Του μεγάλου λογοθέτου και πρωτοβεστιαρίου Θεοδώρου του Μουζάλωνος λόγος εις τον νέον μάρτυρα Νικήταν


Τοῦ μεγάλου λογοθέτου καὶ πρωτοβεστιαρίου Θεοδώρου τοῦ Μουζάλωνος λόγος εἰς τὸν νέον μάρτυρα Νικήταν
CODEX J : Athous Laurae Δ 80, ff. 324–337



Τοῦ μεγάλου λογοθέτου καὶ πρωτοβεστιαρίου Θεοδώρου τοῦ Μουζάλωνος λόγος εἰς τὸν νέον μάρτυρα Νικήταν

Μέγα τι δεῖγμα φιλοθέου γνώμης καὶ προαιρέσεως εἴ που τις καὶ παλαιὰν ἀναλαβόμενος ἱστορίαν τῶν οἱωσδήποτε κατὰ Θεὸν εὐδοκιμηκότων, εἶτα παραθέ- μενος εἰς μέσον αὐτήν, τοῖς μὲν ἀγνοοῦσι διδασκαλίαν, ἑορτῆς δὲ ποιήσεται τοῖς ἐπισταμένοις ὑπόθεσιν· τοῦτον τὸν τρόπον νῦν μὲν προφητῶν, νῦν δὲ ἀποστόλων, νῦν δὲ μαρτύρων καὶ ὁσίων ἀνυμνολογοῦνται χοροί· τὸ δὲ πρᾶγμα, Θεῷ μὲν τῷ τῶν ἀγαθῶν ἁπάντων αἰτίῳ –εἰ καὶ μὴ τὴν ἁρμόζουσαν– τὴν δυνατὴν δὲ ὅμως εὐχαριστίαν φέρει καὶ δόξαν, ἀνθρώποις δὲ πρὸς μίμησιν καὶ ζῆλον τοῦ καλοῦ διανισταμένοις μεγίστην ἅμα καὶ τελειοτάτην ὠφέλειαν· ὅτι μηδὲ χρόνος ἀπαλείφειν δύναται τὰ καλὰ μηδὲ βυθῷ λήθης παραδιδόναι, κἂν ὅτι πλεῖστος παραῤῥρέῃ καὶ μήκιστος, καὶ μάλισθ’ ὅταν εἴη τὰ θαυμαζόμενα θειοτέρας ἐξημμένα τῆς δυνάμεως καὶ ἀρχῆς, πρὸς ἣν καὶ πᾶσα πίστις ἀληθὴς ἀναφέρεται. Ὀνίνησι μέντοι τοὺς ἀκροωμένους καὶ σφόδρα θερμοτέρους ποιεῖται πρὸς τὴν τοῦ καλοῦ καὶ ζήτησιν καὶ ὁμοίωσιν, εἰ ἄρα νεωτέρων θαυμάτων γεγενημένων αὐτά τις μᾶλλον παραλαβὼν τιμήσει καὶ πρὸς δύναμιν ἀφηγήσεται· αὐτίκα γὰρ οὐδ’ ἀποκνήσει τὸν αὐτὸν ἀγῶνα διαδραμεῖν ὁ τὰς τῶν παλαιῶν πράξεων εἰκόνας κἀν τοῖς παροῦσί τε καὶ ἐνεστῶσι καινουμένας ὁρῶν καὶ μηδὲν ἔλαττον ἀνδριζομένους τοὺς τὸν θεῖον πόθον ἐν ταῖς αὐτῶν ψυχαῖς 20 περιφέροντας.

Ὧν εἷς ἐστι καὶ ὁ νῦν ἡμῖν εἰς εὐφημίαν προκείμενος. Ἐφ’ ἡμῶν γὰρ καὶ ἐν αὐτοῖς τοῖς καθ’ ἡμᾶς ἀνέθηλε χρόνοις, παρὰ δὲ ταῖς διεξόδοις τῶν δαυϊτικῶν ὑδάτων πεφυτευμένος, τέλος καὶ ὡραιοτάτους τοὺς καρποὺς τῆς εὐσεβείας ἀνέδωκεν, ὅτι καὶ Χριστὸν τὸν γεωργὸν τῶν ἀγαθῶν ἀγαπήσας ὑπὲρ αὐτοῦ καὶ τοὺς μεγάλους ἄθλους διήνεγκε καὶ τὸν τοῦ μαρτυρίου ὑπεδέξατο θάνατον, ὅπως δὲ καὶ μεθ’ ὅσης τῆς προθυμίας ἅμα καὶ γενναιότητος τὰ ἐφεξῆς τοῦ λόγου δηλώσειεν. Ἕκαστος δὲ ὑμῶν, ὦ φιλόχριστον σύνταγμα, τὰς ἀκοὰς ἡμῖν ὑποσχόντες, ὁμοῦ μὲν σὺν φόβῳ καὶ θειοτέρᾳ τῇ ἡδονῇ ἀκροᾶσθε τῶν λεγομένων ὁμοῦ δὲ καὶ εὐφημεῖτε Θεόν, ὃς καὶ νῦν ἡμῖν μάρ- τυρα τῆς εἰς αὐτὸν ὁμολογίας τὸν πολὺν δὴ τοῦτον ἀνέδειξεν ἀθλητήν. Ἄρξομαι δὲ ἐντεῦθεν τοῦ διηγήματος· ἡ μὲν ἐπὶ γῆς καὶ κάτω τῷ γενναίῳ πατρίς, Ἄγκυρα, Γαλατῶν πόλις καὶ Γαλατῶν ἀρχῆθεν καὶ ἐς δεῦρο μητρόπολις. Εἰ γὰρ καὶ δουλεύει Πέρσαις χρόνον ἤδη μακρὸν τῇ βαρβαρικῇ καὶ ἀθέῳ τούτων δυναστείᾳ ὑποπεσοῦσα, ἀλλ’ οὖν ἔτι περισῴζει οὐ βραχύ τι μέρος χριστιανῶν, παρ’ οἷς ἐκεῖ καὶ τὴν ἐκκλησίαν ψαλλόντων τε καὶ ἀνομολογούντων τὸν Κύριον. Τῷ ἐκεῖσε κλήρῳ καὶ ὁ μέγας οὗτος ἀποδοθεὶς συγκατείλεκται, εὐσεβοῦς καὶ ῥίζης καὶ προγόνων γεγενημένος. Ὡς γὰρ καλῶς καὶ θεαρέστως ἐτρέφετο σεμνοῦ τε διόλου καὶ εὐλαβοῦς ἀντεποιεῖτο τοῦ βίου, αὐτίκα Θεῷ καθιερωθεὶς ἐπὶ τὸν πρῶτον τῶν ἀναγνωστῶν βαθμὸν ἄγεται. Καὶ οὕτως ὑπῆρχεν ἐπὶ τῆς κάτω ταύτης καὶ θεωρουμένης πατρίδος τὸν θεοφιλῆ βίον ἀνύων, ἔνθα καὶ οὐχ ὑπὸ τῶν τεκόντων μόνον, ἀλλὰ καὶ ὑπὸ παντὸς ἑτέρου τῶν ἐκεῖ χριστιανῶν ἐθαυμάζετο. Ἀτενῶς δὲ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ τὴν τῶν πρωτοτόκων ἐκκλησίαν καὶ ἀληθινὴν καὶ ἀκατάλυτον πατρίδα, Θεὸν αὐτὸν ἐπεκαλεῖτο πατέρα καὶ αὐτῷ μόνῳ προσανέχειν ἔκρινε δεῖν, ᾧ καὶ τῆς ψυχῆς ὁλοσχερῶς τὸν πόθον ἀνέφλεγεν. Ὡς δὲ καὶ ἔφηβος ἦν καὶ παραμείψας τὸν παῖδα ἐπ’ αὐτοὺς ἐτέλει τοὺς μείρακας· μέχρι μὲν τούτου τήν τε ἀζυγίαν ἐτίμα καὶ τὴν παρθενίαν ἠσπάζετο. Ἐπεὶ δὲ εἰκοστοῦ ἐπέβαινεν ἔτους, τηνικάδε οἱ τεκόντες ἕτερον περὶ αὐτοῦ τι βουλεύονται· κόρην γὰρ αὐτῷ κατεγγυῶσι παρθένον, φύλακά τινα ἐκείνῳ ἐσομένην καὶ τῆς ἐφεξῆς σωφροσύνης, εἰ καὶ τοῦτ’ αὐτὸ σοφώτερον ἐκείνων ᾠκονόμηται τῷ Θεῷ, ἵνα μὴ μάρτυς μόνον ὁ μέγας, ἀλλὰ καὶ παρθένος εἰς τὰς οὐρανίους βαίη σκηνάς. Οὔπω γὰρ οὐδ’ αἱ πρῶται παρ’ αὐτοῖς ἐτελοῦντο μνηστεῖαι, ἀλλὰ μόνοι οἱ τῶν παίδων πατέρες τοὺς τοῦ κήδους πρὸς ἀλλήλους λόγους συνήλαττον, καὶ Θεὸς ὁ πάντα συμφερόντως οἰκονομῶν πρὸς ἑαυτὸν ὅλον μεθέλκει καὶ ὑπαλείφει μεταθεῖναι τὸν βίον πρὸς τὸν ἀνωτάτω νυμφῶνα, ἔνθα καὶ χορὸς ἑορταζόντων καὶ εὐφραινομένων ἐστὶν ἡ κατοικία· καὶ δὴ κινεῖται ταῦτα τόνδε τὸν τρόπον. Οὐδένα ἀγνοεῖν οἴομαι τὴν Νυσσαέων ἐκκλησίαν, ἣν πάλαί ποτε ἐκόσμει ὁ πολὺς τὰ θεῖα Γρηγόριος, ἔνθα καὶ τὸ ἱερὸν αὐτοῦ λείψανον σορῷ καὶ τάφῳ δοθὲν μέχρι καὶ ἐς δεῦρο θησαυρός ἐστὶ θαυμάτων ἀκένωτος, ἐκεῖ καλῶς τοῖς περιλειφθεῖσι τῶν χριστιανῶν καὶ φυλαττόμενον καὶ τιμώμενον. Ἀλλὰ καὶ Νύσσα αὕτη, ἡ πάλαί ποτε πόλις πᾶσαν μὲν τὴν πρὶν εὐδαιμονίαν ἀπώλεσεν· ὑπὸ γὰρ βαρβάρων τυραννεῖται Περσῶν, μόνῃ δὲ τῇ σορῷ καὶ τῷ λειψάνῳ τοῦ μεγάλου τοῦδε ποιμένος περιᾴδεται καὶ σεμνύνεται. Ἐκεῖσε τοιγαροῦν ἐξ Ἀγκυρανῶν τῆς πατρίδος ὁ θαυμαστὸς οὗτος παραγίνεται παῖς ἅμα δυσὶν ἑτέροις ὁμήλιξιν, οἷς ἐκ τῶν περιχώρων Ἀγκύρας συνεληλυθόσιν αὐτῷ, αὐτῆς ἄχρι τῆς τῶν Νυσσαέων συνώδευε. Σκοπὸς δὲ ὑπῆρχε τοῖς μὲν τρισὶν ὁμοῦ τῆς ὁδοῦ χρεία τις ἐμπορίας, ἵνά τινα ἐκεῖθεν ἐπὶ τὴν πατρίδα κομίσωνται· τῷ ἀθλητῇ δὲ Νικήτᾳ –τοῦτο γὰρ ὄνομα τῷ νεανίᾳ– καὶ ἰδία τις συνέβαινε πρόφασις. Ἀδελφὴ γὰρ αὐτῷ παρὰ πατέρων γεγέννητο, ἣν πρό τινος τοῦ χρόνου ἐξ Ἀγκύρας ἐπὶ Νύσσαν ἐκπέμψαντες, ἐκεῖ νυμφεύουσιν ἀνδρὶ τῶν ἐγχωρίων τινί. Παραγίνεται τοίνυν, τὴν ἀδελφὴν καὶ τὸν αὐτῆς ὀψόμενος σύζυγον. Ἠκολούθει δὲ ἅμα καὶ ἡ μήτηρ αὐτῷ· ὁ δέ γε πατὴρ οἴκοι ἐν Ἀγκύρᾳ παρέμενεν. Ὅπως δὲ καὶ τὸ τῆς μαρτυρίας στάδιον αὐτῷ ὑπηνοίγη, λέξων ἔρχομαι ἤδη. Μωάμετ, τὸ τοῦ Σατὰν ὄργανον, ὁ καὶ ἀθεΐας καὶ βδελυρίας πάσης ὑφηγητής, ἐπεὶ προὔθετο –πάλαι Θεὸν τὸν ποιήσαντα ἀθετήσας– ἔθνος τὸ Περσῶν οἰκειώσασθαι καὶ πρὸς τὸν ὅμοιον τῆς ἀσεβείας ὑπαγαγεῖν ὄλισθον, γέγονε καὶ νόμων ἐφευρετής, οὓς καὶ λέγειν λίαν ὅλως αἰσχρὸν καὶ ἀκούειν χριστιανοὺς ὄντας αἰσχρότερον, ὅπου γε καὶ δαιμόνων ἀναπλάσματα ὄντα, αὐτοῖς ἐκείνοις οἷς αὐτὰ τιμᾶται καὶ σέβεται τὸ πλεῖστον μέρος σκότῳ καὶ βυθῷ συγκαλύπτεται· καὶ οὐδ’ ἀνέχονται δημοσιεύειν τὰ τῆς ἀσεβείας μυστήρια, εἰ καὶ τοῖς ἔργοις τῆς ἀσχημοσύνης ἐλέγχονται. Πλὴν πονηρὸς ὢν ἐκεῖνος πονηροῦ μαθητὴς διδασκάλου πλάττεται τῷ προσωπείῳ τῆς ἀπάτης παρενεῖραί που τῷ νόμῳ τῆς ἀκρασίας –πῶς ἂν εἴποιμι εὐπρεπῶς;– σκιάν τινα καὶ ἴνδαλμα ἐγκρατείας, κλέπτειν ἐκ τῶν ἡμετέρων καὶ χριστιανικῶν πειρώμενος νόμων, ὃν τρόπον καὶ Ἕλληνες πολλὰ τῆς τε μωσαϊκῆς ἀρχαιολογίας καὶ τῆς ἐς ὕστερον νομοθεσίας Χριστοῦ ὑπούλως ἅμα καὶ δολερῶς ἱεροσυλοῦντες τοῖς οἰκείοις συντάττειν ἐμηχανῶντο καὶ διὰ τῆς ἐκείνων ἀληθείας τε καὶ λαμπρότητος τὸν προφανῆ τοῦ ψεύδους ἔλεγχον διαφεύγειν, εἰ καὶ μηδὲν αὐτοὺς ὤνησεν ἡ ἐπίνοια. Τὶς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελίαρ; Πλὴν καὶ Μωάμετ, ὁ πᾶσαν ἐν ἑαυτῷ εἰσοικισάμενος τὴν ἐνέργειαν τοῦ διαβόλου, πάθη μὲν ἀτιμίας καὶ ἀσελγείας ἢ γαστριμαργίας καὶ φιληδονίας παντοδαποῦς, ἵνα μὴ λέγω ἀνδρομανίας, οὔτ’ ἐκόλασεν ὅλως, ἀλλὰ καὶ προὔτρεψε, καὶ ἄνετον ἀφῆκε τὴν ἁμαρτίαν, οἷς αὐτὸς γέγονε νομοθέτης. Ἐπεὶ δὲ ὥσπερ κόρον ποτὲ τῆς ἀκρασίας λαβὼν ἢ μόλις ἐκ βαθυτάτου ἀνανήψας τοῦ κάρου, νηστείας τινὸς ἐμνήσθη παρὰ τοῖς ἑαυτοῦ νόμοις ὁ ἀλιτήριος, τί φησι καὶ τίνα τρόπον νομοθετεῖ; Χρὴ τοῖς ὑπηρέταις τοῦ διαβόλου νηστείαν τινὰ ὀψὲ τοῦ ἔτους ἐπιτελεῖν καὶ ταύτην δαιμονίοις ἀνατιθέναι ἢ σελήνῃ καὶ ἡλίῳ καὶ ἄστρασιν, ἐπιτελεῖν δὲ οὐχ ὡς οἱ χριστιανικοὶ πικρῶς ὁρίζονται νόμοι, παθῶν πρὸ πάντων καὶ ἡδονῆς ἀναίρεσιν εἰσηγούμενοι, δι’ ἃ καὶ τῆξιν σαρκὸς καὶ πᾶσαν ἄλλην βίου τραχύτητα διατείνονται ὑπομένειν οἱ ἀκριβῶς τῶν νόμων καὶ τῆς ἐντολῆς ἐξεχόμενοι.

«Ταῦτα δέ», φησίν, «ὁ ἡμέτερος οὐ βούλεται νομοθέτης, ἀλλ’ ἀδεῶς μὲν 100 ἀσελγήσετε καὶ ἀσχημονήσετε καὶ τῷ τῶν ἡδονῶν ἐγκυλισθήσεσθε βορβόρῳ καὶ ὅρος ὑμῖν οὐδεὶς τῆς τῶν παθῶν ἔσεται ἀκρασίας· ἀλλ’ οὐδὲ βρωμάτων ἀπόχρησθε οὐδενός· ἡμέρας μὲν γὰρ μόνης οὐ φάγεσθε, καὶ τοῦτο οὐχ ὡς ἂν ὑμῖν τι καταδαμασθείη τὰ σώματα, ἀλλ’ ἵνα λιχνοτέραν σχοίητε τὴν γαστέρα, μικρόν τι κουφισθεῖσαν τοῦ ἄχθους τῶν προαποκειμένων τροφῶν, ἅμα δὲ ἑσπέρᾳ διὰ πάσης τῆς νυκτὸς καθηδυπαθήσετε. Οἴνου δὲ οὐ πίεσθε μόνου, καὶ τούτῳ μόνῳ τὴν νηστείαν τιμήσετε.» Ὤ, τῆς ἀβελτηρίας· ὤ, τῆς μεθοδείας τοῦ διαβόλου! Συγχωρήσας τὰ ἔργα τῆς μοχθηρίας μόνην τὴν τοῦ οἴνου διαβάλλει μετάληψιν, ἣν σὺν ἀμετρίᾳ τὸν ἐφεξῆς ἐνίησι χρόνον· καὶ ὥσπερ οὐδὲ τὰ λοιπὰ τῶν παθῶν, οὕτω γε οὐδὲ μέθην εὐθύνει, τὴν ἀκολασίας μητέρα καὶ πάντα λογισμὸν ἔμφρονα διαφθείρουσαν. Πλὴν οἱ νεανίαι ἤδη γὰρ πρὸς αὐτοὺς ἐκείνους καὶ τὴν κατ’ αὐτοὺς ἐπανιτέον διήγησιν οἱ χριστιανικοῖς πολιτευόμενοι νόμοις, ἐπεὶ καὶ παρ’ αὐτὴν τὴν Νύσσαν εἰσῄεσαν, τῇ προτέρᾳ ἐχρῶντο διαίτῃ καὶ τροφῆς καὶ πόσεως τῆς νενομισμένης ἐγεύοντο. Ἐντεῦθεν πρὸς τὸν ἄρχοντα τῆς πόλεως διαβάλλονται, γένους τε ὄντα Περσῶν καὶ τὰ Μωάμετ κατὰ Πέρσας θρησκεύοντα. Ἃ δὲ εἰσήγγελλον οἱ πρὸς αὐτὸν ἐκεῖνον ἀποδραμόντες καὶ τὴν κατὰ τῶν ἀνδρῶν κατηγορίαν κινήσαντες· «Νεανίσκοί τινες», ἔφασαν, «ἐξ ἀλλοδαπῆς πρὸς τὴν ἡμετέραν ἥκοντες πόλιν, χριστιανοὶ τὸ γένος καὶ τὴν πίστιν τυγχάνοντες, ἐπεὶ ἔγνωσαν ἡμᾶς τὴν εἰθισμένην κατὰ τάσδε τὰς ἡμέρας σεβομένους νηστείαν, οὗτοι μᾶλλον ἀτιμάσειν ἐτόλμησαν· οἴνου γὰρ ἐγεύσαντο καὶ τῆς πόλεως ἡμῶν ἔδρασαν τὸ ἀνόμημα, ἡμῶν κρατούντων καὶ τῆς ἀρχῆς καὶ δυναστείας ἐπειλημμένων, αὐτοὶ τῆς πόλεως μὲν ὄντες ἐπήλυδες, πατρίδα δὲ ὅμως ἔχοντες ὑπόφορον καὶ ταύτην οὖσαν ἡμῖν· τῆς γὰρ Ἀγκυρανῶν ὥρμηνται». Ταῦτα ὡς ἤκουσεν ὁ ἡγεμὼν θυμοῦ τινος ὑποπλησθείς, δεσμίους ἄγειν ὡς αὐτὸν ἐκείνους ἐκέλευεν. Ὡς δὲ ἤγοντο καὶ παρέστησαν, ἀγριάνας τοὺς ὀφθαλμοὺς καὶ μανικόν τι πρὸς αὐτοὺς ἐμβλέψας καὶ θηριῶδες, «ὑμεῖς», ἔφασκεν, «ἀθλιώτατοι καὶ μυσαρώτατοι, τῶν ἡμετέρων νόμων ὑπεριδόντες, οὕτω τῆς ἡμετέρας καταπαίζετε ἐξουσίας; Ἀλλ’ ἀπόδοτε ταχίστην ἀπόκρισιν· τίνες ὄντες καὶ τί ἄρα βουλόμενοι ἐξ ἀλλοδαπῆς ἥκετε ὧδε, ὅτου τε χάριν οὐκ ᾐδέσθητε οὐδ’ ὑπεστάλητε γέλωτα καὶ ὕβριν κατὰ τῆς ἡμῶν θρησκείας ἐπενεγκεῖν;» Οἱ δέ· «ἡμεῖς», ἔλεγον, «Χριστὸν ὁμολογοῦμεν καὶ αὐτῷ μόνῳ ἀληθεῖ λατρεύομεν καὶ προσκυνοῦμεν Θεῷ. Τοὺς δὲ ὑμῶν νόμους, οὐκ ἀρνησόμεθα ὡς ἀεὶ μὲν βδελυττόμεθα· νῦν δὲ οὐκ ἔχομεν ἑαυτοῖς συνειδέναι καινότερόν τι κατὰ τούτων ἐξειργασμένον· εἰ δ’ οὖν, ἀλλὰ παρίτωσαν οἱ ἐλέγχοντες». Ὁ δὲ τὸν λόγον ὑποτεμὼν καὶ μηδὲ πρὸς τὰ λοιπὰ τῶν ἐρωτημάτων τὸ πέρας ἀναμείνας τῶν ἀποκρίσεων, εἶτα· «ὦ κατάπτυστοι», προσετίθει, «οὐδέν τι λέγετε πεποιηκέναι καινόν, οἴνου γευσάμενοι ἐφ’ ἡμέραις αἷς ἡμεῖς ἄγοντες νηστείαν οἴνου πάμπαν ἀπέχομεν;» Οἱ δὲ ὑπομειδιάσαντες· «καὶ τί», φασί, «κοινὸν ἡμῖν καὶ τοῖς νόμοις ὑμῶν, ἵνα καὶ νηστείαν ὑμετέραν τιμῶμεν καὶ μικρὸν ἢ μέγα τοῖς ὑμετέροις ἔθεσι προσανέχωμεν;» «Ἀλλ’ οὐ τιμήσετε», φησὶν ἐκεῖνος, «τὴν νηστείαν ἡμῶν;» «Οὔκουν», ἔφασκον οἱ νεανίαι, «οὐδὲ γὰρ ἄλλο τι τῶν τῆς ὑμετέρας θρησκείας. Ἦ γὰρ οὐκ ἴστε ὡς χριστιανοὶ μὲν ἡμεῖς, πολλοὶ δὲ χριστιανῶν τὴν περσικὴν χώραν οἰκοῦντες τὰ χριστιανῶν σὺν παῤῥησίᾳ λατρεύομεν; Ἄρχετε γὰρ ἡμῶν τὸν σωματικὸν νόμον· καὶ ἡμεῖς Καίσαρι τὰ Καίσαρος ἀποδιδόντες, ὡς ἡ θεία ἡμῶν ὑποτίθησιν ἐντολή, Θεῷ τὰ τοῦ Θεοῦ περισῴζομεν· οὐδὲν δὲ ἡμῖν ὅσα ὑφ’ ὑμῶν πάσχομεν καὶ τῆς ὑμετέρας ἀρχῆς, εἰ καὶ μυρία καὶ παγχάλεπά ἐστιν, ὅτι μόνον οὐ καὶ τῆς πίστεως ἡμῶν κατεξουσιάζειν προείλεσθε· ἢ γὰρ ἂν ἀνηνύτοις ἢ ἀδυνάτοις ἐδόξατε ἐγχειρεῖν, εἰ καὶ ταῦτα δρᾶν ἠβουλήθητε. Πείρᾳ γὰρ ἔγνωτε μᾶλλον οὐκ ἐν τοῖς παροῦσι μόνον καιροῖς, ἀλλὰ καὶ ἐν τοῖς πάλαί ποτε τῶν χρόνων, ὡς ἀήττητος ὑπὲρ εὐσεβείας καὶ ἀκαταγώνιστος ἡ τῶν χριστιανῶν ἔνστασις, καὶ μυρίους ἂν πρότερον ὑπομείνοιεν θανάτους ἢ καταπροδοῦναί τι τῆς ἀληθείας. Καὶ μαρτυρεῖ τοῖς λόγοις ἡμῶν ὁ μυρίος τῶν μαρτύρων ἑσμός, οἳ πρὸς πᾶσαν ἰδέαν βασάνων ἐκδεδωκότες τὰ σώματα, ἀσινεῖς Θεῷ διατετηρήκασι τὰς ψυχάς. Ἀλλὰ ταῦτα μὲν πρότερον· ἐκείνων δὲ ὑμεῖς τοὺς ἄθλους αἰδεσθέντες καὶ ἐπιγνόντες ὡς οὐκ ἄν ποτε χριστιανοὺς μεταπείσετε, τῆς ἀληθείας ἀνταλλάξασθαι ψεῦδος καὶ πλάνην τῆς εἰς Χριστὸν ὁμολογίας καὶ πίστεως συχνὸν ἤδη μεμενήκατε χρόνον· τἄλλα μὲν τοὺς ὑφ’ ὑμῖν καὶ ταῖς ὑμῶν χώραις καὶ πόλεσιν οἰκοῦντας χριστιανοὺς μυρίοις τοῖς δεινοῖς καὶ ταῖς ταλαιπωρίαις καθυποβάλλοντες, τοῦτο δὲ μόνον ἀνέντες ὃ πάντων ἡμῖν εὐκταιότερόν τε καὶ χαριέστερον καὶ δι’ ὃ οὐδὲν ἡμῖν ἅπαν χαλεπὸν ἐπενηνεγμένον, τὸ μὴ καὶ τῆς εἰς Χριστὸν εὐσεβείας τυραννεῖσθαι. Οὓς γοῦν οὐ τῆς κοινῆς ἀπεστερήσατε παῤῥησίας, τί νῦν κολάζειν ἐξάγεσθε, ἐπὶ ἰδίαις οὕτω ταῖς προφάσεσι καὶ μετριωτέραις; Οἱ γὰρ Χριστὸν τρανῶς ἀνομολογοῦντες, οἱ τὰ αὐτοῦ τιμῶντες καὶ σεβόμενοι εὐαγγέλια, πῶς ἄν τινα καὶ ποιησαίμεθα λόγον ὅτί ποτε νομοθετεῖ καὶ διδάσκει ὁ τοῦ ψεύδους ὢν ὑμῖν ὑποφήτης καὶ τῆς ἀνομίας διδάσκαλος;» «Ἦ γάρ», εἶπεν ἐκεῖνος, «οὕτω γε αὐθαδῶς καὶ ἀναισχύντως κατὰ πρόσωπον ἡμῶν τὰς μιαρὰς ἐπαφήσετε γλώσσας καὶ τῷ ἡμετέρῳ διαλοιδορήσεσθε προφήτῃ καὶ κατὰ τῆς αὐτοῦ νομοθεσίας νεανιεύσεσθε; Ἀλλ’ ἐγὼ ταύτης ὑμῖν αἴτιος γέγονα τῆς παῤῥησίας, ἐπὶ μακρὸν ὑμῶν ἀνασχόμενος τῆς φλυαρίας, ἐφ’ ὧ καὶ δέδια μὴ καὶ σφόδρα ἔμοιγε ὀργισαμένου τοῦ νομοθέτου, ἀνοχῆς ἀκαίρου καὶ μακροθυμίας δικαίαν ἀποτίσω τὴν εἴσπραξιν. Ἀναπαλαίσω δὲ ὅμως τὴν εἰς αὐτὸν ἁμαρτίαν· καὶ ἢ πείσω γε ὑμᾶς τῶν Χριστοῦ νόμων ἀποσχομένους αὐτῷ Μωάμετ καὶ τοῖς αὐτοῦ νόμοις συνθέσθαι καὶ προσδραμεῖν ἢ οὐ φείσομαι κολάζων ὑμᾶς.» Ταῦτα εἴρηκε· καὶ πρὸς τοὺς δημίους ἐπιστραφείς· «τί μέλλετε», φησί, «τί δὲ ἀναδύεσθε; Τί δὲ οὐχὶ καὶ πὺξ κατὰ κόῤῥης τοῖς ἀνομωτάτοις τούτοις χαλεπὰς καὶ πλείστας ἐπιτρίβετε τὰς πληγάς, ἀλλ’ ἐστήκασιν εἰσέτι τὰς χεῖρας μόνας περιηγκωνισμένοι, ὥσπερ τι τῶν μετρίων ἐξαμαρτήσαντες, ὀφθαλμοὺς δὲ καὶ ἅπαν τὸ ἀναιδὲς πρόσωπον ὑγιὲς ὁμοῦ καὶ γεγανωμένον προβεβλημένοι, ὡς εἰς ἑορτήν, ἀλλ’ οὐκ εἰς κρίσιν ἀπενηνεγμένοι ἢ μεγίστης παροινίας ἀπότισιν;» Ὡς δὲ ἤκουσαν τῶν ἐπιταγμάτων ἐκεῖνοι, πρόθυμοι καὶ πρότερον ὄντες κολάζειν τοὺς νεανίας, λύκοί τινες ἐφάνησαν οὗτοι κατὰ τῶν Χριστοῦ λυττῶντες θρεμμά- των· καὶ ἐπέβαλον αὐτίκα τὰς χεῖρας καὶ ἀφυλάκτως κατὰ τῶν προσώπων ἐμάστιζον· καὶ οὐκ ἀνῆκαν, πρὶν ἂν ἐξῳδηκότα πεποιήκεσαν αὐτὰ ταῖς ἀνηκέστοις πληγαῖς καὶ οἱονεὶ τὰ ἔσχατα κατηχρείωσαν. Ὡς δὲ ἐπέμενον ἐκεῖνοι τῇ μαρτυρίᾳ, τοιάνδε ποιεῖται τὴν ἀπόφασιν ὁ δικάζων· «ξύλα», φησίν, «ἐπισωρεύσαντες μεγίστην ἀνακαύσατε κά μινον· τούτους δ’ ἔγγιστα παραστήσαντες ὡς νῦν ἐπὶ τοῦ σχήματος ἔχουσιν ἀσφαλῶς τὰς χεῖρας δεδεμένους ἢ πείσατε Χριστὸν ἀρνησαμένους πρὸς τὴν ἡμετέραν μεταθέσθαι τὸ φρόνημα ἢ αὖθις ἐνισταμένους κατ’ αὐτοῦ διωθήσατε τοῦ πυρός.» Ἐτελεῖτο τοίνυν κἀνταῦθα τὰ τῆς Βαβυλωνίας καμίνου, ἣν κατὰ τῶν τριῶν παίδων ἀνῆπτεν ἐν τοῖς παλαιτάτοις τῶν χρόνων Ναβουχοδονόσορ ὁ βασιλεύς. Πλὴν ἐκεῖ μὲν συνασπισμὸς ἦσαν ἀλλήλοις οἱ παῖδες καὶ τῶν τριῶν εἰσπηδησάντων τὴν φλόγα συνεφαίνετο τέταρτος, ἄγγελος ἐπικαταπτὰς ἄνωθεν τήν τε φλόγα δροσίζων καὶ τοῖς παισὶν ἅμα τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀναπέμπων τῷ κτίσαντι. Ἐνταῦθα δὲ γέγονέ τι θρήνων μὲν καὶ ὁδυρμῶν ἄξιον, εἴ τις πρὸς τοὺς ὑπενδόντας ὁρᾷ, πολλὴν δὲ φέρον τὴν τοῦ θαύματος ἔκπληξιν, ὅτι καὶ μόνος ἐναπολειφθεὶς ὁ μάρτυς Νικήτας, τὴν προσηγορίαν οὐκ ᾔσχυνεν. Ἐπεὶ γὰρ ὁ τῆς καταδίκης ὥριστο τόπος ὁ δὲ ἦν μικρὸν τῆς πόλεως ἔξωθεν, ἔνθα καὶ πρὶν ἐκεῖνοι τοὺς ἑαυτῶν κακούργους παντοίαις τιμωρίαις μετήρχοντο ἐκεῖ τε ἡ κάμινος ἀνεφλέγετο καὶ οἱ παῖδες ἤγοντο δέσμιοι. Συνεξῄει δὲ τῆς πόλεως οὐ τῶν ἀσεβῶν μόνον τὸ πλῆθος, ἡλικία πᾶσα καὶ γένος ἅπαν καὶ ἐπιτήδευμα, ἀλλὰ καὶ χριστιανῶν ὅσοι παρῆσαν τῇ πόλει· καὶ χριστιανοὶ μὲν δεδιότες ὁμοῦ καὶ στυγνάζοντες εἵποντο, ἅμα μὲν ἐκλιπαροῦντες Θεὸν καὶ τὴν ἐκεῖθεν βοήθειαν ἐκκαλούμενοι, ἅμα δὲ καὶ ὅποι καταντήσει τὸ τέλος τοῖς ἀγωνισταῖς ἰδεῖν ἐκδεχόμενοι. Χεῖρες δὲ ἀσεβῶν οὐκ ἠμέλουν, ἀλλὰ πῇ μὲν λίθοις, πῇ δὲ ῥοπάλοις ἔβαλλον τοὺς δεσμίους, πῇ δὲ καὶ μαχαιρῶν ὀξύτησι κατετίτρωσκον, καὶ ταῦτα διὰ πάσης ἔπραττον τῆς ὁδοῦ, ἑνὸς μόνου φειδόμενοι, βραχύ τι τὰς φονώσας χεῖρας ὑπέχοντες, ἵνα μὴ φθάσωσι τελέως ἀπολωλεκότες αὐτοὺς πρὶν ἢ κατὰ τὰς ἀποφάσεις τοῦ ἡγεμόνος τῷ πυρὶ παραδοῖεν καὶ τῇ καμίνῳ. Ὡς δ’ ἀπῄεσαν εἰς τὸν τόπον καὶ ἡ κάμινος ἀνεφλέγετο, ἥ τε αἵρεσις αὐτοῖς προὐτείνετο παρὰ τῶν δημίων· ἡ δὲ ἦν, ἐξομνύσθαι Θεὸν καὶ διαφεύγειν τὸ πῦρ ἢ μὴ ταῦτα δρᾶν βουλομένους κατὰ μέσης ἐπιῤῥίπτεσθαι τῆς φλογός. Ἐνταῦθά μοι προπηδᾷ τοῦ λόγου τὸ δάκρυον, ἐνταῦθα μεμάσσει μου τὰ σπλάγχνα καὶ σπαράσσεται ἡ καρδία καὶ οὐκ ἔχω τίς γένωμαι, πῶς δ’ ἂν καὶ διαθήσωμαι τὸν λόγον καὶ ἀποδύρωμαι μὲν τοὺς συνθεμένους τῇ ἀνομίᾳ, ἀξίαν δὲ τὴν εὐφημίαν ποιήσωμαι τῆς τοῦ μάρτυρος Νικήτα ἀκαταγωνίστου καὶ γενναίας ψυχῆς. Οἱ μὲν γὰρ οἱ δείλαιοι ἐκεῖνοι ἀπιδόντες πρὸς τὴν φλόγα τοῦ μαραινομένου πυρός, ταύτην μὲν ὑπέτρεσαν. Τὸ δὲ τῆς γεέννης ἄσβεστον οὐκ ἐνενόησαν πῦρ οὐδ’ ὅτι, εἰ καυθήσεται ὁ ποῦς, ἀλλὰ χορεύσει αἰώνια, οὐδὲ τἄλλα οἷς Θεὸς τοὺς ἀθλητὰς δεξιοῦται γέρα καὶ βραβεῖα παρέχων, στεφάνους ἀκηράτους, βασιλείαν ἀθάνατον, ζωὴν μὴ λυομένην, ἀγαθῶν ἀπόλαυσιν αἰωνίζουσαν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδ’ ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου, ὡς καὶ Παῦλος φησίν, ὁ μέχρι τρίτου οὐρανοῦ ἁρπαγεὶς καὶ ἀκούσας ἄῤῥητα ῥήματα. Οἱ δέ, οὐδὲ τὰς πληγὰς ᾐσχύνθησαν ἃς μικρῷ πρότερον, ὡς ὁ λόγος εἴρηκε, διὰ Χριστὸν καὶ τὴν εἰς αὐτὸν ὁμολογίαν ὑπέστησαν, ἀλλ’ ὅτε πρὸς αὐτὸ τὸ τέλος ἧκον τοῦ μαρτυρίου, τότε –ὤ, τῆς ζημίας!– πάντα προὔδωκαν καὶ ἀπώλεσαν. Οὐχ’ οὕτω δὲ καὶ ὁ γεννάδας Νικήτας, ἀλλ’ ἦν ἄτρεστος καὶ ἀήττητος, Χριστὸν πνέων, Χριστὸν ὁμολογῶν καὶ τῆς ἑξῆς ἐχόμενος ἀγωνίας καὶ πρὸς τὸν δρόμον τῆς τελειώσεως ἐπειγόμενος. Οἱ μὲν γὰρ ᾔτουν λυθῆναι τὰς χεῖρας, καὶ λυθέντες ἐῴκεσαν αὐτομολοῦντες τοῖς ἐναντίοις τὴν δὲ Χριστοῦ παράταξιν δραπετεύσαντες. Ὁ δέ, οὐδὲ μέχρι προσχήματος ἠνέσχετο τοῖς ἐκείνων εἶξαι προστάγμασιν οὐδέ τινα φωνὴν ἀφῆκε τὴν ἐκείνων θεραπεύουσαν γνώμην, καὶ τὴν πονηρὰν ἔφεσιν ὑποσαίνουσαν· ἀλλά τι τῶν ὑψηλοτέρων ἐννοήσας καὶ τοὺς πάλαι μάρτυρας μιμησάμενος, εὔξασθαί τε βουληθεὶς παρὰ τὸν ἀγῶνα, τοῦτο μόνον· «λύσατε», φησίν, «τὰς χεῖρας κἀμοῦ». Οἱ δέ, οὐ πρὸς τὸν νοῦν τοῦ ῥήματος ἀπιδόντες οὐδὲ τῆς ἐκείνου δυνηθέντες καταστοχάσασθαι διανοίας (πῶς γάρ, σκότει ἀγνωσίας συνισχημένοι καὶ τὸ φρονεῖν ἀφῃρημένοι παρὰ τῆς ἀσεβείας; ἔλαθον τῷ ἤχῳ τῆς φωνῆς πλανηθέντες καὶ τῶν δεσμῶν αὐτῷ τὰς χεῖρας ἐκλύουσι. Τοῦ δὲ γεγονότος, ἀσεβεῖς μὲν περιεστῶτες τρανόν τι καὶ ἀκρατὲς ἐπεγέλασαν, χριστιανοὶ δὲ τοῖς προτέροις θρήνοις θρήνους συνῆψαν, οὐκ ἔχοντες εἰδέναι τὴν δραματουργίαν τοῦ μάρτυρος «ὤ», λέγοντες, «εἰ καὶ οὗτος, ἐφ’ ᾧ ἀκαταισχύντους ἐσαλεύομεν τὰς ἐλπίδας, νῦν σαλεύσειεν ἡμῶν τὴν καρδίαν τῆς μακαρίας ὑπενδοὺς γενναιότητος, εἶτα τί; Ὀνειδιεῖ ὁ ἐχθρὸς ἐφ’ ἡμῖν, καὶ ἄνομοι ἐροῦσι· “ποῦ ὁ Θεὸς ὑμῶν;” καὶ “ἐπισκοπῇ ὑμᾶς οὐκ ἐπεσκέψατο”, ὡς ἐν τοῖς πατράσιν ὑμῶν πεποιηκέναι αὐτὸν λέγετε». Ὁ δὲ μάρτυς· «οὐκ ἐκπετάσω», εἶπε, «πρὸς Θεὸν τὰς χεῖρας ἀλλότριον, ἀλλὰ πρὸς Θεὸν τὸν ἰσχυρὸν τὸν σῴζοντά με· αὐτὸς καὶ γάρ με ἔπλασεν ἰδίαις χερσίν, αὐτῷ καὶ διασώσω ἀκεραίαν τὴν ὁμολογίαν, ἣν καὶ διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ὁμολογήσας αὐτῷ μὲν συνεταξάμην, διαβόλῳ δὲ ἀπεταξάμην καὶ τοῖς ἔργοις αὐτοῦ». Ταῦτα ὡς ἠδολέσχει τῇ καρδίᾳ, τοῖς δὲ χείλεσιν ἔψαλλεν, ὑψοῦ τὴν δεξιὰν ἀνατείνας ἐμφανῶς ἐπὶ τοῦ προσώπου τὸ σχῆμα τοῦ σταυροῦ διετύπωσε, καὶ· «ὦ», φησίν, «σῶτερ, ὁ ἐπὶ σταυροῦ τὰς χεῖρας διατείνας καὶ τὸ τῆς κατάρας φιλανθρώπως διαῤῥήξας χειρόγραφον, χεῖρα ὄρεξον κἀμοὶ βοηθείας καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου». Εἶτα κλίνας τὸ γόνυ καὶ τῇ γῇ τὸ πρόσωπον προσερείσας τοῦτ’ αὐτὸ συχνῶς ἐπεβόα· «ἐλέησον, Κύριε». Ὡς δὲ αὖθις ἐξανίστατο, αὖθις δὴ τὸν ὅμοιον τρόπον τὸν σταυρὸν διετύπου, καὶ τὸ γόνυ ἐπικλίνειν ἐπειρᾶτο εἰς γῆν. Ταῦτα οἵ τε δήμιοι καὶ ὁ ἀσεβὴς ὄχλος ἑωρακότες, ὕβριν ἑαυτῶν καὶ λοιδορίαν καὶ ἐξαπάτην ἡγησάμενοι τὸ πρᾶγμα, ἀκρατῶς ὥρμων κατὰ τοῦ μάρτυρος. Ὁ δέ, ἐπεὶ συνῆκεν ὥσπερ κύνας εἰς αὐτὸν ἐφαλλομένους καὶ διασπαράττειν τὰς αὐτοῦ σάρκας ἐπιχειροῦντας, τούτοις μὲν τὴν ψυχὴν οὐκ ἐθορυβήθη, μετὰ δὲ γενναίου τοῦ παραστήματος πρὸς τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ὅλην ἐπεποίητο τὴν σπουδήν· τὸ δὲ ἦν, ἵνα τρὶς ἐπὶ τοῦ προσώπου σημειωσάμενος τὸν σταυρὸν τρὶς καὶ τῷ Κυρίῳ κάμψῃ τὸ γόνυ, κἀντεῦθεν, τῇ προσευχῇ στομωθεὶς καὶ καθοπλισθεὶς τῇ παντευχίᾳ τοῦ Πνεύματος, ῥωμαλεώτερον χωρήσῃ πρὸς τοὺς ἀγῶνας καὶ ἀντικατασταίη οὐ πρὸς αἷμα μόνον καὶ σάρκα, ἀλλὰ καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα, τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, κατὰ τὸν ἱερὸν καὶ θεῖον ἀπόστολον. Καὶ ὁ μὲν μάρτυς οὕτως ἠγωνία μὴ τῆς εὐχῆς διαπεσεῖν ἢ κωλυθῆναι· οἱ δὲ ἐπιταχύναντες, ἅμα τῷ τὴν πρώτην ἐκεῖνον πεποιηκέναι κατάκλισιν τῶν γονάτων, πῇ μὲν ἱματίων, πῇ δὲ καὶ μελῶν αὐτῶν καὶ ἀπηνῶς καὶ ἀπανθρώπως περιδραττόμενοι ἀνθεῖλκον βίᾳ καὶ ἀπεῖργον τῆς ἐγχειρήσεως. Ὁ δέ, ὥσπερ πρὸς τὴν αὐτῶν ἐκείνων τυραννίδα διαπαλαίων –εἰ καὶ μὴ εὐχερῶς, ὡς γοῦν ἐξῆν– τὸν σταυρόν τε διατυποῦν ἐπεχείρει καὶ εἰς γῆν τὸ μαρτυρικὸν σῶμα καταῤῥιπτεῖν, προσκυνεῖν τε καὶ εὔχεσθαι τῷ Κυρίῳ, ᾧ καὶ πρὶν λατρεύειν τὸν ἀεὶ χρόνον ἠγάπησε. Τίς οὐκ ᾐδέσθη ταύτην τὴν ἀγωνίαν; Τίς τὴν μακαρίαν ταύτην οὐκ ἐθαύμασε πάλην; Ἔχαιρον ἄνωθεν ἄγγελοι ὁρῶντες τοῦ γενναίου τὴν καρτερίαν. Ἔφριττον καὶ δαίμονες αἰσχυνόμενοι, ἐπεὶ ἀνήνυτον αὐτοῖς συνίεσαν τὴν ἐπίνοιαν. Τῶν δὲ συνεληλυθότων ἐπὶ τὸ θέατρον, χριστιανοὶ μὲν ἐδοξολόγουν Θεὸν καὶ τῶν παλαιῶν ἀνεμίμνῃσκον θαυμασίων, ὅπως τε καὶ θάλασσαν ἔτεμε καὶ τὸν ἑαυτοῦ λαὸν ὡδήγησε καὶ διέσωσε καὶ φαραὼ τὸν τύραννον κατεπόντισε, τἄλλα τε ὁπόσα ἀῤῥήτως ἐτερατούργησεν, οἷς μὲν Μωυσῆν, οἷς δὲ Ἰησοῦν, οἷς δὲ τοῦς λοιποὺς ἐδόξασε τῶν ἐξ αἰῶνος εὐηρεστηκότων αὐτῷ. Τὸ μέντοι πονηρὸν συνέδριον τῶν ἀνόμων, πάντων τῶν προτέρων ὑπεριδόντες, οὐδὲν ὡς τὴν ἀπάτην ἦσαν ἐγκαλοῦντες τῷ μάρτυρι· «νῦν», λέγοντες, «τὰ ἔσχατα ἐξημάρτηκας οἷς ἔπεισας ἡμᾶς ἀνεῖναί σου τὰς ἐπαράτους χεῖρας τῶν συνεχόντων δεσμῶν, εἶτα ᾔσχυνας ἡμῶν τὰς ἐλπίδας καὶ ἀντὶ τοῦ προσκυνεῖν σελήνῃ καὶ εὐφημεῖν Μωάμετ τὸν ἡμέτερον νομοθέτην, Χριστῷ καὶ πάλιν προσκυνεῖς τῷ ἐσταυρωμένῳ. Εἶτα οὐκ αἰσχύνῃ ἄνθρωπον σεβαζόμενος ἀσχήμονα κατακριθέντα καὶ ὑπομεμενηκότα θάνατον; Τί δὲ καὶ ἔσται σοι ὄφελος, εἰ τὸν γλυκὺν τοῦτον ἥλιον καὶ τὰ τοῦ βίου τοῦδε τερπνὰ ἐκείνου χάριν προσαπολέσεις, πικρῶς ὁμοῦ καὶ τὸ ζῆν ἀποῤῥήξας διὰ τῆς καμίνου ταύτης καὶ τῆς φλογός, ἥ σε ὅσον οὔπω καὶ ὑποδέξεται, εἰ μὴ ἀποστὰς τῆς ἄφρονος γνώμης τοῖς τοῦ ἡγεμόνος εἴξεις προστάγμασιν;» «Ἐφ’ ὑμᾶς», ἀντέφη ὁ μάρτυς, «ἡ ἀνομία ὑμῶν καὶ ἐπὶ τὰς κεφαλὰς ἡ βλασφημία τραπήσεται, ἣν ὡς ἰὸν ὄφις κατὰ τοῦ κτίστου καὶ δημιουργοῦ ἐξημέσατε. Δόξα γὰρ ἐμοὶ καὶ καύχημα ὁ τοῦ Χριστοῦ μου σταυρός, ὑμῖν δὲ μωρία τοῖς δι’ ἀπιστίαν ἀπολλυμένοις, ὅτι μύσαντες τοὺς ὀφθαλμοὺς πρὸς τὸ τῆς ἀληθείας φῶς ἀτενίζειν οὐ δύνασθε· ἦ γάρ, ἂν οὐ κατεδουλώθητε οὕτω τῷ διαβόλῳ οὐδὲ τοῖς ἀγγέλοις αὐτοῦ, ὧν εἷς ἐστι καὶ Μωάμετ ὁ τῆς ὀλεθρίου πλάνης ἀναπλήσας ὑμᾶς, ἐκεῖνο δὲ τῶν αὐτοῦ διδαγμάτων πῶς ἂν καὶ διαφύγῃ τὸν ἔλεγχον; Μαρτυρεῖ γάρ, ὡς καὶ παρὰ τῶν αὐτοῦ βίβλων μανθάνετε, ὅτι ζῇ μὲν εἰς αἰῶνας Χριστὸς καὶ Θεοῦ ἐγγὺς καὶ ἀνωτάτω κάθηται οὐρανῶν καὶ ὡς ἥξει κρῖναι τὸν κόσμον καὶ Θεὸς αὐτὸν ἠγάπησε καὶ λέγεται Θεοῦ τυγχάνειν Υἱός. Εἶτα τὰ τοῦ ψεύδους ἀναπλάσματα· ἀλλὰ καὶ ταῦτα, φησίν, λεγόμενος καὶ ὀνομαζόμενος ὁ Χριστός, οὐκ ἔστιν ἶσος Θεῷ κατὰ τὰς χρονικὰς ὑφηγήσεις, προφήτης δὲ καὶ προφητῶν ὑψηλότερος. Ὤ, τῆς ἐκείνου φρενοβλαβίας· ὤ, τῆς μάχης καὶ διπλόης τῶν λόγων! Ὑπὸ γὰρ ἀλλήλων καταλύονται πολεμούμενοι· πῶς γὰρ καὶ προφήτης καὶ Θεῷ στεργόμενος καὶ τιμώμενος; Πῶς δὲ καὶ τὴν τοῦ κόσμου κρίσιν ἐκδέχεται πρὸς Θεοῦ, ὁ διὰ τὰς τῶν λόγων ὑποθέσεις δοκῶν τυγχάνειν ἀντίθεος; Πῶς δὲ οὐκ ἀντίθεος, ὁ δόξαν ἑαυτῷ Θεοῦ περιποιούμενος, ἑαυτόν τε λέγων εἶναι ἀλήθειαν καὶ ζωὴν καὶ φῶς καὶ ἀνάστασιν, ἴσον τε τῷ οὐρανίῳ Πατρὶ καὶ πάντα εἶναι ἑαυτοῦ τὰ τοῦ Πατρὸς καὶ Θεοῦ, μεγάλας τε νέμων τῷ κορυφαίῳ τῶν ἀποστόλων τὰς ἀντιδόσεις, ὅτε αὐτὸς μὲν ἐπυνθάνετο τίνα αὐτὸν ὁ μαθητὴς οἴεται εἶναι, ὁ δὲ Υἱὸν Θεοῦ ζῶντος εἶναι ἀνωμολόγει καὶ τὴν μαρτυρίαν αὖθις ἐδέχετο, ὡς αἷμα μὲν αὐτῷ καὶ σάρξ οὐκ ἀπεκάλυψε τὴν ἀλήθειαν, ὁ ἐν οὐρανοῖς δὲ Πατὴρ τοῦ ζῶντος Υἱοῦ; Καὶ τί δεῖ καθέκαστα προφέρειν εἰς μέσον ἃ αὐτὸς ἐπιστώσατο ὑπὲρ ἑαυτοῦ ταῖς τῶν θεϊκῶν θαυμάτων δυνάμεσιν, ἃ τοὺς μαθητὰς ἀνεδίδαξεν, ἃ αὐτοὶ παρειληφότες διὰ τῶν εὐαγγελίων πανταχοῦ τῆς οἰκουμένης ἐκήρυξαν;. Ὁ γὰρ πᾶς λόγος τοῦ μυστηρίου, ὅτι Θεὸς ὢν ἐκένωσεν ἑαυτὸν καὶ μορφὴν ἀνέλαβε δούλου οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἶσα Θεῷ, σταυρὸν δὲ σαρκὶ καὶ θάνατον κατεδέξατο ἀπαθὴς μείνας καὶ ἀθάνατος τῇ θεότητι, ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν σὸν τουτέστι διάβολον· ὃς φῶς ὑπ’ αὐτοῦ δημιουργηθείς, ἐπεὶ μόνον ἐννενόηκεν ἀντᾶραι Θεῷ θήσειν τε εἶπεν ἐπὶ νεφελῶν τὸν θρόνον καὶ τῷ Ὑψίστῳ γενήσεσθαι ὅμοιος, πτῶμα κατηνέχθη ἐλεεινὸν καὶ τῆς πρὶν ἀξίας παντελῶς ἐκπίπτει καὶ τῆς λαμπρότητος· συνεκπίπτουσι δὲ αὐτῷ καὶ πᾶσαι αἱ ἀποστατικαὶ δυνάμεις, ὅσαι τούτῳ ἐπηκολούθησαν. Εἰ γοῦν ταῦτα πέπονθεν ὁ πρὶν ὢν ἑωσφόρος καὶ τῆς ἀνθρωπίνης φύσεως ὑψηλότερος καὶ δίκην ταύτην