθα, παρὸν αὐτὰς χρήμασιν ὠνεῖσθαι, οὐκ ἤθελεν, ὅπως μὴ στράτευμα εἰς πάντα τὸν αἰῶνα ἐνταῦθα ἔχων χρήματα μεγάλα ὑπὲρ ἀμφοτέρων προΐεσθαι ἀναγκάζηται.
[16.5] ἐξ ἐκείνου τε ἡμεῖς στρατιὰν τοσαύτην τὸ πλῆθος ἐνταῦθα καταστησάμενοι καὶ ἐς τὸν παρόντα χρόνον ἐκτρέφοντες δεδώκαμεν ὑμῖν τό γε κατὰ τοὺς ἐκείνῃ βαρβάρους μέρος ἀδῄωτον τὴν χώραν οἰκεῖν, ξὺν [16.6] πολλῇ ἀπραγμοσύνῃ τὰ ὑμέτερα αὐτῶν ἔχουσιν. ὥσπερ δὲ οὐχ ἱκανὸν ὑμῖν τοῦτό γε, καὶ πόλιν μεγάλην Δάρας ἐπιτείχισμα Πέρσαις πεποίησθε, καίπερ διαρρήδην ἐν ταῖς σπονδαῖς ἀπειρημένον, ἅσπερ Ἀνατόλιος πρὸς Πέρσας ἔθετο· καὶ ἀπ' αὐτοῦ δυοῖν στρατοπέδοιν ἀνάγκη πόνοις τε καὶ δαπάνῃ κεκακῶσθαι τὰ Περσῶν πράγματα, τὸ μὲν, ὅπως μὴ Μασσαγέται τὴν ἀμφοτέρων γῆν ἄγειν τε καὶ φέρειν ἀδεῶς δύνωνται, τὸ δὲ, ὅπως ἂν τὰς ὑμετέρας ἐπιδρομὰς [16.7] ἀναστέλλοιμεν. ὑπὲρ ὧν ἔναγχος μεμφομένων ἡμῶν, δυοῖν τε τὸ ἕτερον ἀξιούντων παρ' ὑμῶν γίγνεσθαι, ἢ ἐξ ἀμφοτέρων τὸν ἐς πύλας τὰς Κασπίας στρατὸν στέλλεσθαι, ἢ πόλιν Δάρας καταλύεσθαι, τῶν μὲν λεγομένων τὴν μάθησιν οὐ προσίεσθε, κακῷ δὲ μείζονι κρατύνασθαι τὴν ἐς Πέρσας ἐπιβουλὴν ἔγνωτε, εἴ τι μεμνήμεθα τῆς ἐν Μίνδουος οἰκοδομίας· καὶ νῦν δὲ Ῥωμαίοις ἑλετὰ μὲν τὰ τῆς εἰρήνης, αἱρετὰ δὲ τὰ ὅπλα, ἢ τὰ δίκαια πρὸς ἡμᾶς τιθεμένοις, ἢ [16.8] ἀπ' ἐναντίας αὐτῶν ἰοῦσιν. οὐ γὰρ τὰ ὅπλα καταθήσουσι πρότερον Πέρσαι, πρὶν δὴ αὐτοῖς Ῥωμαῖοι ἢ τὰς πύλας δικαίως τε καὶ ὀρθῶς ξυμφυλάξουσιν, [16.9] ἢ πόλιν Δάρας καταλύσουσι. τοσαῦτα Καβάδης εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο, παραδηλώσας ὥς οἱ βουλομένῳ εἴη χρήματά τε πρὸς Ῥωμαίων λαβεῖν [16.10] καὶ τὰς τοῦ πολέμου καταλύειν αἰτίας. ἅπερ Ῥουφῖνος ἐς Βυζάντιον ἥκων βασιλεῖ ἤγγειλεν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ Ἑρμογένης ἀφίκετο, καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι.
17
Ἅμα δὲ ἦρι ἀρχομένῳ στράτευμα Περσῶν Ἀζαρέθου ἡγουμένου ἐσέβαλεν ἐς Ῥωμαίων τὴν γῆν. ἦσαν δὲ πεντακισχίλιοί τε καὶ μύριοι, ἱππεῖς ἅπαντες. καὶ αὐτοῖς Ἀλαμούνδαρος ὁ Σακκίκης ξυνῆν, πάμπολύν [17.2] τινα ὅμιλον Σαρακηνῶν ἔχων. αὕτη τε Πέρσαις ἡ ἐσβολὴ οὐ καθάπερ εἰώθει ἐγένετο· οὐ γὰρ ἐς τὴν Μεσοποταμίαν ἐσέβαλλον, ὥσπερ τὰ πρότερα, ἀλλ' ἐς τὴν πάλαι μὲν Κομμαγηνὴν, τανῦν δὲ καλουμένην Εὐφρατησίαν, ὅθεν δὴ οὐ πώποτε Πέρσαι πρότερον, [17.3] ὅσα γε ἡμᾶς εἰδέναι, ἐπὶ Ῥωμαίους ἐστράτευσαν. ὅτου δὲ ἕνεκα Μεσοποταμία τε ἡ χώρα ἐκλήθη καὶ οἱ Πέρσαι τῆς ἐς ταύτην ἐφόδου ἀπέσχοντο ἐρῶν ἔρχομαι.
[17.4] Ὄρος οὐ λίαν ἀπότομον ἐν Ἀρμενίοις ἐστὶ, Θεοδοσιουπόλεως μὲν δύο καὶ τεσσαράκοντα σταδίοις διέχον, τετραμμένον δὲ αὐτῆς πρὸς βορρᾶν ἄνεμον. καὶ πηγαὶ δύο ἐνθένδε ἐξίασι, ποταμοὺς δύο ποιοῦσαι αὐτίκα, Εὐφράτην μὲν ἡ ἐν δεξιᾷ, ἡ δὲ δὴ ἑτέρα [17.5] Τίγρην ὄνομα. τούτοιν ἅτερος μὲν, ὁ Τίγρης, οὔτε περιόδοις τισὶ χρώμενος οὔτε ὑδάτων ὅτι μὴ ὀλίγων [17.6] οἱ ἐπιγινομένων, εὐθὺ Ἀμίδης πόλεως κάτεισι. καὶ αὐτῆς ἐς τὰ πρὸς βορρᾶν ἄνεμον προϊὼν χωρεῖ ἐς τῶν Ἀσσυρίων τὴν χώραν. ὁ δὲ δὴ Εὐφράτης φέρεται μὲν κατ' ἀρχὰς ἐπί τινα χῶρον ὀλίγον, εὐθὺς δὲ προϊὼν ἀφανίζεται, οὐχ ὑπόγειος μέντοι γινόμενος, [17.7] ἀλλά τί οἱ ξυμβαῖνον θαυμάσιον οἷον. ὑπὲρ γὰρ τοῦ ὕδατος τέλμα ἐπὶ πλεῖστον βαθὺ γίνεται, μῆκος μὲν ὅσον ἐπὶ σταδίους πεντήκοντα, εὖρος δὲ εἴκοσι. καὶ καλάμων φύεται πολύ τι χρῆμα ἐν τῷ πηλῷ τούτῳ.
[17.8] ἐς τόσον δὲ σκληρός τις ὁ χοῦς ἐνταῦθά ἐστιν ὥστε τοῖς ἐντυγχάνουσιν οὐδὲν ἄλλο δοκεῖν ἢ ἤπειρον εἶναι. ἐπ' αὐτῷ τοίνυν ξυμβαίνει οὐδὲν δεδιότας πεζούς τε [17.9] καὶ ἱππέας πορεύεσθαι. καὶ μὴν καὶ ἅμαξαι παρίασιν ἐνθένδε πολλαὶ ἡμέρᾳ ἑκάστῃ, ἀλλ' οὐδὲν τὸ παράπαν [17.10] ἰσχύουσι κινεῖν τι ἢ ἐξελέγχειν τοῦ τέλματος. καίουσι δὲ τοὺς καλάμους οἱ ἐπιχώριοι ἀνὰ πᾶν ἔτος, τοῦ μὴ τὰς ὁδοὺς πρὸς αὐτῶν εἴργεσθαι, καί ποτε πνεύματος ἐνταῦθα ἐξαισίου ἐπιπεσόντος μέχρι ἐς τὰ τῶν ῥιζῶν ἔσχατα τὸ πῦρ ἐξικνεῖσθαι τετύχηκε, καὶ τὸ ὕδωρ ἐν [17.11] χωρίῳ ὀλίγῳ φανῆναι. χρόνου δὲ ὁ χοῦς αὖθις οὐ πολλοῦ ξυμφυεὶς ἀπέδωκε τῷ χωρίῳ τὸ σχῆμα, ἐφ' οὗπερ τὸ πρότερον ἦν. ἐνθένδε τε ὁ ποταμὸς πρόεισιν ἐς τὴν Κελεσηνὴν καλουμένην χώραν, οὗ δὴ τὸ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἱερὸν ἦν, ἔνθεν λέγουσι τὴν Ἀγαμέμνονος Ἰφιγένειαν ξύν τε Ὀρέστῃ καὶ Πυλάδῃ [17.12] φυγεῖν, τὸ τῆς Ἀρτέμιδος ἄγαλμα φέρουσαν. ὁ γὰρ ἄλλος νεὼς, ὃς δὴ καὶ ἐς ἐμέ ἐστιν ἐν πόλει Κομάνῃ, οὐχ ὁ ἐν Ταύροις ἐστίν. ἀλλ' ὅπως ἐγένετο, ἐγὼ δηλώσω.
[17.13] Ἐπειδὴ ἐκ Ταύρων Ὀρέστης ξὺν τῇ ἀδελφῇ ἀπιὼν ᾤχετο, ξυνέπεσεν αὐτῷ νοσῆσαι τὸ σῶμα. καὶ ἀμφὶ τῇ νόσῳ πυνθανομένῳ χρῆσαι τὸ μαντεῖόν φασιν οὐ πρότερον λωφήσειν αὐτῷ τὸ κακὸν, πρὶν τῇ Ἀρτέμιδι ναὸν δείμασθαι ἐν χώρῳ τοιούτῳ, οἷον δὴ τὸν ἐν Ταύροις ξυμβαίνει εἶναι, ἐνταῦθά τε ἀποκείρασθαι τὴν αὑτοῦ κόμην καὶ αὐτῇ ὁμωνύμως καλέσαι τὴν [17.14] πόλιν. διὸ δὴ Ὀρέστην περιιόντα τὰ ἐκείνῃ χωρία ἐν Πόντῳ γενέσθαι, κατιδεῖν τε ὄρος, ὃ δὴ ἐνταῦθα ἀπότομον ἀπεκρέματο, ἔρρει τε ἔνερθεν παρὰ τὰς τοῦ [17.15] ὄρους ἐσχατιὰς ποταμὸς Ἶρις. ὑποτοπήσαντα οὖν τὸν Ὀρέστην τότε τοῦτόν οἱ τὸν χῶρον δηλοῦν τὸ μαντεῖον, πόλιν τε ἐνταῦθα λόγου ἀξίαν καὶ τὸν τῆς Ἀρτέμιδος νεὼν δείμασθαι, τήν τε κόμην ἀποθριξάμενον ὁμωνύμως αὐτῇ καλέσαι τὴν πόλιν, ἣ δὴ Κόμανα καὶ [17.16] ἐς ἐμὲ ὀνομάζεται. τούτων τε Ὀρέστῃ ἐξειργασμένων οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὴν νόσον ἀκμάζειν. αἰσθόμενον δὲ τὸν ἄνθρωπον ὡς οὐκ ἐπιτηδείως ταῦτα τῷ μαντείῳ ποιοίη, ἅπαντα αὖθις περιιόντα διασκοπεῖσθαι καὶ χῶρόν τινα ἐν Καππαδόκαις [17.17] εὑρεῖν τῷ ἐν Ταύροις τὰ μάλιστα ἐμφερέστατον. ὅνπερ καὶ ἐγὼ πολλάκις ἰδὼν ἠγάσθην τε ὑπερφυῶς καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι. τό τε γὰρ ὄρος τοῦτο ἐκείνῳ ἀτεχνῶς ἔοικεν, ἐπεὶ κἀνταῦθα ὁ Ταῦρός ἐστι, καὶ ὁ ποταμὸς Σάρος τῷ ταύτῃ Εὐφράτῃ εἰκάζεται.
[17.18] πόλιν τε οὖν ἀξιοθέατον ᾠκοδομήσατο ἐνταῦθα Ὀρέστης καὶ νεὼς δύο, τὸν ἕτερον μὲν τῇ Ἀρτέμιδι, τὸν δὲ ἄλλον τῇ ἀδελφῇ Ἰφιγενείᾳ, οὓς δὴ Χριστιανοὶ ἱερὰ σφίσι πεποίηνται, τῆς οἰκοδομίας οὐδὲν τὸ παράπαν [17.19] μεταβαλόντες. αὕτη καλεῖται καὶ νῦν ἡ χρυσῆ Κόμανα, τῆς Ὀρέστου κόμης ἐπώνυμος οὖσα, ἣν δὴ ἐκεῖνον ἐνταῦθά φασιν ἀποκειράμενον διαφυγεῖν τὸ ἀρρώστημα.
[17.20] τινὲς δὲ λέγουσιν αὐτὸν οὐκ ἄλλην τινὰ νόσον ἢ τὴν μανίαν ταύτην ἀποφυγεῖν, ἥπερ αὐτὸν ἔσχεν, ἐπειδὴ τὴν μητέρα τὴν ἑαυτοῦ ἔκτεινεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
[17.21] Ἔκ τε γὰρ τῶν ἐν Ταύροις Ἀρμενίων καὶ χώρας τῆς Κελεσηνῆς ποταμὸς Εὐφράτης ἐν δεξιᾷ ῥέων γῆν τε πολλὴν περιβάλλεται καὶ ποταμῶν οἱ ἄλλων τε ἀναμιγνυμένων καὶ αὐτοῦ Ἀρσίνου, ὃς δὴ ἐκ τῶν Περσαρμενίων καλουμένων πολὺς φέρεται, μέγας τε, ὡς τὸ εἰκὸς, γεγενημένος ἐς τοὺς πάλαι μὲν Λευκοσύρους, νῦν δὲ Ἀρμενίους μικροὺς καλουμένους χωρεῖ, [17.22] ὧν δὴ πόλις πρώτη Μελιτηνὴ λόγου πολλοῦ ἀξία ἐστί. τὸ δὲ ἐντεῦθεν τά τε Σαμόσατα παραρρεῖ καὶ τὴν Ἱεράπολιν καὶ πάντα τὰ ἐκείνῃ χωρία μέχρι ἐς τῶν Ἀσσυρίων τὴν γῆν, οὗ δὴ ἀλλήλοιν ἄμφω τὼ ποταμὼ ἀναμιγνυμένω ἐς ἓν ὄνομα τὸ τοῦ Τίγρητος [17.23] ἀποκέκρινται. χώρα γοῦν, ἣ ἐκ Σαμοσάτων ἐκτὸς Εὐφράτου ποταμοῦ ἐστι, πάλαι μὲν Κομμαγηνὴ ἐκλήθη, τανῦν δὲ τῷ ποταμῷ ἐστιν ἐπώνυμος. ἡ δὲ τούτου ἐντὸς, ἣ δὴ αὐτοῦ τε μέση καὶ Τίγρητός ἐστι, Μεσοποταμία, ὡς τὸ εἰκὸς, ὀνομάζεται· μοῖρα μέντοι αὐτῆς οὐ τούτῳ μόνον τῷ ὀνόματι, ἀλλὰ καὶ ἄλλοις [17.24] τισὶν ἐπικαλεῖται. ἥ τε γὰρ ἄχρις Ἀμίδης πόλεως Ἀρμενία πρὸς ἐνίων ὠνόμασται, Ἔδεσσά τε ξὺν τοῖς ἀμφ' αὐτὴν χωρίοις Ὀσροηνὴ τοῦ Ὀσρόου ἐπώνυμός ἐστιν, ἀνδρὸς ἐνταῦθα βεβασιλευκότος ἐν τοῖς ἄνω χρόνοις, ἡνίκα Πέρσαις οἱ ταύτῃ ἄνθρωποι ἔνσπονδοι [17.25] ἦσαν. Πέρσαι οὖν ἐπειδὴ πρὸς Ῥωμαίων Νίσιβίν τε πόλιν καὶ ἄλλα ἄττα Μεσοποταμίας χωρία ἔλαβον, ἡνίκα ἐπὶ Ῥωμαίους στρατεύειν ἔμελλον, χώραν μὲν τὴν ἐκτὸς Εὐφράτου ποταμοῦ ἐν ὀλιγωρίᾳ ποιούμενοι, ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνυδρόν τε καὶ ἀνθρώπων ἔρημον οὖσαν, ἐνταῦθα δὲ πόνῳ οὐδενὶ ἀγειρόμενοι, ἅτε ἐν χώρᾳ οἰκείᾳ τε καὶ πολεμίᾳ τῇ οἰκουμένῃ ἀγχοτάτω οὔσῃ, ἐνθένδε τὰς ἐσβολὰς ἀεὶ ἐποιοῦντο.
[17.26] Ἡνίκα δὲ ἡσσηθεὶς ὁ Μιρράνης τῇ μάχῃ καὶ τοὺς πλείστους ἀποβαλὼν τῷ ἄλλῳ στρατῷ ἐς τὰ Περσῶν ἤθη ἀφίκετο, ποινῆς ἔτυχε πρὸς βασιλέως Καβάδου [17.27] πικρᾶς. κόσμον γὰρ ἀφείλετο αὐτὸν, ὃν δὴ ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν εἰώθει, ἔκ τε χρυσοῦ καὶ μαργάρων πεποιημένον. ἀξίωμα δὲ τοῦτο ἐν Πέρσαις [17.28] μέγα μετά γε τὴν βασιλέως τιμήν. ἐνταῦθα γὰρ οὔτε δακτυλίῳ χρυσῷ οὔτε ζώνῃ οὔτε περόνῃ χρῆσθαι οὔτε ἄλλῳ ὁτῳοῦν θέμις, ὅτι μὴ ἐκ βασιλέως ἀξιωθέντι.
[17.29] καὶ τὸ λοιπὸν ὁ Καβάδης ἐν βουλῇ εἶχεν ὅντινα τρόπον αὐτὸς ἐπὶ Ῥωμαίους στρατεύοι. Μιρράνου γὰρ σφαλέντος οὕτως, ὥσπερ ἐρρήθη, ἐπ' ἄλλῳ [17.30] οὐδενὶ τὸ θαρρεῖν εἶχε. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλεὺς προσελθὼν εἶπεν Οὐ πάντα, ὦ δέσποτα, χρεών ἐστι πιστεύειν τῇ τύχῃ οὐδὲ τοὺς πολέμους οἴεσθαι δεῖν κατορθοῦν ἅπαντας. οὐδὲ γὰρ εἰκὸς τοῦτό γε οὐδὲ ἄλλως ἀνθρώπειον, ἀλλὰ καὶ ἀξύμφορος αὕτη μάλιστα [17.31] τοῖς αὐτῇ ἐχομένοις ἡ ἔννοιά ἐστι. τοὺς γὰρ ἅπαντα σφίσιν ἐλπίσαντας τἀγαθὰ ἔσεσθαι σφαλέντας ποτὲ, ἂν οὕτω τύχοι, ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη [17.32] τοῦ προσήκοντος μᾶλλον ἠνίασε. διὸ δὴ οὐκ ἔχοντες ἀεὶ ἐπὶ τῇ τύχῃ τὸ θαρρεῖν ἄνθρωποι οὐκ ἐκ τοῦ εὐθέος ἐς κίνδυνον πολέμου καθίστανται, κἂν τῷ παντὶ τῶν πολεμίων ὑπεραίρειν αὐχῶσιν, ἀλλ' ἀπάτῃ τε καὶ μηχαναῖς τισι περιελθεῖν τοὺς ἐναντίους ἐν [17.33] σπουδῇ ἔχουσιν. οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίνδυνός ἐστιν, οὐκ ἐν βεβαίῳ τὰ τῆς νίκης χωρεῖ. νῦν οὖν μήτε οἷς Μιρράνης ἠτύχησεν οὕτω περιώδυνος, ὦ βασιλέων βασιλεῦ, γίνου, μήτε αὖθις ἀποπειράσασθαι [17.34] βούλου τῆς τύχης. Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας, ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως [17.35] ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι. ταῦτα γὰρ πολλάκις πρὸς τῶν ἐπὶ κατασκοπῇ ἐς ταύτας [17.36] ἐσταλμένων Σαρακηνῶν ἤκουσα. ἔνθα δὴ καὶ πόλιν Ἀντιόχειαν εἶναί φασι, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ πρώτην πόλεων ἁπασῶν τῶν ἐν τοῖς ἑῴοις Ῥωμαίοις οὖσαν· ἣ δὴ ἀφύλακτός τε καὶ στρατιωτῶν [17.37] ἔρημός ἐστιν. οὐ γὰρ ἄλλου οὐδενὸς τῷ ταύτης δήμῳ ὅτι μὴ πανηγύρεών τε καὶ τρυφῆς μέλει καὶ τῆς ἐν θεάτροις ἀεὶ πρὸς ἀλλήλους φιλονεικίας.
[17.38] ὥστε ἢν ἐκ τοῦ ἀπροσδοκήτου ἐπ' αὐτοὺς ἴωμεν, τήν τε πόλιν αἱρήσειν ἡμᾶς ἐξ ἐπιδρομῆς οὐδὲν ἀπεικὸς καὶ μηδενὶ ἐντυχόντας πολεμίων στρατῷ εἶτα ἐπανελθεῖν ἐς τὰ Περσῶν ἤθη, οὔπω πεπυσμένων τὰ ξυμπεσόντα [17.39] τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν. ὕδατος δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι μηδέν σε εἰσίτω. ἐγὼ γὰρ τῷ στρατῷ ἐξηγήσομαι ὅπη ἂν δοκῇ ἄριστα εἶναι.
[17.40] Ταῦτα ἀκούσας Καβάδης οὔτε ἀντιτείνειν οὔτε ἀπιστεῖν εἶχεν. ἦν γὰρ Ἀλαμούνδαρος ξυνετώτατός τε καὶ τῆς κατὰ πόλεμον ἐμπειρίας εὖ ἥκων, Πέρσαις τε πιστὸς ἐς τὰ μάλιστα, καὶ διαφερόντως δραστήριος, ὃς δὴ ἐς πεντήκοντα ἐνιαυτῶν χρόνον ἐς γόνυ ἐλθεῖν [17.41] τὰ Ῥωμαίων ἐποίησε πράγματα. ἐκ γὰρ τῶν Αἰγύπτου ὁρίων ἀρξάμενος καὶ μέχρι ἐς Μεσοποταμίαν ληιζόμενος τὰ ἐκείνῃ χωρία, ἦγέ τε καὶ ἔφερεν ἐφεξῆς ἅπαντα, καίων τε τὰς ἐν ποσὶν οἰκοδομίας καὶ τοὺς ἀνθρώπους κατὰ πολλὰς ἀεὶ μυριάδας ἀνδραποδίζων, καὶ αὐτῶν τοὺς μὲν πλείστους ἀποκτείνων οὐδενὶ λόγῳ, τοὺς δὲ ἄλλους ἀποδιδόμενος χρημάτων μεγάλων.
[17.42] ἀπήντα δέ οἱ τῶν πάντων οὐδείς. οὐ γάρ ποτε ἀνεπισκέπτως ἐποιεῖτο τὴν ἔφοδον, ἀλλ' οὕτως ἐξαπιναίως τε καὶ αὐτῷ ἐς τὰ μάλιστα ἐπιτηδείως, ὥστε ὁ μὲν ἤδη ὡς τὰ πολλὰ ξὺν τῇ λείᾳ πάσῃ ἀπιὼν ᾤχετο, οἱ δὲ στρατηγοί τε καὶ στρατιῶται πυνθάνεσθαί τε τὰ ξυμπεσόντα καὶ ἀγείρεσθαι ἐπ' αὐτὸν ἤρχοντο.
[17.43] ἢν δέ που αὐτὸν καὶ καταλαβεῖν τύχῃ τινὶ ἔσχον, ἀλλ' ἔτι ἀπαρασκεύοις τε οὖσι καὶ οὐ ξυντεταγμένοις ἐπιπεσὼν τοῖς διώκουσιν ὁ βάρβαρος οὗτος ἔτρεπέ τε καὶ διέφθειρεν οὐδενὶ πόνῳ, καί ποτε τοὺς διώκοντας στρατιώτας ξὺν τοῖς ἄρχουσιν ἐζώγρησεν ἅπαντας.
[17.44] Τιμόστρατος δὲ ἦν ὁ Ῥουφίνου ἀδελφὸς καὶ Ἰωάννης ὁ τοῦ Λουκᾶ παῖς, οὓς δὴ ἀπέδοτο ὕστερον, πλοῦτον αὐτῶν οὐ φαῦλον οὐδὲ τὸν τυχόντα περιβαλλόμενος. [17.45] καὶ τὸ ξύμπαν εἰπεῖν χαλεπώτατός τε καὶ δεινότατος οὗτος ἀνὴρ γέγονε Ῥωμαίοις πολέμιος πάντων μάλιστα. αἴτιον δὲ ἦν, ὅτι Ἀλαμούνδαρος μὲν βασιλέως ἀξίωμα ἔχων ἁπάντων μόνος τῶν ἐν Πέρσαις Σαρακηνῶν ἦρχε, παντί τε τῷ στρατῷ οἷός τε ἦν ἀεὶ τὴν ἔφοδον [17.46] ποιεῖσθαι ὅπη βούλοιτο τῆς Ῥωμαίων ἀρχῆς· οὐδεὶς δὲ οὔτε Ῥωμαίων στρατιωτῶν ἄρχων, οὓς δοῦκας καλοῦσιν, οὔτε Σαρακηνῶν τῶν Ῥωμαίοις ἐνσπόνδων ἡγούμενος, οἳ φύλαρχοι ἐπικαλοῦνται, ξὺν τοῖς ἑπομένοις Ἀλαμουνδάρῳ ἀντιτάξασθαι ἱκανῶς εἶχεν· ἐν χώρᾳ γὰρ ἑκάστῃ τοῖς πολεμίοις οὐκ ἀξιόμαχοι ἐτετάχατο.
[17.47] διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς φυλαῖς ὅτι πλείσταις Ἀρέθαν τὸν Γαβαλᾶ παῖδα ἐπέστησεν, ὃς τῶν ἐν Ἀραβίοις Σαρακηνῶν ἦρχεν, ἀξίωμα βασιλέως αὐτῷ περιθέμενος, οὐ πρότερον τοῦτο ἔν γε Ῥωμαίοις [17.48] γεγονὸς πώποτε. Ἀλαμούνδαρος μέντοι οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα ἔφθειρεν, Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα. οὐ γάρ πω σαφές τι ἀμφ' αὐτῷ ἴσμεν. ταύτῃ τε ξυνέβη Ἀλαμουνδάρῳ, οὐδενός οἱ ἀντιστατοῦντος, ἐπὶ μήκιστον τὴν ἑῴαν ληίζεσθαι πᾶσαν, ἐπεὶ καὶ μακροβιώτατος ἀτεχνῶς γέγονε.
18
Τούτου οὖν τότε τοῦ ἀνδρὸς τῇ ὑποθήκῃ ἡσθεὶς Καβάδης ἄνδρας πεντακισχιλίους τε καὶ μυρίους ἀπολεξάμενος Ἀζαρέθην αὐτοῖς ἄνδρα Πέρσην ἐπέστησε διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ σφίσιν Ἀλαμούν[18.2] δαρον τῆς πορείας ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ τὸν Εὐφράτην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις, γῆν τε πορευθέντες τινὰ ἔρημον ἀνθρώπων, ἄφνω ἐς τῶν Κομμαγηνῶν καλουμένων τὴν χώραν παρὰ δόξαν ἐσέβαλλον.
[18.3] αὕτη τε πρώτη ἐνθένδε Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Ῥωμαίων ἐγένετο, ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι, καὶ πάντας Ῥωμαίους τῷ ἀπροσδοκήτῳ [18.4] κατέπληξεν. ἃ δὴ ἐπεὶ Βελισάριος ἔμαθε, τὰ μὲν πρῶτα διηπορεῖτο, μετὰ δὲ βοηθεῖν κατὰ τάχος ἔγνω. φυλακήν τε αὐτάρκη ἐν πόλει ἑκάστῃ καταστησάμενος, ὅπως μὴ Καβάδης τε καὶ στράτευμα τῶν πολεμίων ἄλλο ἐνταῦθα ἰόντες ἀφύλακτα τὸ παράπαν εὑρήσουσι τὰ ἐπὶ Μεσοποταμίας χωρία, αὐτὸς τῷ ἄλλῳ στρατῷ ὑπηντίαζεν, Εὐφράτην τε ποταμὸν διαβάντες [18.5] σπουδῇ πολλῇ πρόσω ἐχώρουν. ὁ μὲν οὖν Ῥωμαίων στρατὸς ἐς δισμυρίους μάλιστα πεζούς τε καὶ ἱππέας ξυνῄει, καὶ αὐτῶν Ἴσαυροι οὐχ ἧσσον ἢ δισχίλιοι [18.6] ἦσαν. ἄρχοντες δὲ ἱππέων μὲν ἅπαντες ἦσαν, οἳ τὰ πρότερα τὴν ἐν Δάρας μάχην πρός τε Πέρσας καὶ Μιρράνην διήνεγκαν, πεζῶν δὲ τῶν τις δορυφόρων [18.7] Ἰουστινιανοῦ βασιλέως, Πέτρος ὄνομα. τοῖς μέντοι Ἰσαύροις Λογγῖνός τε καὶ Στεφανάκιος ἐφειστήκεσαν. ἐνταῦθα δὲ καὶ Ἀρέθας αὐτοῖς ξὺν τῷ Σαρακηνῶν [18.8] στρατεύματι ἦλθεν. ἐπεί τε ἐς Χαλκίδα πόλιν ἀφίκοντο, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον, ἐπεὶ τοὺς πολεμίους ἐν χωρίῳ Γαββουλῶν εἶναι ἐπύθοντο, δέκα [18.9] καὶ ἑκατὸν σταδίοις Χαλκίδος διέχοντι. ὃ δὴ γνόντες Ἀλαμούνδαρός τε καὶ Ἀζαρέθης τόν τε κίνδυνον κατορρωδήσαντες ἐπίπροσθεν οὐκέτι ἐχώρουν, ἀλλ' ἐπ' οἴκου αὐτίκα δὴ ἀποχωρεῖν ἔγνωσαν. αὐτοί τε γοῦν Εὐφράτην ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες ὀπίσω ἀπήλαυνον [18.10] καὶ ὁ Ῥωμαίων στρατὸς ὄπισθεν εἵπετο. ἔν τε τῷ χώρῳ, οὗ δὴ οἱ βάρβαροι ἐς νύκτα ἑκάστην ηὐλίζοντο, [18.11] ἀεὶ Ῥωμαῖοι τῇ ἐπιγινομένῃ νυκτὶ ἔμενον. Βελισάριος γὰρ ἐξεπίτηδες ὁδόν τινα πλείω πορεύεσθαι τὸ στράτευμα οὐδαμῆ εἴα, ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ἀλλ' ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας, εἶτα ἐνθένδε οὕτω δὴ ἀποκεχωρηκότας, [18.12] ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι. διὸ δὴ ἅπαντες αὐτῷ λάθρα ἐλοιδοροῦντο, ἄρχοντές τε καὶ στρατιῶται, ἐκάκιζε μέντοι αὐτὸν ἐς ὄψιν οὐδείς.
[18.13] Τελευτῶντες δὲ Πέρσαι μὲν ἐν τῇ τοῦ Εὐφράτου ἠϊόνι ηὐλίσαντο, ἣ δὴ πόλεως Καλλινίκου ἀντιπέρας ἐστίν. ἐνθένδε γὰρ διὰ χώρας πρὸς οὐδενὸς ἀνθρώπων οἰκουμένης πορεύεσθαι ἔμελλον, οὕτω τε τῆς Ῥωμαίων [18.14] γῆς ἀπαλλάσσεσθαι. οὐ γὰρ ἔτι διενοοῦντο ἰέναι, ὥσπερ τὰ πρότερα, τῆς τοῦ ποταμοῦ ὄχθης ἐχόμενοι. Ῥωμαῖοι δὲ διανυκτερεύσαντες ἐν πόλει Σούρων ἐνθένδε τε ἐξαναστάντες καταλαμβάνουσι συσκευαζομένους [18.15] ἤδη ἐς τὴν ἄφοδον τοὺς πολεμίους. ἑορτὴ δὲ ἡ Πασχαλία ἐπέκειτο ἡμέρᾳ ἐπιγενησομένη τῇ ὑστεραίᾳ, ἣν δὴ σέβονται Χριστιανοὶ πασῶν μάλιστα, ἡμέρᾳ τε τῇ ταύτης προτέρᾳ σιτίων τε καὶ ποτοῦ ἀπεχόμενοι οὐ διημερεύειν νενομίκασι μόνον, ἀλλὰ καὶ πόρρω που [18.16] νήστεις τῶν νυκτῶν ἰέναι. τότε οὖν ἅπαντας Βελισάριος ὀργῶντας ἐπὶ τοὺς πολεμίους ὁρῶν, ταύτης τε ἀποστῆσαι τῆς γνώμης ἐθέλων (ταῦτα γάρ οἱ καὶ Ἑρμογένης ἐγίνωσκεν ἄρτι ἐπὶ πρεσβείᾳ ἐκ βασιλέως ἥκων) τοὺς παραγενομένους ἅπαντας ξυγκαλέσας ἔλεξε [18.17] τοιάδε Ποῖ φέρεσθε, ἄνδρες Ῥωμαῖοι, ἢ τί πεπονθότες κίνδυνον αἱρεῖσθαι ὑμῖν αὐτοῖς οὐκ ἀναγκαῖον βουλεύεσθε; μίαν εἶναι νίκην ἀκίβδηλον οἴονται ἄνθρωποι τὸ μηδὲν δεινὸν πρὸς τῶν πολεμίων παθεῖν, ὅπερ ἡμῖν ἔν γε τῷ παρόντι δέδωκεν ἥ τε τύχη καὶ [18.18] ἡμῶν τὸ κατὰ τῶν ἐναντίων δέος. οὐκοῦν [ἤ] ἀπόνασθαι τῶν παρόντων ἀγαθῶν ἄμεινον ἢ παρελθόντα ταῦτα ζητεῖν. Πέρσαι γὰρ πολλαῖς μὲν ἐλπίσιν ἠγμένοι ἐπὶ Ῥωμαίους ἐστράτευσαν, πάντων δὲ τανῦν [18.19] ἐκπεπτωκότες ἐς φυγὴν ὥρμηνται. ὥστε ἢν οὐχ ἑκόντας αὐτοὺς μεταβάλλεσθαι μὲν τῆς ἐς τὴν ὑπαγωγὴν γνώμης, ἐς χεῖρας δὲ ἰέναι ἡμῖν αὐτοῖς ἀναγκάσωμεν, νενικηκότες μὲν πλέον τὸ παράπαν οὐδὲν [18.20] ἕξομεν. τί γὰρ ἄν τις τόν γε φεύγοντα τρέποι; σφαλέντες δὲ ἴσως τῆς τε ὑπαρχούσης στερησόμεθα νίκης, οὐ πρὸς τῶν πολεμίων ἀφαιρεθέντες, ἀλλ' αὐτοὶ ταύτην προέμενοι, καὶ τῇ βασιλέως γῇ τὸ τοῖς πολεμίοις ἐκκεῖσθαι τῶν ἀμυνομένων χωρὶς τὸ λοιπὸν [18.21] δώσομεν. καίτοι καὶ τοῦτο ἐνθυμεῖσθαι ὑμᾶς ἄξιον, ὡς τῶν ἀναγκαίων, οὐ τῶν αὐθαιρέτων κινδύνων ξυναίρεσθαι ὁ θεὸς ἀεὶ τοῖς ἀνθρώποις φιλεῖ.
[18.22] χωρὶς δὲ τούτων τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπη τραπεῖεν ἀνδραγαθίζεσθαι οὐχ ἑκουσίοις ξυμβήσεται, ἡμῖν δὲ πολλὰ τὰ ἐναντιώματα ἐς τὴν ξυμβολὴν τετύχηκεν [18.23] εἶναι· πεζῇ τε γὰρ βαδίζοντες πολλοὶ ἥκουσι καὶ νήστεις ἅπαντες τυγχάνομεν ὄντες. ἀφίημι γὰρ λέγειν ὥς τινες οὔπω καὶ νῦν πάρεισι. Βελισάριος μὲν τοσαῦτα εἶπεν.
[18.24] Ὁ δὲ στρατὸς ἐς αὐτὸν ὕβριζον οὐ σιγῇ τινι οὐδὲ ἐν παραβύστῳ, ἀλλ' αὐτῷ ἐς ὄψιν ξὺν κραυγῇ ἥκοντες μαλθακόν τε καὶ τῆς προθυμίας διαλυτὴν ἐκάλουν, ὃ δὴ καὶ τῶν ἀρχόντων τινὲς ξὺν τοῖς στρατιώταις [18.25] ἡμάρτανον, ταύτῃ τὸ εὔτολμον ἐνδεικνύμενοι. καὶ αὐτῶν τῷ ἀναισχύντῳ καταπλαγεὶς Βελισάριος ἀντιστρέψας τὴν παραίνεσιν ἐγκελευομένῳ τε ἤδη ἐπὶ τοὺς πολεμίους ἐῴκει καὶ διατάσσοντι ἐς παράταξιν, ἔφασκέ τε ὡς οὐκ εἰδείη μὲν αὐτῶν τὴν ἐς τὸ μάχεσθαι προθυμίαν τὰ πρότερα, νῦν δὲ θαρσεῖν τε καὶ ξὺν ἐλπίδι [18.26] τῇ ἀμείνονι ἐπὶ τοὺς πολεμίους ἰέναι. καὶ τὴν φάλαγγα μετωπηδὸν ποιησάμενος διέταξεν ὧδε. ἐς κέρας μὲν τὸ ἀριστερὸν πρὸς τῷ ποταμῷ τοὺς πεζοὺς ἅπαντας ἔστησεν, ἐς δὲ τὸ δεξιὸν, ᾗ δὴ ὁ χῶρος ἀνάντης ἦν, Ἀρέθαν τε καὶ τοὺς ξὺν αὐτῷ Σαρακηνοὺς ἅπαντας, αὐτὸς δὲ ξὺν τοῖς ἱππεῦσι κατὰ μέσον εἱστήκει. οὕτω [18.27] μὲν Ῥωμαῖοι ἐτάξαντο. Ἀζαρέθης δὲ ἐπεὶ ξυνιόντας ἐς παράταξιν τοὺς πολεμίους εἶδε, τοιάδε παρεκελεύσατο Πέρσας μὲν ὄντας ὑμᾶς μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλλάξασθαι, ἤν τις αἵρεσιν ἀμφοῖν διδοίη, [18.28] οὐδεὶς ἂν ἀντείποι. ἐγὼ δέ φημι οὐδ' ἂν βουλομένοις ἐφ' ὑμῖν εἶναι τούτοιν ποιεῖσθαι τὴν αἵρεσιν. οἷς μὲν γὰρ ἐξὸν διαφυγοῦσι τὸν κίνδυνον ξὺν τῇ ἀτιμίᾳ βιοῦν, οὐδὲν, ἤν γε βούλοιντο, ἀπεικὸς ἀντὶ τῶν βελτίστων ἑλέσθαι τὰ ἥδιστα, οἷς δὲ τὸ θνήσκειν ἐπάναγκες, ἢ ξὺν τῇ εὐκλείᾳ πρὸς τῶν πολεμίων, ἢ πρὸς τοῦ κρατοῦντος ἐς τὴν κόλασιν αἰσχρῶς ἀγομένοις, πολλὴ ἄνοια μὴ πρὸ τῶν αἰσχίστων ἑλέσθαι [18.29] τὰ κρείσσω. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, προσήκειν ὑμᾶς ἅπαντας οἶμαι μὴ τοὺς πολεμίους μόνον, ἀλλὰ καὶ δεσπότην τὸν ὑμέτερον ἐν νῷ ἔχοντας οὕτως ἐς μάχην τήνδε καθίστασθαι.
[18.30] Τοσαῦτα καὶ Ἀζαρέθης παρακελευσάμενος ἀντίξουν τοῖς ἐναντίοις τὴν φάλαγγα ἔστησε, Πέρσας μὲν τὰ ἐν δεξιᾷ ἔχοντας, Σαρακηνοὺς δὲ τὰ εὐώνυμα. καὶ αὐτίκα μὲν ἐς χεῖρας ἀμφότεροι ἦλθον. ἦν δὲ ἡ μάχη καρτερὰ [18.31] μάλιστα. τά τε γὰρ τοξεύματα ἑκατέρωθεν συχνὰ ἐπὶ πλεῖστον βαλλόμενα φόνον ἀμφοτέρων πολὺν ἐποίει καί τινες ἐν μεταιχμίῳ γινόμενοι ἔργα ἐς ἀλλήλους ἐπεδείκνυντο ἀρετῆς ἄξια, μᾶλλον δὲ Πέρσαι ἐκ τῶν [18.32] τοξευμάτων πολλοὶ ἔθνησκον. τὰ μὲν γὰρ αὐτῶν βέλη συχνότερα μὲν ἀτεχνῶς ἦν, ἐπεὶ Πέρσαι τοξόται τε σχεδόν τί εἰσιν ἅπαντες καὶ πολὺ θᾶσσον ἢ ‹οἱ› ἄλλοι ξύμπαντες ἄνθρωποι ποιεῖσθαι τὰς βολὰς ἐκδιδάσκον[18.33] ται, ἐκ δὲ τόξων μαλθακῶν τε καὶ οὐ λίαν ἐντεταμένων βαλλόμενα θώρακι ἴσως ἢ κράνει ἢ καὶ ἀσπίδι ἐντυχόντα Ῥωμαίου ἀνδρὸς ἀπεκαυλίζετό τε καὶ λυπεῖν [18.34] τὸν προσπίπτοντα οὐδαμῆ εἶχε. Ῥωμαίων δὲ τά [τε] τοξεύματα βραδύτερα μὲν ἐς ἀεί ἐστιν, ἅτε δὲ ἐκ τόξων σκληρῶν τε ὑπεράγαν καὶ δεινῶς ἐντεταμένων βαλλόμενα, προσθείη δὲ ἄν τις καὶ πρὸς ἀνδρῶν ἰσχυροτέρων, πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι, οἷς ἂν ἐντύχοιεν, εὐπετῶς σίνονται, ὅπλου οὐδενὸς ἐμποδὼν [18.35] αὐτῶν γινομένου τῇ ῥύμῃ. ἤδη μὲν οὖν τῆς ἡμέρας αἱ δύο παρῳχήκεσαν μοῖραι, καὶ ἡ μάχη ἔτι ἀγχώμαλος ἦν. τότε δὲ ξυμφρονήσαντες, ὅσοι δὴ ἄριστοι ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ἐσήλαυνον ἐς τῶν πολεμίων τὸ δεξιὸν κέρας, οὗ δὴ Ἀρέθας τε καὶ οἱ Σαρακηνοὶ [18.36] ἐτετάχατο. οἱ δὲ οὕτω τὴν φάλαγγα διαλύσαντες δίχα ἐγένοντο, ὥστε καὶ δόξαν ἀπήνεγκαν ὅτι δὴ Πέρσαις τὰ Ῥωμαίων πράγματα προὔδοσαν. τοὺς γὰρ ἐπιόντας οὐχ ὑποστάντες αὐτίκα ἐς φυγὴν ἅπαντες ὥρμηντο.
[18.37] οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ' οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους [18.38] εἰργάσαντο. ἐν τοῖς καὶ Ἀσκὰν ἦν, ὃς δὴ πολλοὺς μὲν κτείνας τῶν ἐν Πέρσαις δοκίμων, κρεουργηθεὶς δὲ κατὰ βραχὺ μόλις ἔπεσε, λόγον αὑτοῦ πολὺν τοῖς πολεμίοις ἀπολιπών. καὶ ξὺν αὐτῷ ἄλλοι ὀκτακόσιοι ἄνδρες ἀγαθοὶ γενόμενοι ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, οἵ τε Ἴσαυροι ξὺν τοῖς ἄρχουσι σχεδὸν ἅπαντες, οὐδὲ [18.39] ὅπλα ἀνταίρειν τοῖς πολεμίοις τολμήσαντες. ἀπειρίᾳ γὰρ τοῦ ἔργου τούτου πολλῇ εἴχοντο, ἐπεὶ ἄρτι τῆς γεωργίας ἀφέμενοι ἐς κίνδυνον πολέμου κατέστησαν, [18.40] ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καίτοι μάλιστα πάντων αὐτοὶ ἔναγχος ἐς τὴν μάχην ἀγνοίᾳ πολέμου ὀργῶντες Βελισαρίῳ τότε τὴν δειλίαν ὠνείδιζον. οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν.
[18.41] Βελισάριος δὲ ξὺν ὀλίγοις τισὶν ἐνταῦθα μείνας, τέως μὲν τοὺς ἀμφὶ τὸν Ἀσκὰν ἀντέχοντας ἑώρα, καὶ [18.42] αὐτὸς ξὺν τοῖς παροῦσι τοὺς πολεμίους ἠμύνατο· ἐπεὶ δὲ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ὅπη ἐδύναντο ἐς φυγὴν ὥρμηντο, τότε δὴ καὶ αὐτὸς ξὺν τοῖς ἑπομένοις φυγὼν ἐς τῶν πεζῶν τὴν φάλαγγα ἦλθεν, οἳ ξὺν τῷ Πέτρῳ ἔτι ἐμάχοντο, οὐ πολλοὶ ὄντες, ἐπεὶ καὶ αὐτῶν ἔτυχον [18.43] φυγόντες οἱ πλεῖστοι. ἔνθα δὴ αὐτός τε τὸν ἵππον ἀφῆκε καὶ πάντας αὐτὸ δρᾶν τοὺς ἑπομένους ἐκέλευε, πεζούς τε ξὺν τοῖς ἄλλοις τοὺς ἐπιόντας ἀμύνασθαι.
[18.44] Περσῶν δὲ ὅσοι τοῖς φεύγουσιν εἵποντο, δι' ὀλίγου τὴν δίωξιν ποιησάμενοι εὐθὺς ἐπανῆκον, ἔς τε τοὺς πεζοὺς καὶ Βελισάριον ξὺν τοῖς ἄλλοις ἅπασιν ὥρμηντο. οἱ δὲ τὰ νῶτα ἐς τὸν ποταμὸν τρέψαντες, ὅπως μή τις αὐτοῖς πρὸς τῶν πολεμίων κύκλωσις γένοιτο, ἐκ [18.45] τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο. αὖθίς τε ἡ μάχη καρτερὰ γέγονε, καίπερ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως οὖσα. πεζοί τε γὰρ καὶ λίαν ὀλίγοι πρὸς ξύμπασαν ἐμάχοντο τὴν Περσῶν ἵππον. οὐ μέντοι αὐτοὺς οἱ πολέμιοι οὔτε τρέπεσθαι οὔτε ἄλλως βιάζεσθαι [18.46] εἶχον. ἐν χρῷ τε γὰρ ἀλλήλοις ἐς ὀλίγον ἀεὶ ξυναγόμενοι καὶ ὡς ἰσχυρότατα ταῖς ἀσπίσι φραξάμενοι ἔβαλλον μᾶλλον ἐς τοὺς Πέρσας ἐπιτηδείως ἢ αὐτοὶ [18.47] πρὸς ἐκείνων ἐβάλλοντο. πολλάκις τε ἀπειπόντες οἱ βάρβαροι ἐπ' αὐτοὺς ἤλαυνον, ὡς ξυνταράξοντές τε καὶ διαλύσοντες τὴν παράταξιν, ἀλλ' ἄπρακτοι ἐνθένδε [18.48] ὀπίσω αὖθις ἀπήλαυνον. οἱ γὰρ ἵπποι αὐτοῖς τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἐς ταραχὴν ξὺν τοῖς ἐπιβάταις καθίσταντο. διαγεγόνασί τε οὕτως ἑκάτεροι, ἕως ἐγεγόνει τῆς ἡμέρας ὀψέ.
[18.49] νυκτὸς δὲ ἤδη ἐπιλαβούσης Πέρσαι μὲν ἐς τὸ στρατόπεδον ἀνεχώρησαν, Βελισάριος δὲ ὁλκάδος ἐπιτυχὼν ξὺν ὀλίγοις τισὶν ἐς τοῦ ποταμοῦ τὴν νῆσον κατῆρεν, [18.50] οὗ δὴ καὶ οἱ ἄλλοι Ῥωμαῖοι νηχόμενοι ἦλθον. τῇ δὲ ὑστεραίᾳ Ῥωμαῖοι μὲν ὁλκάδων σφίσιν ἐκ Καλλινίκου πόλεως παραγενομένων πολλῶν ἐς αὐτὴν ἐκομίσθησαν, Πέρσαι δὲ τοὺς νεκροὺς ἐσκυλευκότες ἐπ' οἴκου ἅπαντες ἀνεχώρησαν. οὐ μὴν τοὺς σφετέρους νεκροὺς τῶν πολεμίων ἐλάσσους εὗρον.
[18.51] Ἀζαρέθης δὲ, ἐπεὶ ξὺν τῷ στρατῷ ἐς Πέρσας ἀφίκετο, καίπερ ἐν τῇ μάχῃ εὐημερήσας, ἀχαρίστου Καβάδου [18.52] μάλιστα ἔτυχεν ἐξ αἰτίας τοιᾶσδε. νόμος ἐστὶ Πέρσαις, ἡνίκα ἐπὶ τῶν πολεμίων τινὰς στρατεύεσθαι μέλλωσι, τὸν μὲν βασιλέα ἐπὶ θρόνου τοῦ βασιλείου καθῆσθαι, κοφίνους δέ οἱ πολλοὺς ἐνταῦθά πη εἶναι, καὶ παρεῖναι μὲν τὸν στρατηγὸν, ὃς δὴ τῷ στρατῷ ἐπὶ τοὺς ἐναντίους ἐξηγήσεσθαι ἐπίδοξός ἐστι, παριέναι δὲ τὸ στράτευμα τοῦτο ἐς τοῦ βασιλέως τὴν ὄψιν κατ' ἄνδρα ἕνα, καὶ αὐτῶν ἕκαστον βέλος ἓν ἐς τὰς ταρπὰς ῥιπτεῖν, μετὰ δὲ αὐτὰς μὲν τῇ βασιλέως σφραγῖδι κατασεσημασμένας φυλάττεσθαι, ἐπειδὰν δὲ ἐς Πέρσας ἐπανίοι τὸ στράτευμα τοῦτο, τῶν στρατιωτῶν ἕκαστον [18.53] ἐκ τῶν ἀρρίχων ἓν ἀναιρεῖσθαι βέλος. ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ τὸ πλῆθος τῶν οὐκ ἐπανηκόντων στρατιωτῶν, ταύτῃ τε ὅσοι ἐν τῷ πολέμῳ τετελευτήκασιν ἔνδηλοι γίνονται.
[18.54] οὕτω μὲν οὖν Πέρσαις ὁ νόμος ἐκ παλαιοῦ ἔχει. ἐπεὶ δὲ Ἀζαρέθης ἐς ὄψιν τῷ βασιλεῖ ἦλθεν, ἀνεπυνθάνετο αὐτοῦ ὁ Καβάδης εἴ τι χωρίον παραστησάμενος Ῥωμαϊκὸν ἥκοι, ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν. ὁ δὲ Ἀζαρέθης χωρίον μὲν ἑλεῖν οὐδὲν ἔφασκε, Ῥωμαίους [18.55] δὲ καὶ Βελισάριον μάχῃ νενικηκέναι. Καβάδης μὲν οὖν παριέναι τὸ ξὺν τῷ Ἀζαρέθῃ ἐκέλευε στράτευμα, ἔκ τε τῶν ταρπῶν βέλος ἕκαστος ἀνῃρεῖτο ᾗπερ εἰώθει.
[18.56] πολλῶν δὲ ἀπολελειμμένων βελῶν ὠνείδιζέ τε τῷ Ἀζαρέθῃ ὁ βασιλεὺς τὴν νίκην καὶ ἐν τοῖς ἀτιμοτάτοις τὸ λοιπὸν εἶχε. τὰ μὲν οὖν τῆς νίκης ἐς τοῦτο ἐτελεύτα τῷ Ἀζαρέθῃ.
19
Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ' ὅ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βασιλεὺς [19.2] ἤλπισεν, ἐρῶν ἔρχομαι. τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν καλουμένην [19.3] διήκει. αὕτη δὲ ἡ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστὶν, ἔνθα ἡ θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστὶν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, ἥ τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως σταδίους [19.4] οὐχ ἧσσον ἢ χιλίους διέχουσαν. ἔνθα Ἑβραῖοι αὐτόνομοι μὲν ἐκ παλαιοῦ ᾤκηντο, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος κατήκοοι Ῥωμαίων γεγένηνται.
[19.5] πέλαγος δὲ τὸ ἐνθένδε μέγα ἐκδέχεται. καὶ γῆν μὲν τὴν ἐν δεξιᾷ οἱ ταύτῃ ἐσπλέοντες οὐκέτι ὁρῶσιν, ἐς μέντοι τὴν εὐώνυμον νυκτὸς ἀεὶ ἐπιγινομένης [19.6] ὁρμίζονται. ἐν σκότῳ γὰρ ναυτίλλεσθαι ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ ἀδύνατά ἐστιν, ἐπεὶ βράχους [19.7] αὐτὴν ἔμπλεων ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι. ὅρμοι δέ εἰσιν ἐνταῦθα πολλοὶ οὐ χερσὶν ἀνθρώπων, ἀλλὰ τῇ φύσει τῶν χωρίων πεποιημένοι, καὶ ἀπ' αὐτοῦ τοῖς πλέουσιν οὐ χαλεπόν ἐστιν ὅπη παρατύχοι ὁρμίζεσθαι.
Ταύτην δὴ τὴν ἠϊόνα εὐθὺς μὲν ὅρους τοὺς Παλαιστίνης [19.8] ὑπερβάντι Σαρακηνοὶ ἔχουσιν, οἳ ἐν τῷ [19.9] φοινικῶνι ἐκ παλαιοῦ ἵδρυνται. ἔστι δὲ ὁ φοινικὼν ἐν τῇ μεσογείᾳ ἐς χώραν κατατείνων πολλὴν, ἔνθα δὴ ἄλλο τὸ παράπαν οὐδὲν ὅτι μὴ φοίνικες φύονται [19.10] μόνοι. τούτῳ τῷ φοινικῶνι βασιλέα Ἰουστινιανὸν Ἀβοχάραβος ἐδωρήσατο, ὁ τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχων, καὶ αὐτὸν βασιλεὺς φύλαρχον τῶν ἐν Παλαιστίνῃ [19.11] Σαρακηνῶν κατεστήσατο. ἀδῄωτόν τε τὴν χώραν διεφύλαξε τὸν ἅπαντα χρόνον, ἐπεὶ τοῖς τε ἀρχομένοις βαρβάροις καὶ οὐδέν τι ἧσσον τοῖς πολεμίοις φοβερός τε ἀεὶ Ἀβοχάραβος ἔδοξεν εἶναι καὶ [19.12] διαφερόντως δραστήριος. τῷ μὲν οὖν λόγῳ τὸν φοινικῶνα βασιλεὺς ἔχει, μετεῖναι δὲ αὐτῷ τῶν ταύτῃ [19.13] χωρίων οὐδ' ὁπωστιοῦν δυνατά ἐστι. γῆ τε γὰρ ἀνθρώπων παντελῶς ἔρημος καὶ ἀτεχνῶς ἄνυδρος ἐν μέσῳ οὖσα ἐς δέκα ἡμερῶν ὁδὸν διήκει, καὶ αὐτὸς λόγου ὁτουοῦν ἄξιος ὁ φοινικὼν οὐδαμῆ ἐστιν, ἀλλ' ὄνομα δώρου ὅ τε Ἀβοχάραβος ἔδωκε μόνον καὶ βασιλεὺς εὖ εἰδὼς ἔλαβε. τὰ μὲν οὖν ἀμφὶ τῷ φοινικῶνι [19.14] ταύτῃ πη ἔχει. τούτων δὲ τῶν ἀνθρώπων ἄλλοι Σαρακηνοὶ ἐχόμενοι τὴν ἀκτὴν ἔχουσιν, οἳ δὴ Μαδδηνοὶ [19.15] καλοῦνται, Ὁμηριτῶν κατήκοοι ὄντες. οἱ δὲ Ὁμηρῖται οὗτοι ἐν χώρᾳ τῇ ἐπέκεινα ᾤκηνται πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι. ὑπέρ τε αὐτοὺς ἄλλα ἔθνη πολλὰ μέχρι ἐς τοὺς ἀνθρωποφάγους Σαρακηνοὺς ἱδρῦσθαί φασι.
[19.16] μεθ' οὓς δὴ τὰ γένη τῶν Ἰνδῶν ἐστιν. ἀλλὰ τούτων μὲν πέρι λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστίν.
[19.17] Ὁμηριτῶν δὲ καταντικρὺ μάλιστα ἐν τῇ ἀντιπέρας ἠπείρῳ Αἰθίοπες οἰκοῦσιν, οἳ Αὐξωμῖται ἐπικαλοῦνται, ὅτι δὴ αὐτοῖς τὰ βασίλειά ἐστιν ἐν πόλει Αὐξώμιδι. καὶ [19.18] θάλασσα, ἣ ἐν μέσῳ ἐστὶν, ἀνέμου μετρίως ἐπιφόρου ἐπιπεσόντος ἐς πέντε ἡμερῶν τε καὶ νυκτῶν διάπλουν [19.19] διήκει. ταύτῃ γὰρ καὶ νύκτωρ ναυτίλλεσθαι νενομίκασιν, ἐπεὶ βράχος ἐνταῦθα οὐδαμῆ ἐστιν· αὕτη πρὸς ἐνίων ἡ θάλασσα Ἐρυθρὰ κέκληται. τὰ γὰρ ταύτης ἐκτὸς ἐκπλέοντι ἄχρι ἐς τὴν ἠϊόνα καὶ Αἰλὰν πόλιν [19.20] Ἀραβικὸς ὠνόμασται κόλπος. χώρα γὰρ ἡ ἐνθένδε ἄχρι τῶν Γάζης πόλεως ὁρίων Ἀραβία τὸ παλαιὸν ὠνομάζετο, ἐπεὶ καὶ τὰ βασίλεια ἐν τοῖς ἄνω χρόνοις ἐν Πέτραις τῇ πόλει ὁ τῶν Ἀράβων βασιλεὺς εἶχεν.
[19.21] ὁ μὲν οὖν τῶν Ὁμηριτῶν ὅρμος, ἐξ οὗ ἀπαίροντες εἰώθασιν ἐς Αἰθίοπας πλεῖν, Βουλικὰς ὀνομάζεται.
[19.22] διαπλεύσαντες δὲ ἀεὶ τὸ πέλαγος τοῦτο καταίρουσιν ἐς τῶν Ἀδουλιτῶν τὸν λιμένα. Ἄδουλις δὲ ἡ πόλις τοῦ μὲν λιμένος μέτρῳ εἴκοσι σταδίων διέχει· τοσούτῳ γὰρ διείργεται τὸ μὴ ἐπιθαλάσσιος εἶναι, πόλεως δὲ Αὐξώμιδος ὁδῷ ἡμερῶν δώδεκα.
[19.23] Πλοῖα μέντοι ὅσα ἔν τε Ἰνδοῖς καὶ ἐν ταύτῃ τῇ θαλάσσῃ ἐστὶν, οὐ τρόπῳ τῷ αὐτῷ ᾧπερ αἱ ἄλλαι νῆες πεποίηνται. οὐδὲ γὰρ πίσσῃ οὐδὲ ἄλλῳ ὁτῳοῦν χρίονται, οὐ μὴν οὐδὲ σιδήρῳ διαμπερὲς ἰόντι ἐς ἀλλήλας αἱ σανίδες ξυμπεπήγασιν, ἀλλὰ βρόχοις τισὶ ξυνδέδενται.
[19.24] αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ' ἑαυτὰς ἕλκουσαι (τεκμήριον δέ· ταῖς γὰρ Ῥωμαίων ναυσὶν ἐξ Αἰλᾶ πλεούσαις ἐς θάλασσαν τήνδε, καίπερ σιδήρῳ πολλῷ ἡρμοσμέναις, οὔποτε τοιοῦτον ξυνηνέχθη παθεῖν), ἀλλ' ὅτι οὔτε σίδηρον οὔτε ἄλλο τι τῶν ἐς ταῦτα [19.25] ἐπιτηδείων Ἰνδοὶ ἢ Αἰθίοπες ἔχουσιν. οὐ μὴν οὐδὲ πρὸς Ῥωμαίων ὠνεῖσθαι τούτων τι οἷοί τέ εἰσιν, [19.26] νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον. θάνατος γὰρ τῷ ἁλόντι ἡ ζημία ἐστί. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἐρυθρᾷ καλουμένῃ θαλάσσῃ καὶ χώρᾳ ἣ αὐτῆς ἐφ' ἑκάτερά ἐστι ταύτῃ πη ἔχει.
[19.27] Ἐκ δὲ Αὐξώμιδος πόλεως ἐς τὰ ἐπ' Αἰγύπτου ὅρια τῆς Ῥωμαίων ἀρχῆς, οὗ δὴ πόλις ἡ Ἐλεφαντίνη καλουμένη οἰκεῖται, τριάκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ [19.28] ἀνδρί. ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ ἵδρυται καὶ Βλέμυές τε καὶ Νοβάται, πολυανθρωπότατα γένη. ἀλλὰ Βλέμυες μὲν ταύτης δὴ τῆς χώρας ἐς τὰ μέσα ᾤκηνται, Νοβάται δὲ τὰ ἀμφὶ Νεῖλον ποταμὸν ἔχουσι. πρότερον δὲ οὐ ταῦτα ἐγεγόνει τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, ἀλλ' ἐπέκεινα ὅσον ἑπτὰ ἑτέρων ἐπίπροσθεν ὁδὸν ἡμερῶν· [19.29] ἡνίκα δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς ἐνταῦθα γενόμενος κατενόησεν ὅτι δὴ τῶν μὲν ἐκείνῃ χωρίων ὁ φόρος λόγου ἄξιος ὡς ἥκιστα ἦν, ἐπεὶ στενὴν μάλιστα τὴν γῆν ἐνταῦθα ξυμβαίνει εἶναι (πέτραι γὰρ τοῦ Νείλου οὐ πολλῷ ἄποθεν ὑψηλαὶ λίαν ἀνέχουσαι τῆς χώρας τὰ λοιπὰ ἔχουσι), στρατιωτῶν δὲ πάμπολύ τι πλῆθος ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυτο, ὧνπερ ταῖς δαπάναις ὑπερφυῶς ἄχθεσθαι συνέβαινε τὸ δημόσιον, ἅμα δὲ καὶ Νοβάται ἀμφὶ πόλιν Ὄασιν ᾠκημένοι τὰ πρότερα ἦγόν τε καὶ ἔφερον ἅπαντα ἐς ἀεὶ τὰ ἐκείνῃ χωρία, τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν ἀναστῆναι μὲν ἐξ ἠθῶν τῶν σφετέρων, ἀμφὶ ποταμὸν δὲ Νεῖλον ἱδρύσασθαι, δωρήσασθαι αὐτοὺς ὁμολογήσας πόλεσί τε μεγάλαις καὶ χώρᾳ πολλῇ τε καὶ διαφερόντως ἀμείνονι [19.30] ἧσπερ τὰ πρότερα ᾤκηντο. οὕτω γὰρ ᾤετο αὐτούς τε οὐκέτι τά γε ἀμφὶ τὴν Ὄασιν ἐνοχλήσειν χωρία καὶ γῆς τῆς σφίσι διδομένης μεταποιουμένους, ἅτε οἰκείας οὔσης, ἀποκρούσεσθαι Βλέμυάς τε, ὡς τὸ εἰκὸς, καὶ [19.31] βαρβάρους τοὺς ἄλλους. ἐπεί τε τοὺς Νοβάτας ταῦτα ἤρεσκε, τήν τε μετανάστασιν αὐτίκα δὴ μάλα πεποίηντο, ᾗπερ ὁ Διοκλητιανὸς σφίσιν ἐπέστελλε, καὶ Ῥωμαίων τάς τε πόλεις καὶ χώραν ξύμπασαν ἐφ' ἑκάτερα τοῦ ποταμοῦ [19.32] ἐξ Ἐλεφαντίνης πόλεως ἔσχον. τότε δὴ ὁ βασιλεὺς οὗτος αὐτοῖς τε καὶ Βλέμυσιν ἔταξε δίδοσθαι ἀνὰ πᾶν ἔτος ῥητόν τι χρυσίον ἐφ' ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων [19.33] ληίσωνται. ὅπερ καὶ ἐς ἐμὲ κομιζόμενοι οὐδέν τι ἧσσον καταθέουσι τὰ ἐκείνῃ χωρία. οὕτως ἄρα βαρβάρους ἅπαντας οὐδεμία μηχανὴ διασώσασθαι τὴν ἐς Ῥωμαίους πίστιν ὅτι μὴ δέει τῶν ἀμυνομένων στρατιωτῶν.
[19.34] καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν ὁ βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν [19.35] ἱερῶν σφίσιν οἰόμενος. διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς, οὕσπερ Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, [19.36] καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον. οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν [19.37] ἔγνω. Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
20
Ὑπὸ τοὺς χρόνους τοῦ πολέμου τοῦδε Ἑλλησθεαῖος ὁ τῶν Αἰθιόπων βασιλεὺς, Χριστιανός τε ὢν καὶ δόξης τῆσδε ὡς μάλιστα ἐπιμελούμενος, ἐπειδὴ Ὁμηριτῶν τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἔγνω πολλοὺς μὲν Ἰουδαίους ὄντας, πολλοὺς δὲ δόξαν τὴν παλαιὰν σέβοντας, ἣν δὴ καλοῦσιν Ἑλληνικὴν οἱ νῦν ἄνθρωποι, ἐπιβουλῇ μέτρον οὐκ ἐχούσῃ ἐς τοὺς ἐκείνῃ Χριστιανοὺς χρῆσθαι, στόλον τε νηῶν καὶ στράτευμα ἀγείρας ἐπ' αὐτοὺς ἦλθε, καὶ μάχῃ νικήσας τόν τε βασιλέα καὶ τῶν Ὁμηριτῶν πολλοὺς ἔκτεινεν, ἄλλον τε αὐτόθι Χριστιανὸν βασιλέα καταστησάμενος, Ὁμηρίτην μὲν γένος, ὄνομα δὲ Ἐσιμιφαῖον, φόρον τε αὐτῷ τάξας Αἰθίοψι φέρειν ἀνὰ πᾶν ἔτος, ἐπ' οἴκου ἀνεχώρησε.
[20.2] τούτου τοῦ Αἰθιόπων στρατοῦ δοῦλοί τε πολλοὶ καὶ ὅσοι ἐπιτηδείως ἐς τὸ κακουργεῖν εἶχον τῷ μὲν βασιλεῖ ἕπεσθαι οὐδαμῆ ἤθελον, αὐτοῦ δὲ ἀπολειπόμενοι ἔμενον ἐπιθυμίᾳ τῆς Ὁμηριτῶν χώρας· ἀγαθὴ γὰρ ὑπερφυῶς ἐστιν.
[20.3] Οὗτος ὁ λεὼς χρόνῳ οὐ πολλῷ ὕστερον ξὺν ἑτέροις τισὶν Ἐσιμιφαίῳ τῷ βασιλεῖ ἐπαναστάντες αὐτὸν μὲν ἔν τινι τῶν ἐκείνῃ φρουρίων καθεῖρξαν, ἕτερον δὲ [20.4] Ὁμηρίταις βασιλέα κατεστήσαντο, Ἄβραμον ὄνομα. ὁ δὲ Ἄβραμος οὗτος Χριστιανὸς μὲν ἦν, δοῦλος δὲ Ῥωμαίου ἀνδρὸς, ἐν πόλει Αἰθιόπων Ἀδούλιδι ἐπὶ τῇ [20.5] κατὰ θάλασσαν ἐργασίᾳ διατριβὴν ἔχοντος. ἃ δὴ Ἑλλησθεαῖος μαθὼν τίσασθαί τε Ἄβραμον ὁμοῦ τοῖς ξὺν αὐτῷ ἐπαναστᾶσι τῆς ἐς τὸν Ἐσιμιφαῖον ἀδικίας ἐν σπουδῇ ἔχων, στράτευμά τε τρισχιλίων ἀνδρῶν καὶ ἄρχοντα τῶν τινα ξυγγενῶν τῶν αὑτοῦ ἐπ' αὐτοὺς [20.6] ἔπεμψεν. οὗτος ὁ στρατὸς οὐκέτι ἐθέλοντες ἐπ' οἴκου ἐπανιέναι, ἀλλ' αὐτοῦ ἐν χώρᾳ ἀγαθῇ μένειν, κρύφα τοῦ ἄρχοντος τῷ Ἀβράμῳ ἐς λόγους ἦλθον, ἔς τε ξυμβολὴν καταστάντες τοῖς ἐναντίοις, ἐπειδὴ ἐν τῷ ἔργῳ ἐγένοντο, κτείναντες τὸν ἄρχοντα τῷ τε τῶν πολεμίων [20.7] στρατῷ ἀνεμίγνυντο καὶ αὐτοῦ ἔμενον. θυμῷ δὲ πολλῷ Ἑλλησθεαῖος ἐχόμενος καὶ ἄλλο στράτευμα ἐπ' αὐτοὺς ἔπεμψεν, οἳ δὴ τοῖς ἀμφὶ τὸν Ἄβραμον ἐς χεῖρας ἐλθόντες παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐπ' οἴκου εὐθὺς ἀνεχώρησαν. δείσας τε τὸ λοιπὸν ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐπὶ τὸν Ἄβραμον οὐκέτι ἐστράτευσεν.
[20.8] Ἑλλησθεαίου δὲ τελευτήσαντος φόρους Ἄβραμος ὡμολόγησε φέρειν τῷ μετ' αὐτὸν τὴν Αἰθιόπων βασιλείαν παραλαβόντι, οὕτω τε τὴν ἀρχὴν ἐκρατύνατο. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
[20.9] Τότε δὲ Ἰουστινιανὸς [ὁ] βασιλεὺς ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴν Ἰουλιανὸν ἔπεμψεν, ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς δόξης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι, ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν ἀποδιδόμενοί τε αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν (αὕτη δέ ἐστιν ἡ μέταξα, ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι, ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τανῦν δὲ σηρικὴν ὀνομάζουσιν), Ὁμηρῖται δὲ ὅπως Καϊσὸν τὸν φυγάδα φύλαρχον Μαδδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μαδδηνῶν [20.10] ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν. (ὁ δὲ Καϊσὸς οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου ξυγγενῶν κτείνας ἐς γῆν ἔφευγεν, ἣ δὴ ἔρημος ἀνθρώπων παντάπασίν [20.11] ἐστιν.) ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, [20.12] ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος. τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπεὶ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γινόμενοι, οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασι, καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ' [20.13] ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι. ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβάλλειν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησε. τὰ μὲν οὖν Αἰθιόπων τε καὶ Ὁμηριτῶν ταύτῃ Ῥωμαίοις ἐχώρησεν.
21
Ἑρμογένης δὲ τότε, ἐπειδὴ τάχιστα ἡ πρὸς τῷ Εὐφράτῃ μάχη ἐγένετο, παρὰ Καβάδην ἐπὶ πρεσβείᾳ ἥκων, ἐπέραινεν οὐδὲν τῆς εἰρήνης πέρι, ἧς ἕνεκα ἦλθεν, ἐπεὶ αὐτὸν οἰδαίνοντα ἔτι ἐπὶ Ῥωμαίους εὗρε· [21.2] διὸ δὴ ἄπρακτος ἀνεχώρησε. καὶ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε περιῃρημένος ἣν εἶχεν [21.3] ἀρχὴν, ἐφ' ᾧ ἐπὶ Βανδίλους στρατεύσειε. Σίττας δὲ, Ἰουστινιανῷ βασιλεῖ τοῦτο δεδογμένον, ὡς φυλάξων [21.4] τὴν ἑῴαν ἐνταῦθα ἦλθε. καὶ Πέρσαι αὖθις στρατῷ πολλῷ ἐς Μεσοποταμίαν, Χαναράγγου τε καὶ Ἀσπεβέδου [21.5] καὶ Μερμερόου ἡγουμένων σφίσιν, ἐσέβαλον. ἐπεί τε αὐτοῖς ἐτόλμα οὐδεὶς ἐς χεῖρας ἰέναι, Μαρτυρόπολιν ἐγκαθεζόμενοι ἐπολιόρκουν, οὗ δὴ Βούζης τε καὶ [21.6] Βέσσας τεταγμένοι ἐπὶ τῇ φυλακῇ ἔτυχον. αὕτη δὲ κεῖται μὲν ἐν τῇ Σοφανηνῇ καλουμένῃ χώρᾳ, πόλεως Ἀμίδης τεσσαράκοντά τε καὶ διακοσίοις σταδίοις διέχουσα πρὸς βορρᾶν ἄνεμον· πρὸς αὐτῷ δὲ Νυμφίῳ τῷ ποταμῷ ἐστιν, ὃς τήν τε Ῥωμαίων γῆν καὶ Περσῶν [21.7] διορίζει. οἱ μὲν οὖν Πέρσαι τῷ περιβόλῳ προσέβαλλον, οἱ δὲ πολιορκούμενοι κατ' ἀρχὰς μὲν αὐτοὺς ἀνδρείως ὑφίσταντο, οὐ διὰ πολλοῦ δὲ ἀνθέξειν ἐπίδοξοι [21.8] ἦσαν. ὅ τε γὰρ περίβολος ἐπιμαχώτατος ἦν ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ πολιορκίᾳ Περσῶν ῥᾷστα ἁλώσιμος, αὐτοί τε τὰ ἐπιτήδεια οὐ διαρκῶς εἶχον, οὐ μὴν οὐδὲ μηχανὰς οὐδέ τι ἄλλο ἀξιόχρεων καθ' ὅ τι ἀμύνωνται.
[21.9] Σίττας δὲ καὶ ὁ Ῥωμαίων στρατὸς ἐς χωρίον μὲν Ἀτταχᾶς ἦλθον, Μαρτυροπόλεως ἑκατὸν σταδίοις διέχον, ἐς τὰ πρόσω δὲ οὐκ ἐτόλμων ἰέναι, ἀλλ' αὐτοῦ ἐνστρατοπεδευσάμενοι [21.10] ἔμενον. ξυνῆν δὲ αὐτοῖς καὶ Ἑρμογένης αὖθις ἐπὶ πρεσβείᾳ ἐκ Βυζαντίου ἥκων. ἐν τούτῳ δὲ τοιόνδε τι ξυνηνέχθη γενέσθαι.
[21.11] Κατασκόπους ἐκ παλαιοῦ ἔν τε Ῥωμαίοις καὶ Πέρσαις δημοσίᾳ σιτίζεσθαι νόμος, οἳ δὴ λάθρα ἰέναι παρὰ τοὺς πολεμίους εἰώθασιν, ὅπως περισκοπήσαντες ἐς τὸ ἀκριβὲς τὰ πρασσόμενα εἶτα ἐπανιόντες τοῖς [21.12] ἄρχουσιν ἐσαγγείλωσι. τούτων πολλοὶ μὲν εὐνοίᾳ, ὡς τὸ εἰκὸς, χρῆσθαι ἐς τοὺς ὁμογενεῖς ἐν σπουδῇ ἔχουσι, τινὲς δὲ καὶ τοῖς ἐναντίοις προΐενται τὰ ἀπόρρητα. [21.13] τότε οὖν ἐκ Περσῶν κατάσκοπός τις ἐς Ῥωμαίους σταλεὶς ἐς ὄψιν τε Ἰουστινιανῷ βασιλεῖ ἥκων, ἄλλα τε πολλὰ ἐξεῖπεν ἐν τοῖς βαρβάροις πρασσόμενα καὶ ὡς γένος Μασσαγετῶν ἐπὶ τῷ Ῥωμαίων πονηρῷ αὐτίκα δὴ μάλα ἐς τὰ Περσῶν ἤθη ἐξίασιν, ἐνθένδε τε ἐς Ῥωμαίων τὴν γῆν ἰόντες τῷ Περσῶν στρατῷ ἕτοιμοί [21.14] εἰσιν ἀναμίγνυσθαι. ὁ δὲ ταῦτα ἀκούσας, πεῖράν τε ἤδη τοῦ ἀνθρώπου ἀληθείας πέρι ἐς αὑτὸν ἔχων, χρήμασιν αὐτὸν ἁδροῖς τισι χαρισάμενος πείθει ἔς τε τὸ Περσῶν στρατόπεδον ἰέναι, ὃ δὴ Μαρτυροπολίτας ἐπολιόρκει, καὶ τοῖς ταύτῃ βαρβάροις ἀγγεῖλαι, ὅτι δὴ οἱ Μασσαγέται οὗτοι χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ μέλλουσιν ὅσον οὔπω ἐπ' αὐτοὺς ἥξειν.
[21.15] ὁ δὲ κατὰ ταῦτα ἐποίει, ἔς τε τὸ τῶν βαρβάρων στρατόπεδον ἀφικόμενος τῷ τε Χαναράγγῃ καὶ τοῖς ἄλλοις ἀπήγγελλε στράτευμα Οὔννων πολεμίων σφίσιν οὐκ ἐς [21.16] μακρὰν ἐς τοὺς Ῥωμαίους ἀφίξεσθαι. οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, κατωρρώδησάν τε καὶ ἐπὶ τοῖς παροῦσι διηποροῦντο.
[21.17] Ἐν τούτῳ δὲ ξυνέβη πονήρως τῷ Καβάδῃ νοσῆσαι τὸ σῶμα, καὶ Περσῶν ἕνα τῶν οἱ ἐν τοῖς μάλιστα ἐπιτηδειοτάτων καλέσας, Μεβόδην ὄνομα, ἐκοινολογεῖτο ἀμφί τε τῷ Χοσρόῃ καὶ τῇ βασιλείᾳ, δεδιέναι τε Πέρσας ἔφασκε μή τι τῶν αὐτῷ βεβουλευμένων [21.18] ἀλογῆσαι ἐν σπουδῇ ἕξουσιν. ὁ δέ οἱ τῆς γνώμης τὴν δήλωσιν ἐν γράμμασιν ἀπολιπεῖν ἠξίου, θαρσοῦντα ὡς οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι Πέρσαι.
[21.19] Καβάδης μὲν οὖν ἄντικρυς διετίθετο βασιλέα Χοσρόην Πέρσαις καθίστασθαι. τὸ δὲ γράμμα ὁ Μεβόδης αὐτὸς ἔγραφε καὶ ὁ Καβάδης αὐτίκα ἐξ ἀνθρώπων [21.20] ἠφάνιστο. καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ [21.21] ψήφῳ Περσῶν τῶν λογίμων. καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε [21.22] ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων. ἐπεὶ δὲ ἅπαντες οἱ Περσῶν λόγιμοι ἐς τοῦτο ἀγηγερμένοι ἐκάθηντο, τὸ μὲν γράμμα ὁ Μεβόδης ἀναλεξάμενος τὴν Καβάδου ἀμφὶ τῷ Χοσρόῃ ἐδήλου γνώμην, ἀναμνησθέντες δὲ τῆς Καβάδου ἀρετῆς ἅπαντες βασιλέα Πέρσαις αὐτίκα Χοσρόην ἀνεῖπον.
[21.23] Οὕτω μὲν ὁ Χοσρόης τὴν ἀρχὴν ἔσχεν. ἐν δὲ Μαρτυροπόλει Σίττας τε καὶ Ἑρμογένης ἀμφὶ τῇ πόλει δειμαίνοντες, ἀμύνειν γὰρ κινδυνευούσῃ οὐδαμῆ εἶχον, ἔπεμψάν τινας ἐς τοὺς πολεμίους, οἳ τοῖς στρατηγοῖς [21.24] ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Λελήθατε ὑμᾶς αὐτοὺς βασιλεῖ τε τῷ Περσῶν καὶ τοῖς τῆς εἰρήνης ἀγαθοῖς καὶ πολιτείᾳ ἑκατέρᾳ ἐμποδὼν οὐ δέον γινόμενοι. πρέσβεις γὰρ ἐκ βασιλέως ἐσταλμένοι τανῦν πάρεισιν, ἐφ' ᾧ παρὰ τὸν Περσῶν βασιλέα ἰόντες τά τε διάφορα διαλύσουσι καὶ τὰς σπονδὰς πρὸς αὐτὸν θήσονται· ἀλλ' ὡς τάχιστα ἐξανιστάμενοι τῆς Ῥωμαίων γῆς ξυγχωρεῖτε τοῖς πρέσβεσι πράσσειν ᾗ ἑκατέροις [21.25] ξυνοίσειν μέλλει. ἕτοιμοι γάρ ἐσμεν ὑπὲρ τούτων αὐτῶν καὶ ὁμήρους διδόναι ἄνδρας δοκίμους, ὡς δὴ ἔργῳ οὐκ εἰς μακρὰν ἐπιτελῆ ἔσται. Ῥωμαίων [21.26] μὲν οἱ πρέσβεις τοσαῦτα εἶπον. ἐτύγχανε δὲ καὶ ἄγγελος ἐκ τῶν βασιλείων ἐς αὐτοὺς ἥκων, ὃς δὴ αὐτοῖς τετελευτηκέναι μὲν Καβάδην ἐσήγγελλε, Χοσρόην δὲ τὸν Καβάδου βασιλέα καταστῆναι Πέρσαις, ταύτῃ [21.27] τε τὰ πράγματα ᾐωρῆσθαι σφίσι. καὶ ἀπ' αὐτοῦ τοὺς Ῥωμαίων λόγους οἱ στρατηγοὶ ἄσμενοι ἤκουσαν, ἅτε καὶ τὴν Οὔννων ἔφοδον δείσαντες. Ῥωμαῖοι μὲν οὖν ἐν ὁμήρων λόγῳ εὐθὺς ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα, Σενέκιον ὄνομα· Πέρσαι δὲ διαλύσαντες τὴν προσεδρείαν εὐθυωρὸν τὴν ἀναχώρησιν [21.28] ἐποιήσαντο. οἵ τε Οὖννοι οὐ πολλῷ ὕστερον ἐσβαλόντες εἰς γῆν τὴν Ῥωμαίων, ἐπεὶ τὸν Περσῶν στρατὸν ἐνταῦθα οὐχ εὗρον, δι' ὀλίγου τὴν ἐπιδρομὴν ποιησάμενοι ἐπ' οἴκου ἀπεκομίσθησαν ἅπαντες.
22
Αὐτίκα δὲ καὶ Ῥουφῖνός τε καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ὡς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον, παρά τε Περσῶν τὸν βασιλέα πάντες ἀφίκοντο ἐς ποταμὸν [22.2] Τίγρην. καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδε, τοὺς ὁμήρους ἀφῆκε. τιθασσεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς [22.3] ἥκιστα πρέσβεσι πρέποντα. οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ' ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ' ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο, ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο· φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βῶλον [22.4] τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν. ἕλκει δὲ λίτρας τὸ κεντηνάριον ἑκατὸν, ἀφ' οὗ δὴ καὶ ὠνόμασται.
[22.5] κέντον γὰρ τὰ ἑκατὸν καλοῦσι Ῥωμαῖοι. τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται μήτε φυλακτηρίου [22.6] τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις. οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως [22.7] ἀμφ' αὐτοῖς πύθωνται πρότερον. ἔδοξε τοίνυν Ῥουφῖνον μὲν ὑπὲρ τούτων ἐς Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίῃ, μένειν. καὶ χρόνος ἡμερῶν ἑβδομήκοντα Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν.
[22.8] ἐπεὶ δὲ ὁ Ῥουφῖνος ἐς Βυζάντιον ἀφικόμενος βασιλεῖ ἀπήγγελλεν, ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι.
[22.9] Ἀλλ' ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγγελλεν ὀργισθέντα Ῥουφῖνον κτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθείς τε καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε [22.10] πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν. διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο καὶ, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα οἱ πρέσβεις [22.11] ἐνταῦθα ἐκόμιζον. ἀλλ' Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε, μηδαμῶς [22.12] αὐτὰ προΐεσθαι Πέρσαις. διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκέτι ἠξίου, καὶ τότε Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τὴν Περσῶν τὰ χρήματα ἐσκομίσειεν.
[22.13] αὐτίκα γοῦν ἐς τὸ ἔδαφος καθῆκε τὸ σῶμα, κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλὰ ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι.
[22.14] Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευεν ἐξανίστασθαι, ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἵ τε γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνε.
[22.15] Καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δι' ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον, τεκμαιρόμενοι, ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν [22.16] αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν. ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς καὶ Ἑρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ' ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλους ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη· τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. ἦσαν δὲ πολλοὶ καὶ οἱ μένοντες καὶ οἱ ἐπανιόντες ἐς τὰ [22.17] πάτρια ἤθη. οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν [22.18] Ἰουστινιανοῦ ἔχοντος. καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι, ἀντ' [22.19] αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας μάχαις νικήσας ἐξήλασεν· ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύναντο.
23
Εὐθὺς δὲ βασιλεῖ ἑκατέρῳ ἐπιβουλὴν γενέσθαι ξυνηνέχθη πρὸς τῶν ὑπηκόων· ὅντινα μέντοι τρόπον, αὐτίκα δηλώσω. Χοσρόης ὁ Καβάδου ἄτακτός τε ἦν τὴν διάνοιαν καὶ νεωτέρων πραγμάτων ἐραστὴς ἄτοπος.
[23.2] διὸ δὴ αὐτός τε ἀεὶ ἔμπλεως ταραχῆς τε καὶ θορύβων ἐγίνετο καὶ τῶν ὁμοίων τοῖς ἄλλοις ἅπασιν [23.3] αἰτιώτατος. ἀχθόμενοι οὖν αὐτοῦ τῇ ἀρχῇ ὅσοι ἐν Πέρσαις δραστήριοι ἦσαν ἕτερον σφίσι βασιλέα καταστήσασθαι ἐκ τῆς Καβάδου οἰκίας ἐν βουλῇ εἶχον.
[23.4] καὶ (ἦν γὰρ αὐτοῖς πολύς τις πόθος τῆς Ζάμου ἀρχῆς, ἣν δὴ ὁ νόμος αἰτίᾳ τῆς τοῦ ὀφθαλμοῦ λώβης, ὥσπερ μοι ἐρρήθη, ἐκώλυε) λογισάμενοι ηὕρισκον σφίσιν αὐτοῖς ἄμεινον εἶναι Καβάδην μὲν τὸν αὐτοῦ παῖδα καὶ τῷ πάππῳ ὁμώνυμον ἐς τὴν ἀρχὴν καταστήσασθαι, Ζάμην δὲ, ἅτε τῷ παιδὶ ἐπίτροπον ὄντα, διοικεῖσθαι [23.5] ὅπη βούλοιτο τὰ Περσῶν πράγματα. γενόμενοί τε παρὰ τὸν Ζάμην τό τε βούλευμα ἐξήνεγκαν καὶ προθυμίᾳ πολλῇ ἐγκελευόμενοι ἐς τὴν πρᾶξιν ἐνῆγον. καὶ ἐπεὶ τὸν ἄνδρα ἡ βουλὴ ἤρεσκεν, ἐς καιρὸν τῷ Χοσρόῃ ἐπιθήσεσθαι διενοοῦντο. ἔκπυστος δὲ ἡ βουλὴ μέχρι ἐς τὸν βασιλέα γεγενημένη τὰ πρασσόμενα διεκώλυσε.
[23.6] Ζάμην τε γὰρ αὐτὸν ὁ Χοσρόης καὶ τοὺς αὑτοῦ τε καὶ Ζάμου ἀδελφοὺς ἅπαντας ξὺν γόνῳ παντὶ ἄρσενι ἔκτεινε, καὶ Περσῶν τῶν δοκίμων ὅσους τῶν ἐπ' αὐτῷ βεβουλευμένων ἢ ἄρξαι ἢ μεταλαχεῖν τρόπῳ δὴ ὅτῳ τετύχηκεν. ἐν τοῖς καὶ Ἀσπεβέδης ἦν ὁ τῆς Χοσρόου μητρὸς ἀδελφός.
[23.7] Καβάδην μέντοι τὸν Ζάμου υἱὸν αὐτὸς μὲν κτείνειν οὐδαμῆ εἶχεν. ἔτι γὰρ ὑπὸ χαναράγγῃ τῷ Ἀδεργουδουνβάδῃ ἐτρέφετο. αὐτῷ δὲ χαναράγγῃ τὸν παῖδα τοῦτον, ὅνπερ ἐθρέψατο, ἐπέστελλε διαχρήσασθαι. οὔτε γὰρ τῷ ἀνδρὶ ἀπιστεῖν ἐδικαίου οὔτε ἄλλως αὐτὸν [23.8] βιάζεσθαι εἶχεν. ὁ μὲν οὖν χαναράγγης, ἐπεὶ τὰς Χοσρόου ἐντολὰς ἤκουσε, περιαλγήσας τε καὶ ἀποκλαύσας τὴν συμφορὰν ἐκοινολογεῖτο τῇ γυναικὶ καὶ Καβάδου τίτθῃ ὅσα οἱ ὁ βασιλεὺς ἐπιστείλειε. δακρύσασα δὲ ἡ γυνὴ καὶ τῶν γονάτων τοῦ ἀνδρὸς λαβομένη [23.9] ἔχρῃζε τέχνῃ μηδεμιᾷ Καβάδην κτεῖναι. βουλευσάμενοι οὖν ἐν σφίσιν αὐτοῖς ἐλογίσαντο κρυπτόμενον μὲν ὡς ἀσφαλέστατα τὸν παῖδα ἐκτρέφειν, τῷ δὲ Χοσρόῃ κατὰ τάχος σημῆναι ὥς οἱ ὁ Καβάδης ἐξ ἀνθρώπων [23.10] ἀφανισθείη. καὶ τῷ τε βασιλεῖ κατὰ ταῦτα ἐσήμαινον τόν τε Καβάδην οὕτως ἀπέκρυψαν, ὥστε τούτου γε παρείχοντο οὐδενὶ αἴσθησιν, ὅτι μὴ Οὐαρράμῃ τε τῷ σφετέρῳ παιδὶ καὶ τῶν οἰκετῶν ἑνὶ, ὃς δὴ αὐτοῖς [23.11] πιστότατος ἐς τὰ μάλιστα ἔδοξεν εἶναι. ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου ἐς ἡλικίαν ὁ Καβάδης ἦλθε, δείσας ὁ χαναράγγης μὴ τὰ πεπραγμένα ἐς φῶς ἄγοιτο, χρήματά τε τῷ Καβάδῃ ἐδίδου καὶ αὐτὸν ἀπαλλαγέντα ἐκέλευε διασώζεσθαι ὅπη οἱ φεύγοντι δυνατὰ εἴη. τότε μὲν οὖν Χοσρόην τε καὶ τοὺς ἄλλους ἅπαντας ταῦτα διαπεπραγμένος ὁ χαναράγγης ἐλάνθανε.
[23.12] Χρόνῳ δὲ ὕστερον ὁ μὲν Χοσρόης ἐς γῆν τὴν Κολχίδα στρατῷ μεγάλῳ ἐσέβαλλεν, ὥς μοι ἐν τοῖς [23.13] ὄπισθεν λόγοις γεγράψεται. εἵπετο δὲ αὐτῷ ὁ τούτου δὴ τοῦ χαναράγγου υἱὸς Οὐαρράμης, ἄλλους τε τῶν οἰκετῶν ἐπαγόμενος καὶ ὃς αὐτῷ τὰ ἐς τὸν Καβάδην ξυνεπιστάμενος ἔτυχεν· ἐνταῦθα τῷ βασιλεῖ Οὐαρράμης τὰ ἀμφὶ τῷ Καβάδῃ ἅπαντα ἔφραζε, καὶ τὸν οἰκέτην [23.14] ἐφ' ἅπασίν οἱ ὁμολογοῦντα παρείχετο. ταῦτα ἐπεὶ ὁ Χοσρόης ἔγνω, τῷ τε θυμῷ ἤδη ὑπερφυῶς εἴχετο καὶ δεινὰ ἐποιεῖτο εἰ πρὸς δούλου ἀνδρὸς τοιαῦτα ἔργα πεπονθὼς εἴη, οὐκ ἔχων τε ὅπως οἱ ὑποχείριον τὸν [23.15] ἄνδρα ποιοίη, ἐπενόει τάδε. ἡνίκα ἐκ γῆς τῆς Κολχίδος ἐπ' οἴκου ἀναχωρεῖν ἔμελλε, γράφει τῷ χαναράγγῃ τούτῳ ὅτι δὴ αὐτῷ βεβουλευμένα εἴη παντὶ τῷ στρατῷ ἐς γῆν τὴν Ῥωμαίων ἐσβάλλειν, οὐκ ἐν μιᾷ μέντοι τῆς χώρας εἰσόδῳ, ἀλλὰ δίχα ποιησαμένῳ τὸ Περσῶν στράτευμα, ὅπως οἱ ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Εὐφράτου [23.16] ἐπὶ τοὺς πολεμίους ἡ ἐσβολὴ ἔσται. μιᾷ μὲν οὖν τῆς στρατιᾶς μοίρᾳ ἐς τὴν πολεμίαν αὐτὸν, ὡς τὸ εἰκὸς, ἐξηγήσεσθαι, ἑτέρῳ δὲ οὐδενὶ ἐνδιδόναι τῶν αὐτοῦ δούλων ἴσα τῷ βασιλεῖ ἐν ταύτῃ δὴ τῇ τιμῇ [23.17] ἔχειν, ὅτι μὴ αὐτῷ χαναράγγῃ τῆς ἀρετῆς ἕνεκα. δεῖν τοίνυν αὐτὸν μὲν ἐν τῇ ἀποπορείᾳ κατὰ τάχος οἱ ἐς ὄψιν ἐλθεῖν, ὅπως αὐτῷ κοινολογησάμενος ἅπαντα ἐπιστέλλοι ὅσα ξυνοίσειν τῇ στρατιᾷ μέλλοι, τοὺς δὲ [23.18] ξὺν αὐτῷ ὄπισθε κελεύειν ὁδῷ ἰέναι. ταῦτα ἐπεὶ ὁ χαναράγγης ἀπενεχθέντα εἶδε, περιχαρὴς γεγονὼς τῇ ἐς αὐτὸν τοῦ βασιλέως τιμῇ, μακράν τε ἀπολελειμμένος τῶν οἰκείων κακῶν αὐτίκα τὰ ἐντεταλμένα ἐπιτελῆ [23.19] ἐποίει. ἐν δὲ τῇ ὁδῷ ταύτῃ ἀντέχειν τῷ πόνῳ οὐδαμῆ ἔχων (ἦν γάρ τις γέρων ὁ ἀνὴρ μάλιστα) τόν τε χαλινὸν μεθεὶς τοῦ ἵππου ἐκπίπτει καί οἱ τὸ ἐν τῷ σκέλει ὀστέον ἐρράγη· διὸ δὴ αὐτῷ ἐπάναγκες ἦν ἐνταῦθα θεραπευομένῳ ἡσυχῆ μένειν, ἔς τε τὸ χωρίον [23.20] τοῦτο τῷ βασιλεῖ ἥκοντι ἐς ὄψιν ἦλθε. καὶ αὐτῷ Χοσρόης ἔφασκε ξυστρατεύειν σφίσιν οὕτως ἔχοντι τοῦ ποδὸς ἀδύνατα εἶναι, ἀλλὰ χρῆναι αὐτὸν ἔς τι τῶν ἐκείνῃ φρουρίων ἰόντα τῆς πρὸς τῶν ἰατρῶν ἐπιμελείας [23.21] ἐνταῦθα τυχεῖν. οὕτω μὲν ὁ Χοσρόης τὴν ἐπὶ τῷ θανάτῳ τὸν ἄνθρωπον ἀπεπέμψατο, καὶ ξὺν αὐτῷ ὄπισθεν εἵποντο οἵπερ αὐτὸν ἐν τῷ φρουρίῳ ἀπολεῖν ἔμελλον, ἄνδρα ἐν Πέρσαις ἀήττητον στρατηγὸν ὄντα τε καὶ λεγόμενον, ὅσπερ ἐπὶ δώδεκα ἔθνη βαρβάρων [23.22] στρατεύσας ἅπαντα Καβάδῃ βασιλεῖ παρεστήσατο. τοῦ δὲ Ἀδεργουδουνβάδου ἐξ ἀνθρώπων ἀφανισθέντος, Οὐαρράμης [23.23] ὁ παῖς τὸ τοῦ χαναράγγου ἀξίωμα ἔσχε. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον εἴτε Καβάδης αὐτὸς, ὁ τοῦ Ζάμου υἱὸς, εἴτε τις ἄλλος ἐπιβατεύων τοῦ Καβάδου ὀνόματος ἐς Βυζάντιον ἦλθε· Καβάδῃ μέντοι βασιλεῖ [23.24] τὴν ὄψιν ἐμφερέστατος ἦν. καὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἀμφιγνοῶν μὲν, ἅτε δὴ Καβάδου βασιλέως υἱωνὸν, ξὺν φιλοφροσύνῃ πολλῇ ἐν τιμῇ ἔσχε. τὰ μὲν οὖν ἀμφὶ Πέρσας τοὺς Χοσρόῃ ἐπαναστάντας ἐγένετο ὧδε.
[23.25] Ὕστερον δὲ καὶ τὸν Μεβόδην ὁ Χοσρόης διεχρήσατο ἐξ αἰτίας τοιᾶσδε. τῶν τι σπουδαίων διαχειρίζων, παρόντι τῷ Ζαβεργάνῃ ἐπέταττε τὸν Μεβόδην καλεῖν· ἐτύγχανε δὲ τῷ Μεβόδῃ ὁ Ζαβεργάνης διάφορος ὤν· ὃς δὴ παρ' αὐτὸν ἀφικόμενος εὕρισκε μὲν στρατιώτας τοὺς αὐτῷ ἑπομένους διέποντα, ἔλεγε δὲ ὅτι δὴ αὐτὸν [23.26] ὡς τάχιστα ὁ βασιλεὺς καλοίη. καὶ ὁ μὲν αὐτίκα μάλα, ἐπειδὰν τὰ ἐν ποσὶ διάθηται, ἕψεσθαι ὡμολόγει, ὁ δὲ τῷ ἐς αὐτὸν ἔχθει ἠγμένος ἀπήγγελλε Χοσρόῃ ὡς οὐ βούλοιτο Μεβόδης ἐν τῷ παρόντι ἥκειν, φάσκων [23.27] οἵ τινα ἀσχολίαν εἶναι. θυμῷ τοίνυν ὁ Χοσρόης ἐχόμενος, στείλας τῶν οἱ ἑπομένων τινὰ παρὰ τὸν τρίποδα τὸν Μεβόδην ἐκέλευεν ἰέναι. ὅ τι δὲ τοῦτό ἐστιν, [23.28] αὐτίκα δηλώσω. τρίπους σιδηροῦς πρὸ τῶν βασιλείων ἐσαεὶ ἕστηκεν. ἐπειδὰν οὖν τις τῶν Περσῶν πύθηται ὅτι δὴ αὐτῷ ὁ βασιλεὺς χαλεπῶς ἔχοι, τούτῳ δὲ οὔτε πη ἐς ἱερὸν καταφυγεῖν θέμις οὔτε ἀλλαχόσε ἰέναι, ἀλλὰ παρὰ τοῦτον καθημένῳ τὸν τρίποδα τὴν βασιλέως προσδέχεσθαι ψῆφον, τῶν πάντων οὐδενὸς φυλάσσειν [23.29] αὐτὸν ἀξιοῦντος. ἐνταῦθα ὁ Μεβόδης ἐν σχήματι οἰκτρῷ ἐκάθητο ἡμέρας πολλὰς, ἕως τις αὐτὸν Χοσρόου ἐπαγγείλαντος λαβὼν ἔκτεινεν. ἐς τοῦτό τε αὐτῷ τὰ τῆς ἐς Χοσρόην εὐεργεσίας ἐχώρησεν.
24
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, ἣ μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς κακὸν μέγα τῷ [24.2] τε δήμῳ καὶ τῇ βουλῇ ἐτελεύτησε τρόπῳ τοιῷδε. οἱ δῆμοι ἐν πόλει ἑκάστῃ ἔς τε Βενέτους ἐκ παλαιοῦ καὶ Πρασίνους διῄρηντο, οὐ πολὺς δὲ χρόνος ἐξ οὗ τούτων τε τῶν ὀνομάτων καὶ τῶν βάθρων ἕνεκα, οἷς δὴ θεώμενοι ἐφεστήκασι, τά τε χρήματα δαπανῶσι καὶ τὰ σώματα αἰκισμοῖς πικροτάτοις προΐενται καὶ θνήσκειν [24.3] οὐκ ἀπαξιοῦσι θανάτῳ αἰσχίστῳ· μάχονται δὲ πρὸς τοὺς ἀντικαθισταμένους, οὔτε εἰδότες ὅτου αὐτοῖς ἕνεκα ὁ κίνδυνός ἐστιν, ἐξεπιστάμενοί τε ὡς, ἢν καὶ περιέσωνται τῶν δυσμενῶν τῇ μάχῃ, λελείψεται αὐτοῖς ἀπαχθῆναι μὲν αὐτίκα ἐς τὸ δεσμωτήριον, αἰκιζομένοις [24.4] δὲ τὰ ἔσχατα εἶτα ἀπολωλέναι. φύεται μὲν οὖν αὐτοῖς τὸ ἐς τοὺς πέλας ἔχθος αἰτίαν οὐκ ἔχον, μένει δὲ ἀτελεύτητον ἐς τὸν πάντα αἰῶνα, οὔτε κήδει οὔτε ξυγγενείᾳ οὔτε φιλίας θεσμῷ εἶκον, ἢν καὶ ἀδελφοὶ ἢ ἄλλο τι τοιοῦτον οἱ ἐς τὰ χρώματα ταῦτα διάφοροι εἶεν. [24.5] μέλει τε αὐτοῖς οὔτε θείων οὔτε ἀνθρωπείων πραγμάτων παρὰ τὸ ἐν τούτοις νικᾶν, ἤν τέ τι ἀσέβημα ἐς τὸν θεὸν ὑφ' ὁτουοῦν ἁμαρτάνηται ἤν τε οἱ νόμοι καὶ ἡ πολιτεία πρὸς τῶν οἰκείων ἢ τῶν πολεμίων βιάζωνται, ἐπεὶ καὶ τῶν ἐπιτηδείων σπανίζοντες ἴσως κἀν τοῖς ἀναγκαιοτάτοις ἀδικουμένης αὐτοῖς τῆς πατρίδος, οὐ προσποιοῦνται, ἤν γε αὐτοῖς κεῖσθαι τὸ μέρος ἐν καλῷ μέλλῃ· οὕτω γὰρ τοὺς συστασιώτας καλοῦσι.
[24.6] μεταλαγχάνουσι δὲ τοῦ ἄγους τούτου καὶ γυναῖκες αὐτοῖς, οὐ τοῖς ἀνδράσιν ἑπόμεναι μόνον, ἀλλὰ καὶ τούτοις, ἂν οὕτω τύχοι, ἀντιστατοῦσαι, καίπερ οὔτε εἰς τὰ θέατρα τὸ παράπαν ἰοῦσαι οὔτε τῳ ἄλλῳ αἰτίῳ ἠγμέναι· ὥστε οὐκ ἔχω ἄλλο τι ἔγωγε τοῦτο εἰπεῖν ἢ ψυχῆς νόσημα. ταῦτα μὲν οὖν ταῖς τε πόλεσι καὶ δήμῳ ἑκάστῳ ὧδέ πη ἔχει.
[24.7] Τότε δὲ ἡ ἀρχὴ, ἣ τῷ δήμῳ ἐφειστήκει ἐν Βυζαντίῳ, τῶν στασιωτῶν τινας τὴν ἐπὶ θανάτῳ ἀπῆγε. ξυμφρονήσαντες δὲ καὶ σπεισάμενοι πρὸς ἀλλήλους ἑκάτεροι τούς τε ἀγομένους ἁρπάζουσι καὶ ἐς τὸ δεσμωτήριον αὐτίκα ἐσβάντες ἀφιᾶσιν ἅπαντας ὅσοι στάσεως ἢ ἑτέρου του ἁλόντες ἀτοπήματος ἐδέδεντο.
[24.8] καὶ οἱ μὲν ὑπηρέται, ὅσοι τῇ τῆς πόλεως ἀρχῇ ἕπονται, ἐκτείνοντο οὐδενὶ λόγῳ, τῶν δὲ πολιτῶν εἴ τι καθαρὸν ἦν ἐς τὴν ἀντιπέρας ἤπειρον ἔφευγον, καὶ τῇ πόλει [24.9] πῦρ ἐπεφέρετο, ὡς δὴ ὑπὸ πολεμίοις γεγενημένῃ. καὶ τὸ ἱερὸν ἡ Σοφία τό τε βαλανεῖον ὁ Ζεύξιππος καὶ τῆς βασιλέως αὐλῆς τὰ ἐκ τῶν προπυλαίων ἄχρι ἐς τὸν Ἄρεως λεγόμενον οἶκον καυθέντα ἐφθάρη, ἐπὶ τούτοις τε ἄμφω αἱ μεγάλαι στοαὶ μέχρι τῆς ἀγορᾶς ἀνήκουσαι, ἣ Κωνσταντίνου ἐπώνυμός ἐστιν, εὐδαιμόνων τε ἀνθρώπων οἰκίαι πολλαὶ καὶ χρήματα μεγάλα.
[24.10] βασιλεὺς δὲ καὶ ἡ συνοικοῦσα καὶ τῶν ἀπὸ βουλῆς ἔνιοι καθείρξαντες σφᾶς αὐτοὺς ἐν παλατίῳ ἡσύχαζον. ξύμβολον δὲ ἀλλήλοις ἐδίδοσαν οἱ δῆμοι τὸ νίκα, καὶ ἀπ' αὐτοῦ ἐς τόδε τοῦ χρόνου ἡ κατάστασις ἐκείνη προσαγορεύεται.
[24.11] Τότε τῆς μὲν αὐλῆς ἔπαρχος Ἰωάννης ἦν ὁ Καππαδόκης, Τριβουνιανὸς δὲ, Πάμφυλος γένος, βασιλεῖ [24.12] πάρεδρος· κοιαίστωρα τοῦτον καλοῦσι Ῥωμαῖοι. τούτοιν ἅτερος, Ἰωάννης, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς [γράψαι]· φύσεως δὲ ἰσχύϊ πάντων γέγονε [24.13] δυνατώτατος ὧν ἡμεῖς ἴσμεν. γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ γεγονὼς ἀνθρώπων ἁπάντων τῇ τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις ἐσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ [24.14] πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν. χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν, ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληιζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν [24.15] ἠσχολημένος· κατέχειν δὲ ἑαυτὸν οὐδαμῆ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς τὸν ἔμετον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐς ἀεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. Ἰωάννης μὲν οὖν τοιοῦτός [24.16] τις ἦν. Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ' αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον.
[24.17] Ἕως μὲν οὖν ὁ δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον· ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἔκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ' ᾧ κτείνωσι. διὸ δὴ βασιλεὺς ἑταιρίζεσθαι τὸν δῆμον ἐθέλων [24.18] ἄμφω τῆς ἀρχῆς ἐν τῷ παραυτίκα παρέλυσε. καὶ Φωκᾶν μὲν, ἄνδρα πατρίκιον, ἔπαρχον τῆς αὐλῆς κατεστήσατο, ξυνετώτατόν τε καὶ τοῦ δικαίου ἐπιμελεῖσθαι ἱκανῶς πεφυκότα· Βασιλείδην δὲ τὴν τοῦ κοιαίστωρος ἀρχὴν ἔχειν ἐκέλευεν, ἔκ τε ἐπιεικείας [24.19] γνώριμον ἐν πατρικίοις ὄντα καὶ ἄλλως δόκιμον. οὐδὲν μέντοι ἧσσον ἡ στάσις ἐπ' αὐτοῖς ἤκμαζε. πέμπτῃ δὲ ἀπὸ τῆς στάσεως ἡμέρᾳ περὶ δείλην ὀψίαν Ἰουστινιανὸς βασιλεὺς Ὑπατίῳ τε καὶ Πομπηίῳ τοῖς Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῖς οἴκαδε ὡς τάχιστα ἐπέσκηπτεν ἰέναι, εἴτε τι νεώτερον πράσσεσθαι πρὸς αὐτῶν ἐς σῶμα τὸ οἰκεῖον ὑποτοπήσας εἴτε καὶ αὐτοὺς [24.20] ἡ πεπρωμένη ἐς τοῦτο ἦγεν. οἱ δὲ, ὅπερ ἐγένετο, δείσαντες μὴ σφᾶς ὁ δῆμος ἐς τὴν βασιλείαν βιάζοιτο, ἔφασαν οὐ δίκαια ποιήσειν εἰ σφῶν τὸν βασιλέα παρήσουσιν [24.21] ἐς τοσόνδε κίνδυνον ἥκοντα. ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον ἐς τὴν ὑποψίαν ἐνέπιπτε, καὶ αὐτοὺς αὐτίκα μάλα ἐκέλευεν ἀπαλλάσσεσθαι. οὕτω γοῦν οἴκαδε τὼ ἄνδρε τούτω ἐκομιζέσθην καὶ, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην.
[24.22] Τῇ δὲ ὑστεραίᾳ ἅμα ἡλίῳ ἀνίσχοντι ἔκπυστα ἐς τὸν δῆμον ἐγένετο ὡς ἀμφοτέρω ἀπηλλαγήτην τῆς ἐν παλατίῳ διατριβῆς. ἔτρεχον οὖν ἐπ' αὐτοὺς ὁ λεὼς ἅπας, βασιλέα τε Ὑπάτιον ἀνηγόρευον, καὶ αὐτὸν ὡς [24.23] παραληψόμενον τὰ πράγματα ἐς τὴν ἀγορὰν ἦγον. ἡ δὲ Ὑπατίου γυνὴ Μαρία, ξυνετή τε οὖσα καὶ δόξαν ἐπὶ σωφροσύνῃ μεγίστην ἔχουσα, εἴχετο μὲν τοῦ ἀνδρὸς καὶ οὐ μεθίει, ἐβόα δὲ ὀλολυγῇ τε χρωμένη καὶ τοῖς ἐπιτηδείοις ἅπασιν ἐγκελευομένη, ὡς αὐτὸν τὴν [24.24] ἐπὶ θανάτῳ οἱ δῆμοι ἄγοιεν. ὑπερβιαζομένου μέντοι τοῦ ὁμίλου, αὐτή τε οὐχ ἑκοῦσα μεθῆκε τὸν ἄνδρα καὶ αὐτὸν ὁ λεὼς οὔτι ἑκούσιον ἐς τὴν Κωνσταντίνου ἀγορὰν ἥκοντα ἐς τὴν βασιλείαν ἐκάλουν, καὶ (οὐ γὰρ ἦν αὐτοῖς οὔτε διάδημα οὔτε τι ἄλλο ὧν δὴ βασιλέα περιβάλλεσθαι νόμος) στρεπτόν τινα χρυσοῦν ἐπὶ τῇ [24.25] κεφαλῇ θέμενοι βασιλέα Ῥωμαίων ἀνεῖπον. ἤδη δὲ καὶ τῶν ἐκ βουλῆς ξυνιόντων, ὅσοι οὐκ ἀπολειφθέντες ἐτύγχανον ἐν τῇ βασιλέως αὐλῇ, πολλαὶ μὲν ἐλέγοντο γνῶμαι ὡς αὐτοῖς ἰτέον ἀγωνιουμένοις ἐς παλάτιον· [24.26] Ὠριγένης δὲ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδε Τὰ μὲν παρόντα ἡμῖν, ὦ ἄνδρες Ῥωμαῖοι, πράγματα μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε. πόλεμος δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάντων [24.27] ὡμολόγηται εἶναι. τῶν δὲ δὴ πράξεων αἱ μεγάλαι οὐ βραχύτητι καιροῦ κατορθοῦσθαι θέλουσιν, ἀλλ' εὐβουλίᾳ τε λογισμῶν καὶ πόνοις σωμάτων, ἅπερ [24.28] ἄνθρωποι ἐς χρόνου μῆκος ἐνδείκνυνται. ἢν μὲν οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν, ἐπὶ ξυροῦ μὲν ἀκμῆς τὰ πράγματα ἡμῖν στήσεται, περὶ δὲ τῶν ὅλων ἐν βραχεῖ διακινδυνεύσομεν χρόνῳ, τῶν δὲ ἀποβήσεσθαι μελλόντων ἕνεκα τὴν τύχην ἢ προσκυνήσομεν ἢ [24.29] μεμψόμεθα πάντως. τὰ γὰρ τῶν πραγμάτων ὀξύτατα ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. ἢν δὲ σχολαίτερον τὰ παρόντα διοικησώμεθα, οὐδὲ βουλομένοις παρέσται ἡμῖν Ἰουστινιανὸν ἐν παλατίῳ λαβεῖν, ἀλλ' ἀγαπήσει ὡς τάχιστα ἤν τις αὐτὸν ἐῴη [24.30] φυγεῖν. ἀρχὴ γὰρ περιορωμένη καταρρεῖν εἴωθεν, ἀποληγούσης αὐτῇ τῆς ἰσχύος ἐς ἡμέραν ἑκάστην. ἔστι τοίνυν ἡμῖν βασίλεια ἕτερα, Πλακιλλιαναί τε καὶ τὰ Ἑλένης ἐπώνυμα, ὅθεν χρὴ βασιλέα τόνδε ὁρμώμενον τόν τε πόλεμον διενεγκεῖν καὶ τὰ ἄλλα [24.31] διοικήσασθαι ᾗ ἄμεινον ἕξει. Ὠριγένης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄλλοι, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, ὀξύτερόν τε ἀντελαμβάνοντο καὶ τὸ παραυτίκα ᾤοντο ξύμφορον εἶναι, καὶ οὐχ ἥκιστά γε Ὑπάτιος (χρῆν γάρ οἱ γενέσθαι κακῶς) τῆς ἐπὶ τὸν ἱππόδρομον ὁδοῦ ἐκέλευεν ἡγεῖσθαι. τινὲς δέ φασιν ἐξεπίτηδες αὐτὸν ἐνταῦθα ἥκειν, βασιλεῖ εὐνοϊκῶς ἔχοντα.
[24.32] Οἱ δὲ ἀμφὶ τὸν βασιλέα ἐν βουλῇ ἦσαν, πότερα μένουσιν αὐτοῖς ἢ ταῖς ναυσὶν ἐς φυγὴν τρεπομένοις ἄμεινον ἔσται. καὶ λόγοι μὲν πολλοὶ ἐλέγοντο ἐς [24.33] ἑκάτερα φέροντες. καὶ Θεοδώρα δὲ ἡ βασιλὶς ἔλεξε τοιάδε Τὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν ἢ ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι, εἴτε ταύτῃ [24.34] εἴτε ἄλλῃ πη νομιστέον. οἷς γὰρ τὰ πράγματα ἐς κίνδυνον τὸν μέγιστον ἥκει, οὐκ ἄλλο οὐδὲν εἶναι δοκεῖ ἄριστον ἢ τὰ ἐν ποσὶν ὡς ἄριστα θέσθαι.
[24.35] ἡγοῦμαι δὲ τὴν φυγὴν ἔγωγε, εἴπερ ποτὲ, καὶ νῦν, ἢν καὶ τὴν σωτηρίαν ἐπάγηται, ἀξύμφορον εἶναι. ἀνθρώπῳ μὲν γὰρ ἐς φῶς ἥκοντι τὸ μὴ οὐχὶ καὶ νεκρῷ γενέσθαι ἀδύνατον, τῷ δὲ βεβασιλευκότι τὸ φυγάδι [24.36] εἶναι οὐκ ἀνεκτόν. μὴ γὰρ ἂν γενοίμην τῆς ἁλουργίδος ταύτης χωρὶς, μηδ' ἂν τὴν ἡμέραν ἐκείνην βιῴην, ἐν ᾗ με δέσποιναν οἱ ἐντυχόντες οὐ προσεροῦσιν. εἰ μὲν οὖν σώζεσθαί σοι βουλομένῳ ἐστὶν, ὦ βασιλεῦ, [24.37] οὐδὲν τοῦτο πρᾶγμα. χρήματα ‹γάρ› τε πολλὰ ἔστιν ἡμῖν, καὶ θάλασσα μὲν ἐκείνη, πλοῖα δὲ ταῦτα. σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι. ἐμὲ γάρ τις καὶ παλαιὸς ἀρέσκει λόγος, ὡς καλὸν ἐντάφιον [24.38] ἡ βασιλεία ἐστί. τοσαῦτα τῆς βασιλίδος εἰπούσης, θάρσος τε τοῖς πᾶσιν ἐπεγένετο καὶ ἐς ἀλκὴν τραπόμενοι ἐν βουλῇ ἐποιοῦντο ᾗ ἂν ἀμύνεσθαι δυνατοὶ [24.39] γένοιντο, ἤν τις ἐπ' αὐτοὺς πολεμήσων ἴοι. οἱ μὲν οὖν στρατιῶται ξύμπαντες, οἵ τε ἄλλοι καὶ ὅσοι ἀμφὶ τὴν βασιλέως αὐλὴν ἐτετάχατο, οὔτε τῷ βασιλεῖ εὐνοϊκῶς εἶχον οὔτε ἐς τὸ ἐμφανὲς ἔργου ἔχεσθαι ἤθελον, ἀλλὰ [24.40] τὸ μέλλον ἐκαραδόκουν ὅπη ἐκβήσεται. πᾶσαν δὲ τὴν ἐλπίδα ἐν Βελισαρίῳ τε καὶ Μούνδῳ ὁ βασιλεὺς εἶχεν, ὧν ἅτερος μὲν, Βελισάριος, ἄρτι ἐκ τοῦ Μηδικοῦ ἐπανήκων πολέμου τήν τε ἄλλην θεραπείαν δυνατήν τε καὶ λόγου ἀξίαν ἐπήγετο καὶ δορυφόρων τε εἶχε καὶ ὑπασπιστῶν πλῆθος ἔν τε ἀγῶσι καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς μελέτας πεποιημένον.
[24.41] Μοῦνδος δὲ, Ἰλλυριῶν στρατηγὸς ἀποδεδειγμένος, τύχῃ τινὶ ξυνεκύρησε βαρβάρους Ἐρούλους ἐπαγαγόμενος κατά τινα χρείαν ἐς Βυζάντιον μετάπεμπτος ἥκειν.
[24.42] Ὑπάτιος μὲν οὖν ἐπειδὴ εἰς τὸν ἱππόδρομον ἀφίκετο, ἀναβαίνει μὲν αὐτίκα οὗ δὴ βασιλέα καθίστασθαι νόμος, κάθηται δὲ ἐς τὸν βασίλειον θρόνον, ὅθεν ἀεὶ βασιλεὺς εἰώθει τόν τε ἱππικὸν καὶ γυμνικὸν θεᾶσθαι [24.43] ἀγῶνα. ἐκ δὲ παλατίου Μοῦνδος μὲν διὰ πύλης ἐξῄει, ἔνθα δὴ ὁ κοχλίας ἀπὸ τῆς καθόδου κυκλοτεροῦς [24.44] οὔσης ὠνόμασται. Βελισάριος δὲ τὰ μὲν πρῶτα εὐθὺ αὐτοῦ τε Ὑπατίου καὶ θρόνου τοῦ βασιλείου ἀνέβαινεν, ὡς δὲ ἐς τὸ πλησίον οἴκημα ἦλθεν, οὗ δὴ στρατιωτῶν φρουρὰ ἐκ παλαιοῦ ἐστιν, ἐβόα τοῖς στρατιώταις ἐγκελευόμενος ἀνοιγνύναι οἱ τὴν θύραν ὡς τάχιστα, ὅπως [24.45] ἐπὶ τὸν τύραννον ἴοι. δεδογμένον δὲ τοῖς στρατιώταις μηδετέρῳ ἀμύνειν, ἕως αὐτῶν ἅτερος λαμπρῶς νικῴη, [24.46] ὡς ἥκιστα ἐπαΐειν δοκοῦντες διεκρούσαντο. ἀναστρέψας οὖν Βελισάριος ὡς βασιλέα διεφθάρθαι ἰσχυρίζετο [24.47] σφίσι τὰ πράγματα. νεωτερίζειν γὰρ ἐς αὐτὸν τοὺς στρατιώτας, οἳ τὴν παλατίου φρουρὰν ἔχουσιν. ἐκέλευεν οὖν αὐτὸν βασιλεὺς ἐπὶ τὴν καλουμένην Χαλκῆν [24.48] καὶ τὰ ἐνταῦθα προπύλαια ἰέναι. ὁ δὲ δὴ μόλις καὶ οὔτε κινδύνων οὔτε πόνων μεγάλων χωρὶς δι' ἐρειπίων τε καὶ χωρίων ἡμιφλέκτων διεξιὼν ἐς τὸ ἱππικὸν [24.49] ἀναβαίνει. καὶ ἐπειδὴ παρὰ τὴν Βενέτειον ἐγεγόνει στοὰν, ἣ τοῦ βασιλέως θρόνου ἐν δεξιᾷ ἐστιν, ἐβούλευσε μὲν ἐπὶ πρῶτον αὐτὸν Ὑπάτιον ἰέναι, βραχείας δὲ οὔσης ἐνταῦθα πυλίδος, ἣ ἀπεκέκλειστό τε καὶ ὑπὸ τῶν ἐντὸς Ὑπατίου στρατιωτῶν ἐφυλάσσετο, κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ ὁ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι.
[24.50] λογισάμενος οὖν ὥς οἱ ἐπὶ τὸν δῆμον ἰτέον ἐστὶν, οἳ ἐν τῷ ἱπποδρόμῳ ἑστήκεσαν, πλήθει τε ἄμετροι καὶ μετὰ πολλῆς ἀκοσμίας ὑπ' ἀλλήλων ὠθούμενοι, ἀπὸ τοῦ κολεοῦ τὸ ξίφος ἀράμενος τοῖς τε ἄλλοις κατὰ ταὐτὰ ποιεῖν ἐπαγγείλας, δρόμῳ τε καὶ κραυγῇ ἐπ' [24.51] αὐτοὺς ᾔει. ὁ δὲ δῆμος, ἅτε δὴ ἐν ὁμίλῳ καὶ οὐκ ἐν τάξει ἱστάμενοι, ἐπειδὴ στρατιώτας εἶδον τεθωρακισμένους τε καὶ δόξαν πολλὴν ἐπί τε ἀνδρίᾳ καὶ πολέμων ἐμπειρίᾳ ἔχοντας, καὶ τοῖς ξίφεσιν οὐδεμιᾷ φειδοῖ [24.52] παίοντας, ἐς φυγὴν ὥρμηντο. κραυγῆς δὲ πολλῆς, ὡς τὸ εἰκὸς, γεγενημένης, πλησίον που ἑστηκὼς Μοῦνδος καὶ βουλόμενος ἔργου ἔχεσθαι (ἦν γάρ τις τολμητὴς καὶ δραστήριος), ἀπορούμενος δὲ ᾗ χρήσεται τοῖς παροῦσιν, ἐπειδὴ ἐτεκμήρατο ὡς Βελισάριος ἐν τῷ πόνῳ εἴη, εὐθὺς ἐπὶ τὸ ἱπποδρόμιον διὰ τῆς εἰσόδου, [24.53] ἣ Νεκρὰ καλεῖται, εἰσβάλλει. τότε δὴ ἑκατέρωθεν οἱ Ὑπατίου στασιῶται κατὰ κράτος πλησσόμενοι διεφθείροντο. ἐπεὶ δὲ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει καὶ φόνος ἦν ἤδη τοῦ δήμου πολὺς, Βοραΐδης τε καὶ Ἰοῦστος, Ἰουστινιανοῦ βασιλέως ἀνεψιοὶ, χεῖρας αὐτοῖς οὐδενὸς ἀνταίρειν τολμῶντος, καθεῖλόν τε ἀπὸ τοῦ θρόνου Ὑπάτιον καὶ αὐτὸν ἐσαγαγόντες βασιλεῖ ἅμα Πομπηίῳ παρέδωκαν.
[24.54] θνήσκουσί τε τοῦ δήμου πλέον ἢ τρισμύριοι ἐν ταύτῃ τῇ ἡμέρᾳ. βασιλεὺς δὲ αὐτοὺς ἐν φυλακῇ χαλεπῇ [24.55] ἐκέλευεν εἶναι. ἐνταῦθα Πομπήιος μὲν ἐδάκρυέ τε καὶ ἄξια ἐλέου ἐφθέγγετο· ἦν γὰρ δὴ ὁ ἀνὴρ πραγμάτων τε καὶ κακῶν τοιούτων ἥκιστα ἔμπειρος· Ὑπάτιος δὲ αὐτὸν πολλὰ ὀνειδίσας οὐκ ἔφη χρῆναι τοὺς [24.56] οὐκ ἐν δίκῃ ἀπολουμένους ὀδύρεσθαι. ἀρχήν τε γὰρ ὑπὸ τοῦ δήμου ἄκοντας βιασθῆναι καὶ οὐκ ἐπὶ κακῷ τοῦ βασιλέως ὕστερον ἐς τὸ ἱπποδρόμιον ἀφικέσθαι. κτείναντες δὲ οἱ στρατιῶται τῇ ὑστεραίᾳ ἑκάτερον, ἐς [24.57] θάλασσαν καθῆκαν τὰ σώματα. βασιλεὺς δὲ αὐτῶν τε τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο καὶ ἄλλων τῶν ἐκ βουλῆς ἁπάντων, οἳ δὴ τὴν γνώμην [24.58] ξὺν αὐτοῖς ἔθεντο. ἔπειτα μέντοι τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς Ὑπατίου καὶ Πομπηίου παισὶ τά τε ἀξιώματα, οἷς πρότερον ἐχρῶντο, ἀπέδωκε καὶ τῶν χρημάτων ὅσοις τῶν ἐπιτηδείων τινὰς οὐκ ἔτυχε δωρησάμενος. ἐς τόδε μὲν Βυζαντίῳ ἡ στάσις ἐτελεύτα.
25
Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς [25.2] κατέστησαν ἄμφω. ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι [25.3] ἱκανώτατος τῆς παιδείας περιουσίᾳ. Ἰωάννης δὲ (πᾶσι γὰρ ἀνθρώποις βαρύς τε ὁμοίως καὶ χαλεπὸς ἦν, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληιζόμενος) δέκατον ἔτος τὴν ἀρχὴν ἔχων τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίαιταν παρανομίας ἐξέτισε τρόπῳ τοιῷδε.
[25.4] Θεοδώρα ἡ βασιλὶς ἤχθετο αὐτῷ πάντων μάλιστα. καὶ ὃς τῇ γυναικὶ προσκεκρουκὼς οἷς ἡμάρτανε, θωπείᾳ μὲν αὐτὴν ἢ χάριτι μετελθεῖν ὡς ἥκιστα ἔγνω, ἐς ἐπιβουλὴν δὲ αὐτῇ ἐκ τοῦ ἐμφανοῦς καθιστάμενος ἐς τὸν βασιλέα διέβαλλεν, οὔτε τὴν τύχην ἐρυθριῶν οὔτε τὴν στοργὴν αἰσχυνόμενος, ἥνπερ ἐς αὐτὴν ὁ βασιλεὺς [25.5] εἶχεν ἐξαισίαν οἵαν. αἰσθομένη δὲ ἡ βασιλὶς τῶν ποιουμένων κτεῖναι μὲν διενοεῖτο τὸν ἄνθρωπον, μηχανῇ δὲ οὐδεμιᾷ εἶχεν, ἐπεὶ λόγον αὐτοῦ Ἰουστινιανὸς [25.6] βασιλεὺς ἐποιεῖτο πολύν. γνοὺς δὲ Ἰωάννης τὴν τῆς βασιλίδος ἐς αὑτὸν γνώμην ἐν δείμασι μεγάλοις ἐγίνετο.
[25.7] ἐπειδάν τε ὡς καθευδήσων ἐς τὸν κοιτῶνα ἴοι, τῶν τινα βαρβάρων ἐπιστήσεσθαί οἱ ὡς ἀπολοῦντα ὑπώπτευεν ἐς νύκτα ἑκάστην, ὑπερκύπτων τε ἀεὶ ἐκ τοῦ δωματίου καὶ τὰς εἰσόδους περισκοπῶν ἄϋπνος ἔμενε, καίπερ ἑταιρισάμενος δορυφόρων τε καὶ ὑπασπιστῶν χιλιάδας πολλὰς, οὐ γεγονὸς ὑπάρχων τινὶ [25.8] πρότερον τοῦτό γε. ἀλλ' ἐπιλελησμένος ἅμα ἡμέρᾳ θείων τε καὶ ἀνθρωπείων δειμάτων ἁπάντων ὄλεθρος αὖθις κοινῇ τε καὶ ἰδίᾳ πᾶσι Ῥωμαίοις ἐγίνετο. καὶ φαρμακεῦσι μὲν τὰ πολλὰ ὡμίλει, μαντείαις δὲ ἀσεβέσιν ἐς ἀεὶ χρώμενος τὴν αὐτοκράτορα αὐτῷ τερατευομέναις ἀρχὴν, ἀεροβατῶν τε καταφανὴς ἦν καὶ [25.9] μετέωρος ἀρθεὶς ταῖς τῆς βασιλείας ἐλπίσι. τῆς μέντοι πονηρίας αὐτῷ καὶ τῆς ἐς τὴν δίαιταν παρανομίας [25.10] οὐδὲν οὔτε ἐλώφα οὔτε ὑπέληγε. καί τις αὐτῷ θεοῦ λόγος τὸ παράπαν οὐκ ἦν, ἀλλὰ καὶ, εἴ που εἰς ἱερὸν ὡς εὐξόμενός τε καὶ διανυκτερεύσων ἐνταῦθα ἴοι, οὐδὲν ὁμοίως τοῖς Χριστιανῶν ἤθεσιν ἔπραττεν, ἀλλὰ τριβώνιον ἐνδιδυσκόμενος ἱερεῖ πρέπον τῆς παλαιᾶς δόξης, ἣν νῦν Ἑλληνικὴν καλεῖν νενομίκασι, λόγους οὐχ ὁσίους τινὰς, οὕσπερ ἐμεμελετήκει, ἀπεστομάτιζεν ἀνὰ πᾶσαν τὴν νύκτα ἐκείνην, ὅπως οἱ ἥ τε βασιλέως διάνοια ἔτι μᾶλλον ὑποχειρία εἴη καὶ αὐτὸς κακῶν γένοιτο ἀπαθὴς πρὸς πάντων ἀνθρώπων.
[25.11] Ἐν τούτῳ δὲ Βελισάριος Ἰταλίαν καταστρεψάμενος βασιλεῖ ἐς Βυζάντιον ξὺν Ἀντωνίνῃ τῇ γυναικὶ μετάπεμπτος [25.12] ἦλθεν, ἐφ' ᾧ ἐπὶ Πέρσας στρατεύσειε. καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἔντιμός τε καὶ λόγου πολλοῦ ἄξιος, ὡς τὸ εἰκὸς, ἦν, μόνος δὲ Ἰωάννης αὐτῷ χαλεπῶς εἶχε καὶ πολλῇ ἐπιβουλῇ ἐς αὐτὸν εἴχετο, κατ' ἄλλο μὲν οὐδὲν, ὅτι δὲ αὐτὸς μὲν τὸ ἐκ πάντων ἔχθος ἐφ' ἑαυτὸν εἷλκε, Βελισάριος δὲ πάντων εὐδοκιμῶν μάλιστα ἔτυχεν· ἐπ' αὐτῷ τε γενομένης τῆς Ῥωμαίων ἐλπίδος αὖθις ἐπὶ Πέρσας ἐστράτευσε, τὴν γυναῖκα [25.13] ἐν Βυζαντίῳ ἀπολιπών. Ἀντωνίνα δὲ ἡ Βελισαρίου γυνὴ (ἦν γὰρ ἱκανωτάτη ἀνθρώπων ἁπάντων μηχανᾶσθαι τὰ ἀμήχανα) χαριεῖσθαι τῇ βασιλίδι βουλευσαμένη ἐπενόει τοιάδε. ἦν τῷ Ἰωάννῃ θυγάτηρ Εὐφημία, δόξαν μὲν ἐπὶ σωφροσύνῃ πολλὴν ἔχουσα, νέα δὲ κομιδῆ, καὶ ἀπ' αὐτοῦ λίαν εὐάλωτος, ἣν δὴ ὁ πατὴρ ὑπερηγάπα, [25.14] ἐπειδὴ καὶ μόνης αὐτῆς ἐγεγόνει πατήρ. ταύτην ἡ Ἀντωνίνα τιθασσεύουσα ἐς ἡμέρας συχνὰς προσποιήσασθαί τε ἅτε φίλην ἐνδελεχέστατα ἴσχυσε καὶ τῶν αὐτῇ [25.15] ἀπορρήτων μεταδιδόναι οὐκ ἀπηξίου. καί ποτε αὐτῆς οἱ μόνης ἐν τῷ δωματίῳ παρούσης ὀδύρεσθαι τύχας τὰς παρούσας ἐπλάσσετο, ὅτι δὴ Βελισάριος εὐρυτέραν ποιησάμενος τὴν Ῥωμαίων ἀρχὴν πλείονι μέτρῳ ἢ πρότερον οὖσα ἐτύγχανε, βασιλεῖς τε δορυαλώτους δύο καὶ πλούτου τοσοῦτόν τι χρῆμα ἐς Βυζάντιον ἀγαγὼν, ἀχαρίστου Ἰουστινιανοῦ ἔτυχε· τά τε ἄλλα ὡς οὐ [25.16] δικαίαν οὖσαν τὴν πολιτείαν διέβαλλε. περιχαρὴς δὲ τῷ λόγῳ γενομένη ἡ Εὐφημία (δέει γὰρ τῷ ἐκ τῆς βασιλίδος καὶ αὐτὴ τῇ παρούσῃ ἀρχῇ ἤχθετο) Καὶ τοῦδε μέντοι, ὦ φιλτάτη, ἔφη, ὑμεῖς αἴτιοι, ὅτι δὴ παρὸν [25.17] ὑμῖν τῇ δυνάμει οὐ βούλεσθε χρῆσθαι. ὑπολαβοῦσα δὲ ἡ Ἀντωνίνα Οὐ γὰρ οἷοί τέ ἐσμεν, ὦ θύγατερ, εἶπεν, ἐν στρατοπέδῳ νεωτέροις ἐγχειρεῖν πράγμασιν, ἢν μὴ τοῦ ἔργου ξυνεπιλάβωνται ἡμῖν τῶν ἔνδον τινές· ἀλλ' εἴπερ ὁ σὸς πατὴρ ἤθελε, ῥᾷστα ἂν ἐς τήνδε τὴν πρᾶξιν καθιστάμενοι ὅσα ἦν τῷ θεῷ βουλομένῳ [25.18] ἐπράσσομεν. ἀκούσασα ταῦτα Εὐφημία προθύμως μὲν ὑπέσχετο ἐπιτελῆ ἔσεσθαι, ἀπαλλαγεῖσα δὲ ἐνθένδε τὸ πρᾶγμα ἐπὶ τὸν πατέρα εὐθὺς ἤνεγκε.
[25.19] καὶ ὃς τῷ λόγῳ ἡσθεὶς (ταύτην γάρ οἱ ὁδὸν ἔς τε τὰ μαντεῖα καὶ τὴν βασιλείαν ὑπετόπαζε φέρειν τὴν πρᾶξιν) εὐθὺς μελλήσει οὐδεμιᾷ ὡμολόγησε, πράσσειν τε τὴν παῖδα ἐκέλευεν ὅπως τῇ ὑστεραίᾳ ἐς λόγους τῇ [25.20] Ἀντωνίνῃ αὐτὸς ξυμμίξῃ καὶ τὰ πιστὰ δοίη. μαθοῦσα δὲ Ἀντωνίνα τὴν Ἰωάννου γνώμην καὶ ὡς ἀπωτάτω τὸν ἄνθρωπον τῆς τοῦ ἀληθοῦς ἀπαγαγεῖν ἐννοίας ἐθέλουσα νῦν μὲν ἔφη οἱ ξυγγενέσθαι αὐτὸν ἀξύμφορον εἶναι, μή τις ὑποψία μεταξὺ ἐπιγενομένη διακωλῦσαι τὰ πρασσόμενα ἱκανὴ εἴη· μέλλειν δὲ αὐτίκα [25.21] δὴ μάλα ἐς τὴν ἕω παρὰ Βελισάριον στέλλεσθαι. ἐπειδὰν οὖν ἐκ Βυζαντίου ἀπαλλαγεῖσα ἐν τῷ προαστείῳ γένηται (ὃ δὴ Ῥουφινιαναὶ μὲν ὀνομάζεται, Βελισαρίου δὲ ἴδιον ἐτύγχανεν ὂν), ἐνταῦθα τὸν Ἰωάννην ὡς ἀσπασόμενόν τε καὶ προπέμψοντα ἥκειν, καὶ τούς τε λόγους περὶ τῶν ὅλων ποιήσασθαι καὶ τὰ πιστὰ λαβεῖν τε καὶ δοῦναι. ταῦτα εἰποῦσα εὖ τε τῷ Ἰωάννῃ εἰπεῖν [25.22] ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο. ἥ τε βασιλὶς τὸν πάντα λόγον παρὰ τῆς Ἀντωνίνης ἀκούσασα ἐπῄνει μὲν τὰ βεβουλευμένα, ἐγκελευομένη δὲ πολλῷ ἔτι μᾶλλον ἐς τὴν προθυμίαν ἐνῆγεν.
[25.23] Ἐπειδή τε ἡ κυρία παρῆν, ἀσπασαμένη μὲν ἡ Ἀντωνίνα τὴν βασιλίδα ἐκ τῆς πόλεως ἀπηλλάσσετο, ἔν τε Ῥουφινιαναῖς ἐγένετο, ὡς τῇ ὑστεραίᾳ τῆς ἐπὶ τὴν ἕω ὁδοῦ ἀρξομένη, οὗ δὴ καὶ Ἰωάννης τὰ ξυγκείμενα [25.24] ἐπιτελέσων ἐς νύκτα ἦλθεν. ἡ δὲ βασιλὶς διαβάλλουσα πρὸς τὸν αὑτῆς ἄνδρα τὰ πρὸς τοῦ Ἰωάννου ἐπὶ τῇ τυραννίδι πρασσόμενα, Ναρσῆν τε τὸν εὐνοῦχον καὶ Μάρκελλον τὸν τῶν ἐν παλατίῳ φυλάκων ἄρχοντα ἐς Ῥουφινιανὰς ξὺν στρατιώταις πολλοῖς ἔπεμψεν, ἐφ' ᾧ διερευνησάμενοι τὰ πρασσόμενα, ἢν τὸν Ἰωάννην πράγμασι νεωτέροις ἐγχειροῦντα εὑρήσωσι, κτείναντες [25.25] εὐθὺς τὸν ἄνθρωπον ἐπανήξουσι. καὶ οἱ μὲν ἐπὶ τῷ ἔργῳ τούτῳ ἐστέλλοντο. φασὶ δὲ βασιλέα τῶν ποιουμένων αἰσθόμενον τῶν τινα Ἰωάννῃ ἐπιτηδείων παρ' αὐτὸν πέμψαι, ἀπεροῦντα αὐτῷ μηδαμῆ τῇ Ἀντωνίνῃ [25.26] ἐντυχεῖν λάθρα. Ἰωάννης δὲ (χρῆν γὰρ αὐτῷ γενέσθαι κακῶς) τὴν βασιλέως ὑποθήκην ἐν ἀλογίᾳ πεποιημένος ἀμφὶ νύκτα μέσην τῇ Ἀντωνίνῃ ξυνέμιξεν, αἱμασιᾶς πού τινος ἄγχιστα, ἧς δὴ ὄπισθεν καθίσασα ἐτύγχανε τοὺς ἀμφὶ Ναρσῆν τε καὶ Μάρκελλον, ὅπως [25.27] τῶν λεγομένων ἀκούσειαν. ἐνταῦθα Ἰωάννης μὲν ἀφυλάκτῳ στόματι τὰ ἐς τὴν ἐπίθεσιν ὡμολόγει τε καὶ ὅρκοις δεινοτάτοις ἀπισχυρίζετο, Ναρσῆς δὲ αὐτῷ καὶ [25.28] Μάρκελλος ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν. θορύβου δὲ, ὡς τὸ εἰκὸς, γενομένου οἱ τοῦ Ἰωάννου δορυφόροι (ἄγχιστα γάρ πη ἑστήκεσαν) παρ' αὐτὸν αὐτίκα ἐγένοντο.
[25.29] καὶ αὐτῶν τις Μάρκελλον, οὐκ εἰδὼς ὅστις ποτὲ ἦν, ξίφει ἔπληξεν, οὕτω τε Ἰωάννης διαφυγεῖν ξὺν αὐτοῖς ἴσχυσεν, ἔς τε τὴν πόλιν κατὰ τάχος ἀφίκετο.
[25.30] καὶ εἰ μὲν εὐθὺς ἐλθεῖν παρὰ βασιλέα ἐθάρσησεν, οἶμαι ἂν, οὐδὲν ἐπεπόνθει πρὸς αὐτοῦ ἄχαρι· νῦν δὲ καταφυγὼν ἐς τὸ ἱερὸν δέδωκε τῇ βασιλίδι κατ' ἐξουσίαν τῇ ἐς αὐτὸν ἐπιβουλῇ χρῆσθαι.
[25.31] Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται, Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ' [25.32] ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν. ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι· τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα [25.33] εὐθὺς γέγονεν. ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει· ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐνταῦθα [25.34] παρῆν τῷ Ἰωάννῃ, ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παρ' αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ' ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα [25.35] εἶναι. διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον [25.36] ἢ πρότερον ἔχοι. ἀλλ' ὁ θεὸς, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε.
[25.37] Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν, Ἰωάννου οὐδέν τι ἧσσον· τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δίκην [25.38] ἐκάλουν. ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι [25.39] τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν. ἐτύγχανε δὲ Ἰωάννης τῷ Εὐσεβίῳ διάφορος γεγονὼς μάλιστα, καὶ ἀπ' αὐτοῦ ἡ τῆς ἐπιβουλῆς ὑποψία ἐς αὐτὸν ἦλθε.
[25.40] στέλλονται τοίνυν ἐκ βουλῆς ἄνδρες διερευνησόμενοι τὸ μίασμα τοῦτο· οἳ δὴ τὸν Ἰωάννην πρῶτα μὲν ἐν δεσμωτηρίῳ καθεῖρξαν, ἔπειτα δὲ ἄνδρα ἔπαρχον μὲν δυνατὸν οὕτω γενόμενον, ἐς πατρικίους δὲ ἀναγραφέντα καὶ ἐς τῶν ὑπάτων ἀναβεβηκότα τὸν δίφρον, οὗ μεῖζον εἶναι οὐδὲν ἔν γε τῇ Ῥωμαίων πολιτείᾳ δοκεῖ, ἔστησάν τε γυμνὸν, ἅτε λῃστήν τινα ἢ λωποδύτην, καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς εἰπεῖν [25.41] τὰ βεβιωμένα ἠνάγκαζον. καὶ τοῦ μὲν Εὐσεβίου φόνου αἴτιος Ἰωάννης οὐ λίαν ἐξελήλεγκτο, ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττομένη.
[25.42] ἔπειτα δὲ τὰ χρήματα πάντα ἀφελόμενοι γυμνὸν ἐς τὴν ναῦν εἰσεβίβασαν, ἱμάτιον ἓν, καὶ τοῦτο τραχὺ κομιδῆ, ἀμπεχόμενον, ὀβολῶν ὠνηθὲν ὀλίγων τινῶν, οἵ τε αὐτὸν παραπέμποντες ὅπη ἂν ἡ ναῦς ὁρμισθείη ἐκέλευον ἄρτον ἢ ὀβολοὺς ἐκ τῶν προσπιπτόντων [25.43] αἰτεῖσθαι. οὕτω τε πτωχεύων πανταχόθι τῆς πορείας τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται. καὶ τρίτον [25.44] τοῦτο ἔτος αὐτὸν ἐνταῦθα καθείρξαντες τηροῦσιν. ὁ δὲ, καίπερ ἐν τοιούτοις γεγονὼς πάθεσιν, οὐδὲ τὴν τῆς βασιλείας ἐλπίδα μεθῆκεν, ἀλλὰ καὶ Ἀλεξανδρέων τινὰς, ἅτε τῷ δημοσίῳ χρυσίον ὀφείλοντας, διαβαλεῖν ἔγνω. Ἰωάννην μὲν οὖν τὸν Καππαδόκην δέκα ἐνιαυτοῖς ὕστερον αὕτη τῶν πεπολιτευμένων κατέλαβε τίσις.
26
Τότε δὲ βασιλεὺς στρατηγόν τε τῆς ἑῴας αὖθις Βελισάριον κατεστήσατο καὶ ἐς Λιβύην πέμψας τὴν χώραν ἔσχεν, ὥσπερ ἐν τοῖς ὄπισθεν λελέξεται [26.2] λόγοις. ὅπερ ἐπεὶ ἔς τε Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν [26.3] ἐπὶ μέγα χωρεῖν ᾔσθοντο. πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις, ξυγχαίρειν τε Ἰουστινιανῷ τῷ βασιλεῖ ἔφασκε καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδίλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν, εἰ μὴ αὐτῷ [26.4] Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ἀπεπέμψατο.
[26.5] Ἐν δὲ πόλει Δάρας τοιόνδε τι ξυνέβη γενέσθαι. Ἰωάννης τις ἦν ἐνταῦθα ἐν καταλόγῳ τεταγμένος πεζῶν· οὗτος οὐχ ἁπάντων οἱ ξυμφρονούντων στρατιωτῶν, ἀλλ' ὀλίγων τινῶν, τυραννίδι ἐπιθέμενος τὴν [26.6] πόλιν ἔσχεν. ἔν τε παλατίῳ καθήμενος ὥσπερ ἐν ἀκροπόλει, τὴν τυραννίδα ἐκρατύνετο ἡμέρᾳ ἑκάστῃ.
[26.7] καὶ εἰ μὴ Πέρσας ἔχεσθαι εἰρήνης ἐς τοὺς Ῥωμαίους τηνικαῦτα ξυνέβη, ἀνήκεστα ἂν ἐνθένδε Ῥωμαίοις ἐγεγόνει κακά. νῦν δὲ τοῦτο ἐκώλυσε φθάσασα, [26.8] ὥσπερ μοι ἐρρήθη, ἡ ξύμβασις. ἡμέρᾳ δὲ ἀπὸ τῆς τυραννίδος τετάρτῃ ξυμφρονήσαντες στρατιῶται, γνώμῃ Μάμαντός τε τοῦ τῆς πόλεως ἱερέως καὶ Ἀναστασίου τῶν δοκίμων τινὸς πολιτῶν, ἐς τὸ παλάτιον μεσημβρίας ἀκμαζούσης ἀνέβησαν, κρύψας ἕκαστος [26.9] ὑπὸ τῷ ἱματίῳ ξιφίδιον. καὶ πρῶτα μὲν ἐν τῇ μεταύλῳ θύρᾳ τῶν δορυφόρων εὑρόντες ὀλίγους τινὰς εὐθὺς ἔκτειναν. ἔπειτα δὲ καὶ εἰς τὸν ἀνδρῶνα ἐσβάντες τοῦ τυράννου ἥπτοντο· τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι, ἀλλ' αὐτῶν ἔτι μελλόντων τε ἐν τῇ μεταύλῳ καὶ κατωρρωδηκότων τὸν κίνδυνον, τῶν τινα ἀλλαντοπωλῶν ξὺν αὐτοῖς ὄντα ἐσπηδῆσαί τε ξὺν τῇ κοπίδι καὶ τῷ Ἰωάννῃ ἐντυχόντα ἀπροσδοκήτως [26.10] παῖσαι. καὶ τὸν οὐ πληγέντα μὲν καιρίαν πληγὴν, ξὺν θορύβῳ δὲ πολλῷ φεύγοντα, ἐς τούτους δὴ [26.11] τοὺς στρατιώτας ἐμπεσεῖν ἄφνω. οὕτω τε τοῦ ἀνθρώπου αὐτοὺς ἁψαμένους πυρὶ μὲν αὐτίκα τὸ παλάτιον ὑφάψαντας καῦσαι, ὡς μή τις ἐλπὶς ἐνθένδε ἀπολειφθείη τοῖς τὰ νεώτερα πράγματα πράσσουσιν, αὐτὸν [26.12] δὲ ἐς τὸ δεσμωτήριον ἀπαγαγόντας δῆσαι. καὶ αὐτῶν τινα δείσαντα μὴ οἱ στρατιῶται περιεῖναι τὸν τύραννον γνόντες πράγματα τῇ πόλει αὖθις παράσχωνται, κτεῖναί τε τὸν Ἰωάννην, καὶ τούτῳ δὴ τῷ τρόπῳ τὴν ταραχὴν παῦσαι. τὰ μὲν οὖν ἀμφὶ ταύτῃ τῇ τυραννίδι τῇδε ἐχώρησεν.