Τα μετά τον Όμηρο/1
Τὰ μετὰ τὸν Ὅμηρο α΄ Συγγραφέας: Τὰ μετὰ τὸν Ὅμηρο |
Τὰ μετὰ τὸν Ὅμηρο β΄→ |
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913. |
Εὖθ᾽ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ
καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο·
5ἠΰτ᾽ ἐνὶ ξυλοχοισι βόες βλοσυροῖο λέοντος
ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβουται
ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·
ὥς οἱ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα
μνησάμενοι προτέρων, ὁπόσων ἀπὸ θυμὸν ἴαψεν
10θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
ἠδ᾽ ὅσσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
Ἕκτορά θ᾽ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,
ἄλλους θ᾽ ὡς ἐδάϊξε δι᾽ ἀκαμάτοιο θαλάσσης
ὁππότε δὴ τὰ πρῶτα φέρε Τρώεσσιν ὄλεθρον.
15τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον.
ἀμφὶ δ᾽ ἄρα σφίσι πένθος ἀνιηρὸν πεπότητο
ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης. [p. 4]
καὶ τότε Θερμώδοντος ἀπ᾽ εὐρυπόροιο ῥεέθρων
ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
20ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο
καὶ μέγ᾽ ἀλευαμένη στυγερὴν καὶ ἀεικέα φήμην,
μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
25οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δ᾽ ἐλάθοιο·
τοὔνεκ᾽ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
πρὸς δ᾽ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο
σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
30αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχ᾽ ἕποντο
ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
στρωφῶντ᾽, οὐδέ τιν᾽ ἐστὶ θεὰς ἀλιτόνθ᾽ ὑπαλύξαι.
σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί,
πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
35αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·
ἀλλ᾽ ἄρα πασάων μέγ᾽ ὑπείρεχε Πενθεσίλεια·
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη
ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα
αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
40εὖτ᾽ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·
ὣς ἥ γ᾽ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
ἔνθ᾽ ἄρ᾽ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
ἠδὲ καὶ Ἱπποθόη, μετὰ δ᾽ Ἁρμοθόη κυανῶπις
45Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
τῇ δ᾽ ἔπι Θερμώδωσα μέγ᾽ ἔγχεϊ κυδιόωσα·
τόσσαι ἄρ᾽ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ· [p. 6]
οἵη δ᾽ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο
Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
50Ὡράων μετ᾽ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς
ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·
τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες
πάντοθεν ἐσσύμενοι μέγ᾽ ἐθάμβεον, εὖτ᾽ ἐσίδοντο
55Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
μειδιόωσ᾽ ἐρατεινόν, ὑπ᾽ ὀφρύσι δ᾽ ἱμερόεντες
ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
60αἰδὼς δ᾽ ἀμφερύθηνε παρήια, τῶν δ᾽ ἐφύπερθε
θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
λαοὶ δ᾽ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
ὡς δ᾽ ὁπότ᾽ ἀθρήσαντες ἀπ᾽ οὔρεος ἀγροιῶται
Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
65ὄμβρου ὅτ᾽ ἰσχανόωσι θεουδέος, ὁππότ᾽ ἀλωαὶ
ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
ὀψὲ δ᾽ ὑπηχλύνθη μέγας οὐρανός, οἱ δ᾽ ἐσιδόντες
ἐσθλὸν σῆμ᾽ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
70ὣς ἄρα Τρώιοι υἷες, ὅτ᾽ ἔδρακον ἔνδοθι πάτρης
δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
γήθεον· ἐλπωρὴ γὰρ ὅτ᾽ ἐς φρένας ἀνδρὸς ἵκηται
ἀμφ᾽ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
75καὶ μέγ᾽ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη·
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀλαοῖσιν ἐπ᾽ ὄμμασι πολλὰ μογήσας
ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι [p. 8]
ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
ὄμματ᾽ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
80οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δ᾽ ἄρα βαιὸν ἰάνθη
πολλῆς ἐκ κακότητος, ἔχει δ᾽ ἔτι πήματος ἄλγος
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
85ἄχνυτ᾽ ἀποκταμένων. ἄγε δ᾽ εἰς ἑὰ δώματ᾽ ἄνασσαν,
καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
κυδάλιμοι βασιλῆες, ὅτ᾽ ἔθνεα δῃώσαντες
90δαίνυντ᾽ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης·
δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δ᾽ ὑπέστη
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
ἡ δ᾽ ἄρ᾽ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
95Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
τῆς δ᾽ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
100‘ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσ᾽ ἀγορεύεις;
οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
μάρνασθ᾽, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
ἕστηκευν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα. [p. 10]
105Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
ἀλλ᾽ ἐδάμη κρατερός περ ἐών, μέγα δ᾽ ἤκαχε Τρῶας,
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
καί μοι ἔην μέγα κῦδος ἰδ᾽ ἀντιθέοις τοκέεσσι
ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
110πρίν ἑ δι᾽ ἀνθερεῶνος ὑπ᾽ ἔγχεϊ θυμὸν ὀλέσσαι.