εὕρατο ἀξίαν τῆς πονηρᾶς αὐτοῦ ἀπονοίας, πῶς ἄνθρωπος ψιλὸς αὐτούς τι παρ’ ἀγγέλους ἠλαττωμένος, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐ τῆς πρώτης μόνον οὐκ ἀποπεσεῖται τιμῆς, ἀλλὰ καὶ πρῶτος ἔσται τῶν προφητῶν καὶ ὑψοῦ παρὰ τοῖς οὐρανοῖς καθεσθήσεται ἔγγιστα Θεοῦ, οὗ ὑποσυλᾷ καὶ ὑφαρπάζει τὴν δόξαν εἶτα καὶ τὴν κρίσιν τοῦ κόσμου κατὰ τὰς κενοφωνίας γέρας ὥσπερ τῆς ἀποστασίας ἐκλήψεται; Ἀλλ’ ἄπαγε τῆς ἀθεότητος! Εὐφώρατος ὑμῶν τῶν λόγων ἡ μεθοδεία· μὴ γὰρ ἔχοντες ἄλλως ἀντιβαίνειν πρὸς τὰς ἐναργεῖς θεοσημίας Χριστοῦ, δοκεῖτε μὲν δευτέράν τινα ὁδὸν μετιέναι τῆς τῶν θεοκτόνων Ἰουδαίων συκοφαντίας· ταῦτα δὲ τιμῶντες, τὸν ἀληθῆ Θεὸν βλασφημεῖτε. Ἄγει δὲ ὁ λόγος ὑμᾶς πρὸς τὴν ὁμοίαν Ἰουδαίοις ἀπόνοιαν. Ἐκεῖνοι γὰρ ὁρῶντες ὅτι καὶ νεκροὺς ἀνίστα Χριστὸς καὶ δαιμονῶντας ἰᾶτο καὶ παραλύτους συνέσφιγγε καὶ πᾶσαν ἄλλην ἐθεράπευε μαλακίαν, ἐπεὶ καὶ τυφλὸν ἐκ γενετῆς βλέπειν ἐποίησεν, ἀποπνιγόμενοι τῷ φθόνῳ πρὸς τὴν ἀλήθειαν, οὐδὲ προφήτην ἠνείχοντο τὸν Κύριον ὀνομάζειν, ἀλλὰ καὶ τοῖς λέγουσιν ἐπετίμων καὶ ἄνθρωπον ἁμαρτωλὸν τὸν τῆς δικαιοσύνης ἥλιον ἀπεκάλουν καὶ οὐδὲ εἰδέναι ὅθεν ἐστὶ διετείνοντο, εἰ καὶ τοῦ πρὶν τυφλοῦ ἤκουον ἀντιλέγοντος· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθέν ἐστι καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς, καὶ ὡς· οἴδαμεν ὅτι ἁμαρτωλὸν ὁ Θεὸς οὐκ ἀκούει, καὶ ὡς· εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, πῶς ἂν ποιεῖν ταῦτα ἠδύνατο;. Φεύγοντες τοιγαροῦν ὑμεῖς τῶν ἐλέγχων τούτων τὴν δύναμιν ἐπὶ πονηροτέραν ἥκατε τὴν ἐπίνοιαν, ὡς ἐν ἀγκίστρῳ δέλεαρ προβαλλόμενοι τὴν δοκοῦσαν εὐφημίαν τῶν ὀνομάτων. Ἀλλ’ ἀνήσω τὸ καθ’ ὑμᾶς, μᾶλλον δὲ ταῦτα ἐξευρών τε καὶ ὑποθέμενος Μωάμετ, ὁ ἀρχέκακος ὑμῶν νομοθέτης, Ἰούδα γέγονεν ἀθλιώτερος· ἐκεῖνος γάρ, εἰ καὶ τὸν Κύριον παρέδωκε τοῖς θεομάχοις καὶ ἀπελθὼν ἀπήγξατο καὶ ἀπώλετο, ἀλλ’ οὖν, ἐπεὶ σωτηρίας ἀφορμὴ γέγονεν ὁ τοῦ σωτῆρος θάνατος τοῖς πιστεύουσιν, οὐ πολλοὺς ἔσχεν ἀποπλανήσας εἰς τὴν ὁμοίαν ἀπώλειαν. Μωάμετ δέ, ὁ τῶν κενῶν ἀναπλασμάτων ὑφηγητής, μόνον ἐμιμήσατο τὸν διάβολον, ὃς ἐξ ἀρχῆς ὑποσκελίσας τὸν ἄνθρωπον ἐξώρισε τοῦ παραδείσου καὶ τῆς τρυφῆς καὶ τῆς ἀθανασίας διὰ τὴν παρακοὴν ἀπεστέρησεν. Ἐρεῖ δ’ ἄν τις καὶ τὰ τολμηθέντα Μωάμετ οὐκ ἐλάττω τῶν τοῦ πονηροῦ τεχνασμάτων, ἐπεὶ καὶ μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ ἀνάληψιν, μετὰ τὸν φωτισμὸν τοῦ κηρύγματος καὶ τὴν ἐντεῦθεν ἐλευθερίαν τοῦ πλάσματος, πρόδρομος οὗτος τοῦ ἀντιχρίστου γενόμενος, τὴν ἄθεον ἀνέσπειρε πλάνην καὶ λαῶν ὅλας ὑπεποιήσατο μυριάδας καὶ τῷ διαβόλῳ παρέδωκε. Μεθ’ ὧν καὶ ὑμεῖς, ὃν νῦν ἐμὲ πρόβατον ὄντα Χριστοῦ καὶ ὑπὲρ αὐτοῦ σφαγιασθῆναι προθυμούμενον καὶ διψῶντα, ἀποπλανήσειν καὶ τῆς μάνδρας ἀποστήσειν αὐτοῦ σπεύδετε, καὶ βρῶμα καὶ διάρπαγμα θεῖναι τῷ κοινῷ τοῦ γένους ἡμῶν λυμεῶνι. Ἀλλ’ οὐ χαρήσεσθε· μετὰ Χριστοῦ γὰρ ἡ νίκη τοῦ τὸν κόσμον νικήσαντος· κἀγὼ τὴν τῶν χειρῶν ᾐτησάμην ἐλευθερίαν, ἵνα περιγράψας ἐμαυτῷ ὡς ἑωράκατε τὸν σταυρόν, ὅπλῳ αὐτῷ χρήσωμαι καθ’ ὑμῶν καὶ μέχρις αἵματος ἀνταγωνίσωμαι καὶ σφαγῆς. Εἰ δὲ καὶ πῦρ ἀπειλεῖτε, τί μέλλετε, τί δ’ ἀναδύεσθε; Θᾶττον ὠθήσατε κατὰ τῆς φλογός, ἵνα καὶ θᾶττον ἀναλύσω πρὸς Κύριον. Ἥλιον δὲ τοῦτον τὸν γλυκύν, ὡς ὑπέθεσθε, καὶ κόσμον ὅλον ὁρώμενον οὐκ ἔχω ὅλως τιμᾶν οὐδ’ ἀσπάζεσθαι, εἰ μὴ πρὸς εὐχαριστίαν τοῦ κτίσαντος· τὰ γὰρ ἀόρατα αὐτοῦ, φησί, τοῖς ποιήμασι νοούμενα καθορᾶται, καί, οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίημα δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Θεοῦ δὲ αὐτὰ προτιμᾶν οὐκ ἀνέχομαι· ἦ γὰρ διὰ τοῦτο καὶ ὑπέστησαν τὴν ἀρχήν, ἵν’ ἡμεῖς τῆς αὐτῶν ἡττώμενοι ἡδονῆς περιορῶμεν τὸν ταῦτα εἰς τὸ εἶναι παραγαγόντα ἢ ἵνα ἐκ τῆς καλλονῆς καὶ τοῦ μεγέθους αὐτῶν, ὅσον ἐφικτὸν ἀνθρώποις, τὸν δημιουργὸν κατανοοῦντες δοξάζωμεν;». Ταῦτα ὡς ἤκουσαν οἱ δήμιοι ἐκπλαγέντες, εἰ καὶ μὴ ταῖς ἀληθείαις ἐπέχειν δὲ ὅμως ὑπεκρίνοντο τὴν ὀργήν καὶ θωπευτικῶς μετῄεσαν τὸν γεννάδαν· «ὁρᾷς γάρ», ἔφασαν, «ὡς παρεστῶσα ἡ μήτηρ ἀπαράκλητα πενθεῖ καὶ ὀδύρεται καὶ τὰς παρειὰς διαξαίνει τοῖς ὄνυξιν; Οὐ παρακαλεῖ σε τῆς μητρὸς ἡ ταλαιπωρία;. Τί δὲ καὶ περὶ τῶν ὁμηλίκων διανοῇ; Οὐχ ὁμοῦ σοι ἀπὸ τῆς πατρίδος συνώδευσαν; Οὐκ ἐπὶ τοῖς αὐτοῖς ἐγκλήμασιν ἑάλωσαν; Οὐκ ἤχθητε ὁμοῦ παρὰ τὸν ἡγεμόνα; Οὐ τὰ ἶσα ἐδίκασε τοῖς τρισὶ καὶ αἱ χεῖρες ὑμῶν ἦσαν ἐν δεσμοῖς καὶ αὐτοὶ δὲ εἴχοντο τοῦ ἴσου φρονήματος, ὡς δὲ καὶ τῆς πόλεως ἐξιόντες πρὸς τὸν τῆς καταδίκης ἤγεσθε τόπον, ταῖς ὁμοίαις διὰ τῆς ὁδοῦ κολάσεσιν ἐμαστίζεσθε; Ἀλλὰ μέχρι τούτων ἴσως ἀντέχειν ἐξαρκεῖ φύσις ἀνθρώπων· τὰ λοιπὰ δὲ ἡττᾶται ταῖς ἀσθενείαις τοῦ σώματος. Ὅθεν καὶ οὗτοι πρὸς τὴν καιομένην κάμινον ἀπιδόντες ἐνάρκησαν πρὸς τὴν θέαν καὶ πικροῦ θανάτου ζωῆς ἀντηλλάξαντο ἡδονήν. Μίμησαι τοιγαροῦν καὶ αὐτὸς τῶν ἡλικιωτῶν τὸ φιλόψυχον. Γενοῦ δὲ αὐτοῖ δε καὶ φιλάδελφος. Δυσωπησάτω σε καὶ κοπετὸς τῆς μητρός. Σαυτὸν καὶ φίλους καὶ γεννησαμένην ἐλέησον. Ἔχεις τι καὶ πλέον τῶν ἡλικιωτῶν εἰς παράκλησιν· οἱ μὲν γὰρ καὶ χωρὶς ὑποδείγματος ταῖς ἡμῶν ἐπείσθησαν συμβουλίαις καὶ καθυφῆκαν τῆς προτέρας ἐνστάσεως· σὺ δὲ αὐτοῖς ἡγησαμένοις ἀκολουθήσεις. Τὸν γὰρ ἀπὸ τούτων ἀπολέσας συνασπισμόν, πῶς ἂν καὶ δυνήσῃ μόνος διακαρτερῆσαι πρὸς τὸν ἀγῶνα; Τὸ δὲ τῆς μητρός, ὅσον ὃ ἐκείνων τὴν καρδίαν οὐκ ἔθρυπτε;». «Μάταιοι», ἀντεῖπεν ὁ μάρτυς, «ὑμεῖς, τῆς περιττῆς ταύτης καὶ ἀκαίρου φιλοτιμίας, ἣν ἐμοὶ δοκεῖτε χαρίζεσθαι· μάταιοι καὶ τῆς πονηρᾶς συμβουλῆς. Πρὸς γὰρ τοῖς ἄλλοις οὐδὲ τὸ πειθανὸν ἔχειν ὅλως μοι φαίνεται· οἷς γὰρ δελεάζειν ἐπιχειρεῖτε, τούτοις, ὥσπερ λανθάνοντες ἑαυτούς, ὑπαλείφετε πρὸς τὴν καρτερίαν καὶ διερεθίζετε πρὸς τὴν τοῦ μαρτυρίου τελείωσιν. Τοὺς μέντοι θρήνους καὶ ὀδυρμοὺς τῆς μητρός ἐπεὶ μὴ ἔχω ἔτι συνιέναι ὅτου χάριν ἀνοιμώζει καὶ ὀλοφύρεται– εἰ μὲν ὑπὲρ ἐμοῦ δεδοικυῖα μή τι πάθω τῶν ἀγεννῶν Θεὸν διὰ τούτων ἐκλιπαρεῖ τῶν δακρύων, σφόδρα ἐπαινῶ καὶ ἀσπάζομαι· μιμεῖται γὰρ τὰς τῶν παλαιῶν μαρτύρων μητέρας. Εἰ δὲ τῶν ἐμῶν τούτων παθημάτων ὑπεραλγοῦσα καὶ θέλουσα τὸ σύντονον τῆς ἐμῆς ὑποχαλάσαι ψυχῆς, ἐγὼ μᾶλλον ταύτης ἀποδύρομαι τὴν ἀπώλειαν. Ἡλικιωτῶν δὲ φιλοψυχίαν μισῶ καὶ βδελύττομαι καὶ σφόδρα αὐτοῖς ἐπιμέμφομαι τῆς αἰσχρᾶς ἥττης καὶ ἀγεννοῦς· κοινωνοὶ γὰρ γεγονότες τῶν στιγμάτων τῆς σαρκὸς τοῦ Χριστοῦ μικρὸν ὅσον κοινωνήσειν ἔμελλον καὶ τῆς δόξης καὶ τῆς βασιλείας ἣν ἀθάνατον ἐπαγγέλλεται. Οἱ δέ –φεῦ τῆς αὐτῶν ἀθλιότητος– ἐπανῆκον, ὥς φησιν ἡ γραφή, ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν. Πῶς δ’ ἂν αὐτοῖς ἐγὼ φιλάδελφος γένωμαι, ὅτι με ἐκεῖνοι ἐμίσησαν δωρεάν; Ἦ γάρ, οὐκ ἐμίσησαν οὐδὲ προὔδωκαν λειποτακτήσαντες ὥσπερ ἐκ παρατάξεως; Εἰ δὲ ἐμοὶ τὸ ἀφιλάδελφον ἐγκαλοῦσιν, ἑαυτοῖς δικαίως ἐγκαλείτωσαν πρότερον· ἐμὲ γὰρ ἐγκατέλιπον· πρὸ δὲ ἐμοῦ, Χριστὸν αὐτὸν ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος. Πῶς δὲ καὶ ὡς εἰς παράδειγμα αὐτοὺς ὄψομαι ἢ καὶ ἕψομαι, ὁδηγοῖς οὖσι κακῶν; Ὤφειλον εἰς Χριστὸν βλέπειν αὐτοὶ τὸν σωτῆρα, κἀμοὶ ἀκολουθεῖν, ὅτι εἰς αὐτὸν ἦρα τοὺς ὀφθαλμοὺς μου καὶ ἥξειν ἐξ αὐτοῦ μοι τὴν βοήθειαν προσεδόκησα τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅτι δέ μοι καὶ σαρκὸς ἀσθένειαν ὑποτείνετε, δι’ ἣν κἀκείνους λέγετε ἡττηθῆναι, ἐν ἑνί γε ἴσως ἔγωγε τὴν τῆς σαρκὸς ἀσθένειαν αἰτιάσομαι, ὅτι μηδὲ διαρκεῖ τῷ γενναίῳ καὶ καρτερικῷ τῆς ψυχῆς ἁμιλλᾶσθαι, ἵνα καὶ πλείους καὶ χαλεπωτέρας τὰς ὑπὲρ Χριστοῦ βασάνους ὑπενεγκοῦσα πλειόνων καὶ τῶν ἀμοιβῶν ἐπιτεύξηται· εἰ καὶ φιλότιμός ἐστιν ὁ δεσπότης, ἐφ’ ᾧ καὶ οὐδ’ ἐν μέτρῳ δίδωσι τὴν χάριν, ἀλλὰ πλουσίως ἐπιδαψιλεύει τὸν ἔλεον. Ἐγὼ δὲ οὐ πρὸς τούτους ἡττηθέντας ὁρῶ, ἀλλὰ πρὸς τοὺς πάλαι μάρτυρας καὶ τοὺς ἐκείνων ὑπὲρ ἀληθείας ἀγῶνας. Ἐκείνων μιμήσομαι τὴν ὑπομονήν, ἐκείνων ζηλώσω τὴν ἐν τοῖς δεινοῖς καρ- τερίαν οὓς οὐκ ἀγριότης τυράννων, οὐ θωπεία, οὐδ’ ὑπόμνησις ἡδονῶν, οὐ πεῖρα παντοδαπῶν κολαστηρίων, οὐ ξίφος, οὐ πῦρ χωρίσαι τῆς ἀγάπης ἠδυνήθησαν τοῦ Χριστοῦ. Τοσοῦτον γοῦν ἔχων περικείμενον νέφος μαρτύρων, ὃ κἀμὲ πρὸς τὴν ὁμοίαν ἄθλησιν ἐκκαλεῖται, πῶς οὐ τελέσω τῆς ὁμολογίας τὸν δρόμον ὅπου γε, εἰ καὶ μὴ πρὸς τοιούτους καὶ τοσούτους τοὺς προηθληκότας ἑώρων, δίκαιος ἂν εἴην πρῶτος τὸν ὑπὲρ Χριστοῦ καὶ οὕτως θάνατον ὑπελθεῖν; Τὸ γὰρ αὐτὸ καὶ οἱ τοῦ καλοῦ τοῦδε καταρξάμε- νοι πεποιήκασι. Πῶς δὲ φιλοψυχήσω ἀκούων τοῦ ἐμοῦ σωτῆρος ἐν εὐαγγελίοις διδάσκοντοςὡς ἀπολέσει μὲν τὴν ἑαυτοῦ ψυχὴν ὁ θέλων σῶσαι αὐτήν, σώσοι δ’ ἂν ὁ ὑπὲρ αὐτοῦ καὶ τοῦ εὐαγγελίου δόξας ἀπολέσαι αὐτήν; Ὅτι δὲ καὶ μόνος ὑπελείφθην καὶ διαπαλαίω τὴν ἀγωνίαν, μηδὲ τοῦτό γε τὴν ματαίαν ὑμῶν ἐλπίδα ὑποσαινέτω· ὁρᾷ μου γὰρ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὰς στρατιὰς τῶν οὐρανίων δυνάμεων. Ταῦτα διεξελθών, ὑψοῦ διάρας τὰς χεῖρας καὶ ἀναπετάσας τοὺς ὀφθαλμούς· «Κύριε», ἔλεγεν, «ἐλέησόν με τὸν οἰκέτην τὸν σόν· καὶ ὑπὲρ τοῦ σοῦ μοι δὸς ἀποθανεῖν ἁγίου ὀνόματος». Οἱ δὲ δήμιοι ἀπειρηκότες τὴν διὰ τῶν λόγων πειθὼ ἐπὶ τὰς κολάσεις αὖθις ἐχώρουν· καὶ κατῄκιζον μὲν τὰς μαρτυρικὰς αὐτῷ σάρκας, τὴν δὲ ὄψιν τοῦ προσώπου συνεχέσιν ἔβαλλον πυγμαῖς, ἅμα καὶ τὴν κόμην τῆς κεφαλῆς πικρῶς ἀποσπῶντες καὶ μέρη συναποῤῥηγνύντες τοῦ δέρματος. Ὡς δὲ οἱ ὀχετοὶ κατέῤῥεον τῶ αἱμάτων ἀπὸ κεφαλῆς καὶ προσώπου, ἔστι δ’ οὗ καὶ τῶν λοιπῶν μελῶν ἀνέβλυζον τῶν τοῦ σώματος, τότε ἡ ἀγεννὴς ἐκείνη καὶ ἀναξία μήτηρ τοῦ μάρτυρος φωνὴν ἀφῆκε πρὸς αὐτὸν πολλοῦ τοῦ μίσους ἀξίαν. «Ὢ δυστυχὴς ἐγώ», λέγουσα, «καὶ ταλαίπωρος, οὕτω βλέπουσα τὸν φίλτατόν σε πικρῶς κινδυνεύοντα τάς τε ἁπαλὰς σάρκας ἃς ἐγὼ γεγέννηκα καὶ ἐξέθρεψα νῦ καταξαινομένας καὶ καταῤῥεούσας εἰς γῆν. Ὁρῶ δέ σου καὶ τὸ γλυκὺ πρόσωπον πολλὴν τῆς προτέρας ἡδονῆς τὴν δυσμορφίαν ἀνταλλαξάμενον. Ἀλλὰ φεῖσαι σαυτοῦ· φεῖσαι κἀμοῦ γηραιᾶς οὕτω καὶ ἀθλίας μητρός· φεῖσαι καὶ πρεσβύτου πατρὸς ὃν ἡμεῖς ἐξ Ἀγκυρανῶν ἀφικόμενοι οἴκοι καταλελοίπαμεν, τὴν ἡμῶν ἐπάνοδον ἀναμένοντα, ἵνα σου καὶ τοὺς γάμους ἐπιτελέσῃ καὶ τοῖς κηδεσταῖς συνεορτάσῃ τοὺς ὑμεναίους. Εἰ μὴ γὰρ ἡμᾶς οἰκτείρεις τοὺς γεγεννηκότας, τῆς γοῦν κατεγγυηθείσης παρθένου οὐ χρή σε οὕτω τάχιστα ἐκλαθέσθαι, οὐδὲ χηρείαν τινὰ αὐτῇ πρὸ τῶν νυμφικῶν οἷον μνηστεύσασθαι». Ταῦτα ὡς ἤκουσεν ὁ γεννάδας, ἔπαθε μὲν οὐδέν τι χαῦνον οὐδὲ μαλακὸν οὐδὲ ἄνανδρον· μᾶλλον μὲν οὖν καὶ πρὸς τοὺς κινδύνους ἐῤῥώννυτο, εὖ εἰδὼς ὡς ὅσῳ μει- ζόνων ἢ πλειόνων καταφρονεῖ, τοσούτῳ καὶ λαμπροτέρων καὶ ἀφθονωτέρων τῶν βραβείων καὶ τῶν στεφάνων ἀξιωθήσεται. Ἑνὸς δὲ μόνου ἡττᾶσθαι τῆς πρὸς τὴν μη- τέρα συμπαθείας ἐδόκει, οὐχ’ ὅτι ὀδυρμοῖς καὶ θρήνοις ἐκόπτετο, ἀλλ’ ὅτι ζημιοῦται Χριστὸν τὸν παῖδα ἀναπείθειν πειρωμένη τὴν ὑπὲρ Χριστοῦ περιιδεῖν ἄθλησιν καὶ τῇ λυομένῃ παραμεῖναι ζωῇ. Ὅθεν καὶ περιπαθές τι πρὸς αὐτὴν ἐνατενίσας· «σὺ μᾶλλον», ἔφη, «σεαυτὴν κἀμὲ οἰκτείρησον, μῆτερ, καὶ τῶν βλασφημιῶν τούτων ἀπόσχου. Τί τὴν παλαιὰν Εὔαν μιμῇ; Τί τὸν ὄφιν θεραπεύεις ὃν ἐνέκρωσεν ὁ τοῦ ἐμοῦ σωτῆρος σταυρός; Εἰ δὲ καὶ σπλάγχνων καὶ ὠδίνων μητρικῶν μέμνησαι, εἰ δὲ στοργῆς πατρὸς γηραιοῦ, μὴ γὰρ ὑμεῖς με ἐζωώσατε καὶ ἐπλάσατε; Αἱ χεῖρές σου, φησίν, ἐποίησάν με καὶ ἔπλασάν με. Ὑπὸ Θεοῦ τετίμημαι τῷ ζωτικῷ ἐμφυσήματι· τοιγαροῦν οὐδὲ ἐπιποθήσω πλέον ὑμᾶς τοῦ οὐρανίου Πατρός· αἰδοῦμαι καὶ τὴν πρώτην πλάσιν καὶ τὴν δευτέραν ἀνάπλασιν. Σὺ δὲ ἂν ἐμοὶ πείθῃ, σωθήσῃ διὰ τῆς τεκνογονίας εἰ τὴν μητέρα μιμήσῃ τῶν Μακκαβαίων μαρτύρων· ὅπου γε ἐκείνη καὶ ἑπτὰ τοὺς παῖδας παρέπεμψε τῷ Θεῷ καὶ ἐφ’ ἑκάστῳ αὐτῶν ἠγωνίζετο καὶ τέλος ἑαυτὴν τῷ μαρτυρίῳ προσεπιδέδωκε. Τί δὲ περὶ τῆς μητρὸς ἐκείνης λογίζῃ, ἥτις ἀθλούντων παρὰ Σεβαστείᾳ τῇ πόλει τῶν τεσσαράκοντα, αὐτὴ τὸν ἑαυτῆς υἱὸν χερσὶν ἰδίαις ἀνελομένη, ἐπεί γε εἶδεν ἔτι ἐμπνέοντα, ἐπέθετο τῇ ἁμάξῃ, ἐφ’ ἧς καὶ τὰ τῶν συναθλητῶν φερόμενα σώματα πρὸς τὴν πυρὰν ἤγετο;. Τούτων δὴ τῶν μητέρων ζηλοῦσα ἀγάπησον τὴν μεγαλοψυχίαν, εἰ δὲ βούλει φιλοτεκνίαν. Ἐκεῖναι γὰρ ὄντως φιλότεκνοι, αἳ προθυμουμένους τοὺς παῖδας ὑπείληφον σαρκὸς ἀφειδήσαντας καὶ πάντων τῶν παρόντων ὑπεριδόντας, Χριστὸν μόνον ἐπιποθῆσαι καὶ τὴν παρ’ αὐτοῦ ζωὴν ἀσπάσασθαι τὴν ἀνώλεθρον. Ἃ δὲ σὺ νῦν ὑποτείνεις, ὀνείρων ἐστὶν ἀπατηλότερα. Τί γὰρ εἰ τῶν ἐμαυτοῦ σαρκῶν φείσομαι; Οὐ ῥυήσονται μετὰ ταῦτα, οὐδὲ σκώληξ αὐτὰς καὶ σηπεδὼν διαδέξεται; Ἐγὼ δὲ καὶ τοῦ ἐν τάφῳ σκώληκος πολλῷ πλέον τὸν ἀκοίμητον ἐπτόημαι σκώληκα· ἐκεῖνος γὰρ οὐ τελευτᾷ καὶ τὸ πῦρ τὸ τῆς γεέννης οὐ σβέννυται. Γάμοι δέ μοι κατεγγυηθέντες οἰχέσθωσαν· ἐπὶ γὰρ τὸν μυστικόν με γάμον ὁ δεσπότης ἐκάλεσεν, ἔνθα καὶ τὸν μυστικὸν ηὐτρέπισε δεῖπνον. Καὶ οὐ χρὴ καλοῦντα παραιτεῖσθαι Θεὸν οὐδὲ κατ’ ἐμαυτοῦ καὶ τῆς εὐεργεσίας σοφίζεσθαι οὐδὲ τὰ χαμερπῆ καὶ γήϊνα αἰτιᾶσθαι, ὡς οἱ τὰ τῶν βοῶν ζεύγη, καὶ τὸν ἀγρὸν τὸν νεώνητον, μεθ’ ὧν κἀκεῖνος ὃς ἔγημε τὴν γυναῖκα, δι’ ἣν ὁμοίως καὶ τῆς καλῆς ἐκείνης πανδαισίας ἐστέρηται. Πρεσβύτου δὲ πατρὸς οὐδ’ αὐτὸς ἐπιλέλησμαι· τιμῶ δὲ μᾶλλον αὐτὸν καὶ ἀσπάζομαι, θεοσεβῆ καὶ φιλομάρτυρα ἐπιστάμενος. Καὶ εἰ παρῆν ὧδε, συνήρατο ἂν ἐμοὶ τῶν ὑπὲρ ἀληθείας ἀγώνων· καὶ οὐδὲν ἂν ἐπεπόνθει τῆς αὐτοῦ ἀρετῆς καὶ εὐσεβείας ἀνάξιον. Ἀλλὰ τί μοι τῶν πολλῶν τούτων ῥημάτων; Ἐκείνης σφόδρα ἐξέχομαι τῆς φωνῆς, ἣν ὁ ἐμὸς σωτὴρ ἐν τοῖς εὐαγγελίοις εἰρήκει· ὃς γάρ, φησίν, οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ πᾶσαν ἄλλην ἀνθρωπίνην συγγένειαν ὑπὲρ ἐμοῦ καὶ τοῦ εὐαγγελίου, μαθητής μου εἶναι οὐ δύναται. Διὰ ταῦτα ἢ παῦσαι κακῶς ἀποδυρομένη τὴν ἐμὴν ὑπὲρ Χριστοῦ παῤῥησίαν καὶ τὰς βασάνους ἃς δι’ ἀυτὸν ἠγάπησα ὑπομεῖναι ἢ τελέως σε ἀποστρέφομαι καὶ μισῶ καὶ οὐδὲ καλέσω ἔτι μητέρα». Ταῦτα ὡς εἴρηκεν, ἐπιστρέφει αὖθις πρὸς τοὺς δημίους καὶ σὺν πολλῇ τῇ παῤῥησίᾳ· «ἀνάθεμα εἶναι», λέγει, «Μωάμετ καὶ πάσῃ τῇ θρησκείᾳ καὶ τοῖς νόμοις αὐτοῦ· Χριστὸν ἀνακηρύττω Θεόν, αὐτῷ καὶ τὴν ψυχὴν παραθήσομαι». Θροῦς ᾔρετο 500 ἐπὶ τούτοις τῶν βαρβάρων πολὺς καὶ οἱ μὲν διασπαράττειν ὥρμων τὸν ἅγιον. Οἱ δὲ ἐκέλευον τῶν τοῦ ἡγεμόνος μὴ ἀμνημονεῖν ἀποφάσεων, ἀλλὰ πρὸς τὴν κάμινον ἄγειν τὸν ἀθλητήν. Ὡς ἂν δὲ καὶ ἐπιπονωτέραν αὐτῷ καὶ διαρκεστέραν τὴν διὰ πυρὸς ποιήσωνται βάσανον, ὑπολωφήσειν μὲν ἀφῆκαν τὴν φλόγα καὶ εἰς μόνην ἀπολήξειν ἀνθρακιάν. Περιαγκωνίζουσι δὲ αὖθις τὰς χεῖρας τοῦ μάρτυρος, δεσμοῦσι 505 καὶ τοὺς πόδας αὐτῷ. Εἶτα δύο τινὰς στύλους εὐμεγέθεις τῆς πυρκαϊᾶς πήξαντες ἑκατέρωθεν, δοκὸν αὐτοῖς ἐπιτιθέασι μέσην. Ὡς δὲ πᾶν αὐτοῖς ηὐτρέπιστο τὸ βασανιστήριον, «ὁρᾷς», ἔλεγον πρὸς τὸν ἀθλητήν, «οἵα σε κόλασις περιμένει; Πῶς δὲ καὶ ὑποίσεις αὐτήν; Μὴ καὶ σιδήρου ἀκμαιοτέραν ἔσχες τὴν φύσιν; Μαλάσσει γὰρ καὶ σίδηρον, πῦρ. Ἢ γοῦν ἄσπασαι τὸν Μωάμετ ἢ διὰ τῆς φοβερᾶς ταύτης βασάνου πικρότατα τὴν ἀμείλικτον ψυχὴν ἀποῤῥήξεις». Ὁ δὲ καὶ πάλιν διαλοιδορούμενος τῷ Μωάμετ, ἀληθῆ Θεὸν ἀνωμολόγει τὸν Κύριον καὶ πρὸς αὐτὸν ἐνορῶν· «Σῶτερ», ἔλεγεν, «ἐπὶ σοὶ ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν». Οὐ φθάνει τὴν εὐχὴν ταύτην ἐπιτελέσας καὶ μανικὸν ἕλκεται ὑπὸ τῶν τυράννων, ἵνα κατὰ τῆς πυρᾶς ἀπαιωρηθῇ. Ὡς δὲ ταῦτα εἶδεν ἡ μήτηρ, ὀδυνηρότερον ἢ ἀσυνετώτερον ἀπωδύρετο· ἐπεὶ δὲ καὶ δυσωπεῖν αὐτὸν αὖθις ἐπεχείρει, μόνῳ τε προσσχήματι ἥξειν θεραπεύειν τοὺς κολαστὰς καὶ τὸν ἐπηρτημένον κίνδυνον διαφεύγειν. Ὁ δὲ καὶ ταύτης τῆς πονηρᾶς αὐτὴν βδελυξάμενος συμβουλῆς βλοσυρὸν οἷον καὶ λεόντειον ἐνιδὼν εἰς αὐτήν, κύνα τε καὶ ἀναιδῆ αὐτὴν ἀπεκάλει καὶ τῆς αὐτοῦ ψυχῆς καὶ σωτηρίας ἐχθράν, πόῤῥω τε φεύγειν ἐκέλευεν ἀπ’ αὐτοῦ καὶ μηδὲ τὸν δρόμον αὐτῷ τοῦ μαρτυρίου ἐπιποδίζειν, πρὸς ὃν αὐτὸς ὅλῃ προθυμίᾳ καὶ ψυχῇ φέρεται. Τὰ δ’ ἑξῆς –ὦ, τοῦ θαύματος· ὦ, τῆς καρτερίας τοῦ ἀνδριάντος! – ἐξαρτᾶται τῶν ποδῶν ἐπὶ τῆς δοκοῦ, κρεμᾶται κατὰ κεφαλῆς τῶν τοῦ πυρὸς ἀνθράκων κάτωθεν ὑποστρωννυμένων καὶ συνεχεῖς ἀναπεμπόντων καὶ φλογίζοντας τοὺς σπινθῆρας. Ἐπεὶ δὲ καὶ κεφαλὴ καὶ σῶμα ὅλον ταῖς ἀνυποίστοις περιωδυνίαις ἐβάλλετο καὶ ὡσεὶ κηρὸς ἐτήκοντο αἱ σάρκες αὐτῷ ἀπὸ προσώπου πυρός, οὐδὲν ἄλλο ἐκ τοῦ ἱεροῦ αὐτοῦ στόματος ἐξηκούετο, εἰ μὴ ὃ συνεχῶς ἔψαλλεν· «ἐλέησον, Κύριε· καί μου τὴν ψυχὴν παράλαβε, Κύριε». Τούτων δὲ ὑπᾳδομένων αὐτῷ μικρὸν ἔτι καὶ ὡρᾶτο ἀπηνθρακωμένον τὸ πρόσωπον. Οἱ δὲ δήμιοι, ἐπεὶ ἱκανῶς εἶδον τοῖς ὑποκαιομένοις ἄνθραξι διακαρτερήσαντα, ὡς ἂν καὶ ὅλον αὐτῷ τὸ σῶμα βιαιότερον ἀναφλέξαιεν, ὕλην ἐπισωρεύσαντες εὔπρηστον καλάμων συχνοὺς ἀποδέσμους κατὰ τῶν ἀνθράκων ἀφῆκαν. Καὶ εὐθὺς ἐπὶ μέγα τε ἦρτο ἡ φλὸξ καὶ τὸ ἱερὸν ἐκεῖνο σκῆνος περιειληφυῖα τοῦ μάρτυρος ἐπενέμετο. Καὶ τελειοῖ τὸν μαρτυρικὸν δρόμον ὁ στεφανίτης καὶ τὴν μακαρίαν ψυχὴν εἰς τὰς τοῦ Θεοῦ χεῖρας κατὰ τὴν εὐχὴν παρατίθεται μῆνα ἄγοντος τοῦ ἔτους Δεκέμβριον, τῶν μὲν ῥωμαϊκῶν σκήπτρων Ἀνδρονίκου τοῦ εὐσεβοῦς αὐτοκράτορος σφόδρα φιλοθέως καὶ φιλανθρώπως τὴν ἡγεμονίαν διέποντος, Μασοὺτ δὲ τὴν περσικὴν ἔχοντος δυναστείαν καὶ τὴν ἄθεον αὐτῶν πλάνην τιμῶντος. Ἐπεὶ δὲ οἵ τε βάρβαροι ὑπεχώρουν τὴν ἀήττητον τοῦ ἀνδρὸς ὑπερθαυμάζοντες καρτερίαν, ἥ τε φλὸξ ἀπομαρανθεῖσα βραχέά τινα τοῦ μαρτυρικοῦ σώματος ὑπέλιπε λείψανα, ἐπιδραμόντές τινες τῶν περιτυχόντων χριστιανῶν συλλέγουσιν ἁρπάσαντες ἀπὸ τοῦ πυρὸς καὶ σὺν πολλῷ τῷ πόθῳ καὶ σεβάσματι περιστέλλουσι. Τότε δὴ τότε καὶ ἡ ἀθλία μήτηρ ἐκείνη ἐννοήσασα οἵου κακοῦ γέγονεν, εἰς μνήμην τε ἐλθοῦσα τῶν τοῦ μάρτυρος ῥημάτων καὶ ἐπιγνοῦσα οἵας μὲν ἐκεῖνος ἔτυχε δόξης παρὰ Θεῷ ὑπὲρ αὐτοῦ τὸν τῆς μαρτυρίας ἀγῶνα διενεγκών, ὅπως δὲ αὕτη πρὸς τὸ ζημιωθῆναι τὴν σωτηρίαν δικαίως οὐδὲ μάρτυρος ἀκούσεται μήτηρ, ἅπαξ αὐτὴν ἀπαρνησαμένου ὅτι μὴ τὰ ἀγαθὰ συνεβούλευεν, ἐπειδὴ ταῦτά γε πάντα ἀθρόον εἴληφεν ἐπὶ νοῦν, λαμβάνει καὶ μετάμελον τῶν κακῶν καὶ πρὸς Χριστὸν αὖθις καταφεύγει σὺν πολλοῖς τοῖς δάκρυσι καὶ ταῖς οἰμωγαῖς. Τὰ μέντοι γε μαρτυρικὰ λείψανα τοιᾶσδέ τινος ἀξιοῦται καὶ τῆς ταφῆς.

Ἐπίσκοπός τις τῆς τῶν Κολωνειατῶν ἐκκλησίας –ὑπόκειται δὲ αὕτη τῇ τῶν Μωκησῶν μητροπόλει– ἐκεῖ παρῆν ὁπηνίκα ταῦτα πάντα ἐτελεῖτο παρὰ τῷ μάρτυρι καὶ θεατὴς ὑπῆρχε τῆς ὅλης ἀγωνίας καὶ τῶν παθημάτων καὶ τῶν βασάνων αἷς διὰ Χριστὸν ἐκεῖνος γενναιότατα διεπάλαισεν. Ἐπεὶ δὲ καὶ τῷ πυρὶ παρεδόθη καὶ τὸν εἰρημένον τρόπον τὸ τῆς ἀθλήσεως διήνυσε στάδιον, τότε ὁ ἱερατικὸς ἐκεῖνος ἀνήρ, φιλόμαρτυς ὢν ἀληθῶς καὶ ζήλῳ θείῳ θερμαινόμενος τὴν ψυχήν, δύο τινὰς συμπαρειληφὼς τῶν τοῦ πρεσβυτερικοῦ ἠξιωμένων βαθμοῦ μηδὲ τούτους ἀπολειφθέντας τῆς θαυμαστῆς ἐκείνης θέας τοῦ μάρτυρος καί τινας ἑτέρους τῶν ἐκεῖ παρατυχόντων χριστιανῶν, ὅσους ἐπιπλέον ὁ κατὰ Χριστὸν ἠρέθισε πόθος, ἀσπασίως 560 σὺν αὐτοῖς ἀναλαμβάνει τὰ τοῦ μάρτυρος λείψανα. Εἶτα παρὰ τῷ σηκῷ γίνονται τοῦ θειοτάτου Γρηγορίου, ἔνθά γε καὶ τοῦ ἱεροῦ ἐκείνου βήματος ἔγγιστα καταθέμενοι ψαλμοῖς καὶ ὕμνοις τοῖς νενομισμένοις τὴν ὁσίαν ἐτίμησαν. Καὶ ὁ πρὶν ποιμὴν τὸν νέον ὑποδέχεται μάρτυρα· καὶ ὑποδέχεται οὐκ ἐν γῇ τὰ λείψανα μόνα, ἀλλ’ ἐν οὐρανοῖς τὴν μακαρίαν ψυχήν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλά γε δὴ μαρτύρων πάντων καὶ ὁσίων χοροὶ καὶ σὺν αὐτοῖς αἱ ἀνωτάτω τῶν ἀΰλων χοροστασίαι, πρὸ δὲ πάντων Θεὸς τῶν ἀγαθῶν τὸ ἀκρότατον, πρὸς ὃν κἀκεῖνος πᾶσαν εἶχεν ἀνατεινομένην τὴν ἔφεσιν· ἧς καὶ γεγονὼς κατὰ κράτος ἁλώσιμος, ἀνάλωτος τὴν ὑπὲρ αὐτοῦ διέμεινε καρτερίαν καὶ θυσίαν ἑαυτὸν προσήνεγκε τῷ Θεῷ τῆς Ἀβραὰμ θυσίας οὐκ ἀποδέουσαν, εἰ μή τις ἔχοι τι λέγειν καὶ ὑψηλότερον· ὁ μὲν πειθαρχήσας Θεῷ προσάγει τὸν μονογενῆ καὶ σφαγιάζει τῇ προθέσει πρὸς ὁλοκάρπωσιν· ὁ δὲ φέρων ἑαυτὸν αὐτεπάγγελτον, ὅλον εἰς θυσίαν ἐπέδωκε. Μιμεῖται Πέτρον τὸν κορυφαῖον τῶν ἀποστόλων καὶ οὐ σταυροῦται μὲν κατὰ κεφαλῆς, ἀναρτᾶται δὲ ὅμως τούτῳ τῷ σχήματι καὶ χαλεπωτάτην φέρει τὴν διὰ πυρὸς βάσανον. Νικᾷ τῇ καρτερίᾳ καὶ τὸν πάλαι Ἰώβ· κἀκεῖνος μὲν πονηρὰν συμβουλὴν ἀπώσατο γυναικός, ἵνα μηδὲ ῥῆμα γογγυσμοῦ κατὰ Θεοῦ προσενέγκῃ· ὁ δὲ καὶ μητρὸς ἀδολεσχίαν ἐμίσησε καὶ πᾶσαν ἑκοντὶ τὴν ἐπὶ γῆς συγγένειαν ἀπεβάλετο, ἵνα γένηται αὐτῷ Χριστὸν μόνον κερδῆσαι καὶ τὴν υἱοθεσίαν ἀπολαβεῖν, ἣν αὐτὸς ἐπαγγέλλεται τοῖς ἀληθῶς ἠγαπηκόσιν αὐτόν. Κεφάλαιον τοῦ λόγου, σφραγὶς γίνεται μαρτύρων τῶν ὑπὲρ Χριστοῦ τῆς ἀληθείας ἐξ αἰῶνος μαρτυρησάντων καὶ ἀρχέτυπον τοῖς ἐπὶ παντὶ τῷ μέλλοντι χρόνῳ ἀγωνισομένοις ὁμοίως ὑπὲρ Χριστοῦ, τῆς τῶν πρώτων ἐκείνων οὐκ ἀποδέον ἀθλήσεως. Διὰ ταῦτα καὶ τιμητέον τὸν μάρτυρα καὶ τῶν ἴσων ἐκείνοις ἀξιωτέον γερῶν, ἐπεὶ καὶ Θεὸς οὐκ ἐν μόνῃ τῇ νοουμένῃ λαμπρότητι δοξάζει τὸν ἀθλητήν, νοῦ παντὸς καὶ λόγου δύναμιν ἐκνικώσῃ, ἀλλὰ κἀνταῦθα σημείῳ τινὶ τετίμηκεν ἐξαισίῳ βραχεῖάν τινα ὑποδείξας ὡς ἂν φαίη τις εἰκόνα τῶν ἐκεῖσε ἀπαυγασμάτων, οἷς αὐτὸν ὁ καλὸς ἀγωνοθέτης ἐδεξιώσατο. Ἐπεὶ γὰρ ταφῇ τὰ μαρτυρικὰ λείψανα παραδίδοται ὅλαι ἐφεξῆς ἑπτὰ πα- ρήλθοσαν ἡμέραι, καὶ νυκτὸς ἑκάστης τῶν ἡμερῶν φῶς ἐπέλαμπε τῷ τάφῳ ἄῤῥητόν τι καὶ θαυμαστόν, ὃ χριστιανοὶ μὲν ὁρῶντες οὐκ ἠγνόουν τοῦ μυστηρίου τὴν δύναμιν· ᾔδεσαν γὰρ ὡς τοὺς δοξάζοντας αὐτὸν ἀντιδοξάζει Θεός. Πέρσαι δέ κἀκείνοις γὰρ ὁμοίως ἑωρᾶτο τὸ θαῦμα– πῶς μὲν ἐξεπλήττοντο τῇ παραδόξῳ τοῦ φωτὸς θεωρίᾳ, πῶς δὲ καὶ διηπίστουν, ἅτε βαθεῖ σκότῳ τῆς ἀγνωσίας συνισχημένοι καὶ μηδὲ εἰδέναι δυ- ναμούμενοι, οἷα Θεὸς ὁ δημιουργὸς δύναται. Τρόπον δέ τινα μιμοῦνται τὴν τῶν θεομάχων Ἰουδαίων συκοφαντίαν· ὡς γὰρ ἐκεῖνοι τὴν ἀληθῆ ἀνάστασιν τοῦ σωτῆρος οὐκ ἔφριξαν διαβάλλοντες, ἡνίκα καὶ δώροις ἔπεισαν τοὺς στρατιῶτας ὁμολογεῖν ὡς αὐτῶν κοιμωμένων ὑπὸ τῶν μαθητῶν τὸ σῶμα τοῦ Κυρίου σεσύληται, εἰ καὶ τὰ ἐφεξῆς θαύματα καὶ ἡ θεοπτία τῶν μαθητῶν καὶ πᾶν ἁπλῶς τὸ μετὰ ταῦτα μυστήριον τὴν ἄθεον αὐτῶν διαβολὴν ᾔσχυνε καὶ ἀνέλυσε, τὸν αὐτὸν δὴ τρόπον καὶ Πέρσαι ἐπ’ αὐτοῦ δὴ τοῦδε τοῦ μάρτυρος ἐπισκοτεῖν καὶ συσκιάζειν ἐπειρῶντο τῆς θαυματουργίας τὴν δύναμιν. Καὶ γοῦν ἔφασκον ὡς ἡ μήτηρ φῶτα τῷ τάφῳ τοῦ παιδὸς ὑπανάπτουσα, φαντασίαν παρέχειν μηχανᾶται τοῖς ὁρῶσι καινοτέρου φωτός. Ταῦτα δὲ αὐτῶν οὕτω λεγόντων σφάλλει Θεὸς σοφώτατα τὴν ἐπίνοιαν· κινοῦνται γὰρ ὑπ’ ἀπιστίας ἐρευνᾶν τὸ ὁρώμενον. Καὶ δὴ οὐκ ἐν μιᾷ μόνῃ τῶν ἑπτὰ ἐκείνων νυκτῶν, ἀλλὰ καὶ πολλάκις ἐγγὺς τοῦ τόπου γενόμενοι, ἀτενίζοντες τοὺς ὀφθαλμούς, περιαυγάζον ἔβλεπον τὸν τάφον τὸ φῶς. Εἶτα ἀκριβῆ πεποιημένοι τὴν ἔρευναν καὶ τὰ κύκλῳ πάντα ἀναδιφῶντες οὔτ’ ἀνθρώπων εἶχον ὁρᾶν οὐδένα οὔτέ τινας λαμπάδας ὑπανακαιούσας τὸ φῶς. Τότε δὴ τότε τῇ ἀπορίᾳ τῆς καταλήψεως τοῦ ζητουμένου ἰέναι μὲν ᾤοντο δεῖν ἀκριβῶς ἐπὶ τὸν τάφον αὐτὸν καὶ διὰ τῶν χειρῶν ἐπαφᾶσθαι ἢ ἅπτεσθαι τοῦ φωτός. Ἐπεὶ δὲ τοῦτο ὁρᾶν αὐτοὺς οὐκ ἦν δυνατόν –πῶς γάρ, ἀΰλου καὶ θειοτέρου τυγχάνοντος καὶ τὴν παχυτέραν αὐτῶν αἴσθησιν διαφεύγοντος;– εἰς ἀμηχανίαν αὐτοῖς ἡ ζήτησις περιέστη, καὶ αὐτοὶ μὲν ἔγνωσαν ἀνηνύτοις ἐπιχειροῦντες, πίστιν δὲ τὸ θαῦμα διὰ τῆς προτέρας τούτων ἀπιστίας ἐλάμβανε. Τοιούτῳ Μωυσῆς τεραστίῳ πάλαί ποτε ἑώρα καιομένην πυρί, ἀλλ’ οὐ κατακαιομένην τὴν βάτον, τύπῳ μυστηρίου μείζονος. Τοῦτο τὸ θαῦμα οὐκ ἔλαττον τοῦ ἐν στύλῳ φωτὸς τὸν Ἰσραὴλ ὁδηγοῦντος καὶ τῆς πικρᾶς δουλείας τῶν Αἰγυπτίων ἐξάγοντος. Τοῦτο τὸν ἐπὶ Βηθλεέμ ἀστέρα κηρύττει, ᾧ ἡ τοῦ ἐμοῦ Χριστοῦ γέννησις κατηγγέλλετο ὁδηγοῦντι τοὺς ἐξ Ἀνατολῶν μάγους ἐπὶ τὸ σπήλαιον καὶ τὴν φάτνην, τὸν βασιλέα τοῦ παντὸς προσκυνοῦντας. Ταῦτά σοι, στεφανῖτα Χριστοῦ, τὰ τῆς μακαρίας ἀθλήσεως διηγήματα, ταῦτα καὶ τὰ ἐπὶ τῆς ταφῆς ἔπαθλα, ἵνα μηδὲ αὕτη μείνῃ τῷ Θεῷ τῶν θαυμασίων ἀγέραστος. Τιμᾷ γὰρ καὶ τοῖς τοιούτοις τοὺς ἑαυτοῦ θεράποντας ὁ δεσπότης πολλάκις, ἅμα μὲν πολλοὺς διανιστῶν πρὸς τὴν μίμησιν, ἅμα δὲ καί τινα εἰκόνα παραδεικνὺς τὰ ὁρώμενα τῆς μὴ βλεπομένης, ἀλλὰ νοουμένης λαμπρότητος. Καὶ νῦν χορεύεις ἐν οὐρανοῖς καὶ νῦν τῷ δεσποτικῷ παρίστασαι θρόνῳ καὶ νῦν τῶν θείων ἀποῤῥήτων ἀπολαύεις ἐλλάμψεων. Ἀλλ’ ἐποπτεύοις καὶ ἡμᾶς ἄνωθεν, ἀθλητά, τῇ παῤῥησίᾳ καὶ πρεσβείᾳ τῇ εἰς Θεόν, τήν τε ἐκκλησίαν αὐτοῦ τὸν τῆς ἀληθείας λόγον ὀρθοτομοῦσαν ἐπὶ τοῦ αὐτοῦ στηρίζων θεμελίου τῆς πίστεως καὶ αὔξων ταῖς τῆς ὁμονοίας καὶ ὁμοψυχίας ἀγαθαῖς ἐπιδόσεσι, τήν τε φιλόχριστον βασιλείαν κρατύνων καὶ πολεμίους ὑποτάσσων αὐτῇ, ἔθνη τε ἀτίθασα καταῤῥάσσων τὰ μὴ προσκυνοῦντα τὸν ποιήσαντα Κύριον. Καὶ στήσαις τὴν περσικὴν καταιγίδα καὶ κεφαλὰς ἀνόμων δυναστῶν διακόψαις, τὴν μαρτυρικὴν ἐπανατείνας κατ’ αὐτῶν δεξιάν, καλῶς κραταιωθεῖσαν ὑπὸ τοῦ Θεοῦ τῶν δυνάμεων. Τάχα γὰρ διὰ τοῦτο καὶ ἀπαρχὴ θυσίας εὐπροσδέκτου γέγονας τῷ Θεῷ καὶ ἐπ’ αὐτῶν τῶν ὅρων τῶν περσικῶν τὸν μαρτυρικὸν ὑπέμεινας θάνατον, ἵν’ ὥσπερ σεαυτῷ καὶ χριστιανοῖς ἐπαμύνων, ὧν καὶ πείρᾳ τὴν ταλαιπωρίαν ἐγνώκεις, ὅλην τρέψαις καὶ κατὰ τῶν ἀθέων τὴν ἄμυναν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν σὲ ταῦτα εὐφημούντων τὸν πόθον καὶ τὴν πρόθεσιν ἀμειβόμενος, εὖ τε τὸν βίον διιθύνοις καὶ ὁδηγοίης πρὸς τὰ κρείττω καὶ τελεώτερα, ὡς ἂν καὶ τῶν μακαρίων ἐπιτύχοιμεν ἐλπίδων ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλωσύνη, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.