Τὰ μετὰ τὸν Ὅμηρο ιγ΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


οἱ δ᾽ ἄρ᾽ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δ᾽ ἄρα τοῖσιν
αὐλοὶ ὁμῶς σύριγξι μέγ᾽ ἤπυον· ἀμφὶ δὲ πάντῃ
μολπὴ ἐπ᾽ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ
δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.
5ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον
πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον
ἀμφὶ δ᾽ ἄρ᾽ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δ᾽ ἐπ᾽ ἄλλῳ
ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·
καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς
10φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δ᾽ ἐώλπει
ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δ᾽ ἄρ᾽ ἀχλὺς
ἄμφεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ
καὶ νόος αἰζηῶν, ὁπότ᾽ ἐς φρένα χανδὸν ἵκηται·
καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·
15‘ἦ ῥ᾽ ἅλιον Δαναοὶ πουλὺν στρατὸν ἐνθάδ᾽ ἄγειραν,
σχέτλιοι, οὐδ᾽ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,
ἀλλ᾽ αὕτως ἀπόρουσαν ἀπ᾽ ἄστεος ἡμετέροιο
νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.’


ὣς ἄρ᾽ ἔφη Τρώων τις ἐεργόμενος φρένας οἴνῳ,
20νήπιος· οὐδ᾽ ἄρ᾽ ἐφράσσατ᾽ ἐπὶ προθύροισιν ὄλεθρον. [p. 530]
εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον
οἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,
δὴ τότ᾽ ἄρ᾽ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε
δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ
25ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται
Τρῶες ἐϋσθενέες, τάχα δ᾽ ἀμφαδὰ πάντα γένηται·
ἀλλ᾽ οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον
πολλῷ ὑπ᾽ ἀκρήτῳ βεβαρηότες· οἱ δ᾽ ἐσιδόντες
ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.


30αὐτὸς δ᾽ ἄγχ᾽ ἵπποιο Σίνων κίεν· ἦκα δ᾽ ἄϋσεν,
ἦκα μάκ᾽, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,
ἀλλ᾽ οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν
ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι.
οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ᾽ Ὀδυσῆα
35πάντες ἐπ᾽ οὔατ᾽ ἔνευσαν· ὁ δέ σφεας ὀτρύνεσκεν
ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἱ δ᾽ ἐπίθοντο
ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε
ὥρμαινον προνέεσθαι· ὁ δ᾽ ἰδρείῃσιν ἔρυκε
πάντας ἅμ᾽ ἐσσυμένους· αὐτὸς δ᾽ ἄρα χερσὶ θοῇσιν
40ἵππου δουρατέοιο μάλ᾽ ἀτρέμας ἔνθα καὶ ἔνθα
πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπ᾽ Ἐπειῷ.
βαιὸν δ᾽ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ
Τρῶας παπταίνεσκεν, ἐγρηγορότ᾽ εἴπου ἴδοιτο·
ὡς δ᾽ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ
45ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ᾽ ἐδωδῆς
ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δ᾽ ἄρα φῶτας
καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,
βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·
ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
50ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες
νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς
τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα
ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν. [p. 532]
οἵ ῥα τότ᾽ ἀμφ᾽ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
55θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕδ τε κλονήσῃ
δρυτόμος, οἱ δ᾽ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ
ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·
ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο
ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δ᾽ ἄρα τοῖσι
60πάλλετ᾽ ἐνὶ στέρνοισι κέαρ τάχα δ᾽ οἱ μὲν ἔναιρον δυσμενέας
τοὶ δ᾽ ἔτ᾽ ἔρεσσον ἔσω ἁλός· αἱ δ᾽ ἐφέροντο
νῆες ὑπὲρ μέγα χεῦμα χεῦμα· Θέτις δ᾽ ἴθυνε κέλευθα
οὖρον ἐπιπροϊεῖσα· νόος δ᾽ ἄρ᾽ ἰαίνετ᾽ Ἀχαιῶν·
καρπαλίμως δ᾽ ἐλθόντες ἐπ᾽ ᾐόνας Ἑλλησπόντου,
65ἔνθ᾽ αὖθις στήσαντο νέας, σὺν δ᾽ ἄρμενα πάντα
εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.
αὐτοὶ δ᾽ αἶψ᾽ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο
ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα
ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·
70ὣς οἵ γ᾽ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο
πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.
οἱ δ᾽, ὡς σμερδνὰ λύκοὶ λιμῷ περιπαιφάσσοντες
σταθμῷ ἐπιβρίσωσι κατ᾽ οὔρεα μακρὰ καὶ ὕλην
εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ᾽ ἐπ᾽ ἄλλοις
75δάμνανθ᾽ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ <...> [p. 534]
αἵματι καὶ νεκύεσσιν, ὀρώρει δ᾽ αἰνὸς ὄλεθρος,
καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων·