νῦν δ᾽ ἄρ᾽ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
κεῖνον ὅτ᾽ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
ἀργαλέως Ἀχιλῆος, ὅ μ᾽ ἀνέρος εὖνιν ἔθηκε
κουριδίου, τό μοι αἰνπὸν ἄχος πέλει ἤματα πάντα.’
115ὣς φάθ᾽ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
δύσατ᾽ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δ᾽ ἠώς.
120οἱ δ᾽ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τ᾽ ἐρατεινῆς,
δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ·
ἡ δὲ κιοῦσ᾽ εὕδεσκεν· ὕπνος δέ οἱ ὄσσε κάλυψε
νήδυμος ἀμφιπεσών· μόλε δ᾽ αἰθέρος ἐξ ὑπάτοιο
125Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
οἷ τ᾽ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα.
καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
τῇ δ᾽ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
130καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντ᾽ 'αχιλῆος [p. 12]
θαρσαλέως μάρνασθαι ἐναντίον· ἡ δ᾽ ἀΐουσα
γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσσατο γὰρ μέγα ἔργου
ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα·
νηπίη· ἥ ῥ᾽ ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳ
135ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
ὅς μιν ἄρ᾽ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
δὴ τότε Πενθεσίλεια μέγ᾽ ἐνθεμένη φρεσὶ κάρτος
140ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφ᾽ ὤμοισιν ἔδυνε
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπ᾽ ἀργυφέῃσιν ἔθηκε
κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
ἕσσατο δ᾽ αὖ θώρηκα παναίολον· ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοις
145θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
κουλεὸς εὖ ἤσκητο δι᾽ ἀργύρου ἠδ᾽ ἐλέφαντος·
ἂν δ᾽ ἕλετ᾽ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
ἥ θ᾽ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·
150τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
ἀστεροπῇ δ᾽ ἀτάλαντος ἐείδετο, τὴν ἀπ᾽ Ὀλύμπου
ές γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
155δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν. [p. 14]
αὐτίκα δ᾽ ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
δοιοὺς εἵλετ᾽ ἄκοντας ὑπ᾽ ἀσπίδα, δεξιτερῇ δὲ
βουπλῆγ᾽ ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ
160θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
τῷ ἐπικαγχαλόωσα τάχ᾽ ἤλυθεν ἔκτοθι πύργων
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
ἐλθέμεναι· τοὶ δ᾽ ὦκα συναγρόμενοι πεπίθοντο
ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
165στήμεναι ἄντ᾽ Ἀχιλῆος· ὁ γὰρ περιδάμνατο πάντας.
ἡ δ᾽ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δ᾽ ἵππῳ
καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
ὤπασεν Ὠρείθνια πάρος Θρῄκηνδε κιοήσῃ
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
170τῷ ῥα τόθ᾽ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
ἐλθέμεν· ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
πολλοὶ ἕποντ᾽ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
175ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θ᾽ ἅμα πάντων
νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
ὣς ἄρα τῇ γ᾽ ἐφέποντο βίῃ μέγα μαιμώωντες
Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
ἡ δ᾽ οἵη Τριτωνίς, ὅτ᾽ ἤλυθεν ἄντα Γιγάντων, [p. 16]
180ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
εὔχετ᾽ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
185Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
‘κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
καὶ δ᾽ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
190αὐτήν θ᾽, οὕνεκ᾽ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
αἴδεσσαι δ᾽ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
195αἴδεο δ᾽, ἕως ἔτι παῦροι ἀφ᾽ αἵματός εἰμεν ἀγαυοῦ
Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.’
ἦ ῥα μέγ᾽ εὐχόμενος· τῷ δ᾽ αἰετὸς ὀξὺ κεκληγὼς
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
200ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
τάρβησε Πριάμοιο νόος, φάτο δ᾽ οὐκέτ᾽ ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
κῆρες ὑπεκτελέειν· ὁ δ᾽ ἄρ᾽ ἄχνυτο θυμὸν ἐαγώς. [p. 18]
205Ἀργεῖοι δ᾽ ἀπάνευθεν ἐθάμβεον, εὖτ᾽ ἐσίδοντο
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τ᾽ ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τ᾽ ἐπὶ θάμνοις
210μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
καί τις ἅμ᾽ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
‘τίς δὴ Τρῶας ἔγειρε μεθ᾽ Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας ;
νῦν δ᾽ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
215καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
ἀλλ᾽ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθ᾽ ἤματι τῷδε.’
220ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
σὺν δ᾽ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ᾽ ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
225καὶ κόρυθας βριαράς, ἕτερος δ᾽ ἑτέρου χρόα χαλκῷ
τύπτον ἀπηλεγέως· τὸ δ᾽ ἐρεύθετο Τρώιον οὖδας.
Ἔνθ᾽ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τ᾽ Ἐλάσιππον· [p. 20]
230Δηρινόη δ᾽ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
τοῦ δ᾽ ἄρ᾽ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθ᾽ ἑταίρων·
235αἶψα δ᾽ ὅ γ᾽ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ᾽ ἔγκατα πάντα·
τῆς δ᾽ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
240χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα δι᾽ ἕλκεος οὐταμένοιο
ἔβλυσεν ἐσσυμένως· ὁ δ᾽ ἄρα στενάχων ἀπόρουσεν
εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
τοῦ δ᾽ ἄρ᾽ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
245ἄσπετος· ὃς δ᾽ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
ἡ δ᾽ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τ᾽ ἐν ὄρες1 σι
250δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δ᾽ ἀλεγεινὸν
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δ᾽ ἂψεα πάντα
λῦσε μόρος, ψυχὴ δ᾽ ἐμίγη πολυαέσιν αὔραις.
Εὐάνδρην δ᾽ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
255εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα [p. 22]
τῇ μὲν ἄρ᾽ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ᾽ ὑπὸ νηδὺν
φάσγανον ἐγχρίμψας· τὰς δ᾽ ἐσσυμένως λίπεν αἰών.
Δηρινόην δ᾽ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
260Ἀλκιβίης δ᾽ ἄρα Τυδείδης καὶ Δηριμαχείης
ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ᾽ ὤμους
ἄορι λευγαλέῳ· ταὶ δ᾽ ἠΰτε πόρτιες ἄμφω
κάππεσον, ἅς τ᾽ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
265ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
τῇσι δ᾽ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
Ἀργείοις, οὐδ᾽ αὖθις ἑὴν νοστήσατο πάτρην.
270τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
καί ῥ᾽ ἔβαλε Σθενέλοιο καταντίον· οὐδ᾽ ἄρα τόν γε
οὔτασεν ἐς1 σύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
κτεῖνε δ᾽ ἄρ᾽ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
275ὅς ῥ᾽ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
τοῦ δ᾽ ἄρ᾽ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ
ὠρίνθη· μάλα δ᾽ ὦκα λέων ὣς πώεσι μήλων
ἔνθορε· τοὶ δ᾽ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·
κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,
280οἵ ῥ᾽ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
Νάστῃ ὑπ᾽ ἀντιθέῳ καὶ ὑπ᾽ Ἀμφιμάχῳ μεγαθύμῳ, [p. 24]
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
Βράγχου τ᾽ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥ᾽ ἐπὶ γαῖαν
285Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
ἄλλους δ᾽ αὖτ᾽ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
290ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
Δρησαῖον δ᾽ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
μιχθεῖσ᾽ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
295πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατ᾽ ὀμίχλη·
ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
300οὕνεκ᾽ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τ᾽ ἐπὶ λυγρῷ
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ᾽ ἄρ᾽ αὐτὴν
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι, [p. 26]
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τ᾽ ἀπορρώξ.
305ἀλλ᾽ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα
μύρεται ἐν πέτρῃσιν ἔτ᾽ ἀχνυμένῃ εἰκυῖα.
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλοισι φόνον καὶ κῆρ᾽ ἐτίθεντο
ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
310εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
πολλῶν δ᾽ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
Τρώων τ᾽ Ἀργείων τε, πολὺς δ᾽ ἀλαλητὸς ὀρώρει·
οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
315ἀλλ᾽ ὥς τίς τε βόεσσι κατ᾽ οὔρεα μακρὰ λέαινα
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
οἱ δ᾽ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
320ἡ δ᾽ ἕπετ᾽ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
νήεσιν ὠκείῃσιν, ὅθ᾽ ἱστία λευκὰ πετάσσῃ
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
ὣς ἥ γ᾽ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
325καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
‘ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ᾽ ἀλόχοισιν
ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες [p. 28]
330κείσεσθ᾽, οὐδέ τι τύμβος ἐφ᾽ ὑμέας ἵξεται αἴης.
πῇ νῦν Τυδείδαο βίη, πῇ δ᾽ Αἰακίδαο,
ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
ἀλλ᾽ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.’
335ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσ᾽ ἐνόρουσε
θηρὶ βίην εἰκυῖα, πολὺν δ᾽ ὑπεσάμνατο λαὸν
ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δ᾽ αὖτε
πάλλουσ᾽ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ᾽ αὐτῇ
340χρειὼ ἀν᾽ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
345τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
πίπτον ἐπασσύτεροι, μέγα δ᾽ ἔστενεν ἄσπετος αἶα
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·
ἵπποι δ᾽ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
350οἱ δὲ κόνιν βρυγμοῖσι δεδραγμένοι ἀσπαίρεσκον·
τοὺς δ᾽ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας. [p. 30]
καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
355λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τ᾽ ἐνὶ πόντῳ
μαίνεθ᾽, ὅτ᾽ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
καί ῥ᾽ ὅ γε μαψιδίῃσιν ἐπ᾽ ἐλπωρῇσιν ἔειπεν·
‘ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπ᾽ οὐρανοῦ εἰλήλουθε
σήμερον ἀθανάτων τις, ἵν᾽ Ἀργείοισι μάχηται
360ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ᾽ αἵματος ἀθανάτοιο.
οὐ γὰρ τήνδε γυναῖκά γ᾽ ὀΐομαι εἰσοράασθαι
αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,
365ἀλλ᾽ ἄρ᾽ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
ἢ Ἔριδ᾽ ἢ κλειτὴν Λητωίδα· καί μιν ὀΐω
σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
νῆάς τ᾽ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
370ἤλυθον ἄσχετον ἄμμιν ὑπ᾽ Ἄρεϊ πῆμα φέροντες·
ἀλλ᾽ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.’
ὣς ἄρ᾽ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
νήπιος· οὐδ᾽ ἄρ᾽ ἐφράσσατ᾽ ἐπεσσύμενον βαρὺ πῆμα
375οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
ἀλλ᾽ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
μνησάμενοι ἑτάροιο· γόος δ᾽ ἔχεν ἄλλυδις ἄλλον. [p. 32]
380τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
ὄφρ᾽ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,
ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτ᾽ αἰχμὴν
385μαψιδίην ἴθυνεν, ἀεὶ δ᾽ ἢ νῶτα δάϊζε
φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
θερμῷ δ᾽ αἵματι πάμπαν ἐδεύετο, γυῖα δ᾽ ἐλαφρὰ
ἔπλετ᾽ ἐπεσσυμένης· κάματος δ᾽ οὐ δάμνατο θυμὸν
ἄτρομον, ἀλλ᾽ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσ᾽ Ἀχιλῆα,
390αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δ᾽ ἑστηυῖα
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ᾽ ἔμελλε
κούρην οὐ μετὰ δηρὸν ὑπ᾽ Αἰακίδαο χέρεσσι
δάμνασθ᾽· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δ᾽ ὀρόθυνεν
αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
395ὕστατα κυδαίνουσ᾽· ἡ δ᾽ ἄλλοθεν ἄλλον ἔναιρεν,
ὡς δ᾽ ὁπόθ᾽ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
400καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ᾽ ἐν ποσὶν ἠμάλδυνεν· [p. 34]
ὣς ἄρ᾽ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ᾽ ὅμιλον
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ᾽ ἐφόβησε.
Τρωιάδες δ᾽ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
θαύμαζον, πολέμοιο δ᾽ ἔρως λάβεν ἱπποδάμοιο
405Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δ᾽ ἄκοιτιν
Τισιφόνην· κρατερῇσι δ᾽ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
‘ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
410ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
οὔποτ᾽ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
415ἀλλ᾽ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
ἶσοι δ᾽ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ᾽ ὁμοῖα,
ξυνὸν δ᾽ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
φορβὴ δ᾽ οὐχ ἑτέρη· δί δ᾽ ἐπ᾽ ἀνδράσι λώιον ἄλλο
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
420ἢ οὐχ ὁράατε γυναῖκα μέγ᾽ αἰζηῶν προφέρουσαν
ἀγχεμάχων; τῆς δ᾽ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
οὔτ᾽ ἄρ᾽ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ᾽ ἄνακτος
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
425ἡμῖν δ᾽ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι [p. 36]
ὤλλυνθ᾽, αἱ δὲ τοκῆας ὀδυρόμεθ᾽ οὐκέτ᾽ ἐόντας·
ἄλλαι δ᾽ αὖτ᾽ ἀκάχηνται ἀδελφειῶν ἐπ᾽ ὀλέθρῳ
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
430ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
εἰσιδέειν· τῷ μή τις ἔτ᾽ ἀμβολίη πολέμοιο
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
τεθνάμεν ἢ μετόπισθεν ὑπ᾽ ἀλλοδαποῖσιν ἄγεσθαι
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ᾽ ἀνάγκῃ
435ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ᾽ ἐόντων.’
ὣς ἄρ᾽ ἔθη· πάσῃσι δ᾽ ἔρως στυγεροῖο μόθοιο
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
440ὡς δ᾽ ὅτ᾽ ἔσω σίμβλοιο μέγ᾽ ἰύζωσι μέλισσαι
χείματος οὐκέτ᾽ ἐόντος, ὅτ᾽ ἐς νομὸν ἐντύνονται
ἐλθέμεν, οὐδ᾽ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
ἄλλη δ᾽ αὖθ᾽ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
445ἀλλήλας ὤτρυνον· ἀπόπροθι δ᾽ εἴρια θέντο
καὶ ταλάρους, ἀλεγεινὰ δ᾽ ἐπ᾽ ἔντεα χεῖρας ἴαλλον.
καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
450ἐσσυμένας πινυτοῖσι παραυδήσασ᾽ ἐπέεσσι·
‘τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
ἀλλ᾽ ἄρα νηίδες ἔργον ἐπ᾽ ἄτλητον μεμαυῖαι [p. 38]
ὄρνυσθ᾽ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
455ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
εὔαδον ἐξ ἀρχῆς καὶ ὅσ᾽ ἀνέρες ἔργα μέλονται·
τοὔνεκ᾽ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
οὐδ᾽ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
460θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ᾽ ἔθηκε.
τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
τῷ οἱ θηλυτέρην τιν᾽ ἐριζέμεν οὔτι ἔοικεν·
ἠὲ τάχ᾽ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
πᾶσι δ᾽ ἄρ᾽ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ᾽ ἐπὶ ἔργα
465στρωφῶντ᾽ ἄλλος ἐπ᾽ ἄλλα· πέλει δ᾽ ἄρα κεῖνο φέριστον
ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
ἁνδράσι δ᾽ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
470ἐλπωρὴ δ᾽ ἀγαθοῖο τάχ᾽ ἔσσεται, οὕνεκ᾽ Ἀχαιοὺς
δερκόμεθ᾽ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
ἡμετέρων· οὐδ᾽ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ᾽ ἀλεγεινὴ
γίνετ᾽ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.’
475ὣς φάτο· ταὶ δ᾽ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
ὑσμίνην δ᾽ ἀπάνευθεν ἐσέδρακον, ἡ δ᾽ ἔτι λαοὺς
δάμνατο Πενθεσίλεια, περιτρομέοντο δ᾽ Ἀχαιοί, [p. 40]
οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
ἀλλ᾽ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
480πορδάλιος κτείνοντο, ποθὴ δ᾽ ἔχεν οὐκέτι χάρμης
ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπ᾽ ὤμων,
οἱ δ᾽ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δ᾽ ἄρα χάρμα
485ἔπλετ᾽, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
ὡς δ᾽ ὅτ᾽ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
490ἄνθεσι τηλεθόωντα, τὰ δ᾽ ἐκ πρέμνοιο κέδασσεν
ὑψόθεν, ἀλλήλοισι δ᾽ ἐπὶ κλασθέντα κέχυνται·
ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
495χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
‘ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
ἀλλ᾽ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
500Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας·
νῶιν δ᾽ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ [p. 42]
τὸ πρὶν ἅμ᾽ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος
505Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι·
ὡς καὶ νῦν τελέεσθαι ὑφ᾽ ἡμετέρῃσιν ὀΐω
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.’
ὣς φάτο· τῷ δ᾽ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
510ἄμφω δ᾽ ὡρμήθησαν ἐπ᾽ ἔντεα μαρμαίροντα·
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
τῶν δ᾽ ἄρα τεύχεα καλὰ μέγ᾽ ἔβραχε· μαίνετο δέ σφιν
ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
515Ἀργεῖοι δ᾽ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
οἵ ποτ᾽ ἐπ᾽ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ
Ὄσσαν τ᾽ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
520τοῖοι ἄρ᾽ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
πολλοὺς δ᾽ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
ὡς δ᾽ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
525εὑρόντ᾽ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων [p. 44]
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
ὣς οἵ γ᾽ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
Ἔνθ᾽ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον ῞Υλλον,
530Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
Ἀντάνδρην δ᾽ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ᾽ Ἱπποθόην ἐρίθυμον,
τῇσι δ᾽ ἔφ᾽ Ἀρμοθόην· ἐπὶ δ᾽ ᾤχετο λαὸν ἅπαντα
αὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δ᾽ ὑπὸ χερσὶ
535πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.
τοὺς δ᾽ ὁπότ᾽ εἰσενόησε δαΐφρων Πενθεσίλεια
θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
540ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ᾽ ἐπιόντων
ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
545ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
δούρατ᾽ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
κινυμένων· πρώτη δ᾽ ἔβαλεν περιμήκετον ἔγχος
ἐσθλὴ Πενθεσίλεια· τὸ δ᾽ ἐς σάκος Αἰακίδαο
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ᾽ ἀπὸ πέτρης·
550τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
ἡ δ᾽ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει· [p. 46]
‘νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
ἀλλ᾽ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
555ὑμέων ἀμφοτέρων, οἵ τ᾽ ἄλκιμοι εὐχετάασθε
ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.
ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρ᾽ ἐσίδησθε,
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
560καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς
γείνατ᾽ ἀνήρ, ἀλλ᾽ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.’
ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δ᾽ ἄρ᾽ ἔγχος
δεύτερον· οἱ δ᾽ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
565ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
Αἴας δ᾽ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ᾽ ἄρα Τρώων
ἐς πληθὺν ἀνόρουσε· λίπεν δ᾽ ἄρα Πηλείωνι
570οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
ῥηίδιος πόνος ἔσσεθ᾽ ὅπως ἴρηκι πέλεια.
Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
575‘ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν [p. 48]
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
εὐχόμεθ᾽ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
580ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
καὶ κρατερόν περ ἐόντα· σὺ δ᾽ ἐν φρεσὶ πάγχυ μέμηνας,
ἣ μέγ᾽ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
585οὐδὲ γὰρ οὐδ᾽ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτ᾽ ἐν ὄρεσσι
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
ἣ οὔπω τόδ᾽ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
Ξάνθου πὰρ προχοῇσιν ὑφ᾽ ἡμετέρῃς παλάμῃσιν;
590ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;’
ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
αἶψα δ᾽ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
595οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
ἐσσυμένως· ἡ δ᾽ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·
ἐκ δ᾽ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
600ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
ὥρμηνεν δ᾽ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα [p. 50]
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
ἢ κραιπνῶς ἵπποιο κατ᾽ ὠκυτάτοιο θοροῦσα
λίσσεσθ᾽ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
605χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
τοῖς ἤν πως πεπίθοιτ᾽ ὀλοὸν σθένος Αἰακίδαο·
ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·
δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
610καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δ᾽ ἑτέρωσε βάλοντο.
τῇ γὰρ ἐπεσσύμενος μέγ᾽ ἐχώσατο Πηλέος υἱός,
καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·
εὖτέ τις ἀμφ᾽ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
615ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ
620ἀντικρὺ διάμησεν ὑπ᾽ ἔγχεϊ μαιμώωντι
Πηλείδης· ἡ δ᾽ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
εὐσταλέως ἐριποῦσα κατ᾽ οὔδεος· οὐδέ οἱ αἰδὼς
ᾔσχυνεν δέμας ἠΰ· τάθη δ᾽ ἐπὶ νηδύα μακρῷ
δουρὶ περισπαίρουσα, θοῷ δ᾽ ἐπεκέκλιτο ἵππῳ·
625εὖτ᾽ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
ἥν τέ που αἰπυτάτην ἀνά τ᾽ ἄγκεα μακρὰ καὶ ὕλην,
οἷ αὐτῇ μέγ᾽ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα· [p. 52]
τοίη Πενθεσίλεια κατ᾽ ὠκέος ἤριπεν ἵππου
θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἁλκή.
630Τρῶες δ᾽ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
ἄσπετ᾽ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
635παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,
ὀψὲ δ᾽ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀΐσσουσι μέγ᾽ ἀχνύμενοι περὶ νηὸς
ἠδ᾽ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
640ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
Τῇδ᾽ ἔπικαγχλόων μεγάλ᾽ εὔχετο Πηλέος υἱός·
‘κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ᾽ οἰωνῶν,
645δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντί᾽ ἐμεῖο
ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
κτείνασ᾽ Ἀργείους· ἀλλ᾽ οὐ τόδε σοίγε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
650ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ [p. 54]
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.’
ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
655ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
ἄμφω δ᾽ ἀσπαίρεσκον ὑφ᾽ ἓν δόρυ δῃωθέντες.
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
660ἐξεφάνη ἐρατῇσιν ὑπ᾽ ὀφρύσι καλά πρόσωπα
καίπερ ἀποκταμένης. οἱ δ᾽, ὡς ἴδον, ἀμφιέποντες
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτ᾽ ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
665γυῖα κατ᾽ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἰ̔̂ ἀκαχήσῃ.
πολλοὶ δ᾽ εὐχετόωντο κατ᾽ οἰκία νοστήσαντες
670τοίης1 ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.
καὶ δ᾽ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετ᾽ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη. [p. 56]
675Ἄρεϊ δ᾽ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
θυμὸν ἀκηχεμένῳ· τάχα δ᾽ ἔκθορεν Οὐλύμποιο
σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
ὅν τε Ζεὺς προΐησιν, ὁ δ᾽ ἀκαμάτης ἀπὸ χειρὸς
ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
680μαρμαίρων, τῷ δ᾽ ἀμφὶ μέγας πελεμίζετ᾽ Ὄλυμπος·
τοῖος Ἄρης ταναοῖο δι᾽ ἠέρος ἀσχαλόων κῆρ
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατ᾽ οὐρανὸν εὐρὺν ἐόντι
αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
685κούρης αἰνὸν ὄλεθρον· ὁ δ᾽ ὡς κλύεν, ἶσος ἀέλλῃ
Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δ᾽ ὑπὸ ποσσὶν
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
690εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ᾽ Οὐλύμποιο φόβησε
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο δι᾽ αἴθγης
δεινὸν ἀπαιθόμενοι· ὁ δ᾽ ἄρ᾽ εἰσορόων ἐνόησε
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
695ἔστη δ᾽ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
ὄμβρος ἄρ᾽ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
λάβρα κυλινδομένοιο, ὁ δ᾽ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
700ἔσσυτ᾽ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
χῶρον ἐπ᾽ ἰσόπεδον, σταίη δ᾽ ἄφαρ οὐκ ἐθέλων περ· [p. 58]
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ᾽ ἄρ᾽ αὐτῶν
705πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
ἄλλοτε μέν Κρονίδαο μέγ᾽ ἀσχαλόωντος ἐνιπὴν
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
ἄλλοτε δ᾽ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ᾽ Ἀχιλῆι
710μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
μνήσαθ᾽, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
υἱέες, οἷς οὐδ᾽ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·
τοὔνεκ᾽ ἀπ᾽ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
715εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.
καὶ τότ᾽ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων
σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
πάντῃ ἐπεσσύμενοι· μέγα δ᾽ ἄχνυτο Πηλέος υἱὸς
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κουίῃσι·
720τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
ὁππόσον ἀμφ᾽ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
‘ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
725ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι
μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τ᾽ ἐπὶ ἕδνοις
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι. [p. 60]
ὥς σ᾽ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
730οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
ἀμθ᾽ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα
735ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
ἐς λέχος ἱεμένης, ἥ τ᾽ ἄφρονα φῶτα τίθησι
καὶ πινυτόν περ ἐόντα· πόνῳ δ᾽ ἄρα κῦδος ὀπηδεῖ·
ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τ᾽ Ἄρηος
740τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.’
ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ
Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δ᾽ ἅμα πάντες
ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ᾽ αὐτὸς
745πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
ἀθρόον· αἶψα δ᾽ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
ἀνέρος οὐτιδανοῖο· χάρη δ᾽ ἄρα λαὸς Ἀχαιῶν·
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.
750καί ῥά τις ὧδ᾽ εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
‘οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,
ἥ τ᾽ αἰεὶ μερόπεσσιν ἐπ᾽ ἄλγεσιν ἄλγος ἀέξει.’
755ὣς ἄρ᾽ ἔφη Δαναῶν τις· ὁ δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
Πηνείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν· [p. 62]
‘κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·
οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντί᾽ ἐρίζειν·
ὣ καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
760ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων·
ἀλλ᾽ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,
ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι χειρὶ βαρείῃ
πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν,
σῇ δ᾽ ὀλιγοδρανίῃ θυμὸν λίπες· ἀλλ᾽ ἀπ᾽ Ἀχαιῶν
765ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.’
ὣς ἔφατ᾽ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
Τυδείδης δ᾽ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
χώετο Θερσίταο δεδουπότος, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
εὔχετ᾽ ἀφ᾽ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
770Τυδέος ὄβριμος υἱός, ὁ δ᾽ Ἀγρίου ἰσοθέοιο,
ἀγρίου, ὅς τ᾽ Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου·
Οἰνεὺς δ᾽ υἱέα γείνατ᾽ ἀρήιον ἐν Δαναοῖσι
Τυδέα· τοῦ δ᾽ ἐτέτυκτο πάϊς σθεναρὸς Διομήδης.
τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
775καί νύ κε Πηλείωνος ἐναντίου ἤρατο χεῖρας,
εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες,
πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
Πηλείδην ἑτέρωθεν ἐρήτυον· ἦ γὰρ ἔμελλον
ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
780Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
ἀλλ᾽ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
οἱ δὲ μέγ᾽ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
Ἀτρεῖδαι βασιλῆες ἀγασσάμενοί ἑ καὶ αὐτοὶ
Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου [p. 64]
785σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
ἀγγελίην προϊέντος· ὁ γὰρ φρεσὶν ᾗσι μενοίνα
κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ Ἵππῳ
ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
790ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην
πολλοῖς σὺν κτεάτεσσιν, ὅσα κταμένῃ ἐπεῴκει
ἐν πυρὶ συγκείασθαι ἐϋκτεάνῳ βασιλείῃ·
καὶ τὴν μὲν κατέδαψε θοὸν μένος Ἡφαίστοιο,
φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
795πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
ὀστέα δ᾽ ἀλλέξαντες ἄδην ἐπέχευαν σἄλειφα
ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτοῖς
πίονα δημὸν ὕπερθε βάλον βοός, ἥ τ᾽ ἀγέλῃσιν
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
800Τρῶες δ᾽ ὥστε θύγατρα φίλην περικωκύσαντες
ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
πύργῳ ἔπι προὔχοντι παρ᾽ ὀστέα Λαομέδοντος
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμ᾽ αὐτῇ
805ἐσπόμεναι ποτὶ δῆριν ὑπ᾽ Ἀργείοισι δάμησαν·
οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
Ἀτρεῖδαι, Τρώεσσι δ᾽ ἐϋπτολέμοισιν ὄπασσαν
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις· [p. 66]
οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ᾽ ἐλεεινοὶ
810δήιοι οὐκέτ᾽ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
Ἀργεῖοι δ᾽ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδ᾽ ἐδάμησαν
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
πολλὰ μάλ᾽ ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δ᾽ ἄλλων
815ἀμφ᾽ ἀγαθοῦ μύροντο Ποδάρκεος· οὐ γάρ ἐπ᾽ ἐσθλοῦ
δεύετ᾽ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·
ἀλλ᾽ ὁ μὲν ἤδη πρόσθεν ὑφ᾽ Ἕκτορι κεῖτο δαϊχθεὶς
ἠΰς Πρωτεσίλαος· ὀ δ᾽ ἔγχεϊ Πενθεσιλείης
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος·
820τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
τεθναότων· κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
οἴῳ σῆμ᾽ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
825Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
ἦμος δ᾽ αἰγλήεσσα κατ᾽ ὠκεανοῖο βεβήκει
ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
δὴ τότ᾽ ἄρ᾽ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
δαίνυτο Πηλείδαο βίη· σὺν δ᾽ ἄλλοι ἄριστοι
830τέρποντ᾽ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι.