Τω σοφοτάτω και λογιοτάτω Λαγκιλώτω Κάρλω, και αιδεσιμωτάτω επισκόπω Ρηγιέων, Άγγελος ο Βεργίκιος ευ πράττειν

Τῷ σοφοτάτῳ καὶ λογιοτάτῳ Λαγκιλώτῳ Κάρλῳ, και αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ῥηγιέων, Ἄγγελος ὁ Βεργίκιος εὖ πράττειν.
Συγγραφέας:
Πρόλογος σε έκδοση έργων του Ερμή του τρισμέγιστου, αναδημοσιευμένος στο Hermetis Trismegisti Poemander (1854) επιμ. Gustav Parthey, Βερολίνο 1854


Praefatio editionis Turnebianae. Parisiis, 1554.

Τῷ σοφοτάτῳ καὶ λογιοτάτῳ Λαγκιλώτῳ Κάρλῳ, και αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ῥηγιέων, Ἄγγελος ὁ Βεργίκιος εὖ πράττειν.

Ἑρμῆς ὁ Τρισμέγιστος, αἰδεσιμώτατε δέσποτα, Αἰγύπτιος μὲν ἦν τὸ γένος, πατρὸς δὲ ἢ μητρὸς οὐδεὶς ἂν ἔχοι τῷ ὄντι τίνος εἰπεῖν. ἤκμασε δὲ πρὸ τοῦ Φαραῶ, ὡς πολλοῖς τῶν χρονογράφων δοκεῖ. ὑπολαμβάνουσι δέ τινες αὐτὸν εἶναι τὸν παρ’ Αἰγυπτίοις καλούμενον Θώθ, ἐξ ὧν καὶ ὁ Κικέρων εἷς ὢν τυγχάνει. ἀλλὰ καὶ ἰσόχρονον τοῦτόν τινες συγκαταριθμοῦσι τῷ Φαραῷ, οἷσπερ ἐγὼ οὐ συγκατατίθεμαι δι’ αἰτίαν τοιαύτην· Φασὶ τὸν Θὼθ βασιλέα Αἰγυπτίων εἶναι, ὁμοίως δὲ καὶ τὸν Φαραώ· ὥστε ὁ Θὼθ εἰ ἦν ἰσόχρονος τούτῳ, ἦσαν ἂν τὸν αὐτὸν χρόνον βασιλεύοντες Αἰγυπτίων καὶ ἄμφω. τσῦτο δ’ οὐδεὶς μήτε τῶν χρονογράφων μήτε τῶν τὰ Αἰγυπτιακὰ ἱστορούντων ὁμολογεῖ· ὥσθ’ ἕπεται τοῦτον εἶναι ἢ πρὸ αὐτοῦ ἢ μετ’ αὐτόν. μετ’ αὐτὸν δὲ παρ’ οὐδενὶ τούτων εἴρηται· τοιγαροῦν πρὸ αὐτοῦ. εἰ δὲ πρὸ τούτου, ἄρα καὶ πρὸ Μωσέως. τοῦτον οὖν φασὶν ἀποδημοῦντα τῆς ἑαυτοῦ πατρίδος, περιιέναι πᾶσαν τὴν ὑφ’ ἥλιον, ἀρετῆς καὶ σοφίας ἀντιποιούμενον· παιδεύειν δὲ πειρᾶσθαι τοὺς ἀνθρώπους ἕνα θεὸν μόνον δημιουργὸν καὶ γενέτορα πάντων σέβεσθαι καὶ τιμᾶν, ἐπιδεικνύμενον ἅμα, ᾧτινι τρόπῳ δεῖ προσκυνεῖν αὐτόν· βιῶναι δὲ βίον πάνσοφον καὶ θεωσεβῆ, ταῖς τοῦ νοῦ θεωρίαις σχολάζοντα, τῶν τε κατωφερῶν τῆς ὕλης οὐ φροντίζοντα· ἐπανελθόντα δ’ εἰς τὴν πατρίδα συγγράμματα γράψαι τῆς κατ’ ἐκεῖνο καιροῦ μυστικῆς φιλοσοφίας τε καὶ θεολογίας πολλά· ὧν τὰ κατ’ ἐξοχὴν δύο ἐστί· τὸ μὲν Ἀσκληπιὸς κέκληται, τὸ δὲ Ποιμάνδρης, καὶ ἔστι τὸ παρόν. ὃ πάλαι μὲν εἰς τὴν τῶν Λατίνων γλώτταν μεθερμηνενθέν, οὐ μάλ’ ἐξηκριβωμένως δέ, ἐν ταῖς Ἐνετίαις παρ’ Ἄλδῳ τῷ Ῥωμαίῳ τετύπωται· ὀψὲ δέ ποτε καὶ ἐν Φλωρεντίᾳ εἰς τὴν ἐπιχώριον διάλεκτον πάλιν ἐκ τούτου μεταφρασθὲν καὶ ἐκτυπωθὲν ἐξεδόθη. περὶ δὲ τοῦ τυποῦσθαι τοῦτο εἰς τὴν ἑλλάδα φωνήν, ἐξ ἧς αὐτὰ μετεφράσθη, οὐκ οἶδ’ ὅπως, ἢ ἀμελείᾳ τῶν τυπογράφων ἢ καὶ ὀλιγωρίᾳ, οὐδ’ ὅλως μνεία πεποίται· ὅθεν ἡμεῖς οὐκ εὔλογον εἶναι τοῦτο διασκεψάμενοι, ἐπιμελεῖσθαι μὲν μᾶλλον τῶν ἐξ αὐτῆς ἐκβληθέντων τῆς δ’ ἀρχετυπωτέρας ἀφροντίστως γ’ ἔχειν, ᾠήθημεν δεῖν τοῦτο γε νῦν καὶ ἑλληνιστὶ τυπωτέον τ’ εἶναι, καὶ σοί γε προσφωνητέον, τῷ πολλὴν ἐπὶ ταῖς ἱερολογίαις ποιουμένῳ σπουδὴν παλαιαῖς τε καὶ νέαις, ἵνα προσέτι καὶ τῶν ἀρχαιοτέρων μὴ ἀμύητος ἦς, ὅπως τῆς τῶν θείων εἶχον εἰδήσεος. ἐοίκασι γὰρ ταῖς καθ’ ἡμᾶς ἐν ἐνίοις συνᾴδειν, ὡς ἔστιν ἐν τῷ παρόντι εἰδέναι. πρόκειται γὰρ τῷ Ἑρμῇ, διαλεγομένῳ ἐνταῦθα πρὸς Ἀσκληπιόν τε τὸν μαθητὴν καὶ Τὰτ τὸν υἱὸν αὐτοῦ, εἰπεῖν περί τε τῶν θείων καὶ ἀπορρήτων πραγμάτων, ὥστε σὺν πάσῃ προσοχῇ καὶ ἀκραιφνεῖ διανοίᾳ διδάσκεσθαι αὐτοὺς ταῦτα· διὸ καὶ εἰκότως οἶμαι τὸν Ποιμάνδρην προταχθῆναι ἐν τῷ διαλόγῳ τούτῳ, τουτέστι τὸν θεῖον καὶ ἡγεμονικὸν νοῦν τῆς ψυχῆς, τὸν τοῖς ἑαυτοῦ κινήμασι ποιμαίνοντα καὶ θεωροῦντα τὰ ὄντα, ὃν καὶ Ἀριστοτέλης ἀπαθῆ καὶ ἀίδιον ἀποφαίνει, ἐφ’ ᾧ τεκμαίρεσθαι τοῦτο, ὅτι τοὺς τὰ θεογνωσίας βουλομένους ἀκροάσασθαι καὶ μαθεῖν λόγια, δεῖσθαι τινος πρῶτον θείας ἐλλάμψεως, ποδηγούσης αὐτοὺς εἰς τὴν ἀκριβῆ ἐκείνων κατάληψιν· ὅπερ οὐχ οἷόν τε ἄλλως γενέσθαι, πρὶν ἢ ἀποθέσθαι πᾶσαν βιωτικὴν ἀπάτην καὶ μέριμναν τοῦ πρὸς τῶν τῆς ὕλης ἀπομαραινομένου νοός, καὶ τούτων γε ἤδη ἀποκαθαιρομένου, καὶ πρὸς τὸν Θεῖον ἐκεῖνον καὶ πατρικὸν νοῦν ἀποκαθισταμένου, ἅπτεσθαι ἀσφαλῶς τῆς αὐτῶν θεωρίας καὶ γνώσεως. ὡς οὖν καὶ ὁ θεσπέσιος οὗτος τῆς σωματικῆς ἀχλύος ἀπαλλαττόμενος, καὶ πρὸς ὕψος θεωρίας ἐπαιωρήσας τὸν νοῦν, καὶ ὅλως τοὐντεῦθεν ἔνθους γενόμενος, ἄρχεται ἑαυτὸν ἐρωτᾶν, δηλαδὴ τὸν Ποιμάνδρην, τὸν καὶ αὐθεντίας νοῦν καλούμενον, τοῦ τὴν φύσιν τῶν ὄντων μαθεῖν, καὶ γνῶναι τῶν πάντων πατέρα τε καὶ δημιουργὸν θεόν· πρὸς ὃν ἐκεῖνος ἀπαμειβόμενος δείκνυσιν εὐσεβῶς καὶ διερμηνεύει πᾶν τὸ μεγαλεῖον τῆς τοῦ θείου σοφίας τε καὶ δυνάμεως καὶ τῆς ἐκείνης πανσόφου καὶ προνοητικῆς διοικήσεως· ὥστε καὶ πυνθανόμενον ταῦτα καὶ διανοηθέντα, ἐκπλήττεσθαι καὶ βοᾷν „δόξα τῷ πατρὶ καὶ θεῷ. ἅγιος ὁ θεὸς ὁ πατὴρ τῶν ὅλων. ἅγιος ὁ θεὸς οὐ βουλὴ τελεῖται ἀπὸ τῶν ἰδίων δυνάμεων. ἅγιος ὁ θεὸς ὃς γνωσθῆναι βούλεται καὶ γινώσκεσθαι τοῖς ἰδίοις τῶν ἔργων.“ καὶ τὰ ἑξῆς τοῦ λόγου. εἶτα διδάξαι τοὺς ἄλλους ταῦτα βουλόμενος, πρώτιστα πάντων τυχεῖν εὔχεται θείας τινὸς ἐπινεύσεως καὶ ἰσχύος τοῦ ταῦτα διεξελθεῖν ἀκριβῶς. οὕτως δ’ εἰπὼν τρέπει τὸν λόγον πρὸς τὸν Ἀσκληπιόν, καὶ οἷον ἀποκρινόμενος τάδε φησί „τὸ θεῖον καθὸ θεός, ὦ! Ἀσκληπιέ, ἀγέννητόν ἐστι· εἰ δ’ ἀγέννητον καὶ ἀνουσίαστον· τὸ δ’ ἀνουσίαστον πάντως οὐκ ἐν αἰσθήσει περιληπτόν, ἀλλὰ μόνον νοητόν· τοῦτο δ’ ἀκίνητον ὃν πάνθ’ ὑπ’ αὐτοῦ κινεῖται καὶ προνοεῖται, φύσει ἀγαθὸν ὄν“ καὶ τὰ λοιπὰ τῆς προγνωσίας τῶν πάντων καὶ φύσεως. ἔπειτα προτεινάμενος πρὸς Τὰτ τὸν διάλογον, πρῶτα μὲν ὡς εὐχὴν ἐκτελῶν πάλιν φαίνεται, καὶ οἷον ἐξυμνεῖν τὸ θεῖον δοκεῖ· εἶτα κἀνταῦθα τὰ τῆς θείας φύσεως ἐπιδεικνύς, πρὸς τούτοις τε ἀριδήλως διδάσκει καὶ τὴν ἐπάνοδον τῶν ψυχῶν, βαπτιζομένων εἰς τὸν κρατῆρα τοῦ νοῦ, διὰ τοῦ κηρύγματος τοῦ παρὰ θεοῦ πεμφθέντος ἐπὶ τῆς γῆς, φάσκων ταυτί „ὅσοι μὲν συνῆκαν τοῦ κηρύγματος τούτου καὶ ἐβαπτίσθησαν τοῦ νοός, οὗτοι μετέσχον τῆς θείας γνώσεως, ὅσοι δ’ ἥμαρτον τοῦ κηρύγματος καὶ οὐ προσειλήφασι τὸν λογικὸν νοῦν, αἱ αἰσθήσεις τούτων ταῖς τῶν ἀλόγων ζώων εἰσὶ παραπλήσιαι· ἀλλ’ οὐ δύναταί τις, φησί, βαπτισθῆναι εἰς αὐτόν, ἐὰν μὴ πρῶτον τὸ σῶμα αὑτοῦ μισήσῃ, τουτέστι τὸ ὑλικὸν καὶ γεῶδες φρόνημα τῆς σαρκός, καὶ πρὸς ἐκεῖνον τὸν ἔνθεον νοῦν ὅλως γένηται.“ ἀρίστη καὶ εὐαγγελικὴ διδασκαλία αὕτη δοκεῖ, ὥστε καὶ φαίης ἂν αὐτὸν οὑτωσί λέγοντα ἴσως θεσπιῳδόν τινα καὶ μύστην τυγχάνειν ὄντα θεοῦ· ἐν πολλοῖς γὰρ καὶ ἄλλοις τῶν πρὸς αὐτοῦ ῥηθέντων οὐ διοίσειν τῶν παρ’ ἡμῖν ἱερολογούντων δόξειεν ἂν· οἷόν ἐστιν, ὅτε περί τε καλοῦ κᾀγαθοῦ διαλεγόμενος λέγει, ὅτι παρὰ τῷ θεῷ μόνον εἰσί. καὶ ὅτι ἡ ἀγνωσία αὑτοῦ μέγιστον ἐν ἀνθρώποις κακόν ἐστι, καὶ περὶ ψυχῶν ἀφθαρσίας τε καὶ κολάσεως, ἔτι δὲ περὶ τοῦ ἐν ἀνθρώποις κοινοῦ νοῦ, ποῖός τις ἔστι καὶ τί δύναται· ἀλλὰ δὴ καὶ περὶ τῆς παλιγγενεσίας τε καὶ ἐπαγγελίας τῶν ἀγαθῶν, ἔνθα φησὶ τὸν τῆς παλιγγενεσίας δημιουργὸν εἶναι θεοῦ παῖδα καὶ ἄνθρωπον ἕνα· καὶ περὶ πολλῶν ἄλλων θεοσεβῶν, ἃ διὰ τὸ παρεῖναι ἐν τοῖςδε τῶν κεφαλαίων, τὸν ἀριθμὸν ὄντων πεντεκαίδεκα πάντων, ἀφίημι παριών· πλὴν ὅτι τὸ μέγιστον καὶ θαυμασιώτερον πάντων τῶν ὑπ’ ἐκείνου ῥηθέντων οὐ πάρεργον ἔδοξέ μοι εἰπεῖν. γέγραπται μὲν τῷ Σουίδᾳ, κεκλῆσθαι τρισμέγιστον τὸν Ἑρμῆν διὰ τὸ περὶ τῆς τριάδος φθεγξάμενον ταῦτα εἰπεῖν· „ἐν τριάδι μίαν εἶναι θεότητα. οὕτως ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης ἢ πνεῦμα πάντα περιέχον· ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστίν· ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει παῖς ὤν, καὶ γονίμῳ ὕδατι ἔγκυον τὸν ἄνθρωπον ἐποίησε. καὶ ταῦτ’ εἰρηκὼς ηὔξατο λέγων· „ὁρκίζω σε οὐρανὲ θεοῦ μεγάλου σοφὸν ἔργον· ὁρκίζω σε φωνὴν πατρὸς ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε τὴν τοῦ μονογενοῦς λόγου καὶ τοῦ πατρὸς τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως ἔσο.“ ἰδοὺ διαρρήδην θεολογεῖν τὴν πάνσεπτον τριάδα θαυμασίως καὶ εὐαγγελικῶς ἡμᾶς ἐξεπαίδευσεν. ἀλλ’ εἰ καὶ ἐν τῷ παρόντι οὐκ ἔστιν οὑτωσὶ κατὰ λέξιν εὑρεῖν, ἅτε δὴ τῷ Σουίδᾳ εἴρηται, οὐδὲν θαυμαστόν. ἐνῆν γὰρ αὐτῷ που τετυχηκότι βιβλίου τινὸς μᾶλλον τῶν ἡμετέρων διορθουμένου ταῦθ’ εὑρεῖν παρ’ αὐτῷ. εἴωθε γὰρ πάσχειν διαφθορὰν τὰ βιβλία συχνά, ἢ τοῦ μακροῦ χρόνου ἕνεκα, ἢ τῶν γραφόντων ἀπαιδευσίᾳ, ἢ δὴ καὶ ἀπροσεξίᾳ, μᾶλλον δ’ ἀγνωσία τῶν κεκτημένων αὐτὰ κακῶς ἐπιμελομένων. καὶ γὰρ εὕρομεν καὶ παρὰ τῷ Στοβαίῳ πολλά τε ἄλλα καὶ θαυμαστὰ τοῦ Ἑρμοῦ, ὧν ἐν τοῖς ἡμετέροις τῶν ἀντιγράφων οὐδέν ἐστι. τούτου δὴ ἕνεκα μήτε τῷ Σουίδᾳ τις ἀπιστείτω, μήτε μὴν τὸ βιβλίον ἀπαξιούτω, εἰ οὐ πάρεστιν ἐν αὐτῷ· ἀλλ’ ἀρκεσώμεθα τοῖς εὑρισκομένοις, ἐπεί γε τὸ ἔχειν ἄμεινον πάντως τοῦ προσδοκᾷν πέφυκε. τὰ δ’ ἄλλα εὔχομαί σε

Δηρὸν ἐυζώειν καὶ ὁρᾷν φάος ἠελίοιο,
Ὄλβιον ἐν λαοῖς καὶ γήραος οὐδὸν ἱκέσθαι,

κατὰ τὸν ποιητήν. ἔρρωσο.