ἀλλ᾽ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,
δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
80ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.
πᾶν δ᾽ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο
καὶ νεκύων· πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα
καιόμεν᾽ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.
ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
85μαίνετο δ᾽ ἐν μέσσοισιν Ἄρης στονόεσσα τ᾽ Ἐνυώ·
πάντῃ δ᾽ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
Τρώων τ᾽ ὀλλυμένων ἠδ᾽ ἀλλοδαπῶν ἐπικούρων.
τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δ᾽ ἐφύπερθε
90πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δ᾽ ἄρα χερσὶ
δράγδην ἔγκατ᾽ ἔχοντες ὀϊζυρῶς ἀλάληντο
ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·
πολλῶν δ᾽ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
95χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς·
φευγόντων δ᾽ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
ἄντικρυς ἐς μαζούς, τῶν δ᾽ ἰξύας ἄχρις ἱκέσθαι
αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα
Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
100πάντῃ δ᾽ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν
ἔπλετο λευγαλέη· περὶ δ᾽ ἴαχε πάντα μέλαθρα
ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
εἰδομένων γεράνοισιν, ὅτ᾽ αἰετὸν ἀθρήσωσιν [p. 536]
105ὑψόθεν ἀΐσσοντα δι᾽ αἰθέρος, οὐδ᾽ ἄρα τῇσι
θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον
μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·
ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,
αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δ᾽ ἐπὶ γαῖαν
110θρῴσκουσαι· τῇς δ᾽ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,
ἀλλ᾽ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
μοῦνον ἐφεσσάμεναι· ταὶ δ᾽ οὐ φθάσαν οὔτε καλύπτρην
οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ᾽ ἐπιόντας
δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
115παλλόμεναι κραδίην, μοῦνον δ᾽ ἄρα χερσὶ θοῇσιν
αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δ᾽ ἀλεγεινῶς
ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν
δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ᾽ ἐλάθοντο
120δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι
ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
ὤπασεν. οἰμωγὴ δ᾽ ἀταλάφρονας ἔκβαλεν ὕπνου
νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός·
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλοισιν ἀπέπνεον· οἱ δ᾽ ἐπέχυντο
125πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ
κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.
οἱ δ᾽ ὡς ἀφνειοῖο σύες κατὰ δώματ᾽ ἄνακτος
εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
μυρίοι ἐκτείνοντο· λυγρῷ δ᾽ ἀνεμίσγετο λύθρῳ
130οἶνος ἔτ᾽ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν,
ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
οὐδ᾽ εἴ τις μαλ᾽ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες.
ὡς δ᾽ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ [p. 538]
135ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
νηδύα πλησάμενοι πολυχανδέα πάντ᾽ ἐπιόντες
αἷμα μέλαν πίνουσιν, ἅπαν δ᾽ ὀλέκουσι μένοντες
140πῶϋ, κακὴν δ᾽ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·
ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ᾽ ἄλλῳ
κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·
οὐδ᾽ ἄρ᾽ ἔην Τρώων τις ἀνούτατος, ἀλλ᾽ ἅμα πάντων
γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν᾽ αἵματι πολλῷ.


145οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,
ἀλλ᾽ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,
οἱ δ᾽ ἔτι καιομένοισιν ἐπ᾽ ἐσχαρεῶνι τυπέντες
δαλοῖς, οἱ δ᾽ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,
οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
150Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ·
ἄλλοι δ᾽ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δ᾽ ἀπὸ χειρῶν
δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο
χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν·
155καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε
λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δ᾽ ἅτε θῆρες
οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
νύχθ᾽ ὑπὸ λευγαλέην· μέγα δ᾽ ἰσχανόωντες Ἄρηος
160ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ. [p. 540]


165αἴγλη δ᾽ ἄσπετος ὦρτο δι᾽ ἄστεος, οὕνεκ᾽ Ἀχαιῶν
πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ᾽ ἀνὰ δῆριν
δυσμενέας τε φίλους τε μάλ᾽ ἀτρεκέως ὁρόωσι.


καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
170ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·
κάππεσε δ᾽ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
νήπιος, οὐδ᾽ ἀπόνητο γάμων, ὧν οὕνεχ᾽ ἵκανε
175χθιζὸς ὑπὸ Πριάμοιο πόλιν καὶ ὑπέσχετ᾽ Ἀχαιοὺς
Ἰλίου ἂψ ὦσαι· τῷ δ᾽ οὐ θεὸς ἐξετέλεσσεν
ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
180θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δ᾽ ἄρα πάγχυ
γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·
καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
185τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ᾽ ἥψατο γούνων
ἀνδροφόνου ἥρωος· ὁ δ᾽ ἐς μόθον ἐσσύμενός περ
ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δ᾽ ἀλεγεινὸν
190ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα·
‘γουνοῦμαί σ᾽, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε
λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος
ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα [p. 542]
195κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς·
τοὔνεκ᾽ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.’


ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·
‘ὦ γέρον, ἔλπομ᾽ ἔγωγ᾽ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·
200ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτιν᾽ ἐάσω
ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ᾽ Ἄϊδι πάντας ἰάψω,
οὕνεκ᾽ ἄρ᾽ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρ᾽ ἀπαμύνει.’


ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
δεινὸς ἀνήρ· ἴθυνε δ᾽ ὅπῃ θνητοῖς ἐπὶ πότμον
205ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα·
καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
Τυδείδαο χέρεσσιν. ὁ δ᾽ εἰσέτι Τρῶας ἐναίρων
ἔσσυτ᾽ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων·
δάμνατο δ᾽ ἠῢν Ἄβαντα· βάλεν δ᾽ ὑπὸ δούρατι μακρῷ
210υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
Αἴας δ᾽ Ἀμφιμέδοντα, Δαμαστορίδην δ᾽ Ἀγαμέμνων,
Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δ᾽ ἕλε Δηιοπίτην.


υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
Πάμμονα δῖον ὄλεσσε, βάλεν δ᾽ ἐπιόντα Πολίτην,
215ἀντίφονόν τ᾽ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
υἱῆας Πριάμοιο· καὶ ἀντιόωντ᾽ ἀνὰ δῆριν
δάμνατ᾽ Ἀγήνορα δῖον· ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλον ἔπεφνεν
ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετ᾽ ὄλεθρος
ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
220μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ
δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
ἑρκείου ποτὶ βωμόν· ὁ δ᾽ ὡς ἴδεν υἰ̔̂ Ἀχιλῆος,
ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ᾽ ἄρ᾽ αὐτὸς [p. 544]
θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·
225τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·
‘ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
κτεῖνον, μηδ᾽ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε
τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
230φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με
σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
Ἴλιον, ὁππότ᾽ ἄποινα περὶ κταμένοιο φέρεσκον
Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που
235κῆρες ἐπεκλώσαντο· σὺ δ᾽ ἡμετέροιο φόνοιο
ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμ᾽ ὀδυνάων.’


ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·
οὐ γάρ σ᾽ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
240οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.’


ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος
ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ᾽ αἶαν
245νόσφ᾽ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ·
κεῖτο δ᾽ ἄρ᾽ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·
οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,
ἀλλ᾽ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·
250καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δ᾽ ὅ γε λήσατο πάντων.


οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι
πύργου ἀφ᾽ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν [p. 546]
μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
255ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,
καί οἱ παῖδ᾽ ἐβάλοντο καθ᾽ ἕρκεος αἰπεινοῖο,
νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.
ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
260μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,
ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
μακρὰ κινυρομένη, τῇ δ᾽ ἐξόπιθεν κακόν ἄλλο
ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν·
ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
265ἦγον δήϊοι ἄνδρες ἅμ᾽ ἄλλῃς ληιάδεσσι
κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.
ἡ δ᾽ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη
ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
270τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·
καί ῥ᾽ ὀλοφυδνὸν ἄϋσε μέγ᾽ ἀχνυμένη κέαρ ἔνδον·
‘εἰ δ᾽ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ
ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,
Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματ᾽ ἔασι·
275καὶ γάρ μευ πατέρ᾽ ἐδθλὸν ἐνήρατο Πηλέος υἱὸς
Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ᾽ ἔνι φαίδιμον ἄνδρα,
ὅς μοι ἔην μάλα πάντα, τά τ᾽ ἔλδετο θυμὸς ἐμεῖο·
καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,
ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ
280ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.
τῷ νύ μ᾽ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο
νοσφίσατ᾽ ἐσσυμένως, μηδ᾽ εἰς ἑὰ δώματ᾽ ἄγεσθε
μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ
εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων [p. 548]
285κηδεμονῆας ὄλεσσεν· ἄχος δέ με δέχνυται αἰνὸν
ἐκ Τρώων στυγεροῖσιν ἐπ᾽ ἄλγεσιν οἰωθεῖσαν.’


ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε
ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος
ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
290οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.


ἄλλοι δ᾽ αὖτ᾽ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον
ἀνέρες· ἐν δ᾽ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·
ἀλλ᾽ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
295ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ᾽ ἐσάωσεν
ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα·
τῷ δ᾽ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες
αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν
καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.


300καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο
πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο
δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ᾽ ἀπὸ θυμὸν ὀλέσσας,
ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν
αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θ᾽ ἅμα λαοὺς
305πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρων
ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ᾽ ἄρ᾽ αὐτοῦ
ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,
ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ᾽ ὑπαλύξαι.
ὡς δ᾽ ὅθ᾽ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν
310νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ᾽ ἀλεείνων
πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ
χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ᾽ ἄρα νηὸς
ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα
τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
315φορτίδος· ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο, [p. 550]
ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,
υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,
τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι
χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,
320τὸν δ᾽ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι
γαίης· οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο
ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δ᾽ ὑπ᾽ ἀνάγκης
ἐκρέματ᾽ ἐμπεφυὼς ἀταλὸς πάϊς· ἀμφὶ δέ δάκρυ·
χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὁ νεκρῶν
325σώμαθ᾽ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ᾽ ἐν ὄρφνῃ
οὐκ ἐθέλων στείβεσκε· Κύπρις δ᾽ ὀδόν ἡγεμόνευεν
υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ
πρόφρων ῥυομένη· τοῦ δ᾽ ἐσσυμένου ὑπὸ ποσσὶ
πάντῃ πῦρ ὑπόεικε· περισχίζοντο δ᾽ ἀϋτμαὶ
330Ἡφαίστου μαλεροῖο· καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν
πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσ᾽ Ἀχαιοὶ
κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι
καὶ τότε δὴ Κάλχας μεγάλ᾽ ἴαχε λαὸν ἐέργων·
‘ἴσχεσθ᾽ Αἰνείαο κατ᾽ ἰφθίμοιο καρήνου
335βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα·
τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ
Θύμβριν ἐπ᾽ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα
τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν
ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
340κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν
ἄχρις ἐπ᾽ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς·
καὶ δ᾽ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,
οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπολοκάμου Ἀφροδίτης,
καὶ δ᾽ ἄλλως τοῦδ᾽ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
345οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλ᾽ ὅσα οἱ κτέατ᾽ ἐστίν,
ἄνδρ᾽ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν, [p. 552]
τῶν πάντων προβέβουλεν ἑὸν πατέρ᾽ ἠδὲ καὶ υἷα·
νὺξ δὲ μί᾽ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι
ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.’


350ὣς φάτο· τοὶ δ᾽ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον
πάντες· ὁ δ᾽ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,
ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δ᾽ ἔτι Τροίης
Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.


καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
355Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας
ἀμφ᾽ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δ᾽ ὑπὸ φύζῃ
κεύθετ᾽ ἐνὶ μεγάροισιν· ὁ δ᾽ αἵματος ἐκχυμένοιο
γήθεεν ἀμφὶ φόνῳ· τοῖον δ᾽ ἐπὶ μῦθον ἔειπεν·
‘ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ᾽ ἐφέηκα
360σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια
ζωὸν ἔτ᾽ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι
γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατ᾽ ὄλεθρος
ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα
ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
365θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος
νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος·
ἀλλ᾽ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα
τίσας αἴσιμα πάντα· σὲ δ᾽ οὐκ ἄρα μέλλεν ὀνήσειν
ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτ᾽ ἀλιτροὶ
370ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς
εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ
ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται
τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.’


ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
375μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ᾽ ἀέξων
ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε
πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν [p. 554]
ἀμφ᾽ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
380σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ
ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·
τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·
τοὔνεκ᾽ ἄρ᾽ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δ᾽ ἀνὰ ἄστυ
τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.


385ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,
εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσ᾽ Ἀφροδίτη,
390ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ᾽ ἐρωήν·
τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν
ἡδὺν ὑφ᾽ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.
τῷ δ᾽ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,
395ἀλλ᾽ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι
εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι
ἐσσύμεναι κλονέουσι δι᾽ ἠέρος οὔτε νότοιο·
ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ
δερκομένου παράκοιτιν· ἄφαρ δ᾽ ὅ γε λήσατο πάντων,
400ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι·
πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων
ἀθανάτων δάμνησι νόον θνητῶν τ᾽ ἀνθρώπων.
ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας
κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλ᾽ ἐνὶ θυμῷ
405ὡρμᾶτ᾽ ἐσσυμένοιο· δόλῳ δ᾽ ἄρα θέλγεν Ἀχαιούς.
καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ
μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·
δείδιε γὰρ μή σφιν ἐτώσια πάντα γένηται· [p. 556]
‘ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε
410κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ
ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες·
οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ᾽ ἔολπας,
ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης
λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.’


415ὣς φάθ᾽· ὁ δ᾽ αἶψ᾽ ἐπίθησε. θεοὶ δ᾽ ἐρικυδέα Τροίην
κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,
νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.
αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ᾽ ἐσίδοντο
περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.
420ἀλλ᾽ οὐ μὰν οὐδ᾽ αὐτὴ ἐΰφρων Τριτογένεια
πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ
Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς
θυμοῦ τ᾽ ἠδὲ νόοιο βεβλαμμένος· ἡ δέ οἱ αἰνὸν
εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης·
425οὐδὲ μὲν ἔργον ἀεκιὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς
καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δ᾽ ἔτρεψεν ὀπωπὰς
νηὸν ἐς ὑψόροφον· περὶ δ᾽ ἔβραχε θεῖον ἄγαλμα,
καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδ᾽ ὅ γε λυγρῆς
λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.


430πάντῃ δ᾽ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
ὑψόθεν· ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ·
ὦρτο δ᾽ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δ᾽ ἀγυιαί·
καίετο δ᾽ Αἰνείαο δόμος, καίοντο δὲ πάντα
Ἀντιμάχοιο μέλαθρα· καταίθετο δ᾽ ἄσπετος ἄκρη
Πέργαμον ἀμφ᾽ ἐρατὴν περί θ᾽ ἱερὸν Ἀπόλλωνος
435νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν
ἑρκείου· ζάθεον Τριτωνίδος ἀμφί τε ἐρατεινοὶ
υἱωνῶν Πριάμοιο· πόλις δ᾽ ἀμαθύνετο πᾶσα. [p. 558]
Τρῶες δ᾽ οἱ μὲν παισὶν ὑπ᾽ Ἀργείων ὀλέκοντο,
οἱ δ᾽ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,
440ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,
ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,
οἱ δ᾽ ἄρ᾽ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν
κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
445καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμεν᾽ ἀϋτὴν
ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
ὥρμηνεν πονέεσθαι ἐφ᾽ ὕδατι· τὸν δὲ παραφθὰς
Ἀργείων τις ἔτυψεν ὑπ᾽ ἔγχεϊ καί οἱ ὄλεσσε
θυμὸν ὑπ᾽ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δ᾽ εἴσω
450δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
ἄλλῳ δ᾽ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη
ἔμπεσε καιομένη, ἐπὶ δ᾽ ἤριπεν αἰπὺς ὄλεθρος.
πολλαὶ δ᾽ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,
455οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δ᾽ ἀνὰ ποσσὶν ἰοῦσαι
παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.
ἵπποι δ᾽ αὖτε κύνες τε δι᾽ ἄστεος ἐπτοίηντο
φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ
στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες
460αἰὲν ἐνερρήγνυντο. βοὴ δ᾽ ἀμφίαχεν ἄστυ.
καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
φθεγγομένου· τοὺς δ᾽ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν·
ἄλλον δ᾽ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
φλὸξ δ᾽ ἄρ᾽ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δ᾽ αἴγλη
465ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο [p. 560]
μέχρις ἐπ᾽ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο·
καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·
‘ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
470πολλὰ μάλ᾽ ἀμφ᾽ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,
πᾶσα δ᾽ ἄρ᾽ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·
πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
475κυδήεντα τίθησι, τὰ δ᾽ ὑψόθι μείον᾽ ἔθηκε·
πολλάκι δ᾽ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.’
ὣς ἂρ᾽ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
εἰσορόων. στονόεσσα δ᾽ ἔτ᾽ ἄμφεχε Τρῶας ὀϊζύς·
480Ἀργεῖοι δ᾽ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτ᾽ ἀῆται
λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
ὁππότ᾽ ἄρ᾽ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
485πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ᾽ ἐνὶ πόντῳ
ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
πόρθεον Ἴλιον αἰπύ· τὸ δ᾽ ἐν πυρὶ καίετο πολλῷ.
ἠΰτ᾽ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς
ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
490ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι,
τῷ δ᾽ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθ᾽ ὕλην·
ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
ῥύετ᾽ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
495μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτ᾽ ἄλυξε. [p. 562]


καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τ᾽ Ἀκάμαντι
Θησῆος μεγάλοιο δι᾽ ἄστεος ἤντετο μήτηρ
αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν,
ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δ᾽ ἀλάλυκτο
500φεύγουσ᾽ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δ᾽ ἐσιδόντες
αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς
αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες
χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
505ἐς Δαναούς· ἡ δ᾽ αἰνὸν ἀναστενάχουσα μετηύδα·
‘μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε·
οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν
αἷμα πέλει Δαναῶν μάλ᾽ ἐϋκλεές, οὕνεκα Πιτθεὺς
510γείνατό μ᾽ ἐν Τροιζῆνι· γάμῳ δ᾽ ἑδνώσατο δῖος
Αἰγεύς· ἐκ δ᾽ ἄρ᾽ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.
ἀλλά με, πρὸς μεγάλοιο Διός , τερπνῶν τε τοκήων,
εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ᾽ ἵκοντο
υἷες ἅμ᾽ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου
515δείξατ᾽ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω
ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,
ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.’


ὣς φάτο· τοὶ δ᾽ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,
ἀμφ᾽ Ἑλένης ὅσ᾽ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας
520κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ᾽ ἄρ᾽ αὐτοὺς
ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι
νηπιάχους ἔτ᾽ ἐόντας· ἀνεμνήσαντο δ᾽ ἀγαυῆς
Αἴθρης, ὅσσ᾽ ἐμόγησε δορυκτήτῳ ὑπ᾽ ἀνάγκῃ,
ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα
525ἀντιθέης Ἑλένης· σὺν δ᾽ ἀμφασίῃ κεχάροντο.
Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν· [p. 564]
‘σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ
αὐτίκ᾽, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας
ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν
530οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας
ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.’


ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ
χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους
καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·
535ὣς δ᾽ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ
ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν·
ὡς δ᾽ ὁπότ᾽ αἰζηοῖο μετ᾽ ἀλλοδαποῖσιν ἐόντος
λαοὶ φημίξωσι μόρον, τὸν δ᾽ ἔκποθεν υἷες
ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
540κλαίουσιν μάλα τερπνόν· ὁ δ᾽ ἔμπαλια παισὶ καὶ αὐτὸς
μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα
ἡδὺ κινυρομένων γοερὴ περιπέπτατ᾽ ἰωή·
ὣς τῶν πυρομένων λαρὸς γόος ἀμφιδεδήει.


καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα
545Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι
εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα
ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.
τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν
ῥῆξεν ἀπειρεσίην· ἡ δ᾽ ἐννεσίῃσι θεοῖο
550κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,
Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν
Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων
πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
555ἀλλ᾽ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν
ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δ᾽ ἄρα μούνη
κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ [p. 566]
Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς
Ζεὺς ὕπατος χραίσμησεν ἀπ᾽ αἰθέρος, οὕνεκα Μοίραις
560εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που
ἀθανάτων τάχ᾽ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί·
Ἀργεῖοι δ᾽ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δ᾽ ἔχε πείρατα χάρμης